γʹ. Καὶ πῶς δύναται τὰ ἐντὸς ἡμῶν τὸν Θεὸν εὐλογεῖν; Φωνὴν οὐκ ἔχει, στόμα οὐκ ἔχει, γλῶτταν οὐκ ἔχει. Ἡ μὲν γὰρ ψυχὴ δύναται· τὰ δὲ ἐντὸς πῶς δύναται, μήτε φωνὴν, μήτε γλῶτταν, μήτε στόμα ἔχοντα, εὐλογεῖν τὸν Θεόν; Ὥσπερ Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Καθάπερ γὰρ οἱ οὐρανοὶ οὐ γλῶτταν, οὐ στόμα, οὐ χείλη ἔχουσιν, ἀλλὰ τῷ κάλλει τῆς ὄψεως ἐκπλήττοντες τοὺς θεατὰς παραπέμπουσι τῷ θαύματι πρὸς τὴν εὐφημίαν τοῦ πεποιηκότος αὐτούς· οὕτω δὴ καὶ τὰ ἐντὸς ἡμῶν ἐὰν ἐπέλθῃς ἅπαντα τῷ λογισμῷ, ἐὰν ἴδῃς τὴν διαφορὰν τῆς ποιότητος, τῆς ἐνεργείας, τῆς δυνάμεως, τῆς συμφωνίας, τῆς διαπλάσεως, τῆς θέσεως, τοῦ ἀριθμοῦ, τῆς ἁρμονίας, ἐκεῖνο τὸ προφητικὸν ἀναφθέγξῃ ῥῆμα· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Εἶδες πῶς εὐλογεῖ τὰ ἔγκατα τὸν Θεὸν χωρὶς φωνῆς καὶ στόματος καὶ γλώττης; Τίνος οὖν ἕνεκεν πρὸς τὴν ψυχὴν διαλέγεται; Ἵνα μὴ τῆς γλώττης φθεγγομένης ἐκείνη ῥέμβηται, ὃ πολλάκις καὶ ἐν ταῖς εὐχαῖς πάσχομεν καὶ ἐν ταῖς ὑμνῳδίαις· ἵν᾽ ἑκατέρωθεν ἡ συμφωνία ᾖ. Ὅταν γὰρ εὐχόμενος μὴ ἀκούσῃς τῶν ῥημάτων τοῦ Θεοῦ, πῶς ὁ Θεὸς ἀκουσεταί σου τῆς ἐντεύξεως; Ὅταν οὖν λέγῃ. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, τοῦτο λέγει, ἔνδον ἐκ βάθους τῆς καρδίας ἀναφερέσθωσαν αἱ ἱκετηρίαι.