Σκοπῷ δέ τινι τὸν ἑκούσιον ὑφίσταται θάνατον, καὶ τάχα δὲ προδιαγράφων ἐν τῷ Λαζάρῳ τὴν μετὰ τρεῖς ἡμέρας ἀνάστασιν, καὶ τῇ συντόμῳ προθεσμίᾳ τῆς ὑπὸ γῆν διατριβῆς τοὺς μικροψύχους παραμυθησάμενος, καὶ ἐν προθύροις τοῦ σταυροῦ τὸν φόβον ἀναγκαίως τῶν μαθητῶν ὑπεκλύων, καὶ δεικνὺς ὅτι τὸ τῷ ἑτέρῳ παρ᾽ αὐτοῦ χαρισθὲν καὶ αὐτῷ παρ᾽ ἑαυτοῦ ῥᾳδίως ὑπάρξει, διὰ αὐτῶν τῶν ἔργων ἀμφιβάλλοντας νουθετῶν, καὶ τοιούτῳ τρόπῳ φωνὰς τοῖς πράγμασιν περιάπτων, καὶ δι᾽ ὧν ἐποίει σχεδὸν ταῦτα φθεγγόμενος· οὐδαμοῦ τὴν ἀναληφθεῖσαν ἀνθρωπότητα τῆς θείας ἐνεργείας ἄμικτον ἀπολέλοιπα, ἀλλὰ νῦν μὲν ὡς ἄνθρωπος, νῦν δὲ ὡς Θεὸς ἐγὼ, τῇ μὲν φύσιν ὑποδεικνὺς, τῇ δὲ τὴν οἰκονομίαν πιστούμενος, καὶ διδάσκων τὰ μὲν ταπεινότερα προσάπτειν τῇ ἀνθρωπότητι, ἀνατιθέναι δὲ τὰ ὑψηλότερα τῇ θεότητι, καὶ διὰ τῆς ἀνίσου ταύτης τῶν ἔργων κράσεως τὴν ἄνισον τῶν φύσεων ἕνωσιν ἑρμηνεύων, καὶ διὰ τῆς κατὰ τῶν παθῶν ἐξουσίας δηλοποιῶν τῶν παθῶν τὸ αὐθαίρετον, ἐχαλίνωσα τὴν φύσιν ὡς Θεὸς, ἐπὶ τεσσαράκοντα ἡμέρας παρατείνας τὴν ἀσιτίαν, ἐπείνασα δὲ μετὰ ταῦτα, καὶ ἐκοπώθην ὡς ἄνθρωπος· ἀλλ᾽ ὡς Θεὸς θάλατταν λυττῶσαν ἐκοίμησα· ἐπειράθην ὡς ἄνθρωπος ὑπὸ τοῦ διαβόλου, ἀλλ᾽ ὡς Θεὸς ἐπιτάγματι δαίμονας ἀπήλασα· μέλλω πάσχειν ὑπὲρ ἀνθρώπων ὡς ἄνθρωπος, ἀλλ᾽ ἵνα μὴ ἀσθενείας ὑπολάβητε τὸ γινόμενον, πρὸ τοῦ θάνατον ἐπελθεῖν ἀνακαλοῦμαι τὸν ὑπὸ τοῦ θανάτου κρατούμενον, καὶ τὴν τῆς θεότητος ἐνέργειαν προμηνύσας, τότε τῆς ἀνθρωπότητος τὸ ἀρχαῖον ὄφλημα καταβάλλω, καὶ διαλύσας τὰ δεσμὰ, τότε δεσμοῦμαι, καὶ διὰ τῶν πραγμάτων αὐτῶν [ἐπιδείκνυμι] ὅτι ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.