Εὔφορος ἡ χώρα τῆς ὑμετέρας διανοίας, δέχεται τὰ σπέρματα, καὶ εὐθέως δίδωσι τοὺς στάχυας, οὐ δεῖται ἀναβολῆς, οὐδὲ χρόνου· ἀλλὰ φοβοῦμαι τὸν ἐχθρὸν τὸν ὑμέτερον. Ἔξω τῆς ἐκκλησίας ἕστηκεν ὁ διάβολος· εἰς γὰρ τὴν ἱερὰν ταύτην μάνδραν εἰσελθεῖν οὐ τολμᾷ· ἔνθα γὰρ ποίμην Χριστοῦ, λύκος οὐ φαίνεται, ἀλλ᾽ ἔξω τὸν ποιμένα δεδοικὼς ἕστηκεν. Ἂν ἐξέλθωμεν ἐντεῦθεν, εὐθέως μὴ πρὸς συνουσίας ἀκαίρους, ἢ πρὸς λόγους ἀνονήτους, καὶ διατριβὰς ἀκερδεῖς ἑαυτοὺς ἐκδῶμεν, ἀλλ᾽ ὡς ἔχομεν ἐν τῇ μνήμῃ τὰ εἰρημένα, τρέχωμεν οἴκαδε, καὶ καθίσας ἕκαστος μετὰ τῆς γυναικὸς, μετὰ τῶν παίδων μελετάτω μετὰ ἀκριβείας τὰ εἰρημένα. Εἰ δὲ μὴ βούλεσθε οἴκαδε ἀναχωρεῖν, φίλους τοὺς κοινωνοὺς τῆς ἀκροάσεως ὑμῖν συλλέξαντες κατ᾽ ἰδίαν συνεδρεύετε, καὶ τὰ παρ᾽ ἑαυτοῦ φέρων ἕκαστος ἅπερ ἴσχυσε διατηρῆσαι, ἀπηρτισμένην ἐκ δευτέρου ποιεῖσθε τὴν διδασκαλίαν, ἵνα μὴ μάτην ἐνταῦθα συλλέγησθε. Λύχνος γάρ ἐστι τοῦ Θεοῦ τὰ προστάγματα· Λύχνος γὰρ ἐντολὴ νόμου καὶ φῶς, καὶ ζωὴ, καὶ ἔλεγχος, καὶ παιδεία· ὁ δὲ τὸν λύχνον ἀνάπτων, οὐχ ἵσταται ἐπὶ τῆς ἀγορᾶς, ἀλλ᾽ οἴκαδε τρέχει, ὥστε μὴ ἀνέμων προσβολῇ κατασβέσαι τὸ πῦρ, μήτε μακρᾷ διατριβῇ ἀναλῶσαι τὴν φλόγα· οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν.