Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς κατηχουμένους

Ἰωάννης ὁ Χρυσόστομος

Ο αιφνίδιος θάνατος και η αναγκαιότητα άμεσης μετάνοιας

Προειδοποίηση προς τους κατηχουμένους για την αποφυγή αναβολής του βαπτίσματος, με έμφαση στο άδηλο του τέλους του βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ἄκουε, κατηχούμενε· πηγὴ ζωῆς οὐ μόνον καλεῖ, ἀλλὰ καὶ παρακαλεῖ· Δεῦτε γὰρ, φησὶ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Πρὸς ὅλην μου τοῦ γένους τὴν εὐεργεσίαν ηὐτρέπισμαι· ὄμβρῳ θέλω χαρισμάτων ἀφεῖναι πηγήν. Δεῦτε πάντες· κἂν μυριάδες ἀσθενῶσι, προσίτωσαν. Μηδεὶς ἀτονεῖν με τὸν ἰατρὸν νομιζέτω τὴν οἰκουμένην ἰώμενον· οὐ κάμνω θεραπεύων, εἰ κτίζων οὐκ ὤκνησα· οὐκ ἐλέγχει μου τὴν εὐπορίαν ὁ κόσμος τὰ ἐμὰ μεριζόμενος· πένης παρέχων οὐ γίνομαι, ἁρπαζόμενος χαίρω, ἐκφορούμενος τέρπομαι· οὐκ ἐλαττοῦμαι κενούμενος, καὶ κλεπτόμενος ἥδομαι· καὶ μάρτυς ἡ αἱμόῤῥους κλέψασα, καὶ διὰ τοῦτο ψυχὴν ἅμα καὶ σῶμα στεφθεῖσα. Δεῦτε, πάντες οἱ κοπιῶντες. Εἶδες, φιλόχριστε, πόση ἡ τοῦ κτίσαντος περὶ τὸ γένος φιλοτιμία; Τί οὖν ἀμελεῖς, ὦ κατηχούμενε; τί βραδύνεις; Πρόσελθε τῷ Δεσπότῃ καλοῦντί σε.

Οὐκ ἀκούεις τοῦ σοφοῦ παραινοῦντος καὶ λέγοντος· Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, καὶ μὴ ὑπερτίθου ἡμέραν ἐξ ἡμέρας· ἐξαπίνης γὰρ ἐλεύσεται ἡ ὀργὴ Κυρίου; Συντέμνει δὲ τὸν χρόνον, ἰδὼν τὴν τῶν ἀνθρώπων φύσιν ῥᾳδίως καὶ ἐν βραχεῖ τρεπομένην. Πολλοὶ γὰρ δόντες ἑαυτοὺς μικροτέραις ὑπερθέσεσι, τὴν ἐξ ἀμφοτέρων ἐλπίδα σοφῶς ἐνόμισαν ταμιευσάμενοι, μήτε τῶν προσδοκωμένων ἀμοίρησιν ἐλπίζοντες, καὶ τὸ καταχρήσασθαι τέως τῷ βίῳ κέρδος ἡγούμενοι, οἳ πρὸ τῆς ἀπολαύσεως τῶν ἀναγκαίων ἡρπάγησαν, ταῖς αἰωνίαις ἀποδοθέντες βασάνοις καὶ κολάσεσι· καὶ ὡς ἐνόμισαν χρόνον κλέπτειν βραχὺν, ὅλην οὐκ ἐνόησαν τὴν σωτηρίαν κλεπτόμενοι, ἐξαίφνης ἀνάρπαστοι καὶ πρὸ τοῦ γήρως γενόμενοι. Διὰ τοῦτο ὁ Δεσπότης Χριστὸς κλέπτην ὠνόμασε τοῦ ἀνθρώπου τὸν θάνατον· Ὡς κλέπτης γὰρ, φησὶν, ἐν νυκτὶ, οὕτως ἔρχεται· ἵν᾽ ἡμεῖς πρὸς τὸ ἀόριστον τῆς ἐπιβουλῆς ταραττόμενοι, τὴν προθεσμίαν τοῦ πλείονος χρόνου μὴ ἐπελπίζωμεν. Οὐ γὰρ ἐξουσιάζομεν τῆς χρονικῆς ὑπερθέσεως, οὐ κυριεύομεν τοῦ ζῆσαι καιρὸν ὅσον ἐθέλομεν. Τούτου γὰρ χάριν τὴν γνῶσιν οὐκ ἐπιστεύθημεν τῆς ἑαυτῶν μεταστάσεως, ἵνα τὴν ἀμετρίαν τῶν ἁμαρτιῶν ἐλαττώσωμεν, τῇ δειλίᾳ τοῦ θανάτου σωφρονεῖν παιδευόμενοι. Ἀριθμήσωμεν τοὺς καθ᾽ ἑκάστην ἡμέραν προπεμπομένους ἐπὶ τὰ μνήματα, σκοπήσωμεν ὡς τοῖς γεγηρακόσι πολὺ τὸ πλῆθος τῶν νεαζόντων ἐνεμέμικτο.

Διὰ τί τοίνυν, ὦ κατηχούμενε, παρορᾷς τῆς ἑαυτοῦ ψυχῆς τὴν ἀσφάλειαν, καὶ τὸν φόβον τοῦ θανάτου παραπεμψάμενος, τὸν χρόνον ὡς ἰσχυρὸν ἀγωνιστὴν ἐπαγγέλλῃ μοι; πόσοι τῶν ἀνθρώπων ἐπιτερπόμενοι ταῖς τοῦ βίου ἡδοναῖς, καὶ ἐπὶ τῆς σαρκὸς γενναιότητι, ὡς ἀμεταβλήτῳ δυναστείᾳ, καυχώμενοι, καθάπερ χοῦς ὑπὸ λαίλαπος, ἀθρόον ἐπὶ τὴν ταφὴν ἀνηρπάσθησαν! Οὐκοῦν ἐπειδὴ τὸν χρόνον ἑαυτοῖς ὁρίσαι τῆς ζωῆς οὐκ ἰσχύομεν, τὸν φόβον τῆς τελευτῆς μὴ ἑλκύσωμεν. Πόσους ῥᾳθυμήσαντας, καὶ μακροχρόνιον ζωὴν προσδοκήσαντας, ἐξαίφνης ἐμπρησμὸς κατετέφρωσε; πόσοι σεισμῷ κατεχώσθησαν; πόσους πλέοντας ἐκάλυψε θάλασσα; πόσους αἰφνίδιον τῆς γῆς ὑπεδέξατο χάσμα; πόσους ὁδοιποροῦντας ἀθρόον παρέσυραν ποταμοὶ πλημμυρίσαντες; πόσοι θηρίοις καὶ λῃσταῖς περιπεσόντες ἀπώλοντο; πόσους ἡ τῶν πολέμων ἐθέρισε μάχαιρα; πόσους ἐδαπάνησαν ἔφοδοι νοσημάτων αἰφνίδιοι; πόσοι τῆς ἑαυτῶν χωρισθέντες πατρίδος τὸ τοῦ θανάτου ἐδέξαντο σύνθημα, καὶ οὐδὲ τῆς κοινῆς ταφῆς ἠξιώθησαν; Οὐκ ἀκούεις συνεχῶς τοῦ Δεσπότου βοῶντος, καὶ τὴν ἐγγύτητα τοῦ τέλους μηνύοντος· Ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται; Τίς ἡ ἀξίνη; Ὁ θάνατος. Τίς ἡ ῥίζα; Ἡ ζωὴ τοῦ ἀνθρώπου.

Τίς ὁ κόπτων; Ἡ τοῦ Δεσπότου ἀπόφασις, ἥτις ἐν τῷ κόπτειν βοᾷ· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Οὐκοῦν ταύτης ἀφιστάμενοι προσέλθωμεν τῷ καλοῦντι Χριστῷ· δράμωμεν ἐκ τοῦ σκότους πρὸς τὸ φῶς μεταγόμενοι, δράμωμεν πρὸς τὸν ἀναπαύοντα Κύριον, ὑποτάξαντες τὴν σάρκα τῷ πνεύματι· δράμωμεν, ἐπειχθῶμεν τοῦ θανάτου ταχύτερον, προλάβωμεν ἀγγέλους ἐπὶ τὴν ἡμετέραν ἐρχομένους παράστασιν. Ὡς λόγος ἐστὶν ὁ παρὼν βίος, καὶ ὡς σκιὰ παρατρέχει τῆς ζωῆς τὸ διάστημα. Ὁ χρόνος δαπανᾶται, ὁ τρόπος οὐ βελτιοῦται· αἱ πράξεις προτρέχουσιν, ὁ κριτὴς περιμένει, κατεπείγει τὸ πρόσταγμα, παριστῶσιν οἱ ἄγγελοι, κατηγορεῖ ἡ συνείδησις, καὶ τί δράσομεν πρὸς κρίσιν καλούμενοι; Οὐκοῦν πολιτείας ἀγαθῆς ἐρασθῶμεν, μισήσωμεν τὴν τοῦ ἁμαρτάνειν συνήθειαν, τῆς μελλούσης ἀπολογίας φροντίσωμεν, κτησώμεθα καθαρότητα βίου· οἱ γὰρ καθαροὶ τῇ καρδίᾳ, αὐτοὶ τὸν Θεὸν ὄψονται.