Οἱ δὲ πάσας τοῦ Θεοῦ πληροῦντες τὰς ἐντολὰς, τὴν ἀπὸ τοῦ συνειδότος ἔχουσι παῤῥησίαν. Τότε δὲ, πότε; Ὅταν, κατὰ τὸν προφήτην Δανιὴλ, Οἱ δίκαιοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, οἱ δὲ ἁμαρτωλοὶ εἰς αἰσχύνην αἰώνιον. Παρακαλεῖ οὖν ὁ προφήτης μὴ αἰσχυνθῆναι τότε. Καὶ πῶς γίνεται τοῦτο; Ἐν τῷ ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς· οὐχὶ τὴν μὲν ποιεῖν, τὴν δὲ ἀφιέναι. Ὁ γὰρ εἰπὼν, Μὴ μοιχεύσῃς, εἶπε καὶ, Μὴ πορνεύσῃς· καὶ ὁ εἰπὼν, Μὴ πορνεύσῃς, εἶπε καὶ, Μὴ ἀδικήσῃς. Καὶ Ὅστις ὅλον τὸν νόμον πληρώσει, πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος, κατὰ τὸν ἀπόστολον Ἰάκωβον. Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἐξομολόγησιν, τὴν εὐχαριστίαν καλεῖ. Τότε δυνήσομαι ὕμνον καθαρόν σοι προσενεγκεῖν, ὅταν σου πάντα καταμάθω τὰ κρίματα, καὶ κατὰ ταῦτα βιώσω. Ὁ γὰρ ἀγαθὰς πράξεις ἔχων, ἐκεῖνος ἐξομολογεῖται Ἐν εὐθύτητι καρδίας, ἐξ ὅλης καρδίας μετανοῶν, ὡς ὁ Δαυῒδ ἐπὶ τῇ μοιχείᾳ, καὶ ὡς ὁ τελώνης βοῶν τὸ, Ἥμαρτον, καὶ τὸ, Ἱλάσθητι. Ἐξωμολογήσατο καὶ Ἰούδας, εἰπών· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον· ἀλλ᾽ οὐκ Ἐν εὐθύτητι καρδίας· τῇ γὰρ φιλαργυρίᾳ συνείχετο. Ἐξωμολόγητο καὶ ὁ Φαρισαῖος· ἀλλὰ τὴν καρδίαν ὑψηλὴν ἔχων καὶ οὐκ εὐθεῖαν, κατέβη μὴ δικαιωθεὶς, λέγων, ὅτι Οὐκ εἰμὶ ὡς οὗτος ὁ τελώνης.