Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ψαλμοὺς 101-107
Οι ανταρσίες και οι πτώσεις του Ισραήλ στην έρημο
Ανάλυση του γογγυσμού του λαού, της κατασκευής του μόσχου, της ανταρσίας του Δαθάν και της προσκύνησης του Βεελφεγώρ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι ανταρσίες και οι πτώσεις του Ισραήλ στην έρημο
Ανάλυση του γογγυσμού του λαού, της κατασκευής του μόσχου, της ανταρσίας του Δαθάν και της προσκύνησης του Βεελφεγώρ.
Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Τῶν γὰρ ἀνδρῶν ὑμνούντων Μωϋσῆς ὁ μέγας ἡγεῖτο, τοῦ δὲ χοροῦ τῶν γυναικῶν Μαριὰμ ἡ προφῆτις. Ἀνάγραπτος δὲ καὶ ἡ ᾠδή. Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ· οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Τοσαῦτα γὰρ ἔχοντες καὶ τοιαῦτα ἐχέγγυα τῆς θείας δυνάμεως, οὐκ ᾔτησαν τὴν χρείαν λαβεῖν, οὐδὲ τὴν θείαν προσέμειναν δωρεὰν, ἀλλ᾽ εὐθὺς λοιδορίαις κατὰ τῶν θείων ἐχρήσαντο θεραπόντων. Δύο δὲ τῶν Ἰουδαίων συνῆψεν ἁμαρτήματα, ἓν μὲν, ὅτι σαρκικὴν ἐπιθυμίαν ἐπεθύμουν ἐν τῇ ἐρήμῳ, ἐν ᾗ φιλοσοφεῖν ἔδει καὶ ἀπὸ πάσης ἐπιθυμίας ἐγκρατεύεσθαι· δεύτερον δὲ, ὅτι δεηθέντες ὕδατος, οὐκ ᾔτουν, ἀλλ᾽ ἐπείραζον. Πλὴν θαυματουργῶν ὁ Θεὸς οὐκ ἐπαύετο. Καὶ ἔδωκεν αὐτοῖς τὰ αἰτήματα αὐτῶν· ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. Οὐ γὰρ ἐξ ὧν εὖ ἔπαθον ἤδη, περὶ τῶν ἐλλιπόντων ἐπίστευσαν· τοῦ δὲ Θεοῦ κατελάλησαν λέγοντες. Ἐμνήσθησεν τῶν κρεῶν καὶ τῶν λεβήτων τῶν ἐν Αἰγύπτῳ. Αἴτημα δὲ τὴν ἐπιθυμίαν ἐκάλεσεν. Οὐ γὰρ ᾔτησαν, ἀλλὰ κατελάλησαν.
Δέδωκε δὲ ὅμως αὐτοῖς καὶ κρεῶν ἀφθονίαν, καὶ ἄρτον ἀχειροποίητον, καὶ ὕδωρ ἥδιστον καὶ ἄφθονον. Καὶ παρώργισαν τὸν Μωϋσῆν ἐν τῇ παρεμβολῇ, τὸν Ἀαρὼν τὸν ἅγιον Κυρίου. Οὔτε παραπικράναντας ἐν ἐρυθρᾷ θαλάσσῃ, οὔτε ἐν ἐρήμῳ πειράσαντας αὐτὸν μετῆλθεν αὐτοὺς ὁ παρορῶν ἁμαρτίας, ἀλλὰ καὶ ἔδωκεν αὐτοῖς τὴν ἐπιθυμίαν αὐτῶν· ὅτε δὲ Μωϋσῆν παρώργισαν οἱ περὶ Δαθὰν καὶ Ἀβειρὼν, εἰπόντες· Μὴ Μωϋσῇ μόνῳ λελάληκεν ὁ Θεός; οὐχὶ καὶ ἡμῖν; παγγενῆ διανοιχθείσῃ παρεδίδου τῇ γῇ τούτους. Τὸν δὲ Κορὲ καὶ τοὺς σὺν αὐτῷ μέλλοντας προσφέρειν τὰ θυμιατήρια αὐτῶν ἀντὶ τοῦ Ἀαρὼν, φλὸξ ἀπὸ τῆς σκηνῆς προελθοῦσα κατέφλεξεν.
Οὐ γὰρ θέλει Θεὸς τοὺς ἑαυτοῦ καταφρονεῖσθαι θεράποντας, ἀλλὰ καὶ δείξας τὴν χρηστότητα, δείκνυσι καὶ τὴν ἀποτομίαν, κατὰ τὸ, Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ. Ταῦτα γὰρ Θεοῦ κατάλληλα φάρμακα. Ἠνοίχθη ἡ γῆ, καὶ κατέπιε Δαθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών. Καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν· φλὸξ κατέφλεξεν ἁμαρτωλούς.
Δαθὰν μὲν καὶ Ἀβειρὼν μετὰ πάσης τῆς πατριᾶς κατεπόθησαν· Κορὲ δὲ καὶ οἱ σὺν αὐτῷ θεηλάτῳ πυρὶ κατεφλέχθησαν. Τὰς δὲ τιμωρίας ἐπήγαγεν ὁ Θεὸς, τοὺς ἄλλους σωφρονεῖν προτρεπόμενος· οὐδεμίαν δὲ λαβεῖν ἐντεῦθεν ὄνησιν ἠβουλήθησαν. Καὶ τοῦτο δηλοῖ τῶν τετολμημένων ἐξήγησις. Καὶ ἐποίησαν μόσχον ἐν Χορὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ. Οὐχ ἁπλῶς τοῦ ὄρους ἐμνημόνευσεν, ἀλλὰ τὴν τῆς ἀσεβείας διδάσκων ὑπερβολήν.
Ἐν τούτῳ γὰρ ὤφθη τῶν ὅλων ὁ Κύριος, ἐν τούτῳ δείματος αὐτοὺς ἐνέπλησε, μετὰ πλείστου πυρὸς φανεὶς, σάλπιγξι χρώμενος, καὶ κατακτυπῶν βρονταῖς, καὶ μετὰ τοσούτου δέους τὴν νομοθεσίαν προσφέρων· ἐν τούτῳ τετολμήκασι τὴν ἀσέβειαν. Τὸ δὲ, Προσεκύνησαν τῷ γλυπτῷ, ἑτέρας καὶ τοῦτο παραπληξίας κατηγορία. Ὃ γὰρ ἑώρων διὰ τέχνης ἀνθρωπίνης τὸ εἶδος δεξάμενον, τούτῳ τὸ σέβας τὸ θεῖον προσήνεγκαν. Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον.
γʹ. Σφόδρα αὐτῶν ἁρμοδίως τὴν ἄνοιαν ἐτραγῴδησεν. Ἀντὶ τοσαῦτα θαυματουργήσαντος, καὶ τὴν παράδοξον ἐκείνην σωτηρίαν χαρισαμένου, καὶ τοσαῦτα ἐνεργεῖν δυναμένου, εἰκόνα τετιμήκασι μόσχου, ἧς τὸ ἀρχέτυπον τροφῆς ἐνδεές. Τροφὴ δὲ τοῦ μόσχου, οὐκ ἄρτος ὁ τοῖς λογικοῖς προσφερόμενος, ἀλλὰ πόα καὶ χόρτος. Τοῦ δὲ μόσχου, οὗ ἄλογος ἡ φύσις, καὶ ὁ χόρτος τροφὴ, καὶ ἡ δουλεία δεδωρημένη ἀνθρώποις, ἡ εἰκὼν εὐτελεστέρα πολλῷ· οὐ γὰρ μόνον ἄλογος, ἀλλὰ καὶ ἄψυχος, οὐκ ἐνεργεῖν, οὐ μυκᾶσθαι, οὐκ ἐσθίειν ἰσχύουσα· ἀλλ᾽ ὅμως τὴν οὕτως ἀδρανῆ τοῦ Θεοῦ τῶν ὅλων προτετιμήκασιν.
Ἔχοντες γὰρ ἐξ Αἰγύπτου φαντασίαν τοῦ Ἄπιδος, ὅστις ἦν ἐν τῇ Μέμφιδι, καὶ οὐχὶ τούτῳ, ἀλλὰ καὶ πολλοῖς γλυπτοῖς προσεκύνησαν. Ἕνα γοῦν μόσχον πεποιηκότες πολλοὺς ἐδείκνυον φάσκοντες· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. Ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σώζοντος αὐτοὺς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ, θαυμάσια ἐν γῇ Χὰμ, φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς. Οὐκ εἰκῇ τούτων μέμνηται, δεῖξαι δὲ θέλων, ὡς ἐπὶ τοσούτοις οὐκ ἀπέβαλεν αὐτοὺς ὁ Θεὸς, μέχρι κατὰ Χριστοῦ τὸ πάντων ἀσεβέστατον ἔργον ἐτόλμησαν, τὴν δοθεῖσαν αὐτοῖς παραιτησάμενοι χάριν. Διό φησιν αὐτοῖς ὁ Σωτήρ· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Μὴ ἀρκεσθέντες οὖν, φησὶ, τοῖς προτέροις κακοῖς, τὴν δόξαν αὐτῶν, ἥτις ἦν ὁ Θεὸς, ἠλλάξαντο ἐν ὁμοιώματι μόσχου. Οὔτε γὰρ τῆς οἰκείας ἐμνημόνευσαν σωτηρίας, οὔτε τῆς τῶν Αἰγυπτίων τιμωρίας, οὔτε τοῦ μεγάλου τῆς θαλάττης θαύματος· ἀλλὰ πάντα ἀθρόως ἀπέπτυσαν. Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ ὁ Μωϋσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς.
Τοῦ γὰρ Θεοῦ τῶν ὅλων εἰρηκότος, Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, εἶπεν ὁ μακάριος Μωϋσῆς· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου, ἧς ἔγραψας. Ἐνταῦθα ζήτημα οὐ μικρὸν κεῖται. Τί γάρ φησιν; Εἰ μὴ Μωϋσῆς, ἀπώλοντο ἄν. Τί οὖν; Μωϋσῆς τὸ πᾶν ἤνυσε, καὶ αὐτὸν αἰδεσθεὶς, οὐ τῇ οἰκείᾳ φιλανθρωπίᾳ χρησάμενος ἔστησε τὴν ὀργήν; Καὶ τίς ἂν τοῦτο εἴποι; Τί οὖν ἐστι τὸ λεγόμενον; Σχήματι κέχρηται ὁ Θεὸς εἰς τὴν ἐκείνων ὠφέλειαν, καί φησιν αἰδούμενος αὐτὸν χαλᾷν τὴν ὀργὴν, καὶ λέγει· Ἄφες με, καὶ ἐξαλείψω αὐτούς. Καίτοι γε οὐδὲν ἐφθέγξατο Μωϋσῆς, οὐδὲ προσῆλθεν, οὐδὲ ἱκέτευσεν· ἀλλὰ βουλόμενος αὐτὸν εἰς ἀρχὴν ἱκετηρίας ἀγαγεῖν, ἐνταῦθα προοιμιάζεται.
Κατὰ μὲν οὖν τὸ δίκαιον καὶ τὴν πρόγνωσιν τῆς ὅλης αὐτῶν κακίας, ὁ τῆς ἀπωλείας ὅρος· κατὰ δὲ τὸ φιλάνθρωπον, ἡ τοῦ σωθῆναι συγχώρησις διὰ τὴν ὁσιότητα γενομένη τοῦ πρεσβευτοῦ κατὰ τὴν ὑπὲρ κόσμου πρόνοιαν ἱκετεύσαντος, ὡς ἂν ἡ τοῦ Θεοῦ χάρις ἀτελὴς μὴ δόξῃ περὶ τὸν Ἰσραὴλ καὶ διὰ τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν, ἧς ἱκετεύων ἀπεμνημόνευσε. Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν. Οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν· οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου. Πέμπτον ἔγκλημα τοῦτο μετὰ τὴν Ἐρυθρὰν, καὶ τὴν ἔρημον, καὶ τὴν εἰς Μωϋσῆν παροινίαν, καὶ τὸν μόσχον τὸν ἐν Χωρήβ. Ἐπανελθόντες γὰρ οἱ κατάσκοποι κακῶς λέγοντες τὴν γῆν καὶ τοὺς ἄλλους ἀπέτρεψαν, χωρὶς Ἰησοῦ τοῦ Ναυῆ, καὶ Χαλὲφ τὸν τοῦ Ἰεφονῆ. Τοῦ γὰρ Θεοῦ παρεγγυήσαντος τῆς ἐπηγγελμένης ἐπιβῆναι γῆς, τῆς δειλίας τὸ πάθος δεξάμενον ἀντέτεινον προφανῶς, τοὺς μὲν Χαναναίους γενναίους εἶναι λέγοντες, αὐτοὺς δὲ δύναμιν ἀξιόχρεων οὐκ ἔχειν πρὸς τὴν ἐκείνων παράταξιν. Τοῦτο δὲ ἀπιστίας προφανῶς τεκμήριον. Τοὺς γὰρ τοιούτων καὶ τοσούτων θαυμάτων αὐτόπτας θαῤῥεῖν εἰς ἅπαντα δίκαιον ἦν τῇ τοῦ σεσωκότος δυνάμει. Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ᾽ αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ· καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις.
Τὴν δὲ περὶ τῆς γῆς ἀντιλογίαν, καίτοι πρεσβυτέραν οὖσαν τῆς Κορὲ καὶ Δαθὰν στάσεως, ὡς μείζονί τε καὶ δυσσεβεῖ διὰ τὴν πρὸς Θεὸν ἀπιστίαν, τῇ μοσχοποιίᾳ φέρων ὑπέταξεν. Ἡ δειλία γὰρ αὐτοῖς τὴν κατὰ πίστιν ἀνεῖλεν ἐλπίδα, μηδὲ τῇ τῶν προλαβόντων πείρᾳ βεβαιουμένοις· ὅθεν καὶ μείζω τὴν δίκην ὑπέσχον τῆς ἐπὶ τῇ μοσχοποιίᾳ κολάσεως. Μερικῶς γὰρ τότε παθόντες, νῦν ἅπαντες ἄρδην πλὴν τῶν παίδων ἀπώλοντο, μηδὲ τῆς ἐπαγγελίας ἀξιωθέντες. Ἠβουλήθη γὰρ ὁ Θεὸς τῇ ἀπιστίᾳ κατάλληλον ἐπιθεῖναι τὴν τιμωρίαν, καὶ πᾶσι κατὰ ταὐτὸν ἐπενεγκεῖν τὸν ὄλεθρον. Ἀλλ᾽ ὅμως τῇ συνήθει φιλανθρωπίᾳ χρώμενος μερικὴν αὐτοῖς ἐπήγαγε κόλασιν.
Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυσίαν νεκρῶν καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Ἕκτον ἁμάρτημα τοῦτο δὲ, ἐν τοῖς Ἀριθμοῖς. Εἰς ἀκολασίαν γὰρ πάλιν ἐξοκείλαντες, καὶ ταῖς τῶν Μωαβιτῶν μιγνύμενοι γυναιξὶ, μετέμαθον τὴν ἐκείνων ἀσέβειαν. Βεελφεγὼρ δέ ἐστιν εἴδωλον παρ᾽ ἐκείνοις τιμώμενον. Καὶ Φεγὼρ μὲν ἐκαλεῖτο τοῦ εἰδώλου ὁ τόπος· Βαὰλ δὲ, τὸ εἴδωλον. Τοῦτον δέ φασί τινες Κρόνον καλεῖσθαι τῇ Ἑλλάδι φωνῇ· λέγεται δὲ καὶ Βήλ.
Θυσίας δὲ νεκρῶν καλεῖ τὰς καλουμένας παρ᾽ Ἕλλησι χοὰς, ἃς τοῖς νεκροῖς προσφέρειν εἰώθασιν, ἢ ἣν ἐποίουν διὰ νεκρικῶν τινων τῶν κατὰ γοητείαν ἔργων, ἢ διὰ τὸ νεκρῶν ἀνδρῶν περιέχειν μνήμας. Καὶ αὐτοὺς δὲ τοὺς καλουμένους θεοὺς, νεκροὺς οὐκ ἄν τις ἁμάρτοι προσαγορεύσας.
Καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις. δʹ. Οὐκ εἶπε δὲ τῆς εἰδωλολατρείας τὸ αἴτιον, ὅπερ ἦν ἡ πορνεία, δι᾽ ἣν ἠσέβησαν, ᾗπερ ἡ γαστριμαργία συνῆπτο· τὸ δὲ ἀποτέλεσμα κατηγορεῖ τὴν ἀσέβειαν. Τούτου γὰρ χάριν καὶ τὴν ἐπιμιξίαν τῶν ἀλλοφύλων γυναικῶν ἀπεῖπεν ὁ νόμος. Γυναικῶν γὰρ συμπάθεια καὶ πρὸς ἀσέλγειαν οἶδε κινεῖν. Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο· καὶ ἐκόπασεν ἡ θραῦσις. Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν ἕως τοῦ αἰῶνος. Τὴν θραῦσιν ὁ Σύμμαχος Πληγὴν εἴρηκε. Διδάσκει δὲ καὶ τοῦτο ἡ ἱστορία, ὡς λαβὼν τὸν σειρομάστην ὁ Φινεὲς διέπειρε μετὰ τῆς Μωαβίτιδος τὸν πορνεύοντα Ζαμβρῆ, καὶ τῷ δόρατι συνανεῖλε τὴν γυναῖκα. Τούτου τὸν ζῆλον ἀποδεξάμενος ὁ Θεὸς, αὐτὸν μὲν ἀνεκήρυξε, τὴν δὲ τοῖς ἄλλοις ἐπαγομένην τιμωρίαν ἐκήρυξε. Τοσοῦτον ἀνδρὸς ἰσχύει δικαιοσύνη παρὰ Θεῷ, κοινὴν πληγὴν ἀναστέλλουσα.
Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωϋσῆς δι᾽ αὐτοὺς, ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ. Καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ. Ἕβδομον ἁμάρτημα, ἐφ᾽ ᾧ καὶ Μωϋσῆς ἐνεκλήθη. Πενθοῦντι γὰρ τὴν ἀδελφὴν προσελθόντες μετὰ πολλῆς ἀταξίας τὴν χρείαν ἐξῄτησαν. Ὁ δὲ καὶ τῇ ἀθυμίᾳ τοῦ πένθους βαλλόμενος, καὶ τὴν τούτων ἀκρασίαν θεώμενος, θυμῷ καὶ λύπῃ περισχεθεὶς οὐ μετὰ τῆς συνήθους ἁρμονίας τῷ θείῳ προστάγματι διηκόνει· ἀλλ᾽ ἀμφιβολίαν τινὰ τοῖς λόγοις ἀναμίξας, τὴν πέτραν ἐπάταξε, καὶ τὸ ὕδωρ ἐξήγαγε. Τοῦτο γὰρ δηλοῖ τὸ, Διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ, ἀντὶ τοῦ, οὐκ ἀναμφιβόλως τοῖς λόγοις ἐχρήσατο. Εἶπε γὰρ, φησὶ, Μωϋσῆς πρὸς αὐτούς· Μὴ ἐκ τῆς πέτρας ταύτης ἐπάξω ὑμῖν ὕδωρ; Τούτου χάριν ἀγανακτήσας δῆθεν ὁ τῶν ὅλων Θεὸς, οὐ διὰ αὐτοῦ τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἀποδέδωκε γῆν, ἀλλ᾽ αὐτὸν μὲν ἐκέλευσε δέξασθαι τοῦ βίου τὸ τέλος, διὰ Ἰησοῦ δὲ τοῦ Ναυῆ πεπλήρωκε τὴν ὑπόσχεσιν. Καὶ δοκεῖ μὲν αὐτῷ ταύτην τὴν τιμωρίαν ἐπιτεθεικέναι ὁ τῶν ὅλων πρύτανις· ἕτερα δὲ οἰκονομῶν ἐπραγματεύσατο τοῦτο. Πρῶτον μὲν γὰρ τὴν τῶν Ἰουδαίων ἐπιστάμενος ἄνοιαν, οὐκ εἴασε δι᾽ αὐτοῦ τὴν ὑπόσχεσιν πᾶσαν πέρας λαβεῖν, ἵνα μὴ αὐτὸν θεὸν ὑπολάβωσιν. Οἱ γὰρ εἰκόνα μόσχου θεοποιήσαντες, ποῖον οὐκ ἂν προσήνεγκαν σέβας τῷ τοσούτων θαυμάτων ὑπουργῷ γενομένῳ;
Διά τοι τοῦτο καὶ τὸν τάφον αὐτοῦ λαθεῖν πεποίηκεν ὁ Θεός.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.