Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ψαλμοὺς 101-107

Ἰωάννης ὁ Χρυσόστομος

Η λύτρωση από τη σκιά του θανάτου και η θεραπεία των ψυχών

Ερμηνεία της συντριβής των πυλών του θανάτου, της απελευθέρωσης από τα δεσμά της αμαρτίας και της σωτηριώδους δράσης του ενανθρωπήσαντος Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 15 από 17

Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ ψυχὴν πεινῶσαν ἀνέπλησεν ἀγαθῶν· καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ. βʹ. Καὶ Ἰουδαίους δουλείᾳ καὶ κακουχίᾳ συνεζευγμένους καὶ λιμῷ τηκομένους τῶν κατεχόντων δεινῶν ἠλευθέρωσε, καὶ ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν ταῖς θείαις διδασκαλίαις διέθρεψε, καὶ τοῦ ζόφου τῆς ἀγνοίας ἐλευθερώσας, τῷ φωτὶ τῆς θεογνωσίας κατηύγασε, καὶ τὴν ἐπικειμένην τοῦ θανάτου σκιὰν ἀπεσκέδασε, τῆς ἀναστάσεως δεδωκὼς τὴν ἐλπίδα, καὶ διέῤῥηξε τὰ ἰσχυρὰ δεσμὰ τῆς ἁμαρτίας. Σειραῖς γὰρ, φησὶ, τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται· καὶ, Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν, ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν. Ἐκείνη δὲ ἂν λέγοιτο κυρίως ψυχὴ κενὴ, ἡ Ἑλληνικὴ, ἡ Ἰουδαϊκὴ, ἡ τῆς πνευματικῆς ἐστερημένη τροφῆς. Ἐμὸν γὰρ βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ Πατρός μου. Ἄρα καὶ τοῦτο τροφὴ, καὶ τροφὴ ἀρίστη· διὸ καὶ ἔλεγε· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Τοῦτο δὲ ὁ Χριστὸς ἐποίησε, χορτάσας τὴν οἰκουμένην τῆς τοιαύτης τροφῆς. Σκιὰν δὲ θανάτου οὐκ ἂν ἁμάρτοις λέγων τὴν εἰδωλολατρείαν καὶ τὰς ἐν ἀθεότητι πράξεις· αὗται γάρ εἰσιν αἱ χωρίζουσαι ἡμᾶς ἀπὸ τῆς ἀληθινῆς ζωῆς. Ἐν ταύταις δὲ ἦμεν πάλαι πρότερον διὰ τὸ παραπικραίνειν τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνειν.

Δέον γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων τὸν γενεσιουργὸν τῶν ὅλων θεωρεῖν, καὶ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θεότητα ἀπὸ κτίσεως κόσμου νοεῖν, ἡμεῖς οἷα τυφλοὶ ἐν σκότῳ καὶ σκιᾷ θανάτου διάγοντες, καὶ τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις πεπεδημένοι καὶ πεπηρωμένοι, ἐνηλλάττομεν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν· ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν. Τούτων δὲ πάντων τῶν ἀλγεινῶν αἰτία καὶ Ἰουδαίοις καὶ πᾶσιν ἀνθρώποις ἡ ἁμαρτία. Κἀκεῖνοι γὰρ δίκας τίνοντες ἐξεδόθησαν τῇ Βαβυλωνίων δουλείᾳ, καὶ πάντες ἄνθρωποι μετὰ τὴν παράβασιν τῆς ἐντολῆς ὑπεβλήθησαν τῇ τῶν πόνων ταλαιπωρίᾳ. Μετὰ ταῦτα γὰρ ἤκουσεν Ἀδάμ· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· ἐν λύπῃ φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Τοσαύταις δὲ περιστοιχιζόμενοι συμφοραῖς, λύσιν οὐδεμίαν εὕραντο τῶν ἐπικειμένων κακῶν· ἀλλ᾽ ὁ ταύταις αὐτοὺς συγκληρώσας αὐτὸς καὶ τὴν τούτων ἀπαλλαγὴν ἐδωρήσατο.

Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτούς· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξεν. Οἰκτείρας γὰρ καὶ τούτους κἀκείνους, τοὺς μὲν τῶν ἐπικειμένων ἀπήλλαξε συμφορῶν, τοὺς δὲ τοῦ τῆς ἀγνοίας ἠλευθέρωσε σκότους, καὶ τῆς δουλείας διέῤῥηξε τὰ δεσμά. Λέγοις δ᾽ ἂν σκιὰν θανάτου τὴν εἰδωλολατρείαν, καὶ τὰς ἐν ἀθεότητι πράξεις, αἳ τῆς ἀληθινῆς ἡμᾶς ἐχώριζον πάλαι ζωῆς παραπικραίνοντας τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνοντας.

Τότε μὲν γὰρ ἡ καρδία ἡμῶν ἐν τοῖς τῆς ἁμαρτίας ἐταπεινοῦτο κόποις, παρειμένης ἡμῶν τῆς ἐμφύτου καὶ λογικῆς δυνάμεως, ἣν οὐδεὶς ἀνεκτήσατο· ἠσθένησαν γὰρ, καὶ οὐκ ἦν ὁ βοηθῶν· μόνῳ δὲ τετήρητο τῷ τοῦ Θεοῦ Λόγῳ τὸ μέγα τοῦτο κατόρθωμα. Τὸ δὲ, Διέῤῥηξε τοὺς δεσμοὺς αὐτῶν, δηλοῖ τοῦτο, τὴν ἀθρόαν τῶν ἁμαρτιῶν ἄφεσιν, ἧς ἡμᾶς ἡ τοῦ Σωτῆρος κατηξίωσε χάρις. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασε. Πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς τὸ ἄφυκτον ἐκάλεσε τῶν κακῶν. Καθάπερ γὰρ τὸν καθειργμένον ἔσωθεν τῶν θυρῶν καὶ τῶν μοχλῶν διαφυγεῖν τῶν ἀδυνάτων ἐστὶν, οὕτως ἀμήχανον ἦν καὶ Ἰουδαίους τὴν Βαβυλωνίων διαδρᾶναι δουλείαν, καὶ πάντας ἀνθρώπους τοῦ θανάτου τὴν δυναστείαν. Μόνος δὲ ὁ θεῖος ἔλεος ἤρκεσε κἀκείνων καὶ τούτου διαλῦσαι τὸ κράτος, καὶ τῶν ἀνιαρῶν τὴν λύσιν χαρίσασθαι. Τὰ αὐτὰ δὲ δεύτερον εἶπεν ἐπὶ ταῖς δευτέραις αὐτοῦ εὐεργεσίαις.

Δηλοῖ δὲ τὴν μέχρι θανάτου κατάπτωσιν τῶν ἀνθρωπίνων ψυχῶν, δι᾽ ἢν ἐδέησεν αὐτοῦ τῆς μέχρι θανάτου καθόδου· ἔνθα γενόμενος, τὰς μηδενὶ θνητῷ διανοιχθείσας πύλας, καὶ διὰ τοῦτο σιδηρᾶς καὶ χαλκᾶς λεγομένας, συνέτριψε. Λέγει δὲ καὶ ἐν Ἰὼβ ὁ Κύριος· Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; Ἀνοίγονται δέ σοι πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; Καὶ τὰς ἡμετέρας δὴ μόνος ἀφεῖλεν ἀνομίας, δι᾽ ἃς μέχρι τῶν τοῦ θανάτου πυλῶν ἐφθάσαμεν. Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν. Οὔτε Ἰουδαῖοι, οὔτε πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἀδίκως τοῖς ἀνιαροῖς περιέπεσεν· ἀλλὰ καὶ οὗτοι κἀκεῖνοι δίκας ὧν ἐπλημμέλησαν τίνουσιν.

Ἀλλ᾽ ὅμως καὶ τούτους κἀκείνους τοσούτοις ἐγκαλινδουμένους κακοῖς σωτηρίας ἠξίωσε. Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. γʹ. Ἰουδαῖοι μὲν γὰρ τῷ πλήθει συνεχόμενοι τῶν κακῶν καὶ αὐτὴν ἀπεστρέφοντο τὴν τροφήν. Τοῦτο γὰρ καὶ ἐν ἑτέρῳ ψαλμῷ ὡς ἐξ ἐκείνων εἴρηκεν ὁ προφήτης· Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. Τὰ δὲ ἔθνη οὐδὲ ταῖς τῶν οἰκείων φιλοσόφων διδασκαλίαις προσέχειν ἐβούλετο. Οὗ δὴ χάριν οἱ μὲν Σωκράτους κατεψηφίσαντο θάνατον, οἱ δὲ τὸν Ἀνάξαρχον ξένῃ παρέδοσαν τιμωρίας ἰδέᾳ, ἄλλοι τοὺς Πυθαγόρου διαδόχους πικρῶς αἰκισάμενοι, πρόωρον αὐτοῖς ἐπήγαγον θάνατον. Ἀλλ᾽ ὅμως καὶ τούτοις ὁ τῶν ὅλων Θεὸς παρεσκεύασε μεταδοθῆναι τῆς ἀθανάτου τροφῆς, καὶ μετὰ πάσης ταύτῃ προσδραμεῖν προθυμίας ἀνέπεισε, καὶ τῶν τοῦ θανάτου πυλῶν ἠλευθέρωσε. Καὶ ἄλλως βρῶμα ἐνταῦθα τὴν λογικὴν νοήσομεν τροφὴν, περὶ ἧς ὁ Κύριος τοῖς ἀποστόλοις ἔλεγεν· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. Ταύτης πᾶν εἶδος ὁ ἄνθρωπος ἐβδελύξατο. Οὔτε γὰρ φυσικὸν νόμον οὔτε γραπτὸν ἐφύλαξε, καὶ διὰ τοῦτο Ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. Πύλαι δὲ θανάτου τὰ ἁμαρτήματα, οἷς ἤγγισαν, δέον αὐτοὺς μακρύνεσθαι.

Ὅσον γὰρ ταύτης ἤγγισαν, πόῤῥω τῶν πυλῶν τῆς ζωῆς ἀναγκαίως ἐγίνοντο. Ἀλλ᾽ ὁ Χριστὸς αὐτοὺς, καὶ μακρὰν ὄντας, ἐγγὺς διὰ τοῦ αἵματος τοῦ οἰκείου πεποίηκε. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Κραυγὴν ὁ Θεὸς οὐ τὴν διὰ φωνῆς γινομένην, ἀλλὰ τὴν διάθεσιν τῆς διανοίας λογίζεται· ἐπεὶ καὶ Μωϋσέως σιωπῶντος ἔλεγε· Τί βοᾷς πρός με; Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Ὁ γὰρ Θεὸς Λόγος ἐνανθρωπίσας καὶ ἀποσταλεὶς ὡς ἄνθρωπος (ὡς γὰρ Θεὸς, ἀπερίγραπτος, καὶ πανταχοῦ πάρεστι, καὶ περιέχει τὰ σύμπαντα), τὰ παντοδαπὰ τῶν ψυχῶν ἰάσατο τραύματα, καὶ τοὺς φθαρέντας ἀνέῤῥωσε λογισμούς. Οὕτω τὴν ἁμαρτωλὸν ἐκείνην ἰάσατο γυναῖκα, καὶ θαῤῥεῖν παρηγγύησεν· οὕτω τὸν παρειμένον συνέσφιγξεν εἰρηκὼς, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· οὕτως ἀνέῳξε τῷ λῃστῇ τὸν παράδεισον· οὕτω τοὺς τελώνας διδασκάλους τῆς οἰκουμένης ἀπέφηνεν· οὕτω τοὺς τῷ παναγίῳ προσιόντας βαπτίσματι νεουργεῖ καὶ καθαίρει, καὶ τῶν τῆς ἁμαρτίας ἀπαλλάττει τραυμάτων. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.

Ὑπὲρ δὴ τούτων ἁπάντων ὑμνεῖν, φησὶ, δίκαιον τὸν φιλάνθρωπον Θεὸν, ἐλέῳ τοσούτῳ χρησάμενον, καὶ τὴν παράδοξον ἡμῖν δωρησάμενον σωτηρίαν. Χρὴ δὲ μὴ μόνον εἰδέναι τὰς θείας θαυματουργίας, ἀλλὰ καὶ τοὺς ἀγνοοῦντας διδάσκειν, καὶ πάντας διεγείρειν εἰς ὑμνῳδίαν.

Ἐπισημαίνεσθαι μέντοι δεῖ, ὡς αἰνέσεως θυσίαν καὶ ἐνταῦθα προσενεγκεῖν τῷ Θεῷ παρηγγύησε, καὶ οὐ τῶν ἀλόγων τὰ θύματα. Τοιγαροῦν ἐκβάλλει καὶ ἐνταῦθα τὴν κατὰ νόμον λατρείαν. Τὴν δὲ τῆς Αἰνέσεως θυσίαν ὁ Ἀκύλας Θυσίαν εὐχαριστίας προσηγόρευσεν. Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς. Τῶν ἀποστόλων καὶ τῶν ἅμα αὐτοῖς ἡ παροῦσα προφητεία τὴν μνήμην σφόδρα ἀκολούθως συνῆψε τῇ τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους παρουσίᾳ. Αὐτοὶ γὰρ ἦσαν οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις ῥητῶς καὶ κατὰ λέξιν, ὥσπερ οὖν ἡ θεία Γραφὴ τῶν εὐαγγελίων μαρτυρεῖ αὐτοῖς. Καὶ τὰ νέα μυστήρια τῆς καινῆς Διαθήκης πράττειν παρακελεύεται λέγων· Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως.

Ἔχει δὲ οὕτως· Παράγων γὰρ, φησὶν, ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφοὺς, Σίμωνα τὸν καλούμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. Καὶ εἶπεν αὐτοῖς· Δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.

Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφοὺς, Ἰάκωβον καὶ Ἰωάννην, καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ τούτους ὁμοίως ἐκάλεσε. Περὶ τῶν ἀποστόλων τοίνυν ὁ λόγος. Οἷα γάρ τινος ζητοῦντος, καὶ τίνες οὗτοι τυγχάνουσιν; ἐπήγαγεν, Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, καὶ τὰ ἑξῆς· καὶ δι᾽ αὐτῶν ἐπληροῦτο τῶν ἔργων ἡ δύναμις. Τῶν γὰρ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν πλεόντων σὺν αὐτῷ, Σεισμὸς ἐγένετο, φησὶ, μέγας ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· οἱ δὲ προσπεσόντες εἶπον αὐτῷ· Κύριε, σῶσον ἡμᾶς. Καὶ ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη· ὅπερ ἦν ἰδεῖν Τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. Αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. Παραβολικῶς ταῦτα τέθεικεν ὁ προφήτης. Λέγει δὲ τοῦτο, ὅτι καθάπερ οἱ ναυτιλλόμενοι καὶ τὰ μεγάλα διαπερῶντες πελάγη διαφερόντως τὰς θείας μεγαλουργίας ὁρῶσι, κλύδωσι μὲν χαλεποῖς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλπίδα τῆς σωτηρίας ἀπολαύοντες· οὕτω καὶ Ἰουδαῖοι ταῖς συμφοραῖς ἐκείναις προπεσόντες καὶ τὴν ἐλευθερίαν ἀπειληφότες, τὴν θείαν κατέμαθον δύναμιν. Καὶ μὲν δὴ καὶ ἅπαντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων ὁρῶντες μεταβολὴν, καὶ τῆς προτέρας πλάνης τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γαλήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν.

Ἐνταῦθα δὲ θάλασσαν νοῆσαι χρὴ τὸν βίον τὸν ἡμέτερον· πλοῖα, τὰς Ἐκκλησίας, ἐν αἷς οἱ ἀποστόλοι εἰργάσαντο σωτηρίαν, ἐν τῷ πλήθει δηλαδὴ τῶν ἀνθρώπων. Εἴδοσαν δὲ καὶ τοῦ Θεοῦ τὰ ἔργα, τουτέστι, τὰ δημιουργήματα καὶ τὰ θαυμάσια, τὰ σημεῖα ὅσα τὴν σωτηρίαν οἰκονομῶν τὴν ἡμετέραν ἔθετο ἐν τῷ βυθῷ, τουτέστιν, ἐν τῇ σοφίᾳ, μεθ᾽ ἧς οἰκονομεῖ τὰ ἡμέτερα. Βάθος γὰρ ἡ τοῦ Θεοῦ σοφία, διὰ τὸ ἀνείκαστον αὐτῆς καὶ ἀμέτρητον. Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς.