Ἔπειτα ἴδωμεν τὰ ἑξῆς. Τί φησι; Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· ὁ λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Πρὸς τὴν καύχησιν τοῦ δικαίου καὶ ὁ Θεὸς ὁμοίως ἀνταποκρίνεται, καὶ παρατίθησιν, ὡς τοιούτους εἶναι δεῖ τοὺς τῇ πίστει διεληλυθότας. Φησὶ, Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Τοιούτους γὰρ ἐγὼ ἐκλέγομαι λειτουργοὺς, τοὺς πορευομένους ἐν ὁδῷ ἀμώμῳ, καὶ μήτε δεξιὰ ἐκκλίνοντας, μήτε ἀριστερὰ, μήτε διασφαλλομένους τὰ περὶ τὴν ὁδὸν τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας. Μακάριοι γὰρ οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Πρὸς οὖν τὴν εἰρημένην φωνὴν ὑπὸ τοῦ προφήτου, τὴν, Ψαλῶ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, ἐνταῦθα λέγει· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Καὶ πάλιν, ὥς φησι, Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου· καὶ, Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον· ἀνταποκρίνεται λέγων· Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, ἀλλὰ καὶ, Λαλῶν, φησὶν, ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Ὡς γὰρ ἐκεῖ φησι, Τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· οὕτως ἐνταῦθα, Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου.