Καθάπερ γὰρ εὐπόρου τινὸς τελευτήσαντος, οὐκ οἰκέτας μόνον, οὐδὲ θεραπαινίδας, ἀλλὰ καὶ ἵππους οἱ προσήκοντες σάκκῳ περιβάλλοντες, καὶ τοῖς ἱπποκόμοις αὐτοὺς ἐγχειρίσαντες, ἀκολουθεῖν ἐπὶ τὸ μνῆμα κελεύουσι, τὸ μέγεθος τῆς συμφορᾶς ἐπιδεικνύμενοι, καὶ πρὸς ἔλεον ἅπαντας ἐπισπώμενοι· οὕτω δὴ καὶ τῆς πόλεως ἐκείνης ἀπόλλυσθαι μελλούσης, καὶ τὴν ἄλογον φύσιν σάκκῳ περιέβαλον, καὶ ζυγῷ νηστείας ὑπέβαλον. Οὐκ ἔστι τὰ ἄλογα, φησὶ, λόγῳ μαθεῖν τοῦ Θεοῦ τὴν ὀργὴν, μανθανέτωσαν λιμῷ, ὅτι θεήλατος ἡ πληγή· καὶ γὰρ εἰ κατενεχθείη, φησὶν, ἡ πόλις, οὐχ ἡμῶν μόνον τῶν ἐνοικούντων, ἀλλὰ καὶ τούτων εἷς ἔσται τάφος κοινός. Τὰ τοίνυν μέλλοντα κοινωνεῖν τῆς κολάσεως κοινωνείτω καὶ τῆς νηστείας. Καὶ ἕτερον δέ τι κατεσκεύαζον ἐντεῦθεν, ὃ καὶ οἱ προφῆται ποιοῦσι· καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν ἴδωσι πληγήν τινα ἀφόρητον ἐκ τῶν οὐρανῶν φερομένην, εἶτα τοὺς κολάζεσθαι μέλλοντας ἀπαῤῥησιάστους ὄντας, αἰσχύνης γέμοντας, οὐδεμιᾶς συγγνώμης οὐδὲ ἀπολογίας ὄντας ἀξίους, οὐκ ἔχοντες ὅ τι πράξουσιν, οὐδὲ ὅθεν πορίσονται τοῖς κατακριθεῖσιν ἀπολογίαν, ἐπὶ τὰ ἄλογα καταφεύγουσι, καὶ τὸν ἐκείνων ἐκτραγῳδοῦντες θάνατον, ἀπὸ τούτων ποιοῦνται τὴν ἱκετηρίαν, τὴν ἐλεεινὴν αὐτῶν καὶ πολυθρήνητον ἀπώλειαν προβαλλόμενοι.