Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν τελώνην καὶ τὸν φαρισαῖον

Ἰωάννης ὁ Χρυσόστομος

Η θεραπεία των παθών μέσω της μετανοίας και η προτροπή προς ταπεινοφροσύνη

Η αναγκαιότητα της μετανοίας, η πνευματική εγρήγορση βάσει της παραβολής των ταλάντων και η καταδίκη της υπερηφανείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὸν Τελώνην, καὶ εἰς τὸν Φαρισαῖον. Τῆς φιλαργυρίας τὸ πάθος ἐπιθυμεῖ τὴν πλεονεξίαν· ἀλλὰ θεραπεύεται διὰ τῆς ἐλεημοσύνης, ὅταν εἰς μετάνοιαν δράμῃ. Τῆς πορνείας ὁ τρόπος καταδιώκει τὴν ἁμαρτίαν· ἀλλὰ ταύτην ἰατρεύει ὁ κλαυθμὸς τῆς μετανοίας, καὶ δείκνυσιν ἡλίου καθαρωτέραν τὴν ψυχὴν, ταῖς τῆς σωφροσύνης ἀρεταῖς ἀπαστράπτουσαν.

Τῆς δὲ λῃστείας τὸ ἀπάνθρωπον, ὅταν μεταβάλῃ τὰς πράξεις τῆς μιαιφονίας, καὶ κράξῃ τῷ Χριστῷ· Μὴ στερήσῃς με, Χριστὲ, τῆς σῆς βασιλείας, εἰσέρχεται ἡ ψυχὴ αὐτοῦ εἰς τὸν παράδεισον. Τῆς εἰδωλολατρείας ἡ πλάνη καὶ αὐτὴ ἔχει φάρμακον ἰάσεως, ὅταν προσδέξηται πιστῶς τὸν κηρυττόμενον Χριστὸν, καὶ τῆς παρανομίας τὴν πλάνην ἀποκηρύξῃ, καὶ τῆς εὐσεβείας τὴν χάριν ἐν αὐτῇ περιβάλῃ, διὰ τοῦ βαπτίσματος, τοῦ ἐν τρισὶ Θεοῦ ἐπικλήσεσι τὴν ἀΐδιον Τριάδα σημαίνοντος.

Τῆς μισαδελφίας ὁ βόρβορος καὶ αὐτὸς ἀποπλύνεται, ὅταν εὐγνώμονι λογισμῷ δέξωνται τὸ εὐαγγελικὸν ἐκεῖνο λόγιον· Μακάριοι οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τίς οὐ χαίρει τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζεσθαι τέκνον; Ὅτι ἐπλαστούργησεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ διακρατεῖ τὸν κόσμον φιλανθρώπῳ νεύματι, καὶ τῷ βουλήματι αὐτοῦ εἴκει τὰ σύμπαντα, ὑπερβολῇ ἀγαθότητός τε ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε τὰ ὁρώμενα, θέμενος τὸν ἄνθρωπον οἰκονόμον τῶν αὐτοῦ κτισμάτων· ἵνα γενόμενος πιστὸς ἀπολάβῃ τὸν μισθὸν τῶν πέντε ταλάντων, καὶ ἄρξῃ τῶν δέκα πόλεων τῶν ἐν τοῖς Εὐαγγελίοις ἀναγεγραμμένων.

Εἰ δέ τις εὑρεθῇ ὀκνηρὸς ἓν τάλαντον πιστευθεὶς, κατακρύψῃ δὲ τοῦτο, καὶ μὴ προσάγῃ τῷ δεσπότῃ διπλοῦν τὸ τίμημα, τουτέστι, σὺν τῷ αἰσθητῷ καὶ τὸν νοητὸν ἄνθρωπον, ἀλλ᾽ ἄρξηται λέγειν· Ἐφοβήθην ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, καὶ τὰ λοιπὰ ῥήματα τῆς ἀχαριστίας καὶ δυστροπίας· τότε ἀρθήσεται ἀπ᾽ αὐτοῦ καὶ ὃ ἔχει, καὶ ἐκβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρός. Ὁ γὰρ κόσμος οὗτος γυμνάσιον ἐδόθη, ὅστις ποτὲ τὸ λυπεῖσθαι παρέχει τοῖς ἀνθρώποις, ποτὲ δὲ τὸ χαίρειν. Ὁ δὲ ἐν ἀμφοτέροις τούτοις εὐχαρίστως βιώσας, πιστευθήσεται τὴν βασιλείαν τῶν οὐρανῶν. Ὥσπερ γὰρ ἡ τῶν πλουσίων ὑδάτων φορὰ δεξαμένη τὸ ἐπιῤῥέον, πομφόλυγας διανίστησι, καὶ αἱ μὲν αὐτῶν ἅμα τῷ γενέσθαι ἐῤῥάγησαν, αἱ δὲ πλέον ὀγκωθεῖσαι, μετέπειτα καὶ αὐταὶ ἐῤῥάγησαν· τὸν αὐτὸν τρόπον καὶ ἡ θάλασσα τοῦ βίου, τοὺς μὲν πρὸς ὀλίγον φανέντας ἐκάλυψε, τοὺς δὲ ἐπὶ πλεῖον διαρκέσαντας καὶ αὐτοὺς κατεπόντισε. Διὸ τὸν λόγον ἐπαναλάβωμεν· Πᾶσα ἁμαρτίας ὑπόθεσις ταχεῖαν ἔχει τῆς ἀφέσεως τὴν χάριν, ὅταν μετάνοιαν ἔχῃ προτρέχουσαν.

Τῆς ὑπερηφανίας ἡ σηπεδὼν δυσθεράπευτον νόσημα, μισανθρωπίας πρόσχημα, γαῦρον πτῶμα ὕψωμα ἀφ᾽ ἑαυτοῦ καταβαλλόμενον, φαντασία σκιώδης, κάλαμος ὑπ᾽ ἀνέμου σαλευόμενος, καπνὸς εἰς ἀέρα ὑψούμενος καὶ εἰς οὐδὲν διαλυόμενος. Τί νομίζεις, ἆ ἀλαζὸν, πλεῖον κεκτῆσθαι τοῦ πένητος; Οὐδέν. Μὴ σὺ μὲν ἄλλον οὐρανὸν ὁρᾷς, ἐκεῖνος δὲ ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος καταφλέγεται; μὴ σὺ, ὅταν γένηται κρυμώδης ὁ ἀὴρ, σὺ μὲν ὑπὸ τοῦ ἡλίου θάλπῃ, ἐκεῖνος δὲ τῷ κρύει ψύχεται; οὐχ ὁμοίως ἀναπνεῖται τὸν ἀέρα; οὐ τὴν αὐτὴν βαδίζεται γῆν; οὐ τὸ αὐτὸ σῶμα περιβέβληται; οὐ μᾶλλον εὐχαριστεῖν ὀφείλεις τῷ Θεῷ τῷ σοι πιστεύσαντι τοσαῦτα, ὅσα ὁ ἐνδεὴς μετρῆσαι ἐπαρκεῖ;

Λέγω σοι, ἀδελφὲ, τοῦτό σε μᾶλλον ὀφείλει προτρέπειν εἰς ταπεινοφροσύνην. Ὁ γὰρ πλούσιος μετριάζων δείκνυσι τὸ φιλάνθρωπον· ὁ πένης γὰρ καὶ μὴ θέλων ἔχει τὴν ταπείνωσιν. Σὺ οὖν τότε δειχθήσῃ μέγας, ὅτε, ὅπερ ἐκεῖνος ἀνάγκῃ, αὐτὸς προθέσει μετέρχῃ. Εἰ δὲ τούτοις οὐ πείθῃ, ἄκουε τῆς Γραφῆς· Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Εἰ δὲ καὶ τούτων καταφρονεῖς, καταφρονηθήσῃ ὑπὸ τοῦ Θεοῦ· τότε μέλλει τῆς ἀναισθησίας ἡ οἴησις, εἰς μετάρσιον ὕψωμα ἀναγαγεῖν σε βουλομένη, μεγάλως σε ἐπαίρειν, ἵνα μειζόνως σε κατενέγκῃ. Τί γάρ ἐστι πλοῦτος; Ὕλη μεταπηδῶσα ἀφ᾽ ἑτέρου πρὸς ἕτερον· τοῦ γὰρ θανάτου ἐπεισελθόντος, οὗτος μὲν ἀφίσταταί σου, τὰ δὲ ἐξ αὐτῶν κακὰ οὐδέποτέ σου ἀφίστανται.