Τὸ γὰρ περὶ τὴν πέψιν πλημμελὲς τοῖς τρυφῶσιν ἀναγκαίως ἀκολουθεῖ· τοῦτο τὰ σφοδρὰ νοσήματα τοῖς σώμασιν ἐνεργάζεται. Τοῦ νηστεύοντος σεμνὸν τὸ χρῶμα, οὐκ εἰς ἐρύθημα ἀναιδὲς ἐξανθοῦν, ἀλλ᾽ ὠχρότητι σώφρονι κεκοσμημένον· ὀφθαλμὸς πραῢς, κατεσταλμένον βάδισμα, πρόσωπον σύννουν, ἀκολάστῳ γέλωτι μὴ καθυβριζόμενον, συμμετρία λόγων, καθαρότης καρδίας. Μνήσθητι τῶν ἀπ᾽ αἰῶνος ἁγίων, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, οἳ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ἐκείνων μίμησαι τὴν ἀναστροφὴν, εἴπερ ζητεῖς αὐτῶν τὴν μερίδα. Τί τὸν Λάζαρον ἐπανέπαυσε τοῖς κόλποις τοῦ Ἀβραάμ; οὐχ ἡ νηστεία; Ἰωάννου δὲ ὁ βίος ἅπας μία νηστεία ἦν· ὃς οὐ κλίνην εἶχεν, οὐ τράπεζαν, οὐ γῆν ἀρόσιμον, οὐκ ἀροτῆρα βοῦν, οὐ σῖτον, οὐ σιτοποιὸν, οὐκ ἄλλο τι τῶν κατὰ τὸν βίον. Διὰ τοῦτο μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἔστιν Ἰωάννου τοῦ Βαπτιστοῦ. Παῦλον δὲ μετὰ τῶν ἄλλων καὶ ἡ νηστεία, ἢν ἐν τοῖς ὑπὲρ τῆς θλίψεως καυχήμασιν ἀπηριθμήσατο, εἰς τὸν τρίτον ἀνήγαγεν οὐρανόν. Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, ὁ Κύριος ἡμῶν νηστείᾳ τὴν σάρκα, ἢν ὑπὲρ ἡμῶν ἀνέλαβεν, ὀχυρώσας, οὕτως ἐν αὐτῇ τοῦ διαβόλου τὰς προσβολὰς ὑπεδέξατο, ἡμᾶς τε παιδεύων νηστείαις ἀλείφειν καὶ παιδοτριβεῖν ἑαυτοὺς πρὸς τοὺς ἐν τοῖς πειρασμοῖς ἀγῶνας, καὶ τῷ ἀντιπάλῳ διὰ τῆς ἐνδείας οἱονεὶ λαβὴν ἐνδιδούς.