Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ἁγίους Πέτρον καὶ Ἠλίαν

Ἰωάννης ὁ Χρυσόστομος

Η φυγή του Ηλία, η θεία συγκατάβαση και ο επίλογος

Εξετάζεται η ανθρώπινη αδυναμία του προφήτη κατά τη φυγή του, η οποία παραλληλίζεται με τον απόστολο Πέτρο, και εξάγονται συμπεράσματα για τον παιδαγωγικό σκοπό των πτώσεων των δικαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

σκοπὸς γάρ μοι δεῖξαι, ὅτι ἁμαρτίᾳ ὑπέπεσε· λέγω τὴν ἁμαρτίαν οὐ κατηγορῶν τοῦ δικαίου, ἀλλ᾽ ὑπόθεσιν σωτηρίας πραγματευόμενος, ἵν᾽ ὅταν ἴδῃς ἐκείνους ἁμαρτήσαντας, μὴ ἀπογνόντας δὲ ἑαυτῶν, ἀλλὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τυχόντας, σὺ ἐὰν ἁμαρτήσῃς, περισσοτέραν ἐλπίζῃς τὴν σωτηρίαν. Ἐπειδὴ εἶπεν Ἰεζάβελ, Τάδε ποιήσαιέν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν μοι, εἰ μὴ αὔριον θήσω τὴν ψυχήν σου ὡς τὴν ψυχὴν ἑνὸς ἐξ αὐτῶν, ἤκουσεν Ἠλίας, καὶ ἔφυγεν ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ὢ δειλίας ὑπερβολή! γυναικὸς ἤκουσε ῥῆμα, καὶ τεσσαράκοντα ἡμέρας ὁδῷ βαδίζων ἔφυγεν· οὐ μίαν ἡμέραν, οὐ δευτέραν, οὐ τρίτην, ἀλλ᾽ ἅμα τε ὁ λόγος τῆς γυναικὸς εἰσῆλθεν εἰς τὸν προφήτην, καὶ ἀπὸ τῆς δειλίας οὐκ οἶδε τί ἔπραττε, τοσαύτην φυγὴν ἀπερχόμενος. Τί ἐστί σοι, Ἠλία; σὺ εἶ ὁ τὸν οὐρανὸν κλείσας, καὶ τὴν βροχὴν χαλινώσας, ὁ τῷ ἀέρι ἐπιτάξας, καὶ τὸ πῦρ ἄνωθεν καλέσας, ὁ σφάξας τοὺς ἱερεῖς, ὁ εἰπὼν τῷ βασιλεῖ Ἀχαάβ· Σὺ εἶ ὁ διαστρέφων τὸν Ἰσραὴλ, καὶ ὁ οἶκος τοῦ πατρός σου· ὁ εἰπών· Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου· ὁ τὴν οἰκίαν τῆς χήρας ἅλωνα καὶ δράγματα ποιήσας, [ὁ τοῖς στοιχείοις ἐπιτάξας, λόγον πόρνης ἤκουσας, καὶ ἔφυγες, καὶ μία γυνὴ αἰχμάλωτον ἀπάγει; Αἱ δύο ἀκροπόλεις ὑπὸ γυναικὸς ἠλέγχθησαν· Πέτρος κόρην ἐφοβήθη, καὶ οὗτος τὴν Ἰεζάβελ· τοῖς αὐτοῖς περιέπεσον ἁμαρτήμασι.

Καὶ ἔφυγεν Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ποῦ ἔστιν ὁ ζῆλός σου, Ἠλία, ὅτε ἔλεγες, Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου; ὅτε τὸν βασιλέα ἤλεγχες,] ὅτε τὸ πῦρ ἐκάλεσας; τοσαῦτα ἐποίησας, καὶ μιᾶς γυναικὸς λόγον οὐκ ἐβάστασας; Ποῦ ἔστιν ὁ τόνος σου, ὅτε οὐκ ἤθελες τὸν σὸν Δεσπότην ἀξιῶσαι, ἵνα δῷ ὑετὸν ἐπὶ τῆς γῆς; ἔλεγε γάρ σοι δι᾽ ἐναργῶν ἀποδείξεων· Ἀξίωσόν με δυνάμενον καὶ ἄνευ σοῦ δοῦναι, ἀλλ᾽ οὐκ ἠθέλησα, ἵνα ὥσπερ τῶν κακῶν ἐγένου πρόξενος, οὕτω καὶ τῶν ἀγαθῶν ἄρχων γένῃ. Εἰργάσω γὰρ, Ἠλία, ἔργον ἀσπλαγχνίας μεστόν· ὁ δὲ Θεὸς ἠλέει τὴν συμφορὰν, ὅτι πάντων αὐτὸς κτίστης, καὶ πάντων δημιουργός· ὁμοίως δὲ πάντων κηδεμὼν, καὶ ἠθέλησέ σου χαυνῶσαι τὴν ἀπανθρωπίαν, καὶ σὺ ἐπέμενες αὐτῇ. Ἔλεγέ σοι· Ἐγὼ οἶδα τὴν συμφορὰν τὴν γινομένην, οἶδα τοὺς κλαυθμοὺς τῶν μητέρων, οἶδα τῶν παιδίων τοὺς ὀλολυγμούς· βλέπω τὴν γῆν, ἣν ἐποίησα, ἀφανιζομένην, καὶ θέλω φιλανθρωπεύσασθαι, ἀλλ᾽ οὐ θέλω σε ὑβρίσαι, καὶ ἄνευ γνώμης σῆς ὑετὸν πέμψαι, ἵνα μὴ τῶν κακῶν μὲν σὺ αἴτιος ᾖς, τῶν δὲ καλῶν ξένος, ἀλλὰ τιμῶ σε. Ὢ Δεσπότου φιλανθρωπία εὐνοίᾳ δούλου νενικημένη! Ἀλλ᾽ ὅμως πολλὴν αὐτὸς εἶχεν ἀπόνοιαν ὡς ἀναμάρτητος· νῦν δὲ ἐδείχθη καὶ αὐτὸς ἁμαρτίᾳ ὑποπεπτωκὼς, τοῦ Θεοῦ συγχωρήσαντος καὶ ἐπινοοῦντος, ἵνα ἐξ ὧν αὐτὸς φιλανθρωπίας ἔτυχε, καὶ αὐτὸς ᾖ πρὸς τοὺς ἄλλους μὴ ἀπάνθρωπος.

Καὶ ἔφυγε, φησὶν, Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ποῦ ἔστι τὰ ῥήματα ἐκεῖνα ἃ πρὸς τοὺς πεντηκοντάρχους εἰπὼν, κατέβησε πῦρ, καὶ τούτους κατέκαυσε; Θέλων οὖν δεῖξαι ὁ Θεὸς, ὅτι καὶ ὅτε ἐποίει τὰ θαύματα, οὐκ αὐτὸς ἦν ὁ ἐργαζόμενος, ἀλλ᾽ ἡ τοῦ Θεοῦ δύναμις, καὶ βλέπε τί γίνεται. Ὅτε ὁ Θεὸς ἐνήργει, καὶ βασιλεῖς ἔπιπτον καὶ ἄρχοντες καὶ δῆμοι· ὅτε Θεὸς ἀπέστη, καὶ γυνὴ φοβερὰ ἐπέστη· ἀπέστη ὁ Θεὸς, καὶ ἠλέγχθη ἡ φύσις. Ἀλλ᾽ ὅμως μετὰ τὸ φυγεῖν Ἠλίαν ἡμέρας τεσσαράκοντα, ἦλθε καὶ ἐκάθευδεν ἐν τόπῳ τινὶ, καὶ ἔρχεται πρὸς αὐτὸν ὁ Θεὸς, ὁ Δεσπότης πρὸς τὸν δοῦλον, ὁ κηδεμὼν καὶ φιλάνθρωπος· καὶ τί φησιν; εἰδὼς μὲν διὰ τί ἦλθεν ἐκεῖ, ὅμως δὲ ἐρωτῶν· Τί ὧδε, Ἠλία; καὶ τί σὺ ὧδε; αἰνιττόμενος αὐτοῦ τὴν φυγὴν, ἀντὶ τοῦ. Ἔφυγες ποῦ ἔστιν ἡ παῤῥησία ἐκείνη; Ἵνα μάθῃς, μὴ σαυτῷ θαῤῥεῖν. Τί ὧδε, Ἠλία; καὶ τί σὺ ὧδε; Ἀλλ᾽ ὅμως ὁ Ἠλίας ἀποκρίνεται, ἄλλα μὲν ἔχων ἐν τῇ γνώμῃ, ἄλλα δὲ λέγων.

Τί γὰρ ὁ Ἠλίας πρὸς ταῦτα; Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. Τί οὖν πρὸς αὐτὸν ὁ Θεός; εὐθὺς αὐτὸν ἐλέγχει. Οὐ διὰ τοῦτο ἔφυγες, φησὶν, Ἠλία· οὐ γὰρ σὺ μόνος εἶ ὁ μὴ προσκυνήσας τῇ Βαάλ· εἶτα ἐπάγει ἐλέγχων αὐτόν· Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ. Ἤλεγξε τοίνυν αὐτὸν, ὅτι οὐ διὰ τοῦτο ἔφυγεν, ἀλλὰ διὰ τὸν τῆς γυναικὸς φόβον ἀνεχόμενος· καὶ μία γυνὴ τὸν τοιοῦτον καὶ τηλικοῦτον ἄνδρα δραπέτην καὶ φυγάδα ἐποίησεν, ἵνα μάθῃς, Ἠλία, ὅταν τι παράδοξον ποιῇς, μὴ σαυτῷ ἐπιγράφειν, ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει. Εἶδες πῶς ὅτε ἀπέστη ἡ χάρις, ἠλέγχθη ἡ φύσις; Ἔφυγεν Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ὢ φόβου ἐπίτασις! ὢ δειλίας ὑπερβολή! οὐ μίαν ἔφυγεν ἡμέραν, οὐ δευτέραν, οὐ τρίτην, ἀλλὰ τεσσαράκοντα ἡμέρας, καὶ αὐτὸς τὰς πανερήμους κατέλαβεν, οὐ τροφὴν ἔχων, οὐ σιτηρέσιον ἐπαγόμενος· μεθύων γὰρ ἀπὸ τοῦ φόβου, τούτων οὐκ ἐφρόντιζεν, ἀλλὰ τὰς ἀοικήτους ἐδίωκεν. Εἰσῆλθεν ὁ λόγος τῆς γυναικὸς εἰς τὸν προφήτην, καὶ καθάπερ ζέφυρος σφοδρῶς ἐμπεσὼν εἰς ἱστίον τῇ ῥύμῃ τὴν ὁλκάδα ἀποπέμπει· οὕτως ὁ λόγος τῆς γυναικὸς εἰσελθὼν εἰς τὸν προφήτην, μετὰ πολλῆς ῥύμης αὐτὸν εἰς τὴν ἔρημον ἐξέπεμψε. Ποῦ ἔστιν, Ἠλία, τὰ τῆς παῤῥησίας ἐκείνης; ποῦ τὸ στόμα τὸ φοβερόν;

ποῦ ἡ γλῶττα ἡ ἡνίοχος τῶν ὄμβρων· ποῦ ὁ ἑκατέροις ἐπιτάττων τοῖς στοιχείοις, ποτὲ μὲν οὐρανὸν κλείων, ποτὲ δὲ πῦρ καλῶν ἐπὶ τὴν θυσίαν; Ἀλλ᾽ ὅμως, ὡς προεῖπον, ταῦτα ἐποίει τῆς χάριτος ἐνεργούσης· διὸ καὶ ἐλέγχεται ὑπὸ Θεοῦ.

Ὁρᾷς πῶς μικρῷ ἁμαρτήματι συνεχωρήθη πεσεῖν ἵνα ὁλόκληρον χιτῶνα φιλανθρωπίας ἐνδύσηται; Λοιπὸν, Ἠλία, ἐπαιδεύθης, γενοῦ φιλάνθρωπος ὡς ὁ Δεσπότης σου, ἐξ ὧν ἐπαιδεύθης, ἐξ ὧν ἔμαθες παρὰ τοῦ Δεσπότου σου. Εἶδες πῶς συνεχώρησεν ὁ Θεὸς μικρῷ ἁμαρτήματι περιπεσεῖν τοὺς στύλους ἐκείνους, τοὺς προβόλους, τοὺς πύργους; ἵνα μὴ τῷ ἑαυτῶν ἀναμαρτήτῳ πάντας ἀπὸ τῆς Ἐκκλησίας ἐκκόψωσιν· ἵνα ὅταν ἴδωσί τινα ἁμαρτήσαντα, καὶ θέλωσιν ἀσπλαγχνίαν ἐνδείξασθαι εἰς αὐτὸν, ἀναμνησθῶσι τῆς ἑαυτῶν ἁμαρτίας, καὶ τῆς αὐτῆς αὐτῷ μεταδώσωσι φιλανθρωπίας, ἧς καὶ αὐτοὶ τετυχήκασι παρὰ τοῦ Δεσπότου. Ταῦτα εἰρήκαμεν οὐ τῶν δικαίων κατηγοροῦντες, ἀλλ᾽ ὑμῖν ὁδὸν σωτηρίας προκαταρτίζοντες, ἵνα ὅταν ἁμαρτήσητε, μὴ ἀπογνώσητε τῆς ἑαυτῶν σωτηρίας τῇ μνήμῃ τῶν πεπλημμεληκότων δικαίων, καὶ τῇ μετανοίᾳ τῆς τιμῆς μὴ ἐλαττωθέντων. Εἴπομεν δὲ αὐτῶν πρῶτον τὰς ἀρετὰς, καὶ τότε εἰσηγάγομεν τὰ ἁμαρτήματα. Καὶ σὺ τοίνυν, εἰ καὶ ἁμαρτωλὸς εἶ, μὴ ἀπολειφθῇς τῆς ἐκκλησίας· κἂν δίκαιος ᾖς, μὴ ἀπολειφθῇς, ἵνα ἔναυλον ἔχων τῶν Γραφῶν τὴν γνῶσιν δίκαιος διαμένῃς, μεμνημένος τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τῶν ἀγαθῶν ἐκείνων ὧν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὅτι αὐτῷ πρέπει ἡ δόξα σὺν τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.