Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν τελώνην καὶ τὸν φαρισαῖον

Ἰωάννης ὁ Χρυσόστομος

Η παραβολή του Τελώνου και του Φαρισαίου: Στάση και δικαίωση

Ανάλυση της εισόδου των δύο ανδρών στο ιερό, σύγκριση της προσευχής τους και η ανάδειξη της ταπείνωσης ως αληθινής ελευθερίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Βλέπε, μὴ ὑπερηφανεύου γῆ καὶ σποδὸς ὑπάρχων, καὶ ἐμπέσῃς εἰς τὸ πτῶμα τοῦ Φαρισαίου· ἐπίγνωθι σεαυτόν· τοῦτο γὰρ καὶ ὁ Κύριος παρεγγυᾷ λέγων διὰ τῆς παραβολῆς· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης.

Ἄνθρωποι δύο ἀνέβησαν, ἀλλ᾽ οὐκ ἄνθρωποι δύο κατέβησαν, τὴν αὐτὴν ὁδὸν διανύοντες ἀπλανῶς. Καὶ ὁ Φαρισαῖος ταύτης διεσφάλη φανερῶς. Ἐπὶ τὸν ἕνα τόπον εἰσῆλθον προσεύξασθαι, καὶ οὐκ εἰς τὸν ἕνα τόπον ἐξελθόντες εὑρέθησαν. Ὁ μὲν Φαρισαῖος ἔτρεχε θαῤῥῶν, ὁ δὲ τελώνης ἀπῄει δειλιῶν· καὶ ὁ μὲν τρέχων ἀπέμεινεν, ὁ δὲ ὀπίσω προέλαβεν. Ἔτρεχεν ὁ Φαρισαῖος ἐξαγγεῖλαι τὰ δικαιώματα· ἔσπευδε καὶ ὁ τελώνης ἀναγγεῖλαι τὰ παραπτώματα. Ἀνῆλθον προσεύξασθαι· καὶ ὁ μὲν ὡράθη φυσιούμενος, ὁ δὲ ἐδείχθη προσευχόμενος.

Τοιαῦτα γὰρ ἑαυτὸν ἐνομοθέτει ὁ Φαρισαῖος λέγων· Οὐκ εἰμὶ χρεώστης τῆς παραγγελίας τοῦ νόμου· οὐχ ὑπάρχω ὑπεύθυνος ὧν παρήγγειλαν οἱ προφῆται· οὐ χρῄζω τῆς διδαχῆς Μωϋσέως, ἧς οὐδὲν τούτων διήμαρτον· ἀλλ᾽ ἄνειμι προσεύξασθαι, τῆς συνηθείας τὸ χρέος ἀποδιδοὺς, ὅπερ οἱ πρόγονοί μου ἐπετέλουν. Τί οὖν, ὦ Φαρισαῖε, τῶν προγόνων ἕνεκεν τὸ ἱερὸν προσκυνεῖς, προσευχῆς δὲ χάριν τὸ ἱερὸν οὐχ ὁρᾷς; Οἱ πρόγονοί σου πιστῶς ἐπετέλουν τὴν εὐχαριστίαν, σὺ δὲ θριαμβεύεις τὴν εὐχαριστίαν, ἵνα ὑπὸ ἀνθρώπων δοξασθῇ σου ἡ θυσία· καὶ γίνεται ἐπὶ σοὶ τὸ τοῦ Δαυῒδ ῥητόν· Γενηθήτω ἡ προσευχὴ αὐτοῦ εἰς ἁμαρτίαν, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος, τουτέστιν, ὁ τελώνης. Τὰ δὲ τοῦ τελώνου ποῖα; Ἀπῄει εἰς τὸ ἱερὸν ἑαυτὸν κατακρίνων, ἀνάξιον ὀνομάζων ἑαυτὸν προσευχῆς.

Ἀνάξιον ἑαυτὸν ἐπεκαλέσατο· διὸ καὶ ὁ Χριστὸς τὴν πρόθεσιν αὐτοῦ ἀπεδέξατο. Ἔλεγεν ἑαυτὸν τῇ ἁμαρτίᾳ κατάχρεων, ἀλλ᾽ ἔδειξεν αὐτὸν τῆς δικαιοσύνης ὁ Χριστὸς ὑπεύθυνον· ἐχαρίσατο τῶν πεπλημμελημένων αὐτῷ τὴν ἄφεσιν, καὶ ἀντηγόρασε τὴν πρόθεσιν· ἠλευθέρωσε τῆς ἁμαρτίας, ἵνα δουλώσῃ τῇ δικαιοσύνῃ. Ὢ δουλεία, δι᾽ ἧς ἀποφεύγομεν δουλείαν πονηρὰν, καὶ προσφεύγομεν τῇ ἐλευθερίᾳ τοῦ Χριστοῦ! ὢ δουλεία, ἐλαφρὸν ζυγὸν παρέχουσα, καὶ μετὰ ταύτην αἰώνιον ζωὴν ἔχουσα καὶ ἀποδιδοῦσα! ὢ δουλεία, ἡ ἐν τῷ κόσμῳ τούτῳ δουλεία λεγομένη, ἐν δὲ τῷ μέλλοντι βασιλείαν ἀτελεύτητον δωρουμένη! Ταύτῃ τῇ δουλείᾳ προσδράμωμεν, ἀδελφοὶ, ἵνα τὴν ἐλευθερίαν καρπωσώμεθα τῶν ψυχῶν. Ὅταν γένηταί τις ἀγαθὸς δοῦλος, τότε τοῦτον ἀναδείκνυσιν ὁ Κύριος υἱὸν γνήσιον, τότε πληροῖ τὸ ῥητὸν διὰ τοῦ Προφήτου ἐπ᾽ αὐτόν· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Μακάριοι οἱ καταξιούμενοι τῆς τοιαύτης τιμῆς! μακάριοι οἱ σπουδάσαντες ἀπαλλαγῆναι τῆς φθορᾶς! μακάριοι οἱ διὰ ταύτης τῆς δουλείας κτησάμενοι τὴν ἐλευθερίαν, καὶ κράζοντες τῇ ἐλευθερίᾳ, ᾗ Χριστὸς ἡμᾶς ἐξηγόρασεν, ἱστάμεθα ἔχοντες τὸν σταυρὸν ἀντερείδοντα τοῦ Χριστοῦ!

Κράζωμεν τῷ Χριστῷ· Λόγισαι ἡμᾶς, ὁ Ποιμὴν ὁ καλὸς, ὡς ἓν τῶν προβάτων ἀπολωλότων· ζήτησον ἡμᾶς ἐν ταῖς διανοίαις τῶν καρδιῶν ἡμῶν, καὶ εὑρὼν πλανωμένους ἡμᾶς καὶ μέλλοντας ἁλίσκεσθαι ὑπὸ τοῦ ἐχθροῦ, συνάγαγε εἰς τὴν ποίμνην σου. Λόγισαι ἡμᾶς δραχμὴν μίαν, καὶ ἅψας τῷ πυρὶ τῆς σῆς θεότητος ἐρεύνησον, καὶ εὑρὼν συγχάρηθι τοῖς ἁγίοις καὶ τοῖς ἀγγέλοις συναυλιζομένοις τῇ ἀχράντῳ σου θεότητι· ἀνάδειξον ἡμᾶς ὡς τὸν τελώνην, ἵνα προσευχόμενοι ταπεινοφροσύνην ἀσπασώμεθα, ὑπερηφανίαν δὲ ἀποστρεφώμεθα, καὶ τὴν τῆς ἁμαρτίας μητέρα ἀποδυσώμεθα τὴν ὑψηλοφροσύνην, καὶ τὴν τῆς μετανοίας μητέρα περιπλεξώμεθα τὴν σωφροσύνην. Ἀποβαλώμεθα τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ περιβαλώμεθα τὸν νέον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ τῇ χάριτι αὐτοῦ· στενάξωμεν ἐκ βάθους καρδίας προσευχόμενοι, ἵνα διώξωμεν τὸ βάθος τῆς καμίνου τῆς γεέννης τὸν ἐχθρὸν ἡμῶν. Σοῦ γὰρ στενάξαντος, ἐκεῖνος πλήττεται· σοῦ τὸ στῆθος πλήττοντος, ἐκεῖνος τραυματίζεται· σοῦ τὰς πληγὰς λαμβάνοντος ἐκεῖνος τὰς σφαγὰς ὑποδέχεται. Καὶ γὰρ ὁ τελώνης πλήττων τὸ στῆθος τὸν Φαρισαῖον ἀντέπληξε, καὶ τὸν ἐν αὐτῷ λογισμὸν τὸν ἐνεργοῦντα τῆς ὑπερηφανίας τὸν τῦφον ἤλεγξεν.