Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ἀσθενοῦντας
Μνημόνευση κυριακών θαυμάτων και επίκληση των αγίων
Αναφορά στις θεραπείες του Χριστού και εκτενής επίκληση μαρτύρων, αναργύρων, ιεραρχών και αγγέλων υπέρ ιάσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Μνημόνευση κυριακών θαυμάτων και επίκληση των αγίων
Αναφορά στις θεραπείες του Χριστού και εκτενής επίκληση μαρτύρων, αναργύρων, ιεραρχών και αγγέλων υπέρ ιάσεως.
ὁ τῶν τυφλῶν τὰ ὄμματα φωτίσας, ὁ τῶν λεπρῶν τὰς σάρκας καθαρίσας, ὁ τοὺς νεκροὺς ἀναστήσας· αὐτὸς ἀνάστησον, αὐτὸς ζωοποίησον καὶ μὴ ἀποδώσῃς ἡμῖν κατὰ τὰς ἁμαρτίας ἡμῶν. ὁ τὸν παράλυτον λόγῳ συσφίγξας, ὁ τὴν αἱμοῤῥοῦσαν ἰασάμενος, ὁ τὸν λεγεῶνα θεραπεύσας· αὐτός, Δέσποτα, παρακλήθητι παρακαλῶ, δυσωπήθητι παραινῶ, σπλαγχνίσθητι ἱκετεύω ὡς μακρόθυμος, μή με κατάγῃς εἰς ᾅδου ζῶντα, ἀλλ᾽ αὐτός με ἀνάστησον τῇ ἀοράτῳ σου καὶ πνευματικῇ δεξιᾷ. Ἅγιοι τρεῖς παῖδες οἱ τὴν κάμινον σβέσαντες, ἅγιοι ἑπτὰ παῖδες οἱ ἐν Ἐφέσῳ οἱ ἐκ τῶν νεκρῶν ἀναστήσαντες, βοηθήσατε, ἅγιοι ἐννέα μάρτυρες οἱ ἐν Κυζίκῳ θαυματουργοῦντες, ἅγιοι δέκα μάρτυρες οἱ ἐν τῇ Κρήτῃ τελειωθέντες, ἅγιοι τεσσαράκοντα μάρτυρες οἱ ἐν Σεβαστείᾳ θαυματουργοῦντες, ἅγιοι τριάκοντα καὶ τρεῖς μάρτυρες ἀπὸ Ῥώμην, ἅγιοι τριακόσιοι δέκα καὶ ὀκτὼ θεοφόροι πατέρες οἱ ἐν Νικαίᾳ τῇ πόλει θαυματουργοῦντες, ἅγιοι οἱ μύριοι ἄνδρες οἱ ἐν Θεολόγῳ (sic) τελειωθέντες. ἅγιε Θεράπων ἀπὸ Σμύρνην, ἅγιε Παρθένιε ἀπὸ Λάμψακον, ἅγιε Ἰουλιανὲ ἀπὸ Καισαρίαν, ἅγιε Λεόντιε ἀπὸ Τρίπολιν, ἅγιε Δημήτριε ἀπὸ Θεσσαλονίκην, ἅγιε Γεώργιε ἀπὸ Καππαδοκίαν, ἅγιοι ἀνάργυροι Κωσμᾶ καὶ Δαμιανὲ καὶ Παντελεήμων, Κύρε καὶ Ἰωάννη, Σαμψὼν καὶ Διομήδους (sic), Φλόρε καὶ Λαῦρε καὶ Ἑρμόλαε.
ἅγιε Ἀνδρόνικε σὺν τῇ ἁγίᾳ Ἀθανασίᾳ, ἅγιοι ὁμολογῆται ἀπὸ Ἐδέσσαν τὴν πόλιν, Γούρια, Σαμωνᾶ καὶ Ἄβιβε, οἱ τὴν κόρην ἐκ τοῦ τάφου ἁρπάσαντες καὶ πρὸς τὴν πατρίδα αὐτῆς ἀπαγαγόντες.
ἅγιε Ἀκίνδυνε πρόφθασον, ἅγιε Ἀφθόνιε ἐπισκίασον, ἅγιε Ἐλπιδιφόρε ἀνάστησον, ἅγιε Ἀνεμπόδιστε μὴ παρίδῃς, ἅγιοι ἀνάργυροι προφθάσατε, ἅγιε Παντελεήμων ἀρχιατρὲ ἐπισκίασον, ἅγιοι Κύρε καὶ Ἰωάννη προφθάσατε, ἅγιε Ἀγαπητὲ ἀπὸ Συναώ, ἅγιε Ἰωάννη Θεολόγε, ἅγιε Πέτρε ἀπὸ Ῥώμην, ἅγιε Παῦλε ἀπὸ Δαμασκόν, ἅγιε Εὐθύμιε ἀπὸ Μάδητον, ἅγιε Νικόλαε ἐκ τὰ Μύρα, ἅγιε Βασίλειε ἀπὸ Καισαρίαν, ἅγιε Ἐπιφάνιε ἀπὸ Κύπρον, ἅγιε Ἰωάννη Χρυσόστομε, ἅγιε Θύρσε, Λεύκιε καὶ Φιλήμων, ἅγιε Ἀλύπιε καὶ Προκόπιε, ἁγία δέσποινα Θεοτόκε ἀπὸ Ἀθήνας, ἁγία Ἀναστασία φαρμακολύτρια, ἁγία Βαρβάρα ἀπὸ Πάτρας, ἁγία Μαρίνα ἡ τὸν δαίμονα πατήσασα, ἁγία πρωτομάρτυς Θεοφανοῦ ἀπὸ Κωνσταντινούπολιν, ἁγία Αἰκατερίνα ἀπὸ Ἀλεξανδρείαν, ἅγιε Ἰωάννη προφῆτα καὶ Πρόδρομε καὶ Βαπτιστὰ τοῦ Χριστοῦ, ἅγιοι προφῆται, ἀπόστολοι, μάρτυρες, ὅσιοι καὶ δίκαιοι, πᾶσαι αἱ οὐρανίαι δυνάμεις τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, ἀρχαί, ἐξουσίαι καὶ τὰ πολυόμματα χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα σεραφίμ, ἡ ἀκατάληπτος δύναμις τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, προσπέσατε, δυσωπήσατε τὸν μόνον ὑπεράγαθον θεὸν ὅπως δωρήσητε τὴν δούλην τοῦ θεοῦ Μαρίαν ὑγείαν καὶ σωτηρίαν καὶ ἄφεσιν τῶν συνεχομένων κακῶν καὶ ἀπελάσατε ταύτην τὴν χαλεπὴν ἀσθένειαν ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν· πυρετόν, ἐσωπύρετον, ῥίγους κραταιοῦ, ῥίγους βραχέος, ῥίγους λυμαντικοῦ, νόσος βλαβερά, νόσος χαλεπή, νόσος δεινὴ προσγινομένη, ἐπιπεμπτικὴ καὶ πεποιημένη.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.