Ὁ ἐπὶ τούτων τὸ ὄνομα τοῦ Θεοῦ ἐπὶ γλώσσης φέρων, ἐπὶ ματαιότητι λαμβάνει τὸν ὅρκον καὶ ἐπ᾽ ἀδίκῳ. Καὶ αὖθις ὁ Κύριος· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως· καὶ ὁ αὐτοῦ μαθητὴς Ἰάκωβος· Πρὸ πάντων, ἀδελφοὶ, μὴ ὀμνύετε. Ὥσπερ οὖν ἐστιν ἐντολὴ, μὴ φονεύσῃς, μὴ ἀδικήσῃς· οὕτω καὶ τὸ, μὴ ὀμόσῃς· Ἐταπεινώθην ἕως σφόδρα, Κύριε· ζῆσόν με κατὰ τὸ λόγιόν σου. Οὐχ ἁπλῶς ἔφη τεταπεινῶσθαι, ἀλλὰ σφόδρα ταπεινωθῆναι, καὶ ταῦτα βασιλεὺς ὢν καὶ προφήτης, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς παῤῥησίαν ἔχων, καὶ πλούτῳ κομῶν, καὶ τῶν πολεμίων κρατῶν. Ἀλλ᾽ οὔτε τῇ σοφίᾳ, οὔτε τῇ ἀνδρείᾳ, οὔτε τῇ δικαιοσύνῃ θαῤῥῆσαι ἠνέσχετο πώποτε· τῆς θείας ταῦτα χάριτος ὑπελάμβανε δῶρα. Καὶ ζωὴν δὲ αἰτῶν τὸν δοῦναι δυνάμενον, οὐκ ἀορίστως αἰτεῖ, ἀλλὰ τὴν λογικὴν, τὴν ἔννομον, τὴν τῷ θείῳ νόμῳ λαμπρυνομένην. Καὶ ἐπειδὴ πάντως βιοῦντες εἰς ἁμαρτίαν κατολισθαίνομεν (καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδεὶς ἐναντίον Κυρίου, οὐδ᾽ ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ), ἀσπαζώμεθα στεναγμὸν, δάκρυα, ἐγκράτειαν, τῆξιν σώματος. Τοῦτο γάρ ἐστι Ταπείνωσις ἕως σφόδρα. Ὅτε δὲ λέγει ὁ προφήτης, Ζῆσόν με, οὐ περὶ ταύτης τῆς ζωῆς παρακαλεῖ τῆς ἐν βρώμασι καὶ πόμασιν, ἀλλὰ τῆς λογικῆς, τῆς πρακτικῆς, τῆς ἐναρέτου, ἥτις τὰς θείας ἐντολὰς φυλάττει.