Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν ρκη΄ (ὁμιλίαι α΄-γ΄)

Ἰωάννης ὁ Χρυσόστομος

Ο νόμος ως λύχνος, τα εκούσια έργα και η χάρις του Πνεύματος

Η ευαγγελική προέκταση του νόμου, τα προαιρετικά πνευματικά έργα, η υποταγή των παθών μέσω του θείου φόβου και η κατακλείδα της δεύτερης στάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 8

Ὁ δὲ μέγας Δαυῒδ τοῖς ὑπηκόοις ἔτι συντεταγμένος καὶ νέαν ἄγων τὴν ἡλικίαν, τὴν φιλοσοφίαν ἠγάπησε, καὶ οὔτε ἄρξαι χειρῶν ἀδίκων ἠνέσχετο, οὔτε τοὺς ἀδικοῦντας ἀμύνασθαι. Τῆς αὐτῆς οὖν ἐννοίας ἔχεται ὁ προφήτης. Οἱ γὰρ νομοδιδάσκαλοι καὶ οἱ γραμματεῖς θέλοντες καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων Ῥαββὶ, ἐδίδασκον ἃ μὴ θέμις· οἱ δὲ ἀπόστολοι τὴν ἀληθῆ γνῶσιν μαρτυρουμένην ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν συνιέντες ἐκήρυττον. Αὐτοὶ οὖν οἱ διδάσκαλοι τῶν Ἰουδαίων πρεσβύτεροι ὀνομάζονται, διὰ τὸ ἐν χρόνῳ εἶναι αὐτοὺς πρὸ τῶν ἀποστόλων· οἱ δὲ ἀπόστολοι συνῆκαν τόν τε νόμον καὶ τοὺς προφήτας, πνευματικῶς ταῦτα νοοῦντες. Τούτου ἕνεκεν καὶ αἱ ἐντολαὶ τοῦ Θεοῦ παρ᾽ αὐτῶν τῷ ὄντι ἐξεζητήθησαν. Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. Οὔτε γὰρ κατὰ ταὐτὸν δυνατὸν δύο ὁδεύειν ὁδοὺς, ἀκολασίας καὶ σωφροσύνης, δικαιοσύνης καὶ ἀδικίας, ἀλλὰ δεῖ τὰς ἐναντίας φυγεῖν, καὶ τὴν εὐθεῖαν ὁδεῦσαι· οὕτω γὰρ οἷόν τε γενέσθαι τῶν θείων φύλακας λόγων. Ὁ πάσας τοίνυν τὰς ἐντολὰς φυλάττων, αὐτὸς λέγει, Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου. Οὔτε γὰρ ὁ ἀδικητὴς τοῦτο δύναται λέγειν, οὔτε ὁ λοίδορος, οὔτε ὁ πλεονέκτης, οὔτε ὁ φθόνον ἔχων ἢ μισαδελφίαν, ἢ ὁ κακὸν ἀντὶ κακοῦ ἀποδιδούς. Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με.

Διδάσκει ἡμᾶς ὁ λόγος μὴ ἐκτρέπεσθαί ποτε ἀπὸ τῶν ἐντολῶν καὶ τῶν κριμάτων τοῦ Θεοῦ. Σὲ γὰρ τούτων ἐπιστάμενος νομοθέτην, μετὰ πάσης αὐτὰ διαθέσεως ἠσπαζόμην. Διὸ καὶ ἐπήγαγεν· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Γλυκὺ μὲν τὸ μέλι ἕως τοῦ φάρυγγος, ἐπεὶ εἰς κοιλίαν καὶ εἰς ἀφεδρῶνα χωρεῖ· τὰ δὲ λόγια τοῦ Θεοῦ γλυκαίνουσι καρδίαν καὶ ψυχήν. Καὶ γὰρ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Οὐ γὰρ οὕτως ἡδύνει μου τὴν τοῦ στόματος αἴσθησιν ἡ γλυκύτης τοῦ μέλιτος, ὡς εὐφραίνει μου τὴν ψυχὴν ἡ τῶν σῶν λογίων μελέτη. Τὸν γὰρ λάρυγγα τέθεικεν, ὡς ὄργανον ὄντα φωνῆς· διὰ φωνῆς δὲ ἡ μελέτη· τούτοις δὲ ἡ ψυχὴ κεχρημένη, τὴν ἐντεῦθεν ὠφέλειαν καρποῦται. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. Συνεὶς γὰρ τίσιν ἀρέσκῃ, ἀπεστράφην ἅπαντα τῆς κακίας τὰ εἴδη.

Πᾶς δὲ ὁ χαρακτὴρ τῆς ἐννοίας τοῦ προκειμένου ψαλμοῦ τὴν τῶν ἐντολῶν φυλακήν τε καὶ τήρησιν ἡμῖν ἐμφαίνει, καὶ οὐ νομική τίς ἐστιν ἡ φράσις καὶ σκιώδης, ἀλλ᾽ εὐαγγελικὴ, καὶ τῆς χάριτος ἡμῶν τῶν Χριστιανῶν προφυλακτήριον, καὶ τοῦ βίου ἡμῶν ὑπογραμμὸς καὶ ἀσφάλεια. Συνεχῶς γὰρ προτίθεται νόμον, ἐντολὰς, δικαιώματα, κρίματά τε καὶ μαρτύρια, περὶ ὧν ἐν τῇ κατ᾽ ἀρχὰς ἐξηγήσει τοῦ ψαλμοῦ εἴρηται, τίς ἡ τούτων δήλωσις· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἴωμεν. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· ὡς ἵνα εἴπωμεν, ἀπὸ τῶν ἐντολῶν σου προσέσχομεν καὶ ἐνοήσαμεν· καὶ διὰ τοῦτο ἐμισήσαμεν πᾶσαν ὁδὸν ἀδικίας. Αὐταὶ γὰρ αἱ ἐντολαὶ διατάσσονται, Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ πορνεύσεις, οὐ κλέψεις, οὐκ ἀδικήσεις, οὐ ψεύσῃ, οὐ λοιδορήσεις, οὐκ ἐπιθυμήσεις τὰ ἀλλότρια, οὔτε τὸν ἀγρὸν τοῦ πλησίον σου, οὔτε τὸν παῖδα, οὔτε τὴν παιδίσκην, οὔτε πᾶν κτῆνος αὐτοῦ· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον χρυσίου καὶ τόκον βρωμάτων. Αἱ ἐντολαὶ τοῦ Θεοῦ, ἃς καθ᾽ ἑκάστην ἐνωτιζόμεθα διὰ τῆς ἀναγνώσεως τῆς τε τοῦ ἁγίου Εὐαγγελίου καὶ τῶν ἀποστολικῶν μαθημάτων· αὐταὶ γὰρ ἡμᾶς ὁδηγοῦσι πρὸς τὸ μισῆσαι πᾶσαν ὁδὸν ἀδικίας. Πάντα γὰρ τὰ ἁμαρτήματα καὶ τὰ τῆς κακίας εἴδη ἀδικία προσαγορεύεται· δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, μᾶλλον δὲ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.

Ἐξ ὧν φυλαχθείητε, ἀδελφοὶ, καὶ στηριχθείητε εἰς τὸ θέλημα τοῦ Θεοῦ· καὶ αὐτὸς ὑμῖν δωρήσεται πλούσια τὰ ἐλέη καὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ, ὅτι Σωτὴρ ἡμῶν ὑπάρχει. Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.

Ἐν σκότει βαδίζω, ἀλλ᾽ οἱονεί τινι λύχνῳ, τῷ σῷ φωτιζόμενος νόμῳ. Εἰδέναι μέντοι χρὴ, ὡς ὁ μὲν νόμος λύχνος ὠνόμασται· ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν, δικαιοσύνης ἥλιος. Ὁ μὲν γὰρ, οἷα δὴ λύχνος, μόλις ἓν κατηύγασεν ἔθνος· ὁ δὲ πᾶσαν τὴν οἰκουμένην ἐφώτισεν.

Οὕτω καὶ τὸν θεσπέσιον Ἰωάννην λύχνον προσηγόρευσεν ὁ Δεσπότης Χριστὸς, ἔτι νυκτὸς οὔσης ἐπιφανέντα Ἰουδαίοις. Ἐπειδὴ δὲ τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον ἀνέτειλε, καὶ τοὺς ἱεροὺς ἀποστόλους φῶς προσηγόρευσεν, ὡς ἐκείνου τοῦ φωτὸς μετειληφότας, τοῦ πάντας ἀνθρώπους φωτίσαντος. Καὶ ἐπειδήπερ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, Πᾶς ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται, καὶ ἐν συγχύσει καὶ ἐν ἁμαρτίαις ἐστὶν, ἅτινά ἐστι σκότος (ἔφη γὰρ ὁ αὐτὸς Δαυῒδ, ὡς γέγραπται ἐν τοῖς Βασιλείοις· Νὺξ ἦν περὶ ἐμὲ τὸν δείλαιον, καὶ ἠγνόουν), λύχνου δεόμεθα. Δίδοται ἡμῖν ὁ νόμος εἰς βοήθειαν, καὶ γίνεται φῶς ἐν ταῖς πορείαις ἡμῶν· γέγραπται γάρ· Διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Ἔχει δὲ καὶ ἕτερον ὁ λόγος. Λύχνος ἐστὶν ἡ παλαιὰ Διαθήκη ἡ δοθεῖσά ποτε τοῖς Ἰσραηλίταις· ἓν γὰρ ἔθνος μόνον ἐφώτιζεν. Ὅτε δὲ ἦλθεν ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς ὁ Θεὸς ἡμῶν, τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, αὐτὸς ἐφώτισε τὰ πέρατα, καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· ἐξ οὗ φωτὸς ἡμεῖς πάντες ἐλάβομεν. Ὤμοσα, καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.

εʹ. Ἐπειδὴ ὅρκῳ βεβαιοῦται τῶν πραγμάτων τὰ πλεῖστα, τὸ στεῤῥὸν καὶ ἀμετάθετον, ὃ ἐκέκτητο ὁ προφήτης πρὸς τὰς ἐντολὰς τοῦ Θεοῦ, ὅρκον ἐκάλεσε. Σύνηθες γὰρ τοῦτο τῇ θείᾳ Γραφῇ· ὡς τὸ, Ὤμοσε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ· καὶ, Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτὴν, διὰ τὸ βέβαιον τῆς θείας ἐπαγγελίας· ἐπεὶ ὁ ὅρκος παρὰ πάσης τῆς θείας Γραφῆς ἀπᾴδεται, καὶ παρὰ μὲν τῆς Παλαιᾶς· Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· καὶ, Οὐκ ὀμεῖσθε τὸ ὄνομά μου ἐπ᾽ ἀδίκῳ· καὶ, Ὅρκῳ οὐκ ἐθίσεις τὸ στόμα σου, δηλαδὴ ἐπὶ τοῖς κοσμικοῖς πράγμασιν· ἔφη γὰρ ὁ Ἐκκλησιαστής· Ἐκτησάμην χρυσίον, ἀργύριον, ἱματισμόν· ἐποίησά μοι κήπους, ἀμπελῶνας, ὑδραγωγούς· καὶ ἰδοὺ τὰ πάντα ματαιότης, καὶ προαίρεσις τοῦ πνεύματος.

Ὁ ἐπὶ τούτων τὸ ὄνομα τοῦ Θεοῦ ἐπὶ γλώσσης φέρων, ἐπὶ ματαιότητι λαμβάνει τὸν ὅρκον καὶ ἐπ᾽ ἀδίκῳ. Καὶ αὖθις ὁ Κύριος· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως· καὶ ὁ αὐτοῦ μαθητὴς Ἰάκωβος· Πρὸ πάντων, ἀδελφοὶ, μὴ ὀμνύετε. Ὥσπερ οὖν ἐστιν ἐντολὴ, μὴ φονεύσῃς, μὴ ἀδικήσῃς· οὕτω καὶ τὸ, μὴ ὀμόσῃς· Ἐταπεινώθην ἕως σφόδρα, Κύριε· ζῆσόν με κατὰ τὸ λόγιόν σου. Οὐχ ἁπλῶς ἔφη τεταπεινῶσθαι, ἀλλὰ σφόδρα ταπεινωθῆναι, καὶ ταῦτα βασιλεὺς ὢν καὶ προφήτης, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς παῤῥησίαν ἔχων, καὶ πλούτῳ κομῶν, καὶ τῶν πολεμίων κρατῶν. Ἀλλ᾽ οὔτε τῇ σοφίᾳ, οὔτε τῇ ἀνδρείᾳ, οὔτε τῇ δικαιοσύνῃ θαῤῥῆσαι ἠνέσχετο πώποτε· τῆς θείας ταῦτα χάριτος ὑπελάμβανε δῶρα. Καὶ ζωὴν δὲ αἰτῶν τὸν δοῦναι δυνάμενον, οὐκ ἀορίστως αἰτεῖ, ἀλλὰ τὴν λογικὴν, τὴν ἔννομον, τὴν τῷ θείῳ νόμῳ λαμπρυνομένην. Καὶ ἐπειδὴ πάντως βιοῦντες εἰς ἁμαρτίαν κατολισθαίνομεν (καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδεὶς ἐναντίον Κυρίου, οὐδ᾽ ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ), ἀσπαζώμεθα στεναγμὸν, δάκρυα, ἐγκράτειαν, τῆξιν σώματος. Τοῦτο γάρ ἐστι Ταπείνωσις ἕως σφόδρα. Ὅτε δὲ λέγει ὁ προφήτης, Ζῆσόν με, οὐ περὶ ταύτης τῆς ζωῆς παρακαλεῖ τῆς ἐν βρώμασι καὶ πόμασιν, ἀλλὰ τῆς λογικῆς, τῆς πρακτικῆς, τῆς ἐναρέτου, ἥτις τὰς θείας ἐντολὰς φυλάττει.

Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. Τῶν τῆς ἀρετῆς κατορθωμάτων τὰ μὲν πλεῖστα οἱ θεῖοι νόμοι διαγορεύουσιν, ἔνια δὲ καὶ ἡ γνώμη προστίθησιν. Οὕτω καὶ τῶν θυσιῶν τὰ μὲν νομικὰ, τὰ δὲ γνωμικά. Τὰ μὲν γὰρ περὶ ἁμαρτίας καὶ πλημμελείας καὶ περὶ ἀγνοίας, ἃς ὁ νόμος προσφέρειν ἐκέλευε, καὶ ταῦτα οἱόν τι χρέος ἀπεδίδοτο τῷ Θεῷ· τὰ δὲ τῇ φιλοτιμίᾳ τῆς γνώμης προσφερόμενα, δῶρα προσηγόρευσεν. Οὕτω καὶ νῦν τὴν μὲν σωφροσύνην καὶ τὴν δικαιοσύνην οἱ εὐαγγελικοὶ διαγορεύουσι λόγοι· παρθενία δὲ, καὶ μετὰ γάμον ἐγκράτεια, καὶ ἀκτημοσύνη, καὶ μονήρης βίος, καὶ ἡ ἐν ἐρήμοις διαγωγὴ, τῆς γνώμης ἔργα, τοὺς νόμους ὑπερπηδῶντα.

Τὰ τοιαῦτα τοίνυν ὁ προφήτης ἑκούσια προσηγόρευσεν. Ἃ γὰρ οὐχ ὑπόκειται νόμων ἀνάγκῃ, ἀλλὰ φιλοθέου γνώμης ὑπάρχει καρπὸς, εἰκότως ἑκούσια προσηγόρευται. Πολλαχῶς τε ἐμπίπτοντες εἰς περιστάσεις καὶ θλίψεις, τασσόμεθα τῷ Θεῷ, ὡς τὸ, Ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου. Ταῦτα χρὴ ἡμᾶς πάντως ἐκπληροῦν. Ἔχει δὲ καὶ ἑτέραν ἔννοιαν ὁ λόγος. Ἑκούσια οὖν εἰσιν ὅσα καθ᾽ ὑπερβολὴν τῶν ἐντολῶν τοῦ Θεοῦ εἰσιν. Ἐντολὴ τοῦ Θεοῦ ἐστι, μιᾷ γυναικὶ ζεύγνυσθαι· Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Εἰ δέ τις παρθενίαν θέλει ἀσκῆσαι, τοῦτο ἑκούσιον αὐτοῦ ἐστιν. Ὡσαύτως ἐπιτρεπόμεθα ἔχειν διατροφὰς καὶ σκεπάσματα καὶ ἐνδύματα· ἐὰν δὲ ἀκτημοσύνην προαιρώμεθα ἀσκῆσαι, ἑκούσιον ἡμῶν ἐστι. Καὶ ἐὰν τὸν μονήρη καὶ μοναχικὸν βίον ἐπιποθῶμεν ἀσκῆσαι, ἑκούσιον ἡμῶν ἐστιν. Ἐν τούτοις οὖν εὔχεται ὁ προφήτης κατευοδωθῆναι τοῖς θέλουσι ποιεῖν αὐτά. Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός· καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Ὑπὸ τῆς σῆς γὰρ προνοίας φρουρούμενος, τὴν λήθην τῶν σῶν ἐξώρισα νόμων. Πᾶς γὰρ ὁ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ, τὴν ψυχὴν αὐτοῦ παρατίθεται εἰς τὰς χεῖρας αὐτοῦ, καθὼς καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.

Εἰ δὲ μερίζει τις ἑαυτὸν πρὸς ἡδονὰς καὶ πάθη σωματικὰ, οὐδαμῶς τὴν ψυχὴν αὐτοῦ τίθησιν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ. Ἐὰν γὰρ ἐν τῷ καιρῷ τῆς θείας λειτουργίας εἰς βιωτικὰς φροντίδας ἀπαγώμεθα, καὶ ἡ σχολὴ ἡμῶν ἐν αὐταῖς τῇ ὥρᾳ ἐκείνῃ γένηται, καὶ καταλίπωμεν τὴν αἴνεσιν τοῦ Θεοῦ, οὐκ ἀνατεθείκαμεν ἐν ταῖς χερσὶν αὐτοῦ τὰς ψυχὰς ἡμῶν. Ἐὰν τοὺς ἑωθινοὺς ὕμνους ἐκλείπωμεν καθεύδοντες καὶ ἐπὶ κλίνης ἀναπαυόμενοι· καὶ κατὰ τὰς ἑσπερινὰς αἰνέσεις τῇ κραιπάλῃ καὶ τῇ μέθῃ προσκείμεθα καὶ οἱονεὶ προσπηγνύμεθα, οὐ παρατεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ.

Ἐὰν ἐν τῷ καιρῷ τῆς θείας ἀναγνώσεως, καὶ μάλιστα ἐν ταῖς τῆς ἁγίας κυριακῆς ἡμέραις, ἀφιῶμεν τὴν ἐκκλησίαν, καὶ ἐμπεριάγωμεν συμβολοκοποῦντες καὶ ἐμπορευόμενοι, καὶ ἐν ταῖς ὁδοῖς καὶ πλατείαις διατρίβωμεν, οὐκ ἀνατεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ. Ἐὰν παριστάμενοι ἐν τῇ θείᾳ λειτουργίᾳ ἀφιῶμεν καὶ τὴν προσευχὴν καὶ τὴν αἴνεσιν, καὶ πρὸς ἀλλήλους ὁμιλῶμεν περὶ κοσμικῶν πραγμάτων καὶ φροντίδων, οὐ παρατεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ. Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι· καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. Πολλὰς καὶ παντοδαπὰς καὶ ἄνθρωποι καὶ δαίμονες ἐπιβουλὰς τυρεύουσί μοι· ἐγὼ δὲ τὴν ἀπλανῆ τῶν σῶν ἐντολῶν πορείαν προειλόμην ὁδεύειν. Καὶ γὰρ καὶ δαίμονες καὶ λογισμοὶ πολλαχῶς παγιδεύουσι τοὺς κατὰ Θεὸν ζῶντας, εἶτα καὶ πονηροὶ ἄνθρωποι· ἀλλ᾽ αὐτοὶ ἐγκαυχῶνται μὴ ἀποπλανηθῆναι ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ. Αὐτὸν γὰρ τὸν Δαυῒδ παγιδεύων ὁ Σαοὺλ καὶ ζητῶν αὐτὸν ἀνελεῖν, ἐκ τῶν ἐντολῶν τοῦ Θεοῦ οὐκ ἀπέστησε. Καίτοι γε εὑρὼν ὁ Δαυῒδ τὸν Σαοὺλ καὶ ἅπαξ καὶ δὶς, οὐκ ἀπέδωκεν αὐτῷ κακὸν ἀντὶ κακοῦ. Καὶ πάλαι τῷ Ἰωσὴφ ἔθετο παγίδα ἡ Αἴγυπτος, ἀλλ᾽ αὐτὸς οὐκ ἐπλανήθη, φυλάξας τὴν ἑαυτοῦ σωφροσύνην. Τοῦτο καὶ ἡ Σωσάννα πέπονθε παρὰ τῶν πρεσβυτέρων. Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν.

ϛʹ. Ἀγαλλιῶνται οἱ ἅγιοι καὶ οἱ εὐσεβῶς ζῶντες, καὶ χαίρουσιν ἐπὶ τῇ τηρήσει τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ Πατέρα τὸν Θεὸν ἔχοντες αὐτοὶ καὶ κληρονόμοι τῶν μαρτυρίων αὐτοῦ γεγόνασι, καὶ ὡς πατρῴαν κληρονομίαν ταῦτα κατέχουσιν ἀγαλλιώμενοι· γλυκεῖα γὰρ ἡ τῶν γονέων κληρονομία. Διὰ τοῦτο δὴ καὶ ὁ προφήτης ἐπευχόμενος λέγει, ὅτι κλῆρον αἰώνιόν τε καὶ ἄσυλον τὰ μαρτύριά σου εἶναι πιστεύων, ἐπὶ τῇ μνήμῃ τούτων ἀγάλλομαι καὶ εὐφραίνομαι. Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾽ ἀντάμειψιν. Τρυτάνῃ ἔοικε τὸ τῆς ψυχῆς βουλευτήριον· κατέχει δὲ τὴν τρυτάνην ὁ νοῦς, ἡγεμονεύειν λαχών. Ἐὰν τοίνυν τοῖς εὐσεβέσι προσθῆται λογισμοῖς, ἀνάγκη κλίνειν ἐπὶ τὸ ἄμεινον τὰ ζυγά. Τοῦτο δεδρακέναι ὁ προφήτης φησί. Καὶ οὐχὶ ποτὲ μὲν Ἔκλινα, ποτὲ δὲ οὔκ· ἀλλ᾽ Εἰς τὸν αἰῶνα, τουτέστι, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ἐν αὐτοῖς γὰρ ἀγαλλιῶμαι, εὑρίσκων τὴν ἀντίδοσιν, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα γάρ ἐστιν ἀντάμειψις. Ἀγαθὰ γὰρ τοῖς ἀγαθοῖς ἔκτισται. Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. Τοὺς γὰρ παρανομεῖν ὑποτιθεμένους ἀποσεισάμενος λογισμοὺς, τὸν σὸν προτετίμηκα νόμον.

Τοιαῦτα γὰρ τὰ καυχήματα τῶν ἁγίων. Καὶ ἐν ἑτέρῳ γὰρ ψαλμῷ λέγει· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι. Ὥσπερ ὁ ἀγαπῶν τὸ φῶς, τὸ σκότος ἀπεχθάνεται· οὕτως ὁ τὸν νόμον τοῦ Θεοῦ ἀγαπῶν, τοὺς παρανόμους λογισμοὺς καὶ πράξεις μισεῖ, καὶ ἡ τούτων ἀποστροφὴ ἀγάπησίς ἐστι πρὸς τὰς τοῦ νόμου ἐπαγγελίας. Ὁ οὖν ταῦτα οὕτως ἔχων, ἀναβοᾶ· Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σύ· εἰς τοὺς λόγους σου ἐπήλπισα.

Οὐ δίχα δὲ τοῦτο τῆς σῆς βοηθείας κατώρθωσα, ἀλλὰ τῆς σῆς ἀπολαύσας ῥοπῆς, καὶ τῇ σῇ ἐλπίδι τρεφόμενος. Καὶ οὐκ ἤλπισα εἰς πλοῦτον, οὐδὲ εἰς τιμὴν καὶ δόξαν κοσμικὴν καὶ εἰς ἀνθρώπων βοήθειαν, ἀλλ᾽ εἰς τοὺς λόγους σου. Ὅθεν καί τις τῶν σοφῶν ἔλεγεν· Ἀνθρώπων βοήθειαν μή μοι δῷς. Ἐκκλίνατε ἀπ᾽ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. Πᾶσαν προσβολὴν δαιμόνων καὶ λογισμῶν πονηρῶν ἐκκλίνειν ἐπιτάττει, ὅπως τὰς ἐντολὰς τοῦ Θεοῦ ἐν ἑαυτῷ φυλάττῃ ἔργῳ καὶ λόγῳ. Τοῦτο γάρ ἐστι τὸ, Ἐξερευνήσω. Ταῦτα γὰρ, φησὶ, καὶ τοῖς ἀτόποις ἔλεγον λογισμοῖς καὶ τοῖς τὰ φαῦλα συμβουλεύειν ἐπιχειροῦσιν, ὅτι μηδεμίαν μοι τοιαύτην ὑποτίθεσθε συμβουλήν· ἐμοὶ γὰρ κατὰ τὰς θείας ἐντολὰς προαιρετέα ζωή.

Οὐχ ἁπλῶς δὲ ταύταις ἀκολουθήσω, ἀλλὰ μετὰ πάσης αὐτὰς ἀκριβείας ἀνερευνήσω, ὥστε μηδέν με τούτων λαθεῖν, ἀλλὰ πάντα πληρῶσαι, ὅσα τῶν ὅλων ὁ Κύριος ἐνετείλατο. Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με· καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. Τοῦτον τοίνυν ἔχοντα τὸν σκοπὸν τῆς σῆς προνοίας ἀξίωσον, ἵνα μὴ διαμαρτὼν τῆς ἐλπίδος, αἰσχύνης ἀναπλησθῶ. Τὸ δὲ Λόγιον ἐνταῦθα τὴν ὑπόσχεσιν λέγει, ἀντὶ τοῦ, τὴν ἐπαγγελθεῖσάν μοι παράσχου σωτηρίαν.

Ὡς οὖν τέλειος καὶ φυλάξας τὰς ἐντολὰς τοῦ Θεοῦ προσδοκᾷ τιμὴν καὶ δόξαν ὁ προφήτης ἐν τῇ δευτέρᾳ παρουσίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἔνθα καὶ ζήσεσθαι ἐλπίζει τὴν αἰώνιον ζωὴν, καὶ μὴ καταισχυνθῆναι μετὰ τῶν ἁμαρτωλῶν, καὶ ἀπειθησάντων, καὶ τῶν ἐντολῶν τοῦ Θεοῦ ἑαυτοὺς ἀπομακρυνάντων. Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. Καὶ γὰρ τυχὼν τῆς σωτηρίας, τῶν σῶν δικαιωμάτων οὐκ ἀμελήσω, ἀλλὰ διαπαντὸς τὴν τούτων μελέτην ποιήσομαι. Μελέτην δὲ λέγει οὐ τὴν ἐν λόγοις μόνον, ἀλλὰ καὶ τὴν ἐν ἔργοις. Ἡ γὰρ πάντοτε γινομένη τῶν τοῦ Θεοῦ δικαιωμάτων μελέτη τὴν βοήθειαν ἡμῖν τὴν αὐτοῦ ἐπισπᾶται, καὶ ἐξ αὐτῆς τίκτεται ἡ σωτηρία. Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. Ταύτην δὲ περὶ τὰς σὰς ἐντολὰς ἕξω τὴν προθυμίαν, ἐπονειδίστους καὶ καταγελάστους γεγενημένους τοὺς τούτων παραβάτας εἰδώς. Καὶ ἐν ἑτέρῳ δὲ ψαλμῷ λέγει περὶ τῶν ἁμαρτωλῶν. Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον. Καὶ πάλιν, Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις, Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. Τὸ, Παραβαίνοντας, ὁ μὲν Θεοδοτίων Εἰς οὐδὲν εἴρηκεν, ὁ δὲ Σύμμαχος, Σκωρίαν.

Ὁ δὲ προφήτης δεδήλωκεν, ὡς ἐξουθενῶν καὶ αὐτὸς, τῷ Θεῷ παραπλησίως, τοὺς παραβάτας, πᾶσαν προθυμίαν εἰς τὴν ἐκπλήρωσιν τῶν θείων λογίων προσήνεγκεν, ἅτε δὴ τὴν τῆς παρανομίας ζημίαν εἰδώς. Ἰωάννης οὖν ὁ ἀπόστολος ἔφη· Ὁ ποιῶν τὴν ἀνομίαν, καὶ τὴν ἁμαρτίαν ποιεῖ. Παρὰ οὖν τοῖς εὐσεβῶς ζῶσιν οἱ ἁμαρτωλοὶ παραβάται τοῦ νόμου γνωρίζονται.

Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. Ἡ ψυχή μου, φησὶ, τὸν σὸν περίκειται φόβον· ἀλλ᾽ ἐπειδὴ τὸ σῶμα κατεξανίσταται ταύτης, καὶ τὰ τούτου μέλη παρακαλῶ τούτῳ καθηλωθῆναι τῷ φόβῳ, ὥστε αὐτὰ νεκρὰ τῇ ἁμαρτίᾳ γενόμενα τῇ τῆς ψυχῆς ἀκολουθεῖν ποδηγίᾳ.

Τούτῳ ἔοικε τὸ ἀποστολικὸν ἐκεῖνο ῥητόν· Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία. Καὶ πάλιν· Χριστῷ συνεσταύρωμαι.

Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὥσπερ γὰρ ὁ καθηλωμένος ἐν λίθῳ οὐ δύναται κινεῖσθαι, οὕτως οὐδὲ ὁ ἐν τῷ φόβῳ τοῦ Θεοῦ καθηλωμένος, τοῦ φόβου τοῦ Θεοῦ χωρίζεσθαι. Καὶ πάλιν ὁ αὐτὸς ἀπόστολος ἔφη· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἐποίησα κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με.

ζʹ. Τοῖς σοῖς, φησὶν, ἀκολουθεῖν προελόμενος νόμοις, μὴ γένωμαι τοῖς δυσμενέσιν εὐάλωτος. Τίς δὲ νῦν ἔχει τοσαύτην ψυχῆς καθαρότητα, ὥστε σὺν παῤῥησίᾳ τοιούτοις χρήσασθαι λόγοις; Τούτοις μέντοι καὶ ὁ θεῖος ἀπόστολος προσόμοια εἴρηκεν· Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. Μέγας ὁ ταῦτα θαῤῥῶν προσομιλῆσαι Θεῷ. Διὰ γὰρ τοῦ εἰπεῖν, Ἐποίησα κρίμα καὶ δικαιοσύνην, πασῶν τῶν ἀρετῶν καὶ τῶν ἐντολῶν τὴν κατόρθωσιν ἐπεσπάσατο. Ἔνθεν καὶ ἱκετεύει μὴ παραδοθῆναι τοῖς ἀδικοῦσι, πονηροῖς δαίμοσι καὶ ἀλογίστοις ὁρμαῖς καὶ λογισμοῖς ἀτάκτοις. Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν. Ὁ δὲ Σύμμαχος, Ἀνάδεξαί με τὸν δοῦλόν σου εἰς ἀγαθόν· ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, Ἐγγύησαι· ἀντὶ τοῦ, ἀληθεύω, οὐ ψεύδομαι· πίστευσον ὑποσχομένῳ τῷ δούλῳ σου· αὐτὸς ἐγγυητὴς γενοῦ τῆς ἐμῆς ὑποσχέσεως, ὅτι σου σπουδάσω πληρῶσαι τοὺς νόμους. Ἀνάδεξαί με, Δέσποτα, φησὶ, καὶ πίστευσον τῷ δούλῳ σου, καὶ ἐγγυητής μου γενοῦ εἰς τὸ ἀγαθὸν, ὅτι φυλάττω τὰ προστάγματά σου· καὶ μὴ γένωμαι συκοφαντούμενος ὑπὸ ὑπερηφάνων. Πάντες γὰρ οἱ μὴ τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάττοντες ὑπερήφανος ὀνομάζονται, κατὰ τὸ ῥητὸν τὸ λέγον· Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα. Μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. Ἀλγεινὸν ἡ συκοφαντία, κἂν μέγαν ἔχῃ μισθόν. Ταύτῃ καὶ ὁ θαυμάσιος περιπέπτωκεν Ἰωσὴφ, καὶ ἕτεροι δὲ μυρίοι.

Παρακελεύεται δὲ καὶ ὁ Κύριος εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ὁ προφήτης πεποίηκε ταύτην αἰτήσας τὴν αἴτησιν.

Διαφερόντως γὰρ ἡ τῶν ἀλαζόνων καὶ δυνατῶν συκοφαντία χαλεπωτέρα. Ἀδικία γὰρ προσλαβοῦσα τὴν δυναστείαν μείζονα τὴν λώβην ἐργάζεται. Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. Πάλιν ἐνταῦθα λόγιον τὴν ὑπόσχεσιν καλεῖ. Διηνεκῶς, φησὶ, τὴν παρὰ σοῦ σωτηρίαν προσμένω, καὶ τῆς ὑποσχέσεως ἀναμένω τὸ τέλος. Τὸ δὲ Ἐξέλιπον τέθεικε, τὴν ἐπιτεταμένην ἐπιθυμίαν δηλῶν.

Τοῦτο καὶ ἀνωτέρω ἐδήλωσεν εἰπών· Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου. Ποῖον δὲ σωτήριον; Ὃ ὁ Συμεὼν ἀγκαλιζόμενος τὸν Κύριον ἔφη· Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Τοῦτο οὖν εὔχεται ὁ προφήτης τάχιον γενέσθαι διὰ τὴν σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων. Τὸ γὰρ Ἐκλείπει ἡ ψυχή μου, ἕτερον οὐδέν ἐστιν ἢ ἡ ἐπίτασις τῆς ἐπιθυμίας. Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με. Ὁ τοσαύτης ἀρετῆς ἐργάτης ἐλέους τυχεῖν ἀξιοῖ, καὶ σωτηρίας ἀπολαῦσαι αἰτεῖ· καὶ οὐκ ἀπαιτεῖ μισθὸν, ἀλλὰ φιλανθρωπίαν αἰτεῖ. Καὶ γὰρ εἰ καὶ προέκοπτεν ὁ προφήτης ἐν ἀρεταῖς, ἀλλὰ οὖν τὸν ἔλεον τοῦ Θεοῦ ἐξῃτεῖτο. Οὕτω καὶ ἡμεῖς, ἀδελφοὶ, εἰ καί τι ἀγαθὸν ποιοῦμεν, αὐτὸν αἰτησώμεθα συνεργὸν ἡμῶν γενέσθαι, καὶ τῷ ἐλέει αὐτοῦ σωθῆναι. Δοῦλός σου εἰμὶ ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. Ἅπαντες μὲν ἄνθρωποι φύσει δοῦλοι Θεοῦ· διαθέσει δὲ, οἱ τοῦ Θεοῦ τὴν δεσποτείαν γνησίως αἱρούμενοι.

Ταύτης οὖν τῆς συμμορίας ὁ προφήτης δοῦλον ἑαυτὸν ὀνομάζει, καὶ συνέσεως ἀξιωθῆναι παρακαλεῖ, ὥστε γνῶναι τοῦ Θεοῦ τὰ μαρτύρια. Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. Ὁ πάντα σταθμῷ καὶ μέτρῳ πρυτανεύων Θεὸς φέρει μὲν ἐπὶ πλεῖστον τῶν ἀνθρώπων τὰς ἁμαρτίας· ὅταν δὲ αὐξηθεῖσαν ἴδῃ τῇ μακροθυμίᾳ τὴν πονηρίαν, τότε τὴν τιμωρίαν ἐπάγει. Τοῦτο τοίνυν καὶ ἐνταῦθά φησι· καιρὸς διαναστῆναί σε εἰς ἐπικουρίαν τῶν ἀδικουμένων, ὦ Δέσποτα· κομιδῇ γάρ σου τὸν νόμον ἐπάτησαν οἱ πολέμιοι.

Ἔφη δὲ καὶ ὁ ἀπόστολος Παῦλος περὶ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας. Καιρὸς ἦν καὶ τοὺς Ἰουδαίους πιστεῦσαι· ἀλλ᾽ οὖν τοὐναντίον ἔπραξαν, ἀπιστήσαντες καὶ ἀθετήσαντες τὸ Εὐαγγέλιον. Τοῦτο γάρ ἐστι τὸ, Διεσκέδασαν τὸν νόμον σου. Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. Ἐκεῖνοι μὲν οὖν τοῦ σοῦ κατεφρόνησαν νόμου· ἐγὼ δὲ ἀξιεραστοτέρας ἡγοῦμαι τὰς σὰς ἐντολὰς ὑπὲρ χρυσίον καὶ λίθον πολυτελῆ. Τῶν γὰρ τιμίων λίθων τοπάζιον· ἀπὸ δὲ τοῦ ἑνὸς παρεδήλωσεν ἅπαντας τοὺς λίθους. Εἰκὸς δὲ κατ᾽ ἐκεῖνον τὸν χρόνον τοῦτον προτιμᾶσθαι τῶν ἄλλων λίθων. Καὶ ἀλλαχοῦ δὲ ἔλεγεν· Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.

Ὑπεμφαίνει δὲ ὁ λόγος, ὑπὲρ πάντα πλοῦτον, καὶ τὸν καθ᾽ ὅλου, καὶ τὸν ἐκ μέρους, ἀγαπᾷν τὰς ἐντολάς. Τοῦτο γὰρ τελειότης Χριστιανοῦ· ἔφη γὰρ ὁ Κύριος· Ὅτε ἂν τὰς ἐντολάς μου τηρῆτε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου. Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. Ὁ γὰρ πόθος τὴν προθυμίαν ἐργάζεται· ἡ δὲ προθυμία τὴν μὲν εὐθεῖαν παραινεῖν ὁδὸν παρεσκεύαζε, τὴν δὲ τῆς ἀδικίας ἐμυσάττετο τρίβον. Ὁ πάσας τοίνυν τὰς ἐντολὰς κατορθῶν, πάντως καὶ ὁδὸν ἄδικον μισεῖ. Ὅστις γὰρ ὅλον τὸν νόμον πληρώσει, πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος. Ὁ γὰρ εἰπὼν, μὴ φονεύσῃς, εἶπε καὶ, μὴ πορνεύσῃς· καὶ ὁ εἰπὼν, μὴ ἀδικήσῃς, εἶπε καὶ, μὴ λοιδορήσῃς· καὶ ὁ εἰπὼν, μὴ ψεύσῃ, εἶπε καὶ, μὴ ὀμόσῃς.

Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. Ἔδειξεν ὡς οὐ μάτην τούτων ἠράσθη. Ἀξιάγαστα γὰρ, φησὶν, ἐστὶ καὶ ἱκανὰ καταθέλξαι καὶ εἰς ἔρωτα διεγεῖραι τοὺς κατιδεῖν δυναμένους. Καὶ πῶς τοίνυν οὐκ εἰσὶ θαυμαστά; Ὁδηγοῦσι γὰρ πρὸς βίον κατωρθωμένον καὶ σεμνὸν, καὶ πολιτείαν ἐνάρετον, πρὸς σωφροσύνην καὶ ἐγκράτειαν, πραότητα καὶ μακροθυμίαν, ἐλεημοσύνην, δικαιοσύνην καὶ ἀγαθωσύνην. Διὰ τοῦτο καὶ ὁ προφήτης καυχᾶται ἐρευνῆσαι αὐτὰ, οὐχὶ τῷ στόματι λαλεῖν, τὴν δὲ διάνοιαν ῥέμβεσθαι· ἀλλ᾽ ὥσπερ τὸν Θεὸν ἐξ ὅλης ψυχῆς ἀγαπᾷν προσετάχθημεν, οὕτως αὐτοῦ καὶ τὰς ἐντολὰς ποθεῖν καὶ πράττειν ἐδιδάχθημεν. Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους.

Τῷ σῷ, φησὶ, καταυγαζόμενος φωτὶ ταύτην ἐδεξάμην τὴν γνῶσιν, καὶ ἅπαντας δὲ τοὺς ἀγνοίᾳ κατεχομένους καὶ βρέφεσιν ἐοικότας ὁ σὸς νόμος συνέσεως ἐμφορεῖ. Τῶν εὐαγγελικῶν δὲ λόγων ἡ δήλωσις φωτίζει οὐ μόνον τοὺς τελείους, ἀλλὰ καὶ τοὺς ἐλλιπὲς ἔχοντας. Διδάσκει δὲ καὶ ἕτερον ὁ λόγος. Ἔφη γὰρ ὁ Κύριος Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις, περὶ τῶν ἀποστόλων λέγων· τῇ γὰρ κακίᾳ αὐτοὶ ἐνηπίαζον. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθησα. Στόμα ἐνταῦθα καλεῖ τῆς διανοίας τὴν προθυμίαν· αὐτὴ γὰρ ἕλκει τὴν χάριν τοῦ Πνεύματος. Καὶ γὰρ ἀλλαχοῦ φησι· Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ ὁ θεῖος ἀπόστολος ἐν ἀνοίξει τοῦ στόματος λόγον δοθῆναι παρεκάλεσε· καὶ αὐτὸς δὲ ὁ προφήτης ἐν ἑτέρῳ ἔφη ψαλμῷ· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.

Τοῦτο δὲ καὶ ἐνταῦθα ἔφη Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. Γλιχόμενόν με γὰρ τῶν σῶν ἐντολῶν θεασάμενος, τῆς σῆς ἠξίωσας χάριτος. Οἱ μὲν οὖν ἐπιποθοῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ, ἀνοίγοντες τὸ στόμα πληροῦσι Πνεύματος.

Καὶ Δαυῒδ ἐπιποθῶν τὰς ἐντολὰς τοῦ Θεοῦ, τῆς προφητικῆς χάριτος ἠξίωται, καὶ πλατύνας τὸ στόμα, ἐπλήρωσε Πνεύματος. Τοῖς δὲ ἀπειθοῦσι τὰς ἐντολὰς τοῦ Θεοῦ εἴρηται· Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ· καὶ, Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. Ἐξ ὧν, ἀδελφοὶ, προσέχοντες τῇ τῶν λαλουμένων διηγήσει, ῥυσθείητε τῇ τοῦ Θεοῦ βοηθείᾳ καὶ ἀντιλήψει, καὶ σώσῃ ὑμᾶς· Κύριος ὁ Θεὸς καὶ ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι. Ἀμὴν, γένοιτο· ᾧ πρέπει δόξα καὶ ἡ τιμὴ νῦν, καὶ εἰς τοὺς αἰῶνας.