Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν τελώνην καὶ τὸν φαρισαῖον

Ἰωάννης ὁ Χρυσόστομος

Έλεγχος της φαρισαϊκής υπερηφάνειας και η έμπρακτη μετάνοια του τελώνου

Λεπτομερής στηλίτευση της αλαζονείας των νομικών έργων του Φαρισαίου και ανάδειξη των δακρύων του Τελώνου ως πνευματικής θεραπείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ὁ γὰρ Φαρισαῖος σταθεὶς καθ᾽ ἑαυτὸν προσηύχετο λέγων· Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Ὦ Φαρισαῖε, ἐκένωσάς σου τὸν μισθὸν διὰ τῆς καυχήσεως! διὰ τοῦτο ἐδέξω ψῆφον κατακρίσεως. Λέγεις· Οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων. Ἄνθρωπος μὲν ἦν κατὰ τὴν φύσιν καὶ τὴν τοῦ Θεοῦ διάπλασιν, ἄλογον δὲ κατὰ τὴν τῆς ὑπερηφανίας μετάληψιν· ἄνθρωπος μὲν ὡς ἔχων τὸ κατ᾽ εἰκόνα, θηρίον δὲ ὡς κεκτημένος τὴν ἀλαζονείαν. Ἔξω γὰρ ἑαυτὸν διέθετο τῆς τῶν ἀνθρώπων φύσεως, ἄλλην δημιουργίαν τῷ ἑαυτοῦ σώματι ἐνομοθέτησεν, ὑψηλότερον τῶν γηΐνων πραγμάτων εἶναι ἑαυτὸν ἐχρημάτιζε, μείζονα παντὸς προφήτου καὶ πατριάρχου ἑαυτὸν ὑπέλαβεν. Ἄρα οὐκ ἐμνήσθης, ὦ Φαρισαῖε, τῆς τοῦ Ἠλία καυχήσεως ταὐτὰ καυχωμένου, καίτοι οὐκ ἐξ οἰήσεως, ἀλλ᾽ ὑπὸ θείου ζήλου, ὅτε εἶπε· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος; Καὶ τί πρὸς αὐτὸν ὁ χρηματισμός;

Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῷ Βαάλ. Τί οὖν; πάντων παρανομησάντων, ἑπτακισχίλιοι ἦσαν οἱ τὸν θεῖον ζῆλον ἔχοντες, καὶ τῷ προφήτῃ συνεξισούμενοι, καὶ σὺ βοᾷς, Οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί; ἆρα οὐδεὶς διέφυγεν εἰς τὴν ὑπ᾽ οὐρανὸν τῆς πλεονεξίας τὸ μύσος; ἆρα οὐδεὶς σωφροσύνην ἀσπάζεται, Φαρισαῖε; Ἑαυτὸν κατακρίνεις, ὁ ὑπὸ πάντων κατακρινόμενος· καθ᾽ ἑαυτοῦ δοκιμάζεις, ὁ ὑπὸ τοῦ Θεοῦ ἀποδοκιμαζόμενος· ἑαυτὸν στεφανοῖς διὰ τῆς καυχήσεως, ἀλλὰ ἀπώλεσάς σου τὸν στέφανον διὰ τῆς κατακρίσεως· ἑαυτὸν ἐπαινεῖς ὡς ἀναμάρτητον, ἀλλὰ τῆς ἁμαρτίας ἐδείχθης ὑπεύθυνος· ἑαυτὸν στηλιτεύεις ὡς τὸν νόμον πληρώσαντα, ἀλλ᾽ ἁψάμενος τοῦ νόμου τὸν νομοθέτην ἐνύβρισας. Ἔκραξας ἐπὶ πάντων σου τὰ κατορθώματα· μετέβαλες αὐτὰ εἰς παραπτώματα.

Ὁ τελώνης τῇ σιωπῇ βοήσας, τὸν Θεὸν Λόγον ἐδυσώπησεν, ὃν σὺ κράζων κατὰ σεαυτοῦ παρώξυνας. Οὐκ ἐνετράπης λέγων· Οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ, ἢ καὶ ὡς ὁ τελώνης, ὁ ταῖς ἁμαρτίαις μεμιαμμένος, ὁ ταῖς ἀσωτίαις ἐμπεφυρμένος, ὁ τὸν ἱερὸν τόπον κοινώσας τῇ εἰσόδῳ, ὁ ἀναξίως σὺν ἐμοὶ προσευχόμενος, ὁ πάσης ἀνομίας ἐργάτης. Ἀρκεῖ δὲ τὸ ὄνομα πρὸς μαρτυρίαν τῆς ἑαυτοῦ καταστάσεως· ὑπάρχει γὰρ τελώνης, τελῶν τῇ ἁμαρτίᾳ τὰ τῆς πονηρίας ἔργα. Ταῦτα εἰ καὶ μὴ αὐταῖς ταῖς λέξεσιν ἐν τοῖς ἀχράντοις Εὐαγγελίοις ἐγγέγραπται, ἀλλ᾽ οὖν γε ὁ σκοπὸς τῆς ὑπερηφανίας τοῦτον ἀποσώζει τὸν τρόπον. Ὦ Φαρισαῖε, σὺ μὲν ἀπευδόκησας τὰ τοῦ τελώνου, ὁ δὲ Χριστὸς ηὐδόκησεν ἐν τῷ τελώνῃ· σὺ κατὰ σεαυτοῦ ἐκεῖνον ἐξουδένωσας, ὁ δὲ Χριστὸς αὐτὸν ἐπὶ πάντων ἐστεφάνωσεν. Ἠρέσθη Χριστὸς σὺν τῇ μετανοίᾳ τοῦ τελώνου θεωρήσας αἰσχύνην συμπεπλεγμένην ἐν αὐτῷ, καὶ στεναγμὸν ἐκ βάθους καρδίας εἰς οὐρανὸν εὐθέως ἀναπεμπόμενον, καὶ βαδίζοντα δάκρυα· ἠρέσθη Χριστὸς, μᾶλλον ᾐδέσθη τὸν τελώνην, τῇ αἰσχύνῃ τὴν αἰσχύνην ἀποτιναξάμενον.

Καλῶς ἡρμόσατο ἑαυτῷ ὁ τελώνης τὸ τῆς σοφίας ῥητόν· Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν. Ταύτην μετῆλθεν ἐν τῷ τῆς ἀγνωμοσύνης βίῳ. Καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Ταύτην ἐπῆλθε διὰ τοῦ τῆς μετανοίας τρόπου, ἐκ τῶν ἐναντίων τὰ ἐναντία διὰ τῆς πίστεως ἰασάμενος. Μιμησάμενος ἰατρὸν, ἔμπλαστρον τίθησιν ἐναντίον τῷ σώματι, τὴν μὲν σάρκα ἐκτρῶγον, τὸ δὲ ἕλκος καθαῖρον, ἵνα ἀποκαλυφθέντος τοῦ ζωτικοῦ σώματος, ἐπιγνῷ τὸ τῆς θεραπείας μηχάνημα. Τοὺς ὀχετοὺς τῶν ἡδονῶν, οἷον καυστῆρι σιδηρῷ τῷ στεναγμῷ χρησάμενος, ἀπεστόμωσε, καὶ τὸ διοιδαῖνον τοῦ πάθους ἕλκος τοῖς δάκρυσι πραΰνας ἐθεράπευσε, καὶ τὴν ὀπὴν τοῦ ἕλκους μοτώσας διὰ τῆς τῶν χειρῶν πλήξεως ἀπούλωσε, καὶ τὸ ἐπιῤῥέον τῇ ψυχῇ ἐκ τοῦ σώματος ῥεῦμα ἐστείρωσε, καὶ καθαρὰν ταύτην διὰ τῆς μετανοίας τῷ πλάσαντι προσήγαγεν. Ἀλλὰ καὶ τῶν λοιπῶν ῥημάτων τοῦ Φαρισαίου ἀκούσωμεν· Νηστεύω δὶς τοῦ Σαββάτου.

Δηλοῖ τετράδος καὶ παρασκευῆς τὴν ἐγκράτειαν. Τὰ δὲ Σάββατα ἀνάπαυσίς ἐστι τοῖς Ἑβραίοις. Ἀπέχω τῶν διαφόρων βρωμάτων· οὐ ῥυπῶ μου τὰ χείλη ἀκαθάρτῳ γεύσει, ὅλως ἐγκράτειαν περιβέβλημαι, ὅλως ἁγιωσύνην ἠμφίεσμαι· ἔτι δὲ καὶ ὧν κτῶμαι τὰς δεκάτας τῷ Θεῷ προσκομίζω. Ὢ τῦφος ἀναισθησίας ἀναπνέων! Νηστεύω δὶς τοῦ Σαββατοῦ. Οὐ διάκειται, ὡς τὰ σιτηρέσια αὐτοῦ τῷ Θεῷ χαριζόμενος; Νηστεύω δὶς τοῦ Σαββάτου. Κύριε, μὴ νηστεία, φησὶ, τῷ Θεῷ παρέχει τὰ τοῦ νόμου ἐντάλματα; καὶ ὃ οἱ ἄνθρωποι κόπῳ κατώρθωσαν, τοῦτο ἐγὼ προθέσει ποιῶ; Τί οὖν ὁ φιλάνθρωπος δικαστὴς, ὁ φιλότιμος ἀγωνοθέτης τὸν τῆς μετανοίας δρόμον; Καὶ τοῦ Φαρισαίου μεγαλαυχοῦντος ἠνείχετο, καὶ τοῦ τελώνου μετανοοῦντος ἐτέρπετο.