Ὑψηλόν με γὰρ δείξας καὶ περίβλεπτον ἀποφήνας, ἐξαίφνης ἀπέῤῥιψας. Τὸ γὰρ, Κατέῤῥαξας, ἐκ μεταφορᾶς τέθεικε τῶν ἐπαιρόντων εἰς ὕψος τι, καὶ κατὰ τοῦ ἐδάφους καταῤῥηγνύντων. Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν· κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Παρ᾽ αὐτάς εἰμι, φησὶ, τὰς τοῦ βίου δυσμὰς, καὶ ἔοικα σκιᾷ κλινάσῃ καὶ ληγούσῃ λοιπόν· καὶ χόρτου δὲ μιμοῦμαι τὴν ξηρότητα, τῶν θεριζόντων προσκαλούμενος τὰς χεῖρας. Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Τὰ μὲν ἀνθρώπινα τοιαῦτα, διὰ κακίαν μετὰ τὴν ἔπαρσιν ταπεινούμενα, καὶ μηδέποτε μένοντα ὅπερ εἰσί· σὺ δὲ μηδὲν ἔχων ἐπίκηρον, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, καὶ αἱ παρὰ σοῦ δὲ ἐπαγγελίαι βέβαιοι· καὶ μὴ τῇ παρούσῃ γενεᾷ, φησὶν, ἀλλ᾽ ἑτέρᾳ, περὶ ἧς τὸ, Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη· καὶ τὸ, Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν. Τὸ γὰρ τῶν ἐπαγγελιῶν σου μνημόσυνον πληρωθήσεται, καὶ μεταβολήν τινα τῶν παρόντων κακῶν ῥᾳδίως ἂν ἐπιχαρίσαιο. Διό φημι θαῤῥῶν, ὅτι τὴν Σιὼν ἀναστήσεις· τοῦτο γὰρ ἐπιφέρει· Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. Δὸς, φησὶ, μεταβολὴν ἀμείνω τῇ συμφορᾷ· ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαιτεῖ.