Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς μάρτυρας Ἰουβεντῖνον καὶ Μαξιμῖνον

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και έπαινος των νέων μαρτύρων

Εισαγωγή στο εγκώμιο των μαρτύρων Ιουβεντίνου και Μαξιμίνου και σύγκριση της άφθαρτης δόξας των παλαιών και των νέων μαρτύρων της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

Τοῦ αὐτοῦ ὁμιλία ἐγκωμιαστικὴ εἰς τοὺς ἁγίους μάρτυρας Ἰουβεντῖνον καὶ Μαξιμῖνον τοὺς μαρτυρήσαντας ἐπὶ Ἰουλιανοῦ τοῦ Ἀποστάτου. αʹ. Ὁ μακάριος Βαβύλας πρώην ἡμᾶς ἐνταῦθα μετὰ παίδων τριῶν συνήγαγε· σήμερον στρατιωτῶν ξυνωρὶς ἁγίων τὸ τοῦ Χριστοῦ στρατόπεδον ἐπὶ τῆς παρατάξεως ἔστησε· τότε ἅρμα μαρτύρων, νῦν ξυνωρὶς μαρτύρων.

Διάφορος ἡ ἡλικία, ἀλλὰ μία ἡ πίστις· ποικίλα τὰ παλαίσματα, ἀλλ᾽ ἡ αὐτὴ ἀνδρεία· ἐκεῖνοι παλαιοὶ κατὰ τὸν χρόνον· οὗτοι νέοι καὶ πρόσφατοι. Τοιοῦτος τῆς Ἐκκλησίας ὁ θησαυρὸς, νέους καὶ παλαιοὺς ἔχων μαργαρίτας· ἀλλ᾽ ἓν ἁπάντων τὸ κάλλος. Οὐκ ἀμαυροῦται τὸ ἄνθος αὐτῶν, οὐ καταῤῥεῖ τῷ χρόνῳ· οὐ δέχεται παλαιότητος ἰὸν τῆς λαμπρότητος ταύτης ἡ φύσις· ἡ μὲν γὰρ σωματικὴ περιουσία εἴκει καὶ παραχωρεῖ τῷ μήκει τοῦ χρόνου· καὶ γὰρ ἱμάτια δαπανᾶται, καὶ οἰκίαι καταλύονται, καὶ χρυσίον ἰοῦται, καὶ πᾶσα τῆς αἰσθητῆς ταύτης περιουσίας ἡ φύσις διαπίπτει τῷ χρόνῳ καὶ ἀφανίζεται. Ἐπὶ δὲ τῶν πνευματικῶν θησαυρῶν οὐχ οὕτως· ἀλλ᾽ ἀεὶ καὶ διαπαντὸς ἐν ἴσῃ μένουσιν ἀκμῇ καὶ νεότητι λάμποντες καὶ ἀποστίλβοντες τὴν τῆς οἰκείας λαμπρότητος δόξαν οἱ μάρτυρες. Ὃ δὴ καὶ ὑμεῖς εἰδότες, οὐχ ἑτέρως μὲν τοὺς παλαιοὺς, ἑτέρως δὲ τοὺς νέους τιμᾶτε· ἀλλὰ μετὰ τῆς αὐτῆς προθυμίας, μετὰ τοῦ αὐτοῦ φίλτρου, μετὰ τῆς αὐτῆς διαθέσεως, ἅπαντας τιμᾶτε καὶ ἀποδέχεσθε. Οὐ γὰρ χρόνον ἐξετάζετε, ἀλλ᾽ ἀνδρείαν ἐπιζητεῖτε, καὶ ψυχῆς εὐλάβειαν, καὶ πίστιν ἀκλινῆ, καὶ ζῆλον ἐπτερωμένον καὶ θερμὸν, καὶ τοιοῦτον, οἷον οἱ σήμερον ἡμᾶς συναγαγόντες ἐπεδείξαντο.

Οὕτω γὰρ ἔζεον τῷ κατὰ Θεὸν πόθῳ, ὡς δυνηθῆναι χωρὶς διωγμοῦ μαρτυρίου στέφανον ἀναδήσασθαι, χωρὶς μάχης στῆσαι τρόπαιον, χωρὶς πολέμου νίκην ἄρασθαι, χωρὶς συμβολῆς τὸ βραβεῖον ἁρπάσαι· τὸ δὲ πῶς, ἐγὼ λέγω· ἀλλὰ ἀνάσχεσθε μικρὸν ἄνωθεν διηγουμένῳ μοι.