Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον

Ἰωάννης ὁ Χρυσόστομος

Η δικαίωση του ταπεινού και η τελική δοξολογία

Σχολιασμός της δικαιώσεως του τελώνη, προτροπή για την αποφυγή της φαρισαϊκής υπερηφανίας και κατακλείδα της ομιλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ἀμὴν λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, ἢ ἐκεῖνος. Ὢ πόσον κακὸν τῆς ὑπερηφανίας τὸ νόσημα! Κατάκομος ἀνῆλθεν ὁ Φαρισαῖος ὥσπερ ἄνθεσι τοῖς κατορθώμασι στεφανούμενος· συνώδευσε τούτῳ ὁ τελώνης πάσης ἀπολογίας γυμνός. Ἀλλ᾽ ὁ μὲν εὐκαίρως ἑαυτὸν ταπεινώσας ὑψώθη· ὁ δὲ πρὸς ἄκαιρον ὕψος ἀκοντίσας ἑαυτὸν, καταγέλαστον ὑπέμεινε γύμνωσιν. Οὐκ ἦν βέλτιον ὑφειμέναις χρήσασθαι ταῖς φωναῖς; οὐκ ἦν κρεῖττον ἀκοῦσαι τῆς προφητικῆς φωνῆς λεγούσης, Ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς; οὐκ ἦν μᾶλλον συμφέρον κρατῆσαι τῆς γλώσσης, καὶ φυλάξαι τὸν πλοῦτον, ὃν πόνοις πολλοῖς ἐκτήσατο; Ἃς γὰρ ἐν χρόνῳ συνήγαγεν ἀρετὰς, ταύτας ἐν ἀκαρεῖ ῥοπῇ τῇ φωνῇ διεσκόρπισεν. Οὐκ ἤκουσε τάχα ὁ Φαρισαῖος τὸ γεγραμμένον, ὅτι Ἀκάθαρτος ἐναντίον Κυρίου πᾶς ὑψηλοκάρδιος; Οὐκ ἐδιδάχθη τὸ καλῶς εἰρημένον, Ὃ ποιεῖ ἡ δεξιά σου, μὴ γνώτω ἡ ἀριστερά σου; Τάχα δὲ ἔγνω ἀμφότερα, ἀλλ᾽ ἡ ἰσχὺς τῆς κενοδοξίας ἐνίκησεν. Ἡμεῖς οὖν τοῦ τελώνου τὴν ταπείνωσιν κτησώμεθα, καὶ τῶν ἁμαρτημάτων τὸ βάρος ἀποθώμεθα· ὑπερηφανίαν δὲ μισήσωμεν, δι᾽ ἧς ὁ Φαρισαῖος τὸν πλοῦτον τῶν ἀρετῶν ἀπώλεσεν· Ὑπερηφάνοις γὰρ ὁ Κύριος ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.