βʹ. Τί δὲ, ἂν τὰς κακηγορίας, ἃς καθ᾽ ἑκάστην ἡμέραν ἀλλήλους λέγομεν κακῶς, εἰς μέσον παραγάγῃ, καὶ τὰς κρίσεις τὰς ἀκαίρους, ἐν αἷς κατακρίνομεν τὸν πλησίον οὐδὲν ἔχοντες πρᾶγμα, ἀλλὰ φιλαίτιοί τινες ὄντες καὶ μεμψίμοιροι, τί δυνησόμεθα ἀπολογήσασθαι καὶ εἰπεῖν; Ἂν δὲ τὰς περιέργους ἡμῶν ὄψεις ἐξετάσῃ, καὶ τὰς πονηρὰς ἐπιθυμίας, ἃς ἔχομεν ἐν διανοίᾳ, πολλάκις αἰσχροὺς καὶ ἀκαθάρτους ἀναδεχόμενοι λογισμοὺς ἀπὸ τῆς ἀνεξετάστου τῶν ὀφθαλμῶν πλάνης, πόσην ὑποστησόμεθα δίκην; Τῆς δὲ λοιδορίας ἡμᾶς ἂν ἀπαιτήσῃ λόγον (Ὃς γὰρ ἂν εἴπῃ, φησὶ, τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρὸς), ἆρα δυνησόμεθα διᾶραι τὸ στόμα; ἢ χᾶναι μὲν ὅλως, ἢ μικρὸν ἣ μέγα τι πρὸς τοῦτο εἰπεῖν; Τὰς δὲ κενοδοξίας, ἃς ὑπομένομεν καὶ εὐχόμενοι καὶ νηστεύοντες καὶ ἐλεημοσύνην ποιοῦντες, ἂν ἐξετάσωμεν, οὐ λέγω ὁ Θεὸς, ἀλλ᾽ ἡμεῖς αὐτοὶ οἱ ἡμαρτηκότες, ἆρα δυνησόμεθα εἰς τὸν οὐρανὸν ἀναβλέψαι; Τοὺς δὲ δόλους, οὓς κατ᾽ ἀλλήλων ῥάπτομεν, νῦν μὲν παρόντα ἐπαινοῦντες τὸν ἀδελφὸν, καὶ ὡς φίλῳ διαλεγόμενοι, ἀπόντα δὲ κατηγοροῦντες, ἆρα ὑποστησόμεθα τὰς ὑπὲρ τούτων κολάσεις; Τί δὲ τοὺς ὅρκους; τί δὲ τὸ ψεῦδος; τί δὲ τὰς ἐπιορκίας, τοὺς ἀδίκους θυμοὺς, τὴν βασκανίαν, ἣν βασκαίνομεν πολλάκις εὐδοκιμοῦσιν, οὐκ ἐχθροῖς μόνον, ἀλλὰ καὶ φίλοις;