ὢ ἔρωτος χρυσοπτέρου, μᾶλλον δὲ Χριστοῦ, τοῦ τὴν ἔχουσαν αὑτὸν ψυχὴν εἰς οὐρανοὺς ἀναφέροντος! Ἤδη ὁ θεῖος ἔρως, ὁ ἄρας αὐτὸν ἀπὸ τῆς γῆς, δενδροβάτην παρεσκεύασεν· οὐκ ἔτι τὰ ἐπίγεια βλέπειν αὐτὸν ἤδη, οὐκ ἔτι ἀνθρώποις συνεχώρησεν αὐτὸν ὁμιλεῖν· ἀλλὰ πρὸς θείαν βλέψας ἀγάπην, τὰ οὐράνια ἐξεδέχετο· ἀπ᾽ ἐκείνων πρὸς ἐκεῖνα ἔτρεχε πρὸς ἃ ἠπείγετο, καὶ ἐπὶ τὸ δένδρον ἀναβὰς περιεβλέπετο τὸν Χριστὸν, καὶ τῇ διανοίᾳ τῆς νεφέλης ἐπέβαινεν. Ἰδὼν δὲ τὸν Χριστὸν ὁ Ζακχαῖος, ἁρμοζόντως ἔλεγε· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Εἶδε Ζακχαῖος τὸν Κύριον, καὶ πλέον πρὸς πόθον ἐξεφλέγετο· ἥψατο αὐτοῦ τῆς καρδίας, καὶ ἄλλος ἐξ ἄλλου ἐγίνετο, ἀντὶ τελώνου ζηλωτὴς, ἀντὶ ἀπίστου πιστὸς, καὶ ἀντὶ λύκου πρόβατον σφραγιδοφόρον. Τίς οὕτω ποθεῖ πατέρα, ἢ μητέρα, τίς οὕτω ποτὲ ἠγάπησε γυναῖκα ἢ τέκνα, ὡς Ζακχαῖος τὸν Κύριον, ὡς ἐξ αὐτοῦ τοῦ πράγματος ἔστι δοκιμάσαι; Πάντα γὰρ αὐτοῦ τὰ ὑπάρχοντα διὰ τὸν Χριστὸν τοῖς πένησιν ἔδωκε, καὶ οὓς ἐσυκοφάντησε, τετραπλασίονα ἀπέδωκεν. Ὢ μαθητοῦ τρόπος ἀγαθὸς, ὢ διδασκάλου ἐπιείκεια καὶ δύναμις θεία, ἐκ τοῦ ὀφθῆναι μόνον τὸν Ἰησοῦν εἰς πρᾶξιν ἐνάγοντα! Οὔπω γὰρ κατηχητικὸν λόγον τῷ Ζακχαίῳ ἔλεγεν ὁ Κύριος, ἀλλ᾽ ὤφθη μόνον τῷ ποθοῦντι, καὶ ἡ τῆς πίστεως δύναμις ὑπὲρ τῆς τοῦ ποθοῦντος καρδίας ἀνείλκετο.