Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν τετραήμερον Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Η σκοπιμότητα της αναβολής και η φωνή της αναστάσεως

Ανάπτυξη της θείας οικονομίας πίσω από την καθυστέρηση του Κυρίου και ερμηνεία της έγερσης του τετραημέρου νεκρού ως προτύπωση της κοινής αναστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Αὕτη τοῦ Σωτῆρος ἡ διὰ τῶν ἔργων διδασκαλία· εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ λόγῳ τινὶ τὴν κατὰ τὸν Λάζαρον θαυματουργίαν ἐταμιεύετο, οὐκ ἂν δήπου προαγγελθείσης αὐτῷ κατὰ τὴν ὁδὸν τῆς ἀσθενείας τοῦ Λαζάρου· Ἀπέστειλαν γὰρ, φησὶν, ἀδελφαὶ αὐτοῦ πρὸς τὸν Κύριον λέγουσαι, Ἴδε ὃν φιλεῖς ἀσθενεῖ· οὐκ ἂν οὖν τι τοιοῦτον ἀκούσας ἐπὶ πολὺ ἀνεβάλετο, ἀλλ᾽ ὥσπερ ἐπὶ τοῦ ἑκατοντάρχου καὶ τῆς Συροφοινικίσσης ἐποίησεν, καὶ τοῦ μὲν ἀπόντος τὸν παῖδα, τῆς δὲ ἀπούσης τὴν θυγατέρα διέσωσεν· οὕτως ἂν καὶ ἐπὶ τῆς Μάρθας περὶ ἀδελφοῦ δηλούσης ὡς ἀσθενεῖ πεποίηκεν. Νῦν δὲ ἐξεπίτηδες ἀναμένει τὸν θάνατον, καὶ ἐνδιατρίβει ἡ παρολκὴ, καὶ τὴν παρουσίαν ἐκ προνοίας ὑπερτίθεται, ἵνα τὴν κατὰ τοῦ θανάτου νίκην πρὸ τῆς τοῦ θανάτου πάλης ἐνδείξηται· καὶ τρεῖς μὲν ἡμέρας ὑπερτίθεται, πρὸς ἔλεγχον τῆς ἀκριβοῦς τελευτῆς. Ἰουδαίων δὲ παρόντων ἀνοίγει τὸν τάφον, ἵνα κήρυκας τοῦ θαύματος ἐργάσηται τοὺς ἐλαύνοντας· δι᾽ εὐχῆς δὲ καὶ τῆς τοῦ Πατρὸς ἐπικλήσεως ἐγείρει τὸν Λάζαρον, ἵνα μὴ δόξῃ τοῖς τοῦ δημιουργοῦ ἀντιτάττεσθαι νόμοις.

Καὶ βλέπε μοι τὸ παράδοξον· οὐκ εἶπεν, Λάζαρε, ἀνάζησον, ἀλλὰ τί; Λάζαρε, δεῦρο ἔξω, ἵνα διδάξῃ τοὺς παρόντας ὡς οὗτος ἐκεῖνος ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα, ἵνα δείξῃ τοῖς παροῦσιν ὡς οὗτος ἐκεῖνος ὁ Θεὸς ζώντων καὶ οὐ νεκρῶν, ἵνα ἐν καιρῷ τὸ ἀπαρεμπόδιστον τοῦ θείου προστάγματος ἐπιδείξηται, καὶ ἀναμνήσῃ τοὺς περιεστῶτας τοῦ λέγοντος· Γενηθήτω στερέωμα· Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· Λάζαρε, δεῦρο ἔξω· καὶ τοῦτο πρὸς μείζω καὶ βεβαιοτέραν πίστιν τῶν συνδραμόντων, ἵνα ἡ μὲν στολὴ καὶ τὰ δεσμὰ τῇ νεκρότητι μαρτυρήσῃ· ἡ δὲ ἀνυπέρθετος ὑπακοὴ, καὶ ὁ ἀνεμπόδιστος φόβος τὴν δεσποτικὴν αὐθεντίαν κηρύξῃ Λάζαρε, δεῦρο ἔξω· καὶ ὁ διαλελυμένος ὠρθοῦτο, καὶ ὁ σεσηπὼς ᾐσθάνετο· ὁ νεκρὸς ὑπήκουεν, καὶ ὁ δεσμώτης ἔτρεχεν, καὶ ὁ θρηνούμενος ἐσκίρτα. Διὰ τί δὲ κραυγῇ κέχρηται πρὸς τὸ παρὸν ὁ Σωτήρ; φησὶν γὰρ ὁ εὐαγγελιστὴς, Ταῦτα εἰπὼν, φωνῇ μεγάλῃ ἐκραύγασεν, Λάζαρε, δεῦρο ἔξω. Καὶ διὰ τῆς βοῆς τάχα τὴν μέλλουσαν προϋποτυπώσας ἀνάστασιν· Σαλπίσει γὰρ, φησὶν, καὶ οἱ νεκροὶ ἀναστήσονται. Πολλὰ ἔτι ἔχων λέγειν, ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἕλκομαι, καὶ ἀπὸ τάφου πρὸς τάφον με ἐλθεῖν ἀναγκάζομαι.