Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ψαλμοὺς 101-107

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στον 102ο Ψαλμό: Πνευματική ανακαίνιση και δικαιοσύνη

Η προτροπή της ψυχής σε ευχαριστήρια δοξολογία, η άφεση των αμαρτιών, η πνευματική ανανέωση και η μετάβαση από τον Νόμο της Παλαιάς Διαθήκης στην αλήθεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 17

ΨΑΛΜ. ΡΒʹ. Δοκεῖ μὲν ὁ ψαλμὸς οὗτος ἀκόλουθος εἶναι τῷ προτεταγμένῳ καὶ κατ᾽ αὐτὴν τὴν ὑπόθεσιν. Ἐν ἐκείνῳ μὲν γὰρ οἱ τὰς ἐν Βαβυλῶνι συμφορὰς ὀλοφυρόμενοι, τὸν Θεὸν ἱκέτευον τῆς ἐπανόδου τυχεῖν· ἐνταῦθα δὲ τετυχηκότες ὧν ᾔτησαν, ὑμνοῦσι τὸν εὐεργέτην. Ἐγὼ δὲ οἶμαι πᾶσιν ἀνθρώποις ταύτην ἁρμόττειν τὴν ὑμνῳδίαν καὶ πικροτέρας ἀπαλλαγεῖσι δουλείας, καὶ μείζονος ἀξιωθεῖσιν ἐλευθερίας. Δηλώσει δὲ καὶ τῶν ῥητῶν ἡ διάνοια, ὡς αὕτη μᾶλλον ἡ ὑπόθεσις ἐκείνης ἀληθεστέρα.

αʹ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Μέση οὖσα ἡ ψυχὴ, τὸ μὲν σῶμα πρὸς ἡδονὰς κατασπᾷ, τὸ δὲ πνεῦμα πρὸς Θεὸν ἀνέλκει, προστάττον αὐτὸν εὐλογεῖν, τουτέστι θεολογεῖν καὶ δοξάζειν διαπαντός. Τῶν δὲ τριῶν καὶ Παῦλος ἐμνήσθη λέγων· Ὁ δὲ Θεὸς καταρτίσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ τηρηθείη. Τοῦτο δὲ λέγεται τὸ πνεῦμα τὸ ἀνθρώπου τὸ ἐν αὐτῷ, περὶ οὗ πάλιν φησί· Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. Μέμνηται δὲ καὶ Μωϋσῆς σώματος μὲν ἐν τῷ, Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον· ψυχῆς δὲ ἐν τῷ, Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν· τοῦ δὲ πνεύματος, λέγων· Καὶ ἐνεφύσησεν ὁ Θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Πάσας δὲ τῆς ψυχῆς τὰς δυνάμεις παρακαλεῖ τὸ πνεῦμα τὸν Θεὸν εὐλογεῖν, οἷον τὴν νοερὰν, τὴν λογικὴν, τὴν θυμικὴν, τὴν ἐπιθυμητικὴν, τὴν δοξαστικὴν, τὴν φαντασιαστικὴν, τὴν αἰσθητικὴν, ἃς δὴ πάσας εἶπεν, Ἐντός· ὅπερ ἑρμηνεύων ὁ Παῦλός φησιν· Εἴτε ἐσθίετε, εἴτε πίνετε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ τὰ ἐντὸς δὲ τοῦ σώματος, ὕμνον προξενεῖ τῷ Θεῷ· ἀλλὰ καὶ διὰ τῶν ὀργανικῶν τοῦ σώματος μερῶν τὰς ἐνεργητικὰς τῆς ψυχῆς δυνάμεις πρὸς ὕμνον κινεῖ.

Καὶ οἱ τὴν ψυχὴν δὲ λέγοντες εἶναι τοῦ πνεύματος, οὐχ ὡς ψυχοῦσαν αὐτό φασιν, ἀλλ᾽ ὡς ὑπὸ τὴν αὐτοῦ κηδεμονίαν τυγχάνουσαν.

Τὴν λογικὴν δὲ δύναμιν ἐντὸς εἶναι λέγει, καθ᾽ ἃ καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἔλεξεν ὁ Σωτήρ. Καὶ αἱ ψυχικαὶ δὲ δυνάμεις ἠρεμοῦσαι μὲν, ὧν δύνανται ποιῆσαι καλῶν, ἐντὸς εἶναι λέγονται· κινηθεῖσαι δὲ ταῖς ἐνεργείαις εἰς ἄτοπα, τῶν ἐντὸς ἐξιέναι. Ὃν δὴ νῦν πρὸς ὕμνον ἀνακινεῖ τοῦ Θεοῦ. Ἁρμόττει οὖν πᾶσι τὸ λέγειν, Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Οἱ γὰρ εὐγνωμόνως περὶ τὰς θείας χάριτας διακείμενοι, εἰς ὑμνῳδίαν ἑαυτοὺς διεγείρουσι, τὸν εὐεργέτην οἷς δυνατὸν ἀμειβόμενοι. Δυνατὸν δὲ ὑμνεῖν ἀεὶ, καὶ τῶν εὐεργεσιῶν ἔναυλον περιφέρειν τὴν μνήμην. Οὗτοι καὶ πάντα τὰ ἐντὸς καθιεροῦσι, καὶ πάντα λογισμὸν εἰς τὸν θεῖον ὕμνον ἀνακινοῦσιν. Ἐντὸς γὰρ ἐκάλεσε τοὺς λογισμοὺς καὶ τὰς ἐνθυμήσεις καὶ πάντα τῆς ψυχῆς τὰ κινήματα.

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Πάλιν ἑαυτὴν ἡ ψυχὴ διεγείρειν διδάσκεται, καὶ τῆς λήθης ἐξελαύνειν τὸ νέφος, καὶ τῶν εὐεργεσιῶν ἀνανεοῦσθαι τὴν μνήμην. Ὁ γὰρ τῶν θείων εὐεργεσιῶν μεμνημένος οὐ παύεται τοῦτον ὑμνῶν. Τὰς μέντοι Ἀνταποδόσεις, Εὐεργεσίας ὁ Σύμμαχος εἴρηκεν. Εἶτα ταύτας κατὰ μέρος διέξεισι. Τὸν εὐϊλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου. Οὗτος γάρ σοι δεδώρηται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, οὗτός σοι κεχάρισται τῶν παθημάτων τὴν ἴασιν. Τούτων ὁ παρειμένος ἀπήλαυσεν. Ἤκουσε γὰρ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· καὶ, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Οὕτως ἡ ἁμαρτωλὸς γυνὴ τετύχηκε τῆς ἰάσεώς τε καὶ ἀφέσεως· οὕτως ὁ λῃστὴς, οὕτως οἱ τελῶναι, οὕτως ἅπαντες οἱ πιστεύσαντες. Τὸν λυτρούμενον ἐκ φθορὰς τὴν ζωήν σου. Τοὺς μὲν ἀπαχθέντας ἐν Βαβυλῶνι δορυαλώτους δουλείας μὲν ἠλευθέρωσε, τῆς δὲ φθαρτῆς οὐκ ἀπήλλαξε βιοτῆς· ἡμῖν δὲ κεχάρισται τῆς ἀναστάσεως τὰς ἐλπίδας, καὶ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἔδωκε, καὶ τὸν τῆς ἀφθαρσίας ἡμᾶς ἐνέδυσε χιτῶνα. Τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.

Χάριτί ἐστε σεσωσμένοι, βοᾷ ὁ θεῖος Ἀπόστολος· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυχήσηται· καὶ πάλιν, Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλ᾽ ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν πᾶσαν αὑτοῦ μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον.

Χάριτος τοίνυν καὶ φιλανθρωπίας ὁ στέφανος. Οὕτω καὶ ὁ θεσπέσιος Ἡσαΐας ἐκ προσώπου τῆς νύμφης βοᾷ· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με, ὡς νυμφίῳ περιέθηκέ με μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ· καὶ μετ᾽ ὀλίγα, Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Ταῦτα δὲ ἅπαντα ἕδνα τοῦ νυμφίου καὶ δῶρα. Πίστιν γὰρ ἡ νύμφη προσενήνοχε μόνην. Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου. Ἐπειδή ἐστιν ἐπιθυμία ψεκτὴ, ἣν καὶ ὁ θεῖος νόμος ἀπαγορεύει, καλῶς τὸ, Ἐν ἀγαθοῖς, προστέθεικε· τὰς γὰρ ἀγαθὰς ἡμῶν ἐπιθυμίας ὁ Δεσπότης πληροῖ. Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.

Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Αἰτεῖτε δὲ τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα ἐκ περισσοῦ προστεθήσεται ὑμῖν. Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ταύτην δὲ πάλιν τὴν νεουργίαν ἡμῖν ὁ Δεσπότης διὰ τοῦ παναγίου βαπτίσματος ἐδωρήσατο, καὶ τῆς ἁμαρτίας ἀποξύσας τὸ γῆρας, νέους ἀντὶ γεγηρακότων εἰργάσατο. Συνῳδὰ τούτοις διὰ Ἡσαΐου τοῦ προφήτου φησὶν ὁ Θεός· Οἱ δὲ ὑπομένοντες μεταλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοί. Ἐπειδὴ γὰρ τοὺς θείους καὶ βασιλικοὺς δημιουργηθέντες ἐδεξάμεθα χαρακτῆρας, εἶτα τούτους ἠμαυρώσαμέν τε καὶ διεφθείραμεν τοῖς παντοδαποῖς τῆς ἁμαρτίας ἐπιτηδεύμασιν, ὑπισχνεῖται ἡμῖν ὁ προφητικὸς λόγος τὴν τῆς βασιλείας ἀνάκτησιν. Βασιλικὸς γὰρ οὗτος ὁ ὄρνις, καὶ τῶν πτηνῶν τὴν βασιλείαν πεπιστευμένος. Διδάσκει δὲ ἡμᾶς καὶ τῆς θείας φιλοτιμίας τὸν τρόπον, ὥστε ἀνακαινίζεσθαι αὐτὴν τὸν παλαιὸν ἀποτιθεμένην ἄνθρωπον, τὸν δὲ νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν τοῦ κτίσαντος ἀναλαμβάνουσαν. Οὕτω δὲ, φησὶν, ἡ νεότης σου ἀνακαινισθήσεται, ὡς ἀεὶ παραμένειν ἐν τῷ νεάζειν ἐν τῇ ἀφθάρτῳ ζωῇ.

Ἐπειδὴ ὁ ἀετὸς πάντων ὀρνέων ἐστὶ τὸ βασιλικώτατον καὶ ὑψιπετέστατον, μόνον δὲ ζῶον ἡλίου φωτὸς μαρμαρυγαῖς ἀντωπεῖν δυνατὸν, καὶ ἀτενὲς ἀφορᾷν αὐτῶν, εἰκότως τὴν ἀνανέωσιν τῆς ψυχῆς, καὶ τὴν ἀπὸ γῆς εἰς οὐρανὸν πτῆσιν, τόν τε βίον αὐτῆς τὸν ἐν ἄκρῳ φωτὶ γενησόμενον, ἀετοῦ φύσει παρέβαλε.

Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. βʹ. Οὐ γὰρ διὰ τὰς δικαιοσύνας ἃς ἐποιήσαμεν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου.

Καὶ θεασάμενος ἡμᾶς ἠδικημένους ὑπὸ τοῦ τῆς ἀδικίας διαβόλου, τοῦ ἐχθροῦ τῆς ἀληθείας, ἡμῖν μὲν ἠνέῳξε τὰς τοῦ ἐλέου πηγὰς, κατ᾽ ἐκείνου δὲ τὴν δικαίαν ἐξενήνοχε ψῆφον. Ὡς γὰρ πατὴρ οἰκτίρμων καὶ μόνος ὢν ἀγαθὸς, τῶν καταδυναστευομένων ὑπὸ τοῦ Σατανᾶ λυτρούμενος τὰς ψυχὰς ἐξ ἀδικίας καὶ τόκου, τὸ καθ᾽ ἡμῶν ἄρας χειρόγραφον καὶ τῷ σταυρῷ προσηλώσας, ἀπέδειξεν ἐλευθέρους. Τοῦτο γὰρ κατέχων ὁ διάβολος, ὑποχρέους εἶχεν ἡμᾶς, δι᾽ ὧν ἐπράττομεν, τοῦτο ποιήσαντας ἡμᾶς. Τοῦτο τὸ κρῖμα πεποίηκεν ὁ Θεὸς ἀδικουμένοις ἡμῖν, διὰ τοῦ αἵματος τοῦ Υἱοῦ αὐτοῦ καθαρίσας ἡμᾶς ἀφ᾽ ὧν τε ἠδικοῦμεν, καὶ ἠδικούμεθα παρὰ τοῦ διαβόλου.

Διόπερ ἡμᾶς καὶ ὁ Παῦλος ἐδίδαξεν ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν. Τοῖς μὲν γὰρ ἀδικουμένοις ὁ Θεὸς ποιεῖ κρῖμα δι᾽ εὐεργεσίας· τοῖς δὲ ἀδικοῦσι, διὰ κολάσεως, ὡς ἐκπίπτειν αὐτοὺς τῆς ἐπαγγελίας. Ἄδικοι γὰρ, φησὶ, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.

Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ Μωϋσεῖ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οὐκ ἐκ μεταμελείας δὲ ταῦτα ὑμῶν ἐπραγματεύσατο, τὴν σωτηρίαν, ἀλλ᾽ ἄνωθεν ταῦτα διὰ τῶν προφητῶν προεθέσπισε, καὶ διὰ τοῦ θεσπεσίου Μωϋσέως τὴν ἡμετέραν ἐσκιαγράφησε σωτηρίαν.

Καὶ τοῦ παναγίου βαπτίσματος ἡ θάλασσα τύπον ἐδέξατο, ἡ πέτρα δὲ τῶν ἀθανάτων κρουνῶν ἀπεφάνθη σκιὰ, τῆς ἐπουρανίου δὲ τρυφῆς εἰκὼν τὸ μάννα, καὶ τὰ ἄλλα δὲ, ἵνα μὴ καθ᾽ ἕκαστον διεξέρχωμαι, οὕτως ἔστιν εὑρεῖν παρ᾽ ἐκείνοις ἐσκιαγραφημένα. Ὁδοὶ τοίνυν καὶ θελήματα τὰς ἀρετὰς ἄμφω σημαίνουσι, κατὰ τὸ, Κύριε, γνώρισόν μοι τὰς ὁδούς σου· καὶ τὸ παρὰ Παύλου πρὸς Ἐλύμαν· Οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Τοιοῦτον καὶ τὸ, Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Λέγει τοίνυν, ὅτι τὰς μεταβάσεις τὰς ἀπὸ τῶν τυπικῶν τοῦ νόμου καὶ τῆς σκιᾶς ἐπὶ τὰ μέλλοντα ἀγαθὰ, ἅπερ ἐστὶ πνευματικὰ καὶ πρωτότυπα, τὸν Μωϋσέα, διδοὺς αὐτῷ τὸν νόμον, ἐδίδαξεν, οἷον τίς ἡ περιτομὴ, τίνα τὰ σάββατα, τίνες αἱ θυσίαι, ταῦτα διδάξας καὶ τὸν ὅστις ἐστὶν υἱὸς Ἰσραὴλ, περὶ οὗ λέλεκται· Ἰσραὴλ ὁ ἐκλεκτός μου. Ταῦτα γὰρ γνωρίζει τοῖς διορατικοῖς ὁ Θεὸς, τὸν ἐν κρυπτῷ Ἰουδαῖον, καρδίας περιτομὴν, θυσίαν αἰνέσεως καὶ δικαιοσύνης.