Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς δώδεκα ἀποστόλους

Ἰωάννης ὁ Χρυσόστομος

Το έργο και η μαρτυρία των Πρωτοκορυφαίων Πέτρου και Παύλου

Εγκώμιο στον απόστολο Πέτρο, με έμφαση στη μετάνοιά του έπειτα από την άρνηση, και περιγραφή της μεταστροφής του Παύλου, αναδεικνύοντας την κοινή μαρτυρική τους θυσία και μεσιτεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ἡγείσθω τοίνυν τοῦ λόγου Πέτρος, ἐπειδὴ καὶ πρότερος εἰς τὸν ἀμπελῶνα τοῦ Κυρίου μεμίσθωται, Πέτρος τῆς τοῦ καλοῦ ποιμένος ἀγέλης τὸ πρωτότοκον πρόβατον, Πέτρος ὁ ἀπὸ λίμνης εἰς οὐρανὸν ἀναβὰς, ὁ τοὺς ναύτας ἀφεὶς, καὶ συλλαλεῖν ἀγγέλοις ἀξιωθεὶς, ὁ τὴν ὁλκάδα καταλιπὼν, καὶ τὴν Ἐκκλησίαν παραλαβὼν εἰς κυβέρνησιν· ὁ κλειδοῦχος τῶν οὐρανῶν προσκληθεὶς, καὶ τὸ δεσμοῦν καὶ λύειν ἐπὶ γῆς ἐν ἐξουσίᾳ δεξάμενος· ὁ πρὸς τὴν κλῆσιν ταχὺς, καὶ πρὸς τὴν πίστιν ἀνενδοίαστος, καὶ περὶ πάντα θερμὸς τοῦ Διδασκάλου συνήγορος, Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, φθεγξάμενος· ὁ συναποθνήσκειν τῷ Δεσπότῃ προθέμενος, καὶ μέχρι τῆς αὐλῆς τοῦ Καϊάφα τῷ δεδεμένῳ λυτρωτῇ συνεισερχόμενος· ὁ καὶ ἀρνούμενος συγγνωστὸς, καὶ μεταμελόμενος θαυμαστός. Οὐδὲ γὰρ μέμψεως τοσοῦτον διὰ τὴν ἄρνησιν, ὅσον μακαρισμοῦ διὰ τὴν μετάνοιαν ἄξιος. Ἡμῖν γὰρ καὶ σφαλλόμενος ὠφέλιμος, ὅτι ταχὺ δακρύσας τὸ πταῖσμα κατέκλυσε, καὶ πρὸς μικρὸν σαλευθεὶς, εἰς αἰῶνα τῶν πιστῶν εὑρέθη θεμέλιος. Ἂν γὰρ σκοπήσῃς, ἀγαπητὲ, τὸν τότε καιρὸν τῆς εὐκαίρου δειλίας, οὐκ ἂν εὕροις πολὺ τὸν Πέτρον πρὸς τὴν μέμψιν ὑπεύθυνον.

Ὅτε γὰρ ἥλιος ἔφυγεν, οὐρανὸς ἐκρύπτετο, γῆ ἐσαλεύετο, πέτραι διεθρύπτοντο, οὐ δυνάμεναι φέρειν τὴν ὕβριν τοῦ κτίσαντος· τότε Πέτρος ὤκλασε, τότε ὁ κορυφαῖος ἠρνήσατο· καὶ τὸν ἄλογον τῆς ἡμέρας ἄγγελον, ἔλεγχον εὐθὺς εὗρε τῆς προῤῥηθείσης ἀρνήσεως· Πρὶν ἀλέκτορα φωνῆσαι, ἀπαρνήσῃ με τρίς. Ἀλλὰ πρῶτος ἀρνησάμενος, πρῶτος ἐπὶ τὸν τάφον ἔδραμε, πρῶτος εἶδεν ἀναστάντα τὸν ζωοδότην τῶν νεκρῶν, παρὰ Μαρίας μαθὼν ὅπερ αὐτῷ οὐκ ἐθάῤῥησεν ὁ ἐπάνω τοῦ λίθου καθήμενος ἄγγελος.

Ἀλλ᾽ ἔλθῃ μετ᾽ αὐτὸν εἰς μέσον Παῦλος ὁ πάνσοφος τῆς οἰκουμένης ῥήτωρ, ὁ ἀπὸ λύκου ἀμνὸς, ὁ ἐξ ἀκανθῶν βότρυς, ὁ ἐκ ζιζανίων σῖτος, ὁ ἀπὸ ἐχθροῦ φίλος, ὁ ἀπὸ Ἑβραίων μένων Ἑβραῖος, ὁ παρ᾽ ἐκείνοις Σαῦλος ἐμπνέων ἀπειλῆς καὶ φόνου, παρ᾽ ἡμῖν δὲ Παῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπόστολος, ὁ ἀπὸ βλασφήμου θεολόγος, ὁ ἀπὸ διώκτου εὐαγγελιστὴς, ὁ ἀπὸ πειρατοῦ κυβερνήτης, ὁ ἀπὸ προδότου στρατιώτης· ὁ μετὰ Πέτρου τὴν Ῥώμην λαχὼν εἰς ταφὴν, καὶ μετ᾽ αὐτοῦ καὶ ταύτην μὴ παρορῶν τὴν Συχέμ· ὁ κατὰ τὸν Βενιαμὶν τοῦ Ἰωσὴφ ἀδελφὸς, καὶ κατὰ τὴν Θέκλαν καὶ τῶν παίδων πατὴρ καὶ διδάσκαλος· ὁ πρὸ τῆς Δαμασκοῦ τυφλὸς, καὶ καθ᾽ ἑκάστην πόλιν τοῦ κηρύγματος ὀφθαλμός· ὁ ἐξ οὐρανοῦ κληθεὶς, καὶ εἰς οὐρανὸν ἁρπαγείς· ὁ θεωρήσας τὸν παράδεισον πρὸ τῆς ἐντεῦθεν ἀφίξεως, καὶ τὸν στέφανον τῆς νίκης ἔτι παλαίων λαβὼν, καὶ πάλιν, ὡς λέγει, χρεωστούμενον. Τί γάρ φησιν;

Ὃν ἀποδώσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Παῦλος ὁ ἐξ ἐσχάτων πρῶτος, ὁ ἀπὸ ἐκτρωμάτων τέλειος ἀνὴρ, ὁ καὶ διώκων ἡδὺς, καὶ διωκόμενος γλυκύς· ὁ Ῥωμαῖος, καὶ Φαρισαῖος, καὶ πάντα τοῖς πᾶσι διὰ πίστιν γενόμενος. Ὁ Χριστὸς γὰρ ὁ εἰπὼν Πέτρῳ, Δεῖ σε παθεῖν, εἶπε καὶ περὶ Παύλου, ὅσα αὐτὸν ἔδει ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ παθεῖν, ἵνα ὁ μὲν σταυρούμενος, ὁ δὲ τὴν κεφαλὴν τεμνόμενος, μίαν πίστιν κηρύξαντες, ἕνα δρόμον τελέσαντες, μάρτυρες ἀληθεῖς τῆς ἀναστάσεως ἔσωνται τοῦ παθόντος καὶ ταφέντος καὶ ἀναστάντος, ὡς εἶδε, καὶ εἰς τὸν κόλπον τοῦ Πατρὸς φθάσαντος, ὅνπερ οὐδέποτε καταλέλοιπε. Πρὸς οὓς αὐτὸς ὁ Δεσπότης προφητικῶς διαλέγεται· Κυκλώσατε τὴν νέαν ταύτην Σιὼν, καὶ περιλάβετε αὐτήν· τουτέστι, Φυλάξατε, τειχίσατε, ταῖς εὐχαῖς ὀχυρώσατε, ἵνα, ὅταν εὐκαίρως ὀργίζωμαι, καὶ σαλεύω τὴν σύμπασαν, βλέπων τὸν ὑμῶν ἀτελεύτητον τάφον, καὶ ἅπερ ἑκουσίως δι᾽ ἐμὲ βαστάζετε στίγματα, νικῶ τὸν θυμὸν εὐσπλαγχνίᾳ, καὶ προλαμβάνω τὴν ὑμῶν διὰ ταύτην πρεσβείαν.

Ἱερωσύνην γὰρ καὶ βασιλείαν ὅταν ἴδω δακρύουσαν, εὐθὺς πρὸς οἶκτον ὡς συμπαθὴς ἐπικάμπτομαι, καὶ τῆς ἐμῆς ἐκείνης φωνῆς ἐπιμέμνημαι· Ὑπερασπιῶ τῆς πόλεως ταύτης διὰ Δαυῒδ τὸν δοῦλόν μου, καὶ Ἀαρὼν τὸν ἅγιόν μου· οἵτινες ὡς ὑμεῖς ὁμονοήσαντες τῇ πίστει, καὶ τὰς ἀξίας αὐθαιρέτῳ ταπεινοφροσύνῃ καλύψαντες, καὶ τῇ στολῇ δείξαντες τῆς ψυχῆς τὴν ταπείνωσιν, πολλάς μοι τῶν μαθητῶν μυριάδας προσήνεγκαν, ἐμὲ φερούσας, καὶ παρ᾽ ἐμοῦ τῷ κόσμῳ τὸν ἱλασμὸν αἰτούσας. Εἶπον γὰρ, Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε.