Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ψαλμὸν ρκη΄ (ὁμιλίαι α΄-γ΄)

Ἰωάννης ὁ Χρυσόστομος

Η παρρησία των δικαίων, οι δοκιμασίες και το πέρας της πρώτης στάσεως

Η συνύφανση της μελέτης με την έμπρακτη τήρηση των εντολών, η αντιμετώπιση των θλίψεων, η μεσονύκτια προσευχή και η ολοκλήρωση της ερμηνείας της πρώτης στάσεως του ψαλμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 8

Τοῦτο γὰρ ποιῶν, τὸ κεφάλαιον πασῶν τῶν ἀρετῶν κέκτημαι. Καὶ ἔλθοι ἐπ᾽ ἐμὲ τὸ ἔλεός σου. Κύριε. Πάντες γὰρ ἐνδεεῖς ἐσμεν τῆς θείας φιλανθρωπίας· καὶ ὁ αὐτὴν κατειληφὼς τὴν ἀκροτάτην τῆς ἀρετῆς κορυφὴν, ταύτης δεῖται διηνεκῶς· ἐπεὶ καὶ οἱ ἁμαρτάνοντες καὶ οἱ τὸν βίον κατωρθωκότες χρῄζομεν τοῦ ἐλέους τοῦ Θεοῦ. Ἐνδεεῖς γὰρ πάντες τῆς θείας φιλανθρωπίας, καὶ Πάντες ὑστεροῦμεν τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Μετὰ γὰρ τῆς τοῦ Θεοῦ συνεργίας καὶ ὁ ἁμαρτάνων ἐπιστρέφει ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ὁ ἀγαθὸς ἀγαθύνεται καὶ συντηρεῖται τῇ ἀγαθωσύνῃ. Τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον.

ζʹ. Ἣν ὑπέσχου. Δέσποτα, σωτηρίαν ἐν τοῖς ἱεροῖς σου λόγοις, παράσχου, ἵνα τοῖς τωθάζουσί μοι σὺν παῤῥησίᾳ διαλεχθῶ. Ὁ γὰρ ἐν συμφοραῖς ὢν, φέρει τὰ ὀνείδη σιγῶν· ὁ δὲ τὸν θυμήρη βιοτεύων βίον, διελέγχει τοὺς κακῶς ὀνειδίζοντας. Καὶ γὰρ ἴσως τινὲς ἄπιστοι ὁρῶντές με ἐν τῷ βίῳ ἐν θλίψεσι καὶ συμφοραῖς ὄντα, ὀνειδίζουσί με· ἀλλ᾽ οὖν ἀποκριθήσομαι αὐτοῖς λόγον· ὅτι ἔστησεν ἡμέραν Χριστὸς ὁ Θεὸς ἡμῶν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην, καὶ ἑκάστῳ ἀποδοῦναι Κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ᾽ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας, ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ καὶ στενοχωρία, καὶ ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος.

Διὸ καὶ ὁ πλούσιος ἤκουσεν· Ἀπέλαβες ἐν τῇ ζωῇ σου τὰ ἀγαθά σου, ὁμοίως καὶ ὁ Λάζαρος τὰ κακά· διὰ τοῦτο ἐκεῖνος μὲν ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Τὸ δὲ, Ἤλπισα ἐπὶ τοὺς λόγους σου, τί ἐστι; Τῆς γὰρ σῆς ἐπαγγελίας ἐξήρτημαι, καὶ ἐπὶ ταύτης ὁδεύω τῆς ἐλπίδος. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Τίμιον ἡ ἀλήθεια, ὥστε καὶ αὐτὸς ὁ Χριστὸς ἔφη· Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή. Καὶ ἕτερος προφήτης διδάσκει· Οὗτοι οἱ λόγοι, οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε. Τὸ δὲ ἐναντίον τῆς ἀληθείας τὸ ψεῦδος, ὃ καὶ ἐκ τοῦ πονηροῦ ἐστιν. Αὐτὸς γὰρ πρῶτος ψευσάμενος ἐψιθύρισε τῇ Εὔᾳ.

Ἐρᾷν τοίνυν ἡμᾶς τῆς ἀληθείας ὁ προφήτης διδάσκει, καὶ ταύτην αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων σὺν προθυμίᾳ πολλῇ. Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς, εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐντεῦθεν μὲν ἐν τῇ ζωῇ ταύτῃ φυλάξω τὸν νόμον σου καὶ τὰς ἐντολάς σου διατηρήσω· ἀπόκειται δέ μοι τὰ ἀγαθὰ τοῦτο ποιοῦντι· οὕτω γὰρ καὶ προθυμότερος περὶ τὴν τῶν σῶν νόμων γενήσομαι φυλακήν. Διὰ μέντοι τοῦ, Εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἐδήλωσε τὸν μέλλοντα βίον, ἐν ᾧ καθαρὰ καὶ ἀκραιφνὴς δοθήσεται ἅπασι τῶν θείων νόμων ἡ φυλακὴ, καὶ τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα γὰρ Ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Μετὰ πολλῆς, φησὶν, εὐκολίας, καὶ κατὰ τὰς σὰς ἐντολὰς βιοτεύων, οὐδὲ βασιλικὴν ἔδεισα δυναστείαν, ἀλλὰ σὺν παῤῥησίᾳ πολλῇ τὴν πρὸς αὐτοὺς ἐποιούμην διάλεξιν. Ἡ γὰρ ἔννομος ζωὴ παῤῥησίας δημιουργός· καὶ τούτου μάρτυς ὁ μέγας Δαυΐδ. Πρὸ μὲν γὰρ τῆς ἁμαρτίας μετὰ πολλῆς τῷ Σαοὺλ διαλέγεται παῤῥησίας· μετὰ δὲ τὴν ἁμαρτίαν, καὶ τὸν πατραλοίαν ἀποδιδράσκων υἱὸν, κύπτων εἰς γῆν καὶ τὴν κεφαλὴν καλύπτων ἐβάδιζε.

Πλατυσμὸν δὲ ἐνταῦθα τὴν εὐχέρειαν καὶ τὴν εὐκολίαν λέγει, ἣν οἱ ἀγαθῶς βιοῦντες πορεύονται, καὶ οὐκ ἐκκλίνουσι δεξιᾷ οὔτε ἀριστερᾷ, εἰ μὴ πρὸς τὴν ὁδὸν τοῦ Θεοῦ ἔχουσι τὸν νοῦν αὐτῶν. Πρὸς γὰρ τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἐπαποστέλλει Κύριος. Καὶ ἐπειδὴ ἐν πλατυσμῷ τῶν ἐντολῶν σου ἐπορευόμην, Ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Τοιοῦτος ἦν Ἠλίας ὁ πάνυ, τῇ δικαιοσύνῃ θαῤῥῶν, ἐλέγχων τὴν παρανομίαν τοῦ Ἀχαάβ. Τοιοῦτος ἦν ὁ θεσπέσιος Δανιὴλ, λέγων τῷ Ναβουχοδονόσορ· Καὶ νῦν, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἀνομίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. Τοιοῦτος ἦν Ἰωάννης, ἐλέγχων τὴν μοιχείαν τοῦ Ἡρώδου, λέγων αὐτῷ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Οὕτως ὁ θεῖος Παῦλος πρὸς τὸν Ἀγρίππαν καὶ τὸν Φῆστον καὶ τὸν Φήλικα διελέγετο. Οὕτως οἱ καλλίνικοι μάρτυρες τῶν δυσσεβῶν κατεφρόνησαν βασιλέων.

Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ᾽ ἐν δυνάμει· καὶ, Ὁ ποιήσας καὶ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Διά τοι τοῦτο καὶ ὁ θεῖος προφήτης τῇ μελέτῃ τὴν πρᾶξιν προστέθεικεν. Εἰρηκὼς γὰρ, Ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα, καὶ τὸν θερμὸν ἐπιδείξας πόθον, ἐπήγαγε· Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. Ἃ γὰρ διὰ τῶν θείων λόγων ἐδιδασκόμην, ταῦτα διὰ τῶν ἔργων μετῄειν. Ἡ γὰρ μελέτη τῶν θείων λόγων καὶ ἡ ἀκρόασις τῆς ἀναγνώσεως πρὸς ἔργα ἀγαθὰ καταντᾷ. Τοῦτο γάρ ἐστι τὸ, Ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου. Αἱ χεῖρες γὰρ πράξεών εἰσι δηλωτικαί· ἔφη γὰρ ὁ Ἀπόστολος· Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾽ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται· καὶ, Ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι, καὶ τὰ ἔργα χωρὶς τῆς πίστεως. Διὸ καὶ ὁ Κύριος ἔλεγε· Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥιψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.

Ὅστις δὲ ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Τὸ δὲ, Ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου, ἐνδελεχῶς, φησὶ, τὴν τούτων ἐποιούμην μελέτην.

Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με. ηʹ. Νομοθετῶν ὁ Θεὸς, καὶ τοῖς φυλάττουσι νόμον τὴν οἰκείαν εὐμένειαν ἐπηγγείλατο, καὶ τοῖς παραβάταις τὴν τιμωρίαν. Μνησθῆναι τοίνυν τὸν Θεὸν τῶν οἰκείων ὑποσχέσεων ἱκετεύει. Εἰς ἐκείνας γὰρ, φησὶν, ἐλπίζειν ἐδίδαξάς με. Μνήσθητι οὖν, Δέσποτα, τῶν ὑποσχέσεων, ὧν ἐπηγγείλω ἡμῖν. Ἔφης γὰρ τοῖς μαθηταῖς σου· Ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ οὐ μόνον αὐτοῖς τοῦτο ἐπηγγείλω, ἀλλὰ καὶ ἡμῖν πᾶσι τοῖς πιστεύουσι δι᾽ αὐτῶν εἰς τὸ ὄνομά σου. Μνήσθητι οὖν ἡμῶν, καὶ μεθ᾽ ἡμῶν γενοῦ, καὶ μὴ ἀποστῇς ἀφ᾽ ἡμῶν, ἵνα μὴ ἀπολώμεθα. Αὐτή με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. Ταύτην γὰρ ἔσχον παραψυχὴν ἐν ταῖς συμφοραῖς καὶ ἐν ταῖς θλίψεσιν. Αὐτὴ ἡ ὑπόσχεσις παράκλησίς μοι γέγονε καὶ ἀναψυχὴ, καὶ ἐπὶ ταύτης ὀχούμενος ὑπερέπλευσα τῶν κυμάτων. Διὸ αἰτοῦμαι ἐν τοῖς λόγοις σου τὴν ζωήν μου ποιεῖσθαι. Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα· ἀπὸ δὲ τοῦ νόμου οὐκ ἐξέκλινα.

Ὑπερηφάνους καλεῖ τὸν Σαοὺλ, τὸν Ἀβεσσαλὼμ, τὸν τῶν Ἀμμανιτῶν βασιλέα, τὸν τὰ παράνομα ἐκεῖνα εἰς τοὺς ἀποσταλέντας παρ᾽ αὐτοῦ πεποιηκότα. Ἀλλ᾽ ἐκεῖνοι μὲν παράνομον ἠσπάσαντο βίον, ἐγὼ δὲ τοῖς σοῖς ἠκολούθησα νόμοις. Ταῦτα δὲ εἴποιεν ἂν καὶ οἱ καλλίνικοι μάρτυρες, ὑπὸ τῶν ἀπηνῶν καὶ δυσσεβῶν τυράννων τὰ δεινὰ ἐκεῖνα καὶ χαλεπὰ πεπονθότες.

Ὑπερηφανεύοντο δὲ σφόδρα καὶ οἱ Φαρισαῖοι μὴ προαιρούμενοι ἀκοῦσαι τῆς διδασκαλίας τοῦ Χριστοῦ. Διὸ καὶ ἔλεγεν αὐτοῖς· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν.

Οὐ μόνον γὰρ ἑαυτοὺς, ἀλλὰ καὶ τοὺς θέλοντας εἰσελθεῖν κωλύετε. Ἔτι ὑπερηφανεύοντο οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς τῶν Ἰουδαίων κατὰ τῶν ἀποστόλων, λέγοντες αὐτοῖς· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν τὸν λόγον τοῦτον; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν. Οἱ δὲ ἀπεκρίναντο αὐτοῖς· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν μᾶλλον ἀκούειν, ἢ τοῦ Θεοῦ, κρίνατε. Ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾽ αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Διωκόμενος οὖν ὁ χορὸς τῶν ἀποστόλων καὶ μαρτύρων πάντων ἐμιμνήσκοντο τῶν κριμάτων τοῦ Θεοῦ τῶν ἀπ᾽ αἰῶνος· οἷα πέπονθεν ὁ Ἄβελ ὑπὸ τοῦ ἀδελφοκτόνου Κάϊν· οἷα ὁ Ἀβραὰμ, οἷα ὁ Μωϋσῆς· τὰ κατὰ τὸν Ἰσαὰκ τὰ κατὰ τὸν Ἰακὼβ, τὰ κατὰ τὸν Ἰωσὴφ, τὰ κατὰ τὸν Ἰώβ· καὶ ταῦτα ἐγίνετο αὐτοῖς παράκλησις καὶ παραμυθία· καὶ ὅπως ποικίλοις περιπεσεῖν συνεχωρήθησαν πειρασμοῖς, καὶ περιφανεῖς ὕστερον καὶ περίβλεπτοι ἐγένοντο. Ταῦτα τοίνυν εἰς νοῦν καὶ ἐγὼ λαμβάνων ψυχαγωγίαν ἐντεῦθεν ἀποχρῶσαν ἐκαρπωσάμην. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.

Ἐγὼ μὲν πάσχων κακῶς, τῇ μνήμῃ τῶν σῶν ἐψυχαγωγούμην κριμάτων· ἠνιώμην δὲ ὅλως καὶ διετέλουν ἀσχάλλων πολλοὺς ὁρῶν ἀδεῶς τοὺς παραβαίνοντας νόμους. Ταῦτα καὶ ὁ ἀπόστολος Παῦλος ἔλεγε· τῶν γὰρ τελείων ἐστὶν ὁ λόγος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ ἐν Ἀθήναις ὢν, Παρωξύνετο τὸ πνεῦμα αὐτοῦ· ἐθεώρει γὰρ κατείδωλον τὴν πόλιν οὖσαν. Καὶ ἡμεῖς οὖν, ἀδελφοὶ, ὁρῶντές τινας καταλιμπάνοντας τὸν νόμον τοῦ Θεοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ, ἐν ἀθυμίᾳ γινώμεθα, ἐπειδὴ γέγραπται· Ἀγαπήσεις τὸν πλησίον σου, ὡς σεαυτόν· καὶ κατόπιν ἐν τούτῳ τῷ ψαλμῷ εἴρηται· Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Παρῴκησε μὲν ὁ μακάριος Δαυῒδ, ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, παρὰ τοῖς Ἀλλοφύλοις· παροικίαν δὲ αὐτὸν οἶμαι καλεῖν οὐκ ἐκεῖνον τὸν χρόνον, ἀλλὰ πάντα τὸν βίον. Οὐ γὰρ ὡς κατοικῶν, ἀλλ᾽ ὡς παροικῶν, αὐτὸν διετέλεσε, καὶ ᾄδων τὰ τοῦ Θεοῦ δικαιώματα, τὸν βίον διώδευσεν. Οὕτω γὰρ ἡρμήνευσαν καὶ οἱ λοιποὶ ἑρμηνευταί· ᾌσματα ἦν μοι τὰ προστάγματά σου ἐν τόπῳ τῆς παροικίας μου. Πάντες οὖν οἱ ἅγιοι καὶ οἱ κατὰ Θεὸν ζῶντες, ὡς παροικίαν ἔσχον ταύτην τὴν ζωὴν, κατοικίαν ἔχοντες τὴν μέλλουσαν.

Ψαλτὰ οὖν αὐτοῖς εἰσι τὰ δικαιώματα τοῦ Θεοῦ ἐν τῷδε τῷ βίῳ. Εἰς τοῦτο γὰρ καὶ ἔκτισται ἄνθρωπος, ἵνα αἰνῇ καὶ δοξάζῃ τὸν Θεόν. Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου, Οὐ μόνον γὰρ διημερεύων τοῦτο πεποίηκα, ἀλλὰ καὶ ἐν νυκτὶ, ὅτε ἡ ἀνάπαυσίς ἐστι τοῦ σώματος, καὶ πρὸς φαντασίας ἀνυπάρκτους ὀνειροπολεῖ, καὶ λογισμοὶ ἀηδεῖς ἀνατυποῦνται· οὐ δέδωκα χώραν τούτοις, ἀλλ᾽ ἐμιμνησκόμην τοῦ ὀνόματός σου. Διὸ Καὶ ἐφύλαξα τὸν νόμον σου. Καὶ ὁ τῶν ἁγίων δὲ χορὸς νύκτωρ ἀεὶ διανιστάμενος καὶ προσεύχεται καὶ ἀνυμνεῖ τὸν τῶν ὅλων Θεόν.

Οἶμαι δὲ νύκτα ἐνταῦθα τῶν πειρασμῶν τὸν καιρὸν ὀνομάζεσθαι· ζόφον γὰρ ἐπιφέρει, καὶ νυκτὸς δίκην τοῖς ἀνθρώποις ἐπέρχεται. Ἐν δὲ τούτῳ διαφερόντως ἀναγκαία τοῦ Θεοῦ τῶν ὅλων ἡ μνήμη, ψυχαγωγοῦσα καὶ παραθαῤῥύνουσα καὶ τοὺς ἐναντίους ἐξελαύνουσα λογισμούς.

Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Τίς, Αὕτη; Ἡ νυκτερινὴ μελέτη. Οὕτω γὰρ, φησὶν, ἠδυνήθην περιγενέσθαι, καὶ τῶν σῶν δικαιωμάτων προελέσθαι τὴν μνήμην ἢ τὴν κτῆσιν, ἐπειδὴ τὰ δικαιώματά σου ἐξεζήτησα, καὶ ἐν νυκτὶ οὐ διέλιπον μνήμην σου ποιούμενος. Οὐκοῦν, ἀδελφοὶ, διδασκώμεθα διανυκτερεύειν ἐν προσευχῇ καὶ ψαλμῳδίᾳ. Μερίς μου εἶ, Κύριε· εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. Οὐ πάντων ἐστὶ μερὶς ὁ Θεὸς, ἀλλὰ τῶν ἀσπαζομένων τὰ τέλεια. Οὕτω τῶν ἱερέων καὶ Λευϊτῶν μερὶς καὶ κλῆρος ἐγένετο. Τοῖς γὰρ υἱοῖς, φησὶ, Λευὶ οὐκ ἔσται μερὶς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν, ὅτι μερὶς αὐτῶν ἐγὼ Κύριος. Οὕτω καὶ ἐν τῷ πεντεκαιδεκάτῳ ἔφη ψαλμῷ· Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτηρίου μου. Λέγει τοίνυν καὶ ἐνταῦθα, ὅτι τῶν ἄλλων ἁπάντων ὑπεριδὼν, σὲ ἔχω μερίδα καὶ περιουσίαν καὶ πλοῦτον. Διὸ δὴ καὶ φυλάξαι τοὺς σοὺς ἐπείγομαι νόμους.

Ἔστι τοίνυν τῶν τελείων αὕτη φωνὴ, οἵτινες ὅλους ἑαυτοὺς τῷ Θεῷ ἀνατίθενται, καὶ εἰς ἡδονὰς καὶ πολλὰς φροντίδας μὴ ἀπαγόμενοι. Εἶπε γὰρ ὁ Κύριος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου. Διδάσκει ἡμᾶς ὁ λόγος, ὁποίους δεῖ ἡμᾶς παρεστάναι, ὅταν δεώμεθα τοῦ Θεοῦ, ὡς ὅτι κατ᾽ ὄψιν παριστάμεθα. Ἐδεήθην γὰρ τοῦ προσώπου σου. Ἢ καὶ πρόσωπον ὁ Υἱὸς τοῦ Πατρὸς, καθὼς ὁ θεῖος ἀπόστολος ἔφη· Ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως· καὶ δι᾽ αὐτοῦ ἀναφέρομεν Θυσίαν εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ἡμῶν. Πανταχοῦ δὲ τὸ, Ἐν ὅλῃ καρδίᾳ, ὁ Δαυῒδ προστίθησι τῷ νόμῳ, καὶ ἐν τούτῳ πειθόμενος προσκεῖσθαι Θεῷ, διδάσκων ἡμᾶς τὸ ἀγαπᾷν αὐτὸν ἐν ὅλῃ καρδία.

Ἀγαπήσεις γὰρ Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Τὸ δὲ, Ἐλέησόν με κατὰ τὸ λόγιόν σου, ἕτερον οὐδέν ἐστιν ἢ, ὅτι ἐν σοὶ ἀνατίθημι πάντα τὰ κατ᾽ ἐμέ· καὶ ὡς βούλει ἐλέησόν με.

Ἐλέησόν με κατὰ τὸ λόγιόν σου. θʹ. Οὐκ ἀορίστως ἐλεηθῆναι παρακαλεῖ, ἀλλὰ κατὰ τὸ θεῖον λόγιον τοῦ ἐλέους τυχεῖν. Τοῦτο δ᾽ ἂν εἴποι καὶ συνετὸς ἄῤῥωστος τῷ ἰατρῷ· ὡς οἶδας, θεράπευσον· ὡς ἡ τέχνη διαγορεύει. Τοῦτο καὶ ὁ συνετὸς ἔμπορος εἴποι ἂν τῷ κυβερνήτῃ· κατὰ τοὺς νόμους τῆς τέχνης ἴθυνον τὸ σκάφος· ὡς ἡ ἐπιστήμη κελεύει, κυβέρνησον. Οὕτω καὶ ἡμᾶς προσήκει τὸν θεῖον ἔλεον ἐπαγγέλλειν. Ὁ γὰρ αἰτούμενος οἶδε τοῦ ἐλέους τὸν τρόπον. Πολλάκις γὰρ διὰ παιδείας πραγματεύεται σωτηρίαν, καὶ γίνεται ἡ τιμωρία, φιλανθρωπία. Οὕτω καὶ ἰατρὸς καὶ τέμνει καὶ καίει, τῷ κάμνοντι τὴν ὑγείαν πραγματευόμενος. Οὕτω καὶ ἡμᾶς αἰτεῖν τὸν ἔλεον χρή. Ἔστι γὰρ ὅτε καὶ διὰ πενίας ἔλεος χορηγεῖται, καὶ δι᾽ ἀῤῥωστίας φιλανθρωπία παρέχεται, καὶ κατὰ τὸν ἰατρικὸν λόγον τοῖς ἐναντίοις τὰ ἐναντία ἰᾶται. Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέτρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.

Ἐπειδὴ πᾶσάν μου τὴν προαίρεσιν εἰς τὰς σὰς ἐντολὰς ἀνέθηκα, τούτου χάριν τὴν τῶν μαρτυρίων σου ἐπορεύθην ὁδόν. Ὁ δὲ Ἑβραῖος, Τὰς ὁδούς μου, ἔχει· ὡσαύτως δὲ καὶ οἱ ἄλλοι ἡρμήνευσαν ἑρμηνευταὶ καὶ οἱ ἑβδομήκοντα ἐν τῷ ἑξαπλῷ. Λέγει δὲ, ὅτι λογιστεύων μου τὰς ὁδοὺς, πρὸς τὰ μαρτύριά σου τοὺς ἐμοὺς πόδας κατεύθυνον, καὶ οὐκ εἴων ἐκτρέπεσθαι τῆς πρὸς σὲ φερούσης ὁδοῦ. Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. Εὐτρεπῆ γὰρ ἐμαυτὸν πρὸς τὰς τῶν δεινῶν ἐμβολὰς καταστήσας, ἐκ τῆς ἀθρόας προσβολῆς οὐχ ὑπέμεινα ζάλην. Τοιοῦτος ἦν ὁ μακάριος Δανιὴλ ὁ στόματα λεόντων χαλινώσας· τοιοῦτοι ἦσαν οἱ τρεῖς παῖδες, οἷς ἡ κάμινος δίαιτα δρόσου γέγονεν· οὕτως οἱ θαυμάσιοι Μακκαβαῖοι· τοιοῦτοι ἦσαν οἱ ἅγιοι ἀπόστολοι, προφῆται, καὶ μάρτυρες. Οὕτως ἅπαντες τὰς τῶν δυσσεβῶν ἐνίκησαν προσβολάς. Πρὸ γὰρ τῶν κινδύνων ἡτοίμαζον ἑαυτοὺς, διὰ τὴν τοῦ Θεοῦ ἀγάπην καθ᾽ ἡμέραν ἀποθνήσκοντες, πάντα ἐν δευτέρῳ ἔχοντες καὶ εἰς οὐδέν. Τοῦτο γὰρ ὁ Κύριος ἐν τοῖς ἁγίοις εὐαγγελίοις παρεγγυᾷ, Γρηγορεῖτε, λέγων, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.

Τὰς ἐπιβουλὰς ἤτοι δαιμόνων, ἤτοι ἀνθρώπων, σχοινία ἐκάλεσεν, ἐκ τῆς πλοκῆς τὴν ἀφορμὴν λαβὼν τῆς τροπῆς. Οὕτω καὶ ὁ Ἡσαΐας· Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν, ὡς σχοινίῳ μακρῷ. Τούτων δὲ φησὶ, τῶν σχοινίων περιταθέντων μοι, οὐκ ἀπεσεισάμην τοῦ θείου νόμου τὴν μνήμην. Σχοινία δὲ τῶν ἁμαρτωλῶν ληπτέον τὰς τῶν δαιμόνων προσβολὰς, καὶ τοὺς πονηροὺς λογισμοὺς, τὰς σαρκικὰς κινήσεις· Σειραῖς γὰρ τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται· καὶ ὅτε ἂν ἁμαρτήσῃ τις, ἐὰν μὴ συντόμως ἑαυτὸν ἀνακαλέσηται καὶ ἔλθῃ εἰς συναίσθησιν, εἰς ἑτέραν πάλιν καταπίπτει ἁμαρτίαν. Οὕτως οὖν ἁμαρτήσας ὁ Κάϊν, τὸν ἴδιον ἀδελφὸν ἀποκτείνας, ψεῦδος ἔσχεν ἀκόλουθον, ὡς σχοινίον συμπεπλεγμένον. Εἶπε γὰρ αὐτῷ ὁ Θεός· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Καὶ αὐτὸς ἀπεκρίνατο· Μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι; καὶ ἐψεύσατο τῷ Θεῷ τῷ πάντα ἐρευνῶντι, καὶ τὰ βάθη τῶν καρδιῶν ἡμῶν.

Οὕτως ὁ Ἑβραῖος λαὸς, καθίσαντες Φαγεῖν καὶ πιεῖν, ἀνέστησαν παίζειν, καὶ ἁμαρτίαν ἐφ᾽ ἁμαρτίᾳ ἐνείραντες, ἐμοσχοποίησαν εἰδωλολατρεύσαντες, ἐν τῇ ἐρήμῳ. Οὕτως οὖν καὶ ὁ Ἰούδας φιλάργυρος ὢν, προδότης τοῦ διδασκάλου ἐγένετο, καὶ τέλος ἀπήγξατο. Ὁ δὲ Πέτρος ἀρνησάμενος, κλαύσας πικρῶς ἐπὶ τῇ ἀρνήσει, ἐδικαιώθη, μὴ προσθεὶς ἁμαρτίαν. Οὕτως οὖν καὶ ἡμεῖς, ἀδελφοὶ, εἰ ἁμαρτάνομεν, ἐπιστρέψωμεν, καὶ μὴ γενώμεθα καταφρονηταὶ, ἵνα μὴ ἀκολουθήσῃ ἡμῖν ἁμαρτία ἐφ᾽ ἁμαρτίαν, ὡς σχοινίον μακρόν. Μεσονύκτιον ἐξηγειρόμην, τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Οὐ γὰρ μεθ᾽ ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ, κατ᾽ αὐτὸ τὸ μεσαίτατον τῆς νυκτὸς, ἐν ᾧ μετὰ πλείονος ἡδονῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε διετέλουν, καὶ τὰς δικαίας σου ψήφους ἀνευφήμουν.

Προείρηται οὖν, ὅταν πάντες τὴν ἀνάπαυσιν ἔχωσιν, ὅταν τῷ ὕπνῳ τῷ σώματι ἀναπαύωνται, Ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Ποῖα δέ εἰσι ταῦτα; Ὅτι μέλλει κρίνειν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ Χριστὸς ὁ Θεὸς ἡμῶν. Τοῦτο γὰρ ἡ δικαιοσύνη· καὶ διδάσκει ἡμᾶς, ἵνα καὶ ἡμεῖς καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ἐξομολογώμεθα καὶ παρακαλῶμεν τὸν Θεὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν.

Λέγει γὰρ καὶ ὁ εὐαγγελιστὴς Λουκᾶς· Καὶ ἦν Ἰησοῦς διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ, ἡμᾶς διδάσκων τοῦτο ποιεῖν. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος μετὰ τοῦ Σίλα πεποίηκε. Πεπεδημένος γὰρ σὺν τῷ Σίλᾳ, καὶ τῇ ποδοκάκκῃ προσδεδεμένος μετὰ αἰκίας καὶ μάστιγας τῇ προσευχῇ τὴν ὑμνῳδίαν ἐκέρασε, καὶ τῆς καλῆς ἀγρυπνίας ἐτρύγησε τὸν καρπόν· τῆς θείας γὰρ φιλοτιμίας ἀπέλαυσαν. Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ Μέτοχος, Συνημμένος εἴρηκεν· ὁ δὲ Σύρος, Φίλος. Ἀποστρεφόμενος γὰρ τοὺς τἀναντίᾳ τοῖς σοῖς προαιρουμένους, κοινωνοὺς εἶχον καὶ συνήθεις τοὺς τὸν σὸν φόβον περὶ πολλοῦ ποιουμένους καὶ βιοτεύειν ἐννόμως προαιρουμένους. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ, Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός. Παροιμιακῶς οὖν ἠκούσαμεν· Ὁ συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται· ὁ δὲ συμπορευόμενος ἄφροσι, γνωσθήσεται. Ὅσοι οὖν τὴν φιλοξενίαν τοῦ Ἀβραὰμ κέκτηνται, μέτοχοι τούτου γεγόνασιν· ὡσαύτως τοῦ Ἠλίου τὸν ζῆλον, Μωϋσέως καὶ Δαυῒδ τὴν πραότητα· ἐπεὶ ὅσοι μιμηταὶ κακῶν γεγόνασιν ἔργων, ἀκούουσιν· Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Μὴ οὖν γενώμεθα, ἀδελφοὶ, συμμέτοχοι τούτων, ἀλλὰ τῶν τὰ ἀγαθὰ πραξάντων. Πολλαχῶς γὰρ ἀπολώλασί τινες ἁμαρτίας ποιοῦντες, καὶ ἑτέρους μετ᾽ αὐτῶν συναπολλύντες.

Ἀλλ᾽ ὅταν τις προσκαλῆται ὑμᾶς πρὸς ἁμαρτίαν, ἀποκρίθητε αὐτῷ· Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· καὶ, Ποιοῦντας παραβάσεις ἐμίσησα. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με.

ιʹ. Ἐπὶ πάντας, φησὶ, πλουσίως ἐγχέεις τὰς τοῦ ἐλέους σου πηγὰς, καὶ ἀνατέλλεις τὸν ἥλιόν σου ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχεις ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ οὐκ ἐπάγεις τὴν ὀργὴν καθ᾽ ἑκάστην ἡμέραν, ἀλλὰ φέρεις μὲν τοὺς διορύττοντας γάμους ἀλλοτρίους, καὶ τοὺς αἵματι μιαινομένους ἀδίκῳ, καὶ ἄλλους σφετεριζομένους τὰ μὴ προσήκοντα, καὶ ταῖς βλασφημίαις τὴν γλῶτταν μολύνοντας, καὶ ἄλλους ἄλλο τι τῶν παρανόμων τολμῶντας.

Τοσαύτῃ τοίνυν φιλανθρωπίᾳ χρώμενος, κἀμὲ ταύτης ἀξίωσον, Δέσποτα, τῶν σῶν δικαιωμάτων παρέχων τὴν γνῶσιν. Ὅμοιον τοίνυν καὶ ὁ προφήτης Ἡσαΐας λέγει· Γῆ σύμπασα γνώσεται τὸν Κύριον. Καὶ γὰρ ἐπὶ τῆς γῆς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐλθόντος, πάντα τὰ πέρατα τῆς χάριτος αὐτοῦ ἐνεπλήσθη, καὶ τὰ δικαιώματα αὐτοῦ ἐδιδάχθησαν παρὰ τῶν αὐτοῦ μαθητῶν.

Ἔχει δὲ καὶ ἑτέραν ἔννοιαν ὁ λόγος, ὅτι τοῦ ἐλέους αὐτοῦ πάντες ἀπολαύομεν. Βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς, καὶ μακροθύμως φέρει ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ οὐκ ἀπάγει ὀργήν. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου.

Πεῖραν τῆς σῆς ἔλαβον ἀγαθότητος, διόπερ αὖθις ταύτης ἀπολαῦσαι παρακαλῶ, καὶ κατὰ τοὺς σοὺς διαβιῶναι νόμους ἀντιβολῶ. Ἐπεὶ δὲ τοῦ ἐλέους σου πεπλήρωται ἡ γῆ, Χρηστότητα ἐποίησας μετὰ τοῦ ἀνθρωπείου γένους, καθὼς ἐπηγγείλω διὰ τῶν προφητῶν σου. Ἀγαθὸς δὲ οὖν ὁ Θεὸς ἀγαθὰ ἡμῖν ἐδωρήσατο, καὶ ἁμαρτανόντων ἡμῶν παιδεύει ἡμᾶς πρὸς νουθεσίαν ἐπιστρέφων.

Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται, κατὰ τὸν παροιμιακὸν λόγον. Οὐκοῦν πταίομεν, καὶ δικαίως σωφρονίζει, ἵνα ἐπιστρέφωμεν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς. Γέγραπται γάρ· Καὶ ὁ λαὸς οὐκ ἐπεστράφη, ἕως ἐπλήγη. Καὶ διδασκόμεθα διὰ τῆς χρηστότητος αὐτοῦ καὶ παιδείαν καὶ γνῶσιν, καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ πιστεύειν ἡμῖν τὴν σωτηρίαν δοθήσεσθαι.

Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. Οἶδεν ὁ προφήτης τῆς παιδείας τὸ χρήσιμον, καὶ ὅτι φιλανθρωπίᾳ χρώμενος ὁ Δεσπότης, ταύτην ἐπιφέρει τοῖς ἀνθρώποις· οὗ δὴ χάριν ταύτης μεταλαχεῖν ἀξιοῖ. Χρηστότητι γὰρ χρώμενος ὁ Θεὸς τὴν παιδείαν ἐπάγει· ἡ δὲ παιδεία τὴν γνῶσιν. Οὕτω καὶ ὁ προφήτης Ἱερεμίας ἀντιβολεῖ· Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγοστοὺς ποιήσῃς ἡμᾶς. Οὕτω καὶ ἄῤῥωστος ὑγίειαν ποθῶν, καὶ σιδήρου τομὴν καὶ καυστῆρα ἐπιζητεῖ. Εἶτα διδάσκει, πόθεν ἔγνω τῆς παιδείας τὸ χρήσιμον. Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. Ἐπειδὴ εὐημερῶν ἐν τῷ κόσμῳ τούτῳ καὶ πλουτῶν πάντως ἥμαρτον· τοῦτο γὰρ δηλοῖ, Πρὸ τοῦ με ταπεινωθῆναι· ὁ πλοῦτος γὰρ πάντως ἐξ ἀδικίας συνάγεται· ἀλλ᾽ ἐπίστρεψόν με, ἵνα φυλάξω τοὺς λόγους σου. Ἐγὼ γὰρ, φησὶν, ἐμαυτὸν εἰς παιδείαν προυξένησα. Ἀδικίας γὰρ ἐλευθέρα τῆς τιμωρίας ἡ ψῆφος. Τῇ ἁμαρτίᾳ ἠκολούθησεν ἡ παιδεία, τῇ δὲ παιδείᾳ τῶν νόμων ἡ φυλακή.

Ἠῤῥώστησα, ἐτμήθην, ἐῤῥώσθην. Χρηστὸς εἶ σὺ, Κύριε. Τῷ ὄντι γὰρ χρηστὸς ὑπάρχεις καὶ φιλάνθρωπος, ἀγαθός τε καὶ καθ᾽ ὑπερβολὴν ἀγαθός· καὶ τῇ σῇ ἀγαθότητι ἐν τοῖς δικαιώμασί σου διατήρησόν με. Παρὰ σοῦ γάρ ἐστι πάντα σωτήρια. Καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. Διὰ τοῦτο θαῤῥῶν αἰτῶ παρὰ σοῦ λαβεῖν τῶν σῶν δικαιωμάτων τὴν γνώσιν.

Ἐπληθύνθη ἐπ᾽ ἐμὲ ἀδικία ὑπερηφάνων· ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. Πάντες οἱ μὴ φυλάσσοντες τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ κατεπαιρόμενοι κατὰ τῆς γνώσεως αὐτοῦ, αὐτοί εἰσιν ὑπερήφανοι.

Καὶ εἰ καὶ μέσον τοιούτων ἀνθρώπων ἀναστρέφομαι, φησὶν, ἀλλ᾽ οὖν τούτοις οὐκ ἐπακολουθήσω, ἀλλ᾽ ἐξερευνήσω ἐν ὅλῃ καρδίᾳ μου τὰς ἐντολάς σου, μένων πεπαγιωμένος ἐν αὐταῖς. Οἱ μὲν γὰρ ἀλαζονείᾳ χρώμενοι, πᾶν εἶδος ἐπιβουλῆς καττύουσι κατ᾽ ἐμοῦ· ἀλλ᾽ ὅμως πρὸς τὴν αὐτῶν παρανομίαν οὐκ ἐρεθίζομαι, ταῖς σαῖς ἐντολαῖς ῥυθμιζόμενος. Ταῦτα δὲ πρὸς νουθεσίαν ἡμῶν ἐγράφησαν, ἵνα ὦμεν ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι εἰς τὸ ἀγαθόν. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Ἔοικε τοῦτο τῷ προφητικῷ ῥητῷ· Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου; καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν. Ἔοικε δὲ καὶ τοῖς ἐν Ἐξόδῳ περὶ τοῦ Φαραὼ εἰρημένοις· Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ. Οἱ οὖν Ἰουδαῖοι ὡς τυρὸς ἐπάγησαν· ὁ δὲ τῶν ἀποστόλων χορὸς, καὶ οἱ πιστεύσαντες δι᾽ αὐτῶν, ἐν μελέτῃ τῶν λόγων τοῦ Θεοῦ ἀναστρέφονται, τῷ εὐαγγελίῳ τοῦ Θεοῦ πειθαρχήσαντες. Ἐκεῖνοι μὲν οὖν, φησὶν, ἀντίτυπον ἐσχήκασι τὴν καρδίαν, αὐτοὶ τὸ ἁπαλὸν αὐτῆς σκληρὸν ἐργασάμενοι, καὶ καθάπερ γάλα πήξαντες, καὶ τυρώσαντες· ἐγὼ δὲ τῇ μελέτῃ τοῦ νόμου τοῦ σοῦ προστέτηκα. Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Χάριν ὁ προφήτης ὁμολογεῖ τοῖς αὐστηροτέροις τοῦ ἰατροῦ φαρμάκοις, τὴν ἐντεῦθεν γενομένην καταμαθὼν ὑγίειαν.

Ἀνωτέρω μὲν γὰρ εἶπε, Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα· ἐνταῦθα δὲ λέγει, Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με. Πρὸς παιδείαν γὰρ καὶ ἐπιστροφὴ περιπίπτει τις εἰς θλίψεις καὶ συμφοράς· καὶ οἱ ἐν ὑπομονῇ ταύτας δεχόμενοι λέγουσιν· Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ἵνα τὰ δικαιώματά σου μάθω. Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.

ιαʹ. Εἰ γὰρ καὶ τῆς βασιλείας ὑπὸ τοῦ παιδὸς ἐξηλάθην, ἀλλὰ διὰ τῆς παιδείας τὸν σὸν νόμον ἀνελαβόμην, ὃν τοῦ πλούτου παντὸς τιμιώτερον ἔχω. Ὁ αὐτὸς δὲ προφήτης ἐν τοῖς ἐπιοῦσι λέγει, Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς εὑρίσκων σκῦλα πολλά· ὧδε δὲ λέγει, Ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου ἀγαθώτερός μοι ὁ νόμος σου, ἡμᾶς ἀσφαλιζόμενος, ἵνα τοῦτον τηρῶμεν, τουτέστι τὰς ἐντολὰς αὐτοῦ, καὶ ταύτας φυλάττωμεν, καὶ ἐν αὐταῖς ἀναστρεφώμεθα. Ἐν αἷς ἀξιωθείητε, ἀδελφοὶ, τὸν βίον ὑμῶν διευθύνειν, ἵνα καταντήσητε ἐν τοῖς ἀποκειμένοις αἰωνίοις ἀγαθοῖς, καὶ ἐν τῷ νῦν αἰῶνι φυλαχθείητε ἀπὸ πάσης κακίας καὶ ἁμαρτίας· χάριτι καὶ οἰκτιρμοῖς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ᾧ πρέπει ἡ δόξα καὶ ἡ τιμὴ, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.