Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ἁγίους μάρτυρας

Ἰωάννης ὁ Χρυσόστομος

Ο αγώνας των μαρτύρων και τα ουράνια έπαθλα

Περιγραφή του μαρτυρικού αγώνα και αντιπαραβολή μεταξύ των επίγειων βασανιστηρίων και της επουράνιας βασιλείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τοὺς ἁγίους μάρτυρας. Φρικτὸς ὁ τῶν μαρτύρων ἀγὼν ἀλλ᾽ ἀθάνατος ἡ μνήμη τῶν εὐσεβῶν, φοβερὸς ὁ θάνατος τῶν ἁγίων ἀλλ᾽ «ἀμάραντος ὁ στέφανος» τῶν ἀνδρείων, ξιφηφόρον τὸ στάδιον τῶν ἀθλητῶν ἀλλὰ στεφανηφόρον τὸ βραβεῖον τοῦ Χριστοῦ. Ξίφη καὶ πῦρ καὶ ὕδωρ τὰ ἆθλα τῶν παλαιστῶν, ἀλλ᾽ οὐρανὸς καὶ παράδεισος καὶ βασιλεία θεοῦ τὰ βραβεῖα τῶν νικητῶν. Ἐπὶ γῆς ἠγωνίζοντο βασανιζόμενοι, ἐν οὐρανῷ δὲ ὡπλίζοντο στεφανούμενοι. Κάτω τὰς ὕβρεις ὑπέμενον καὶ ἄνω τὰς τιμὰς ἐθησαύριζον. Οὐκ ἀντεμάχοντο τοῖς ξίφεσι πολεμούμενοι, ἀλλ᾽ ὑπέμενον «τῇ πίστει ἐνδυναμούμενοι»· οὐ γὰρ ἦν αὐτοῖς ἡ μάχη περὶ γηΐνων πραγμάτων. Οὐ περὶ χρημάτων φθαρτῶν, οὐ περὶ πλούτου κενοῦ τὰ αἴτια τοῦ πολέμου, ἀλλὰ περὶ βασιλείας οὐρανῶν, περὶ «παραδείσου τρυφῆς», περὶ ἀφθάρτου ζωῆς. Περὶ θεοῦ ὁ ἀγών, περὶ πίστεως ἡ πάλη, περὶ ὁμολογίας ἡ νίκη, ἵνα μὴ ἐκπέσωσι τῶν συνθηκῶν ἀλλ᾽ ἵνα μείνωσιν εὐσεβεῖς. Καὶ ἦν ὁ πόλεμος ἔνδοξος καὶ ἡ μάχη οὐράνιος, θεία ἡ παράταξις καὶ ἀγγελικὴ ἡ στρατοπέδευσις ὅπως συνδοξασθῶσι θεῷ, ὅπως ἀπολάβωσι τὴν ἀρχαίαν τιμήν, ὅπως ἀεὶ διαμείνωσιν ἐν Χριστῷ, ὅπως ἔχωσιν ἀνώδυνον ζωήν.