Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ἀσθενοῦντας

Ἰωάννης ὁ Χρυσόστομος

Εξορκισμός των ασθενειών και τελική δοξολογία

Διαταγή απομάκρυνσης της νόσου και της δαιμονικής ενέργειας από το σώμα της ασθενούσης, και ολοκλήρωση της ευχής με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

ἐξορκίζω ὑμᾶς τὰς οβʹ ἀσθενείας, ἃς ἔχει ὁ ἄνθρωπος, ἀναχωρεῖν ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν, μὴ ἀπὸ οὐρανοῦ κατῆλθεν ἡ ἀσθένεια ἢ ἀπὸ ἀστέρων ἢ ἀπὸ ἡλίου ἢ σελήνης, μὴ ἀπὸ ζώφου νεφέλης, μὴ ἀπὸ κρυεροῦ ἀέρος, μὴ ἀπὸ βροντῆς ἢ ἀπὸ ἀστραπῆς κατῆλθε, μὴ ἀπὸ σεισμοῦ ἢ κτύπου καὶ συμπτωμάτων, μὴ ἀπὸ ὀρέων κοιλάδων ἢ φάραγξ ἢ πλαγίων, μὴ ἀπὸ βουνοῦ ἢ κάμπου ἢ πεδίων, μὴ ἀπὸ λίθου ἢ ὕδατος ἢ πηγῆς ἢ ὁδοῦ ἢ ποταμοῦ ἢ χώρας ἢ ἀγροῦ ἢ περιβολίου, μὴ ἐν κήπῳ ἢ ἐν παραδείσῳ, μὴ ἐν διόδοι(ς) ἢ ἐν τριόδοι(ς), μὴ ἐν εἰσόδοις ἢ ἐν ἐξόδοις, μὴ ἐν αὐλῇ λουτροῦ ἢ φούρνου ἢ τρωχάλου, μὴ ἐν θύρᾳ ἢ ἐν θυρίδι ἢ ἀνωγέων ἢ κατωγέων ἢ αὐλῆς ἢ ἁλωνίου, καὶ ἦλθες πειρᾶσαι τὴν δούλην τοῦ θεοῦ. μή τις ἐπαοιδὸς φθόνῳ εἰργάσατο ἢ περιεποιήσατο ἢ ἀπὸ φαρμάκου ἢ φθόνου ἢ ζήλου, μὴ ἀπὸ βαρέων αἰσχρῶν ὀφθαλμῶν, μὴ ἀπὸ βασκοσύνης καὶ πάσης ἄλλης συμφορᾶς ἐπερχομένης, μὴ πρηστηριακὸν ἢ βουβιατικὸν ἢ ἐπιπεμπτικὸν ἢ κεφαλικὸν ἢ χειρῶν καρδίας καὶ ποδῶν ἢ δαιμονικὸν φασματικὸν ἢ καλὶς τῶν ὀρέων, μὴ ὀνοσκελιακὸν ἢ νεραΐδων, μὴ τῶν ἐν ζώφῳ ἀέρων πετωμένων καὶ ἤλθατε ἀδικῆσαι τὴν δούλην τοῦ θεοῦ. μὴ κεφαλόπονον ἢ ὀφθαλμόπονον ἢ ὀδοντόπονον ἢ στηθόπονον ἢ φρενόπονον ἢ χειρόπονον. μὴ δυσουρίας ἢ τρισουρίας ἢ ἐνσόχασιν ἢ ἐξόχασιν ἢ ὑστέρα(ν) ἢ στρόφου ἢ ἀρμόπονον ἢ τζίρματος ὀμαλικὸν ἢ ἄϋπνον ἢ πολύϋπνον.

ἐξορκίζω ὑμᾶς εἴ τι ἄν ἐστιν ἀδικῶν τὴν δούλην τοῦ θεοῦ· ἀναχωρήσατε καὶ ἀπέλθατε εἰς τὰ ἄγρια ὄρη ὅπου ἂν εἷσαι κατακείμενον καὶ ἀδικῶν τὴν δούλην τοῦ θεοῦ. ἀναχωρήσατε καὶ ἀπέλθατε εἰς τὰ ἄγρια ὄρη μὴ ἐν τρίχεσι κεφαλῆς, μὴ ἐν μυελοῦ κάρας, μὴ ἐν κρανίου ἢ ἡμικράνου, μὴ ἐν μετώποις ἢ κροτάφοις ἢ βλεφάροις ἢ φρεσίν, μὴ ἐν μυκτήραις ἢ ὠτίοις, μὴ ἐν στόμασιν ἢ μύλεσιν ἢ χείλεσιν ἢ ὀδοντίοις, μὴ ἐν τραχήλοις ἢ ὠμοπλάταις χειρῶν, μὴ ἐν στήθοις ἢ φλεγμονίοις ἢ καρδίᾳ καὶ πᾶσα ὑγρίς, μὴ ἐν ῥάχεσι καπούλοις ἢ ὀμφαλοῖς καὶ ὑπογάστροις, μὴ ἐν γόνασι ποδῶν ἢ ἀστραγάλοις ἢ δακτύλοις καὶ ὀνύχοις ὅπου ἐὰν κατακείμενον καὶ ἀδικῶν καὶ ἐμφωλεῦον αὐτῇ, ἀναχώρησον καὶ ἄπελθε ἐπὶ τὰς τῶν ποιησάντων κεφαλὰς καὶ ἐπιπέμψαντα καὶ τῶν συνειδότων, μήτε ξένος ἐποίησεν ἢ ἴδιος ἢ παραδότης ἢ δοῦλος ἢ ἐλεύθερος, μὴ φαρμακοπάοιδος, μὴ γυλοῦ ἢ στρίγγος ἢ στρίγγα ἢ φθονερὸς ἄνθρωπος. ἐξορκίζω ὑμᾶς, πάντα τὰ ἀκάθαρτα παθήματα, κατὰ τοῦ μεγάλου ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ κατὰ τῆς ἀχράντου αὐτοῦ κορυφῆς καὶ κατὰ τῆς κραταιᾶς αὐτοῦ δεξιᾶς, ἀναχώρησον ἀπὸ τὴν δούλην τοῦ θεοῦ.

ὁρκίζω σε κατὰ τοῦ κρεμάσαντος τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὁρκίζω σε κατὰ τοῦ θεμελιώσαντος τοὺς οὐρανοὺς ἐν ἀβάτοις εἰλίξιν, ὁρκίζω σε εἰς τὸν θρόνον τοῦ θεοῦ τὸν ἀσάλευτον, ὁρκίζω σε κατὰ τῶν μακαρίων δυνάμεων καὶ ἀΰλων ταγμάτων, ὁρκίζω σε κατὰ τῶν τεσσάρων ἀρχαγγέλων Μιχαήλ, Γαβριὴλ καὶ Οὐριὴλ καὶ Ῥαφαήλ, ὁρκίζω σε κατὰ τῶν εἴκοσι τεσσάρων πρεσβυτέρων τῶν λειτουργούντων τὸν θρόνον τοῦ θεοῦ, ὁρκίζω σε κατὰ τῶν δώδεκα ἀποστόλων· ἔξελθε καὶ ἀναχώρησον ἀπὸ τὴν δούλην τοῦ θεοῦ Μαρίαν καὶ δὸς αὐτήν, Δέσποτα Κύριε, ὑγείαν, ζωήν, εἰρήνην, μακροημέρευσιν ὅπως δοξασθῇ καὶ παρ᾽ αὐτῆς τὸ πανάγιον ὄνομά σου τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.