Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν οεʹ

Ἰωάννης ὁ Χρυσόστομος

Η σημασία των ταμάτων και η στηλίτευση του φθόνου

Ερμηνεία της έννοιας του τάματος και της ευχής. Μέσα από την αντιπαραβολή της ιεράς προσφοράς του Άβελ με την αδελφοκτονία του Κάιν, αναλύεται ο φθόνος ως καταστροφικό και δαιμονικό πάθος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Οὐρανὸς μὲν γὰρ αὐτοῖς χιονόχροον τὸ ὕδωρ ἐκόχλαζε, καὶ ἀὴρ σεσιτευμένην αὐτοῖς τὴν ὀρτυγομήτραν ἀκαμάτως προσέφερε. Καὶ ἐπιλείψει μοι διηγουμένῳ καὶ ὁ τῆς ἡμέρας χρόνος τὰ τῶν πατέρων, προφητῶν τε καὶ βασιλέων δι᾽ εὐχῆς παρ᾽ ἐλπίδα γεγενημένα νικήματα, τὰς ἐν νόσοις καὶ κινδύνοις καὶ τοῖς ἄλλοις χαλεπωτέροις πράγμασι δι᾽ εὐχῆς γεγενημένας ἀγαθὰς καὶ ζωοφόρους ἐκβάσεις. Τοσοῦτον γάρ ἐστι τὸ εὔξασθαι καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν. Εἴ τις ὑμῶν ἔν τινι πράγματι παρὰ ἀνθρώποις ἀπελπισμένῳ ἐνέχεται, ἢ ὑπὸ ἀνάγκης τινὸς ἢ κινδύνου πεπίεσται, μνημονευσάτω ταύτης τῆς γραφῆς· εὐξάσθω καὶ ἀποδότω Κυρίῳ τῷ Θεῷ ἡμῶν, καὶ εὑρήσει τῆς ἀγαθῆς διδασκαλίας τὸ ζωοφόρον καὶ μακάριον τέλος. Εἰ δέ τις βούλεται, ἀγαπητοὶ, καὶ ἄλλως ἐκλαβεῖν τὸν στίχον τῆς Γραφῆς, καὶ λέγειν, ὅτι τὸ εὔξασθαί ἐστι τὸ ἐπαγγείλασθαι, καὶ οὕτως ἔσται ὁ λόγος ὠφέλιμος. Πολλαχῶς γὰρ παρὰ τῇ Γραφῇ ηὕραμεν τὸ εὔξασθαι ἀντὶ τοῦ ἐπαγγείλασθαι· ὥς φησιν ἡ Σοφία· Καλόν ἐστι τὸ μὴ εὔξασθαί σε, ἢ εὐξάμενον μὴ ἀποδοῦναι· τουτέστι, τὸ μὴ ἐπαγγείλασθαι Θεῷ μᾶλλον, ἢ ἐπαγγειλάμενον ψεύσασθαι. Διὸ παραγγέλλει, Καὶ μὴ ψεύσῃ λόγον ἐν καιρῷ προσευχῆς σου. Ηὔξω τὴν θυγατέρα σου ἢ τὸν υἱόν σου ἀπὸ νόσου βαρείας ὑγιαίνοντα ἀπολαμβάνοντα, Θεῷ ἀφιεροῦν; Μὴ ψεύσῃ λόγον ἐν καιρῷ προσευχῆς σου.

Ἀλλ᾽ ὡς ἡ μακαρία Ἄννα στεῖρα οὖσα τὸ πρὶν, εὐξαμένη, ὃ ἂν γεννήσει, Θεῷ ἀφιερῶσαι, καὶ τοῦτο ποιήσασα, αὕτη μὲν γέγονεν εὐλογίας αἰωνίου κληρονόμος· ὁ δὲ αὐτῆς υἱὸς Σαμουὴλ, πρῶτος καὶ ἐκλελεγμένος ἐν προφήταις λελόγισται, καὶ τοσοῦτον παρὰ Θεῷ ἐτετίμητο, ὡς μετὰ Μωϋσῆν αὐτὸν καὶ Ἀαρὼν συγκαταριθμηθῆναι· Μωϋσῆς γὰρ καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Πρῶτον ἀγαθόν ἐστι τὸ εὔξασθαι, τουτέστι, τὸ ἐπαγγείλασθαι· ταχέως ἀποδοῦναι μετὰ ἱλαρᾶς καὶ ἀγαθῆς προαιρέσεως. Ἀγαθὸν γὰρ καὶ Ἱλαρὸν δότην ἀγαπᾷ ὁ Θεός. Οὕτως Ἄβελ Θεῷ εὐηρέστησεν, ἐπειδὴ ἐξ ἱλαρᾶς καὶ ἀγαθᾶς προαιρέσεως τὰ δῶρα τῷ Θεῷ προσεκόμισε· Κάϊν δὲ ἀπήρεσε Θεῷ, ἐπειδὴ οὐκ ἐξ ἱλαρᾶς καρδίας, ἀλλ᾽ ὡς ἐκ λύπης καὶ ἀνάγκης τὰ δῶρα τῷ Θεῷ προσέφερεν, ἐπὶ τῇ τοῦ ἀδελφοῦ εὐδοξίᾳ λυπηθείς. Δεινὸν δὲ τὸν σπινθῆρα τοῦ φθόνου ἐν τῇ καρδίᾳ ἀνακινήσας, πρὸς δολοφονίαν ἐξεκαίετο, ἀνθ᾽ ὧν ἔδει μιμησάμενον αὐτὸν τὴν τοῦ ἀδελφοῦ φιλόθεον γνώμην, ἰσόῤῥοπον τῷ ἀδελφῷ τὴν τιμὴν παρὰ τῷ Κυρίῳ κομίσασθαι. Νῦν δὲ μήτε πρὸς τὸ ὁμόφυλον καὶ συγγενὲς ἀπιδὼν, μήτε τὸν Θεὸν ἐφορῶντα τῆς ἑαυτοῦ ἀθεμίτου πράξεως ψηφισάμενος, λόγοις ἀπατηλοῖς τὸν νεανίαν ἐπὶ τὸ πεδίον ἑλκύσας, τὸ φαιδρὸν ποίημα Θεοῦ τῷ φόνῳ διέλυσεν.

Οὗτος πρῶτος ἀδελφοκτονίαν εἰργάσατο, πρῶτος τὴν γῆν αἵματι ἐμίανε, πρῶτος πύλας θανάτου ἠνέῳξεν.

Οὔπω γὰρ ἦν θάνατος γευσάμενος ἄνθρωπον, εἰ μὴ Κάϊν διὰ τοῦ φθόνου τὸν φόνον ἐκύησε. Τί γάρ σε ἔβλαπτε, Κάϊν, ἡ τοῦ Ἄβελ ζωή; ἢ τί σε ὠφέλησεν ἐκείνου ὁ θάνατος; ἢ γὰρ οὐχὶ μᾶλλον καὶ ἔβλαψεν; Ἰδοὺ γὰρ ἀστάτως τῷ νῷ καὶ τρόμῳ τὸ ζῇν ἐξετέλεσας.

γʹ. Ὦ φθόνε, ὑποκρίσεως ἀδελφὲ, δόλου δημιουργὲ φόνου σπορεῦ, δρακόντιον σπέρμα, θανατόπνοον ἄνθος. Τί μιαρώτερον φθόνου; Ἀλλ᾽ οὐδέν. Τί δὲ καὶ ἐκύησε θάνατον; Ἀλλ᾽ οὐδὲν ἕτερον, εἰ μὴ φθόνος, καθὼς μαρτυρεῖ μοι ἡ Γραφὴ λέγουσα, ὅτι Ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων· φθόνῳ δὲ τοῦ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ἐμοὶ δοκεῖ, ἀγαπητοὶ, τὸν φθόνον ἐξεύρεμα εἶναι τοῦ δράκοντος· καὶ ἀμήχανόν ἐστιν ἔχειν τινὰ φθόνον, ἐὰν μὴ ὁ ὄφις προσερπύσας τινὶ λαθραίως, καὶ ἐκ τῆς αὐτοῦ καρδίας ἐμέσας τὸν ἰὸν εἰς τὴν τοῦ δεχομένου καρδίαν ἐμβάλλῃ τὸν φθόνον. Οὕτω γὰρ εἰς τὴν αὐτὴν τοῦ ὄφεως τάξιν καὶ δύναμιν ὁ φθονερὸς ἀπολήγει. Εἶδες τὸν φθονερόν; εἶδες τὸν ὄφιν; Λαλεῖ σοι ὡς φίλος τὰ ἴδια, καὶ μανθάνει παρὰ σοῦ τὰ σὰ ὡς ἐχθρός σου. Προσέρχεται ὁ ὄφις τῇ Εὔᾳ ὡς φίλος, γλυκέσι ῥήμασιν αὐτὴν μαγεύων, πικροῖς δὲ νοήμασιν αὐτὴν παγιδεύων· ἐπὶ στόματος φέρων τὸ μέλι, ἐν τῇ καρδίᾳ κρύπτων τὸ ξίφος· τὴν κεφαλὴν ἀλλαχοῦ ἀποκλίνων, καὶ τὴν κέρκον ἀλλαχοῦ σοι λοξεύων.

Προσέρχεται τῷ Ἄβελ ὁ Κάϊν ὡς φίλος· λαλεῖ εἰρηνικὰ, καὶ νοεῖ πολεμικά· ὁ δόλος ἐπὶ στόματος αὐτοῦ ἐφέρετο, καὶ ὁ φθόνος ἐν τῇ καρδίᾳ αὐτοῦ ἐσκιάζετο. Προσέρχεταί σοι ὁ φθονερός· λαλεῖ σοι τὰ ἴδια, λόγοις ἀπατηλοῖς καὶ γέλωτι χλιαρῷ προσδιαλεγόμενός σοι τὸ πρόσωπόν σου φαιδρύνει, τὴν διανοιάν σου ἀνοίγει, ἵνα τὴν ἐγκεκρυμμένην ἐνθήκην τῆς διανοίας σου ἐκκενώσῃ. Μανθάνει τὰ μυστήριά σου λέγων, καὶ προσφέρει τὰ κρυπτά σου ἐπὶ πάντων. Κἂν κολακεύῃς αὐτὸν, οὐκ ἔτι ἀνέχεται, οὐκ ἔτι γελᾷ, οὐκ ἔτι μειδιάσματι τὸ πρόσωπον αὐτοῦ ὑποχαλᾷ, ἀλλ᾽ ἕστηκεν αὐστηρῶς κατηγορῶν, καὶ μὴ κινούμενος, ἕως οὗ ἐπίδῃ τὴν ἀσχημοσύνην σου, καὶ τότε γελάσει. Ἐὰν ἐν συμποσίῳ τι κατὰ σοῦ λαλῆται, ἐκεῖνος τὰ ὦτα ἀνοίγει. Εὖγε. Ἐάν τι λαλῆται ὑπὲρ σοῦ, ἐκεῖνος ἄλλους λόγους ἐμβαλὼν ῥαίνει τὴν διάνοιαν τῶν ἀκουόντων, ἵνα μὴ τὰ σὰ λαλούμενα καὶ ἀπόντι σοι δόξαν προσφέρωσι. Τί πονηρότερον φθονεροῦ; Ἀλλ᾽ οὐδέν. Ἐν ποίοις θηρίοις συναριθμηθήσεται ὁ τοιοῦτος; Ἐὰν λέοντι ἢ παρδάλει αὐτὸν συνεικάσῃς, εὑρήσεις ἐν τῷ φθονερῷ τὸ πονηρόν. Πᾶν γὰρ ζῶον ἀγαπᾷ τὸ ὅμοιον ἑαυτοῦ· ὁ δὲ φθονερὸς τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, καὶ τοῦτον φονεύει.

Οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέτρεφον, καὶ οἱ ἀδελφοὶ τὸν Ἰωσὴφ διὰ φθόνον πιπράσκοντες ἔτραγον. Ὁ ὄφις διὰ φθόνον τὴν Εὔαν ἠπάτησε, καὶ Κάϊν τὸν Ἄβελ διὰ φθόνον ἐφόνευσε. Τὸ κῆτος τὸν Ἰωνᾶν ἐν τῇ θαλάσσῃ ἐξένισε, Σαοὺλ δὲ διὰ φθόνον ἐδίωκε τὸν Δαυΐδ. Οἱ λέοντες τὸν Δανιὴλ ἐνετράπησαν, οἱ δὲ Ἰουδαῖοι τὸν Χριστὸν διὰ φθόνον ἐσταύρωσαν. Αἱ ἀσπίδες κολακευόμεναι ἡμεροῦνται, οἱ δὲ φθονεροὶ εὐεργετούμενοι πλέον ἐξάπτονται. Ἀλλ᾽ ἵνα μὴ δόξωμεν, ἀγαπητοὶ, ἐπιπολὺ ἐρεσχελεῖν καὶ ἔξω βαίνειν τῶν ἀρτίως ἀναγνωσθέντων, ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον. Εὔξασθε καὶ ὑμεῖς οἱ φθονούμενοι, ἵνα μὴ ὑπὸ τῶν φθονούντων πάθητέ τι τῶν ἀνηκέστων, μήτε τῷ αὐτῷ νοσήματι περιπέσητε.