Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον

Ἰωάννης ὁ Χρυσόστομος

Η συναίσθηση των αμαρτημάτων και η προσευχή του τελώνη

Η επίγνωση του βάρους της αμαρτίας από τον τελώνη, η ειλικρινής εξομολόγηση και η προσφυγή του στη θεία φιλανθρωπία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Οὐ μόνον γὰρ τὸν ἄνθρωπον βλάψαι οὐ δύνασαι, ἀλλὰ καὶ πλέον ἐρεθιεῖς τὸν Δεσπότην, ὥστε συντομωτέραν ἐπιδείξασθαι τὴν συγχώρησιν. βʹ. Ὁ δὲ τελώνης, φησὶ, μακρόθεν ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τοὺς οὐρανοὺς ἐπᾶραι· τὴν τοῦ Μανασσῆ πάντως καὶ αὐτὸς φωνὴν ἀπεφθέγξατο· Οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τοῦ πλήθους τῶν ἀδικιῶν μου. Πολλὰ γὰρ ἦν τότε ἐν τῇ ψυχῇ τοῦ τελώνου συνειλεγμένα κακὰ, ἐπιθυμία χρημάτων ἀκόρεστος, πόθος ἀδικίας μὴ δεχόμενος πέρας, ἁρπαγὴ τέλος οὐκ ἔχουσα· κοινὸν τῇ φύσει τῶν ἀνθρώπων τελώνης κακὸν, νόμιμος ἄδικος, ἅρπαξ ἀκατηγόρητος, ἄφοβος κλέπτης, λῃστὴς ἀνέγκλητος, δύσφευκτος βλάβη, λύκος τῶν λογικῶν προβάτων, θηρίον ἀνθρωπόμορφον. Μετὰ τοσούτων ἀνῆλθεν ὁ τελώνης εἰς τὸ ἱερὸν κακῶν. Ὅτε γὰρ πάντα ταῦτα εἰργάσατο τὰ δεινὰ, καὶ βαρὺ κατεσκεύασε τὸ τῶν πλημμελημάτων φορτίον τῇ ψυχῇ, ὅτε λοιπὸν τὸν αὐχένα κατέκλασε, τότε ἐζήτει τοῦ βάρους ἐλαφρυνθῆναι, καὶ οὐκ εἶχε τὸ πῶς τὸ φορτίον ἀποτινάξεται· εἶτα γοργὴν ἔσχεν ἔννοιαν, εὗρεν εἶδος ἐλευθερίας· ἐμνημόνευσε γὰρ τῆς φωνῆς τοῦ Δεσπότου πρὸς τοὺς ἁμαρτωλοὺς ἐκβοώσης· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.

Ταύτης τῆς φωνῆς μνημονεύσας, μετὰ τοῦ φόρτου τῶν κακῶν ἐπὶ τὸ ἱερὸν τοῦ Θεοῦ παρεγένετο· ἀτονήσας δὲ λοιπὸν, καὶ μηκέτι φέρειν δυνάμενος, εὐθὺς ἐπὶ πρόσωπον ἔπεσε, καὶ πρὸς τὸν Δεσπότην, τὸ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ἔλεγεν.

Ἔρημος, φησὶ πάσης εὐεργεσίας τυγχάνω, τοῖς ἐμαυτοῦ κεκλόνημαι δεινοῖς, ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης γεγόνασιν αἱ ἀνομίαι μου, ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου. Ὁρῶ παρὰ τῶν παρ᾽ ἐμοῦ ἠδικημένων ἤδη τὸ σὸν δικαστήριον καταβοώμενον· πρὸ τῶν θρόνων σου, Δέσποτα, βίβλους ἀνεῳγμένας τεθήσεσθαι ἀκήκοα, ἐν αἷς πάντως καὶ οἱ στεναγμοὶ τῶν ὁδοιπόρων ἐγράφησαν. Οὐκ ἔστιν εἶδος ἀδικίας, ὃ τὴν σὴν ἀδέκαστον διαπέφευγε γνῶσιν· ἀπολογίας μοι καιρὸς οὐ πρόσεστι, φυγῆς μοι τόπος οὐ περιλέλειπται. Πρὸς οὐρανὸν οὐ τολμῶ ἀναβλέψαι, δέδοικα καὶ τὴν γῆν ὡς ἰδοῦσαν τὰς πράξεις μου. Τοῦ γὰρ σφόδρα ἁμαρτωλοῦ κατηγορεῖ καὶ τὰ ἄψυχα. Διὸ πρὸς σὲ τὸν πάντων Δεσπότην δραμὼν, ταύτην μόνον εὗρον πρὸς βοήθειαν τὴν ἱκεσίαν· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Πολὺς ὁ κολοφὼν τῶν κακῶν μου· ἀλλὰ τί πρὸς τὸ πέλαγος τῆς σῆς ἀγαθότητος;

Τὸ ἐμὲ σωθῆναι παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλὰ παρὰ σοὶ, Δέσποτα, πάντα δυνατά. Εἰ μὲν γὰρ διὰ δικαίους ἐπὶ τῆς γῆς παραγέγονας, περιττῶς τὸ τελώνιον βδελυξάμενος τῷ ναῷ σου προσέδραμον· εἰ δὲ καὶ τῶν ἁμαρτωλῶν ποιούμενος λόγον, μᾶλλον δὲ δι᾽ αὐτοὺς τῇ κτίσει ἐνεδήμησας, μὴ δείξῃς μου τὰς ἐπὶ σοὶ ἀνελπίστους ἐλπίδας, ἀλλὰ τὴν συντετριμμένην μου καρδίαν θεράπευσον, νενεκρωμένον με τοῖς παραπτώμασι ζωοποίησον.