Καὶ τί λέγω κατὰ τὴν ἡμέραν ἐκείνην; εἰς γὰρ τὸν παρόντα βίον τί σε ὠφελῆσαι δυνήσεται τὸ μητρόπολιν εἶναί σου τὴν πόλιν; ἆρα οἰκίαν τις κακῶς διακειμένην ἀπὸ τούτου διώρθωσεν, ἢ πρόσοδόν τινα ἔσχεν, ἢ ἀπὸ τῆς ἀξίας ταύτης ἀθυμίαν ἀπεκρούσατο, ἢ σώματος ἀῤῥωστίαν ἔλυσεν, ἢ κακίαν ψυχῆς ἀπέθετο; Μὴ παίζωμεν, ἀγαπητοὶ, μηδὲ πρὸς τὰς τῶν πολλῶν ὑπολήψεις βλέπωμεν, ἀλλὰ μάθωμεν, τί ποτέ ἐστι πόλεως ἀξίωμα, τί ποτέ ἐστι τὸ ποιοῦν πόλιν μητρόπολιν. Ταῦτα λέγω προσδοκῶν μὲν πάλιν ἀπολήψεσθαι καὶ τοῦτο τὴν πόλιν τὸ σχῆμα, καὶ ἐπὶ τῆς οἰκείας φανήσεσθαι προεδρίας· καὶ γὰρ φιλάνθρωπος ὁ βασιλεὺς καὶ θεοφιλής· βούλομαι δὲ ὑμᾶς, εἰ καὶ ἀποδοθείη, μὴ μέγα ἐπὶ τούτῳ φρονεῖν μηδὲ ἐγκαλλωπίζεσθαι, μηδὲ ἐκ τούτων τὴν πόλιν ἡμῖν σεμνύνειν. Ὅταν ἐθέλῃς τῆς πόλεως εἰπεῖν ἐγκώμιον, μή μοι τὴν Δάφνην εἴπῃς τὸ προάστειον, μηδὲ τὸ πλῆθος καὶ μῆκος τῶν κυπαρίσσων, μηδὲ τὰς πηγὰς τῶν ὑδάτων, μηδὲ τὸ πολλοὺς τὴν πόλιν οἰκεῖν ἀνθρώπους, μηδὲ τὸ μέχρι βαθυτάτης ἑσπέρας ἐπὶ τῆς ἀγορᾶς διατρίβειν μετὰ ἀδείας πολλῆς, μηδὲ τῶν ὠνίων τὴν ἀφθονίαν· αἰσθητὰ ἅπαντα ταῦτα, καὶ μέχρι τοῦ παρόντος μένοντα βίου· ἀλλ᾽ ἐὰν ἔχῃς εἰπεῖν ἀρετὴν, ἐπιείκειαν, ἐλεημοσύνην, παννυχίδας, εὐχὰς, σωφροσύνην, φιλοσοφίαν ψυχῆς, ἀπὸ τούτων κόσμει τὴν πόλιν.