Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν ρ΄
Το έλεος, η κρίση και η άμωμη οδός
Ερμηνεία του ελέους και της δίκαιης κρίσης του Θεού, σε συνδυασμό με την καθαρότητα του βίου, την ακακία της καρδιάς και τον νοητό οίκο του ανθρώπου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το έλεος, η κρίση και η άμωμη οδός
Ερμηνεία του ελέους και της δίκαιης κρίσης του Θεού, σε συνδυασμό με την καθαρότητα του βίου, την ακακία της καρδιάς και τον νοητό οίκο του ανθρώπου.
Τί οὖν φησιν; Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε, Πάνυ ὠφέλιμον, ἀγαπητοὶ, καὶ σωτήριον τὸ ᾆσμα τοῦτο, ἐξ ἐλέους καὶ κρίσεως τὴν ἀρχὴν ποιούμενον. Τὸ μὲν γὰρ ἐπιδείκνυσι τὴν ἀφθονίαν τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ δὲ τὴν μεγάλην αὐτοῦ εἰς ἡμᾶς γεγενημένην εὐεργεσίαν. Σημαίνει μὲν γὰρ τὸ ἔλεος τὴν ἐκ χάριτος εἰς ἀνθρώπους γεγενημένην εὐδοκίαν· Δόξα γὰρ ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία· ἡ δὲ κρίσις τὴν ἄνωθεν προωρισμένην σωτηρίαν· Οὓς γὰρ προώρισε, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν. Ἔκρινε γὰρ ὁ ἀγαθὸς Θεὸς ἐλέει καὶ φιλανθρωπίᾳ σῶσαι τοὺς ὑπὸ τῆς ἁμαρτίας ἀπολλυμένους. Τοῦτο οὖν κατανοήσας ὁ προφήτης κηρύττει, διδάσκων ἡμᾶς διὰ τοῦ ᾄσματος ἀδιάλειπτον ποιεῖσθαι τὴν εὐχαριστίαν, λέγων· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Σημαίνει δὲ καὶ ἕτερον, καὶ κατὰ διάνοιαν προφητεύων, καὶ Πνεύματι ἁγίῳ τὰ μέλλοντα ὡς παρόντα ἐκδιηγούμενος.
Θεωρῶν γὰρ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ, τὴν ἐπὶ τὸν ἄπιστον λαὸν τῶν Ἰουδαίων γεγενημένην, τὸν μὴ δεξάμενον τὸν ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν κηρυττόμενον, δικαίως μὲν δι᾽ ἀπιστίαν τιμωρούμενον, δικαίως δὲ καὶ ἐκ τῆς νόμου ἐπαγγελίας ἀποστερούμενον· ὁρῶν δὲ καὶ τὸν ἐξ ἐθνῶν λαὸν ἐν ἐλέει σωζόμενον, διὰ τὸ εὐπειθὲς τῆς περὶ τὸν Δεσπότην ὑπακοῆς τε καὶ πίστεως, προαναφωνεῖ, ἡδείᾳ φωνῇ καὶ γλυκείᾳ τὴν ἀγαθότητα τοῦ Δεσπότου τοῖς πᾶσι παρατιθέμενος· ἵν᾽ ἕκαστος ἐπὶ γλώσσης φέρων τὸ ᾆσμα, καὶ ἡδυφώνως ἀναφθεγγόμενος τὴν ἐν τῷ ᾄσματι μελῳδίαν, ἀειμνημόνευτον ἔχῃ τῆς Δεσποτικῆς εὐεργεσίας τὴν χάριν. Ἔλεον, φησὶ, καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Καλὸν οὖν καὶ ἡμᾶς ᾄδειν ἀδιαλείπτως τὸ ᾆσμα τοῦτο, ἵν᾽ ὁμοῦ ἐπὶ τὸ αὐτὸ εὐχάριστοι γενώμεθα περὶ τὸν εὐεργέτην Θεὸν, καὶ τὸν ἑαυτῶν βίον διορθώμεθα, ἐλέει καὶ κρίσει τὰ πάντα διαπραττόμενοι. Ποιεῖτε γὰρ, φησὶν, ἔλεον καὶ κρίσιν ἐν μέσῳ τῆς γῆς· Διότι ἔλεον θέλω, καὶ οὐ θυσίαν, λέγει Κύριος. Ἀλλὰ καὶ, Ἔλεον, φησὶ, ποιεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ κρῖμα δίκαιον κατευθύνετε, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος.
Ἐὰν γὰρ οὕτω πορευώμεθα, καὶ ἐν τούτοις ἀναστρεφώμεθα, λέξομεν καὶ ἡμεῖς μετὰ παῤῥησίας ᾄδοντες, Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Καὶ ἵνα μάθῃς, ἀγαπητὲ, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, κατανόησον τὴν τῶν γεγραμμένων ἀκολουθίαν, καὶ εὑρήσεις τὴν τῶν εἰρημένων ἀλήθειαν. Ἐπιφέρει γὰρ λέγων· Ψαλῶ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με; Ὁρᾷς ὡς διορθωσάμενος τὸν ἑαυτοῦ βίον, καὶ πορευθεὶς πάσῃ ὁδῷ δικαιοσύνης, μηδένα δὲ μῶμον ἢ σπῖλον θέμενος ταῖς ἑαυτοῦ ὁδοῖς, συνιείς τε πᾶσαν εὐθύτητα καὶ κρίσιν, καὶ τὴν ἐν ἔργοις μαρτυρομένην ἔννομον πολιτείαν, ᾄδει ἐν τῷ ᾄσματι ἱλαρῷ τῷ προσώπῳ τὰς πράξεις ἐκδιηγούμενος;
βʹ. Ἔψαλε δὲ ἐν συνέσει, ἀκαταγνώστῳ καρδίᾳ τὰ ἔργα καταριθμούμενος. Ἑτοιμάσας δὲ, κατὰ τὸ γεγραμμένον, τὰς ὁδοὺς Κυρίου, καὶ εὐθείας ποιήσας τὰς τρίβους τοῦ Θεοῦ, ἐξεδέχετο δὴ τὴν Δεσποτικὴν παρουσίαν προσκαλούμενος καὶ λέγων, Πότε ἥξεις πρός με; μονονουχὶ τοιαῦτα ἀποκρινόμενος ἔλεγεν. Ἡτοίμασά μου τὸ δοχεῖον τῆς διανοίας, ἐξωμάλισά μου τὰ σκληρὰ τῆς καρδίας, πᾶν σκῶλον ἀπέῤῥιψα, μὴ ἐάσας ἐμπόδιόν τι τῆς σῆς παρουσίας. Εὐθεῖαν ἐποίησα τὴν ὁδὸν τῆς ψυχῆς μου, ἀπέσμηξα τὰ αἰσθητήρια τῆς καρδίας μου, καθαροὺς ἀπειργασάμην τοὺς ἐν ἐμοὶ λογισμούς.
Ἕτοιμός εἰμι πρὸς ὑποδοχὴν τῆς σῆς παρουσίας. Πότε ἥξεις πρός με; Ἐπίβαινε ἀκωλύτως, Δέσποτά μου, οὐχ εὑρήσεις ἐν ἐμοὶ ὁδὸν κακίας. Διεπορευόμην γὰρ ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Καὶ ἵνα γνῷς, ὡς ἕτοιμος ἦν πᾶσαν δικαιοσύνην κατεργαζόμενος, ἄκουε αὐτοῦ τὰ ἔργα μετὰ ἡδείας τῆς φωνῆς ἐξαγγέλλοντος· Διεπορευόμην, φησὶν, ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον· ποιοῦντας παραβάσεις ἐμίσησα. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ᾽ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.
Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾽ ἐμοῦ. Βλέπεις, ἀγαπητὲ, πόσων καὶ πηλίκων ἐργάτης ἐτύγχανεν ὁ μακάριος, καὶ πῶς μετὰ πολλῆς τῆς παῤῥησίας καὶ πεποιθήσεως διεξῄει τῶν πράξεων τὰ κατορθώματα; Ἆρ᾽ οὖν ἑρμηνεύσω τὰ εἰρημένα, ἢ καταλείψω ὑμῖν ἐκ τῶν λέξεων γινώσκειν τὴν δύναμιν τῶν γεγραμμένων; Τί γὰρ φανερώτερον τῶν εἰρημένων; τί δὲ οὕτως αὐθερμήνευτον τῶν νῦν καταλελεγμένων; Ἀλλ᾽ ἵνα καὶ κατὰ μέρος ἐξετάσωμεν αὐτὰς, ὡς ἔχει, τὰς λέξεις παρατιθέμενοι, φέρε δὴ πάλιν αὐτὰ ἐπαναλαβόντες, μνημονεύσωμεν, καὶ ἴδωμεν πόσην ὠφέλειαν παρέχουσι συνεχῶς μνημονευόμενα.
Διεπορευόμην, φησὶν, ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Πρῶτον, μέγα καὶ καλὸν κατόρθωμα ἡ ἀκακία, οὐχ ἕως δὲ τούτου μόνου ἱσταμένη τοῦ κεκτημένου, ἀλλὰ καὶ ἐπὶ τοὺς πλησίον παραπεμπομένη· καθώς φησιν ἡ Σοφία· Τέκνον, ἐὰν ἀγαθὸς ᾖς, σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον σου· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά. Καλὴ οὖν ἡ ἀκακία, Δεσποτικὴ ἡ μίμησις, θεϊκὴ ἡ ὁμοίωσις.
Ἄκακος γὰρ καὶ ὅσιος ὁ Κύριος. Αὕτη ἡ ἀκακία, ψυχῆς ἐστι φυλακτήριον, διανοίας καθάρσιον, ἠθῶν καταστολὴ, λογισμῶν ἡσυχία, προσώπου ἡμερότης, πραότης ὀφθαλμῶν, φιλίας καθηγεμὼν, μήτηρ ἀγάπης, πίστεως ὁμοδίαιτος, τελείωσις δικαιοσύνης· καὶ ἁπαξαπλῶς ῥίζα πάσης ἀρετῆς, καὶ θεμέλιος τῆς ὅλης ἀγαθότητος ὑπάρχει ἡ ἀκακία. Οὐκ οἶδεν ἔχθρας τὴν ὑπόστασιν, οὐκ ἐπίσταται ὀργῆς τὴν ἀγριότητα, οὐ γινώσκει κακίας τὴν ἐνέργειαν· ἀλλ᾽ ἔστιν ὥσπερ βασίλισσα ὑπὸ πασῶν τῶν ἀρετῶν δορυφορουμένη. Καλὴ οὖν ἡ ἀκακία, τοσούτων ἀγαθῶν αἰτία τυγχάνουσα. Ἐκ ταύτης κατάρχεται λέγων· Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐν ἀκακίᾳ, ἀλλ᾽, Ἐν ἀκακίᾳ καρδίας μου, ἀντὶ τοῦ, οὐχ ἕτερα μὲν εἶχον ἐπὶ στόματος, ἕτερα δὲ ἐν καρδίᾳ· οὐδὲ τῷ μὲν στόματι ἐλάλουν εἰρηνικὰ, τῇ δὲ καρδίᾳ διελογιζόμην κακά· ἀλλ᾽ οἷος ἤμην τῷ στόματι, τοιοῦτος καὶ τῇ καρδίᾳ διαλογιζόμενος. Διεπορευόμην οὖν ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου.
Ἐνταῦθα οἶκον, ἀγαπητοὶ, οὐ τὸν χειροποίητον τοῦτον, ἐκ λίθων καὶ ξύλων συγκείμενον, οὐδὲ τὸν ἐξ ἀμόρφου ὕλης σκευαζόμενον, ἀλλὰ τὸν λογικὸν τῆς ψυχῆς ναὸν, τὸν πρὸς τὴν ἔνδοθεν ἀόρατον εἰκόνα τὴν ἔξωθεν ἀποτυπούμενον, τὸν ὑπὸ τῆς νοερᾶς καὶ λογικῆς φύσεως μορφούμενον, τὸν ὑπὸ τοῦ θείου ἐμφυσήματος ζωοποιούμενον, τὸν φέροντα τὴν ψυχὴν καὶ ὑπὸ τῆς ψυχῆς φερόμενον, τὸν δεκτικὸν χαρισμάτων τῆς ἀκινήτου δυνάμεως. Ἐν μέσῳ τούτου ἐπορευόμην. Μέσον δὲ καλεῖ τὸ ἡγεμονικὸν τῆς καρδίας, ἐπειδὴ μέσον κεῖται τοῦ ὅλου σώματος τοῦ ἀνθρωπείου. Κακαὶ ὁδοὶ ὑπάρχουσιν οἱ διαλογισμοὶ καὶ αἱ ἐνθυμήσεις, ὡς καὶ ὁ Σωτήρ φησιν· Ἐκ καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί. Ἐν ταύτῃ γὰρ καὶ πᾶσα ἡ κίνησις τῆς φύσεως τῆς ἀνθρωπίνης.
Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Θόρυβος ἐὰν γένηται, ἡ καρδία κινεῖται· τάραχος ἐὰν συμβῇ, ἡ καρδία θορυβεῖται ἐχθρῷ ἐπανάστασις ἐὰν τύχῃ, ἡ καρδία ταράσσεται· φόβος ἐὰ γένηται, ἡ καρδία παλμοῖς ἔνδοθεν τινασσομένη συντινάσσει καὶ τὸ παρακείμενον μέλος τοῦ σώματος, καὶ ἀπολείπουσα, καὶ πάλιν ἐπισπωμένη, οὐ συγχωρεῖ ἡσυχάζειν, ἀλλὰ συχνότερον κινουμένη μείζονα τὸν ἀγῶν παρέχει, καὶ ὅλον ταράσσει τὸ σῶμα, ἀλλοιοῖ καὶ τὸ χρῶμα, μεταβάλλει καὶ τὸ σχῆμα, μεταποιεῖ τε τὴν ἕξιν, πελιδνὸν καὶ τὸ πρόσωπον ἀπεργάζεται, ἵστησι τῶν ὀφθαλμῶν τὴν ἐνέργειαν, ὑπότρομα ποιεῖ τὰ χείλη, τῶν γονάτων παραλύει τὴν εὐτονίαν, καὶ τὴν τὰ πάντα κινοῦσαν γλῶσσαν συνδήσασα, ψελλὴν ἀποδείκνυσι, καὶ ὅλον, ὥς ἐστιν εἰπεῖν, ἄγριον καὶ νεκροειδῆ ἀποτελεῖ τὸ ἄνθρωπον· καὶ πολέμου συμβάντος, σπεύδει μὲν ἐπείγουσα πρὸς τὴν μάχην, ἀγωνιᾷ δὲ μὴ ἠρεμοῦσα, ἕως ἂν καταγωνίσηται τὴν πάλην. Ταύτης δὲ παυσαμένης, καὶ νίκης γενομένης, ὑπὸ τὴν αὐτὴν ῥοπὴν μεταβληθεῖσα, στρέφεται εἰς εὐφροσύνην, ἡσυχίαν ἀσπάζεται καὶ χαίρειν ποιεῖ τὸν ἄρτι τεταραγμένον, καὶ πάλιν εἰ τὴν πρώτην ἐπανακαλεῖται κατάστασιν, ἑνὶ ἑκάστῳ μέλε ἀποδιδοῦσα τὴν χρῆσιν· πάλιν χαροποιεῖ τοὺς ὀφθαλμοὺς, καταστέλλει τὰ χείλη, ὑγιὲς ἀποτελεῖ τὸ τῆς γλώσσης ὄργανον, ἡμεροῖ τὴν ὄψιν, καὶ ὥσπερ τις καλὸς ἡνίοχος ἐπαναστρέφουσα εἰς τὴν ἀρχαίαν τάξιν φέρε τὸν ἄνθρωπον.
γʹ. Ἀλλ᾽ οὐ τοιοῦτος ὁ δίκαιος, οὐδὲ τάραχον ἢ φόβον δεχόμενος ἐν τῇ καρδίᾳ. Κἂν γὰρ ἐχθρῶν συμβῇ ἐπανάστασις, λέγει θαῤῥῶν· Ἐὰν παρατάξηται ἐπ᾽ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ᾽ ἐμὲ πόλεμος, ἐν τούτῳ ἐγὼ ἐλπίζω. Διὰ τοῦτό φησι Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου· τουτέστι, Διεσκόπουν, ἠρεύνων τὰ κατὰ ἐμαυτὸν, ἵνα μή τις ῥίζα πικρίας ἀναφύουσα ἐνοχλῇ καὶ μιαίνῃ τὸ αἰσθητήριον τῆς καρδίας μου· ἀλλ᾽ ἵνα ἡ ἀκακία ἐν ἐμοὶ σωζομένη πάντων γένηταί μοι πρόξενος· τῶν ἀρετῶν· ὅθεν Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον. Οὐ γὰρ εἶχον σκοπὸν τοῦ ἁμαρτάνειν, οὐδὲ προέκειτό μοι παρανομεῖν, ἀλλότρια τῆς σωτηρίας κατεργαζομένῳ· ἀλλ᾽ ἦν πρὸ τῶν ὀφθαλμῶν μου φόβος Θεοῦ, τήρησις ἐντολῶν, ἔργα δικαιοσύνης, πᾶσα κατὰ νόμον πολιτεία. Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον. Ὅσοις γὰρ σκοπὸς τοῦ ἁμαρτάνειν, τούτοις πρόκειται καὶ τὸ παρανομεῖν, καὶ ἔχουσιν ὥσπερ προηγουμένην τὴν ἁμαρτίαν, πρότερον ὁριζόμενον κατὰ καρδίαν, ἔπειτα καὶ ὅλον εἰς αὐτὴν ἀνατείναντες τὸ ὄμμα τῆς διανοίας, οὕτω τρέχουσιν εἰς τὴν παρανομίαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.