Τί οὖν ὁ βασιλεύς; Ἐκέλευσεν εἰς μέσον ἀχθῆναι αὐτοὺς ὥστε πάντοθεν αὐτοὺς φοβῆσαι. Ἀλλ᾽ οὐδὲν ἐκείνους ἐξέπληξεν, οὐχ ὁ θυμὸς τοῦ βασιλέως, οὐ τὸ μόνους ἐν μέσῳ τοσούτων ἀπειλῆφθαι, οὐ τὸ πῦρ ὁρώμενον, οὐχ αἱ σάλπιγγες ἠχοῦσαι, οὐ πάντες εἰς αὐτοὺς πῦρ βλέποντες, ἀλλὰ πάντων τούτων καταγελάσαντες, ὡς εἰς ψυχρὰν πηγὴν ὑδάτων ἐμπίπτειν μέλλοντες, ἐπὶ τὴν κάμινον εἰσῄεσαν, τὴν μακαρίαν ἐκείνην ἀφιέντες φωνὴν, ὅτι Τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν. Καὶ ταύτην οὐχ ἁπλῶς ἐκίνησα τὴν ἱστορίαν, ἀλλ᾽ ἵνα μάθητε, ὅτι κἂν θυμὸς ᾖ βασιλικὸς, κἂν ἐπιβουλὴ στρατιωτῶν, κἂν φθόνος ἐχθρῶν, κἂν αἰχμαλωσία, κἂν ἐρημία, κἂν πῦρ, κἂν κάμινος, κἂν μυρία δεινὰ, τὸν δίκαιον οὐδὲν ἐλέγξαι οὐδὲ φοβῆσαι δυνήσεται. Εἰ γὰρ, ἔνθα ἀσεβὴς ἦν ὁ βασιλεὺς, οὐκ ἐξεπλάγησαν οἱ νεανίσκοι τὸν τοῦ. τυράννου θυμὸν, πολλῷ μᾶλλον ἡμᾶς θαῤῥεῖν χρὴ, φιλάνθρωπον καὶ ἥμερον ἔχοντας βασιλέα, καὶ χάριν εἰδέναι τῷ Θεῷ τῆς θλίψεως ταύτης, ἀπὸ τῶν εἰρημένων μαθόντας, ὅτι αἱ θλίψεις λαμπροτέρους ποιοῦσι, καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώποις, τοὺς εἰδότας αὐτὰς φέρειν γενναίως.