Τί δὲ λέγω ἀγγέλους, ἀρχαγγέλους, θρόνους, τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, Ἀρχὰς, Ἐξουσίας, τάξεις, χρόνους, καὶ ἐνιαυτοὺς, καὶ μῆνας, καὶ ἑβδομάδας, καὶ ἡμέρας, καὶ ὥρας, καὶ νύκτας, καὶ φῶς, καὶ σκότος, καὶ τὰς τῶν πραγμάτων οὐσίας; Ἔσχατον δὲ ποιήσας τὸν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἑαυτοῦ, ἐν τῷ παραδείσῳ ἔθετο αὐτόν. Ἰδὼν δὲ τὸ ἀνθρώπινον γένος νικώμενον ὑπὸ τῆς τοῦ διαβόλου κακίας, ἐβουλήθη τὴν ἀπαρχὴν τὴν ἡμετέραν ἐνδύσασθαι, καὶ προσηλῶσαι αὐτὴν ἐν τῷ ξύλῳ, ἵν᾽, ὥσπερ διὰ τοῦ ξύλου ἡ παράβασις, οὕτω πάλιν διὰ τοῦ ξύλου ἡ σωτηρία. Ζηλώσας οὖν ὁ διάβολος ὅτι αὐτὸς μὲν ἐκ τοῦ οὐρανοῦ ἐῤῥίφη, ὁ δὲ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἦν, καθάπερ ὅπλῳ χρησάμενος τῷ ὄφει ἐνήργησεν εἰς αὐτόν· καὶ οὕτω προδιελέχθη αὐτοῖς οὖσιν ἐν τῷ παραδείσῳ· ἀσώματος γὰρ σωματικοῖς διαλεχθῆναι οὐκ ἠδύνατο· καί φησι πρὸς τὴν Εὔαν, ὅτι Καλὸν τὸ ξύλον τοῦτο καὶ ὡραῖον εἰς βρῶσιν· καὶ, Ἐν ᾗ ἂν ἡμέρᾳ φάγησθε ἀπ᾽ αὐτοῦ, ἔσεσθε ὡς θεοὶ πάντα γινώσκοντες. Πείσας οὖν τὴν Εὔαν, ἠπάτησεν· εἶτα ἐκείνη συνέπεισε τὸν ἑαυτῆς ἄνδρα, καὶ ἔφαγον ἀπὸ τοῦ ξύλου. Φαγόντων δὲ αὐτῶν ὤφθησαν γυμνοί· καί φησιν ὁ Θεὸς πρὸς τὸν Ἀδάμ· Ποῦ εἶ; Ὅταν ἀκούσῃς, Ποῦ εἶ, μὴ ἄγνοιαν λογίσῃ.