Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ψαλμοὺς 101-107

Ἰωάννης ὁ Χρυσόστομος

Το άπειρο έλεος του Θεού και η καθολική δοξολογία

Ανάλυση της ανθρώπινης ασθένειας απέναντι στην πατρική πρόνοια του Δημιουργού και η πρόσκληση προς τις αγγελικές δυνάμεις και όλη την κτίση για αδιάλειπτη υμνωδία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 17

Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Ταῦτα γὰρ καὶ τῆς τοσαύτης εὐεργεσίας καὶ πάλαι γέγονε καὶ νῦν αἴτια, φήσαντος καὶ Μωϋσέως· Κύριος μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς, ποιῶν ἔλεος εἰς χιλιάδας. Ταύτας οὖν αὑτοῦ τὰς δυνάμεις ἐγνώρισε τῷ Μωϋσεῖ λεγομένας ὁδοὺς, καὶ τὰς ἀρετὰς κατὰ τὰ πάντα διέπει τῆς θείας ἀγαθότητος ἄβυσσος, ὁ ἀμέτρητος ἔλεος, τῆς φιλανθρωπίας τὸ πέλαγος. Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐκοῦν οὔτε διὰ παντὸς τῷ θυμῷ (τοῦτο γάρ ἐστι τὸ, Εἰς τέλος) χρήσεται, οὔτε τὸν ἔλεον διηνεκῶς τοῖς ἀναξίοις χαρίζεται. Ἐπεὶ πῶς, ὅτι Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, πῶς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ; Κιρνᾷ τοίνυν τῷ ἐλέῳ τὴν ὀργὴν, ὅτε μὲν ἐλέους καιρὸς, αὐτὸν προβαλλόμενος, ὅτε δὲ ὀργῆς, ἐπιφέρων αὐτὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ δικαιοκρισίας, ἐν ᾗ, φησὶν ὁ Παῦλος, Ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Διόπερ φησὶν, Οὐκ εἰς τὸν αἰῶνα μηνιεῖ, τὸν παρόντα λέγων αἰῶνα· τῷ μέλλοντι γὰρ τὴν κρίσιν καὶ τὴν ὀργὴν ἐφύλαξεν. Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Οὐκ ἠνέσχετο γὰρ ταῖς ἡμετέραις ἁμαρτίαις μετρῆσαι τὴν τιμωρίαν, οὐδὲ ἐπὶ πλεῖστον καθ᾽ ἡμῶν ἐκτεῖναι τὴν ἀγανάκτησιν.

Ἀληθινὸς γὰρ ὢν ὁ Θεὸς, ταύτας οὐ καθ᾽ ἕξιν ἔχει τὰς ἀρετὰς, πηγὴ δὲ ὢν αὐτῶν καὶ οὐσία· ὅθεν οὐκ ἐπὶ τῷ συντελέσαι κολάζει, τῇ ὀργῇ μέχρι φθορᾶς ἐπιμένων. Αὐτὸς γὰρ ὁ λέγων· Ὅταν ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι· ἐλαττοῖ δὲ καὶ τὰς τιμωρίας, μὴ πρὸς ἀξίαν κολάζων. Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καθ᾽ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾽ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Εἰ καὶ τούτων εὗρε μακρότερα διαστήματα, πάντως ἂν καὶ ταῦτα εἰς μέσον παρήγαγε, δεῖξαι τὸ ἄπειρον τῆς θείας βουλόμενος ἀγαθότητος· ἀλλ᾽ οὐχ εὗρεν ὁ ἀνθρώπινος λογισμὸς οὔτε οὐρανοῦ ὑψηλότερον μέτρον, οὔτε τοῦ μέσου τῆς ἑσπέρας καὶ τῆς ἑῴας μακρότερον.

Ἐν σκότῳ δέ εἰσι καὶ δυσμαῖς οἱ ἐν ἁμαρτίαις τυγχάνοντες ἄνθρωποι· ἀπαλλαγέντες δὲ τῶν πλημμελημάτων, ἐν φωτὶ δῆλον ὅτι μεταθέντες γίνονται. Ὥστε εἰκότως τὴν τῶν ἁμαρτημάτων ἀπαλλαγὴν, μετάβασιν τὴν ἀπὸ δυσμῶν εἰς ἀνατολὰς κέκληκεν, ὁμοῦ δὲ καὶ ἡμᾶς διδάξαι τί μέσον ἁμαρτίας καὶ δικαιοσύνης βουλόμενος. Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν.

γʹ. Πατρὸς ἀγαθότητα δείκνυσιν ὁ Δημιουργός τε καὶ Ποιητὴς, μᾶλλον δὲ τοὺς φοβουμένους αὐτὸν οἰκτείρων εἰς υἱῶν ἔθετο τάξιν. Οὐδὲ γὰρ μισῶν κατεσκεύασεν, ἀλλ᾽ ἐπιστάμενος τὰς καρδίας τῶν ἀνθρώπων, ἃς κατὰ μόνας ἔπλασεν, οἶδε τί ἑκάστῳ συμφέρει· καὶ ὧν ἔχομεν δύναμίν τε καὶ ἀφορμὴν, ταῦτα δίδωσιν, ἐπὶ τῷ κατ᾽ ἐνέργειαν ἔχοντας αὐτὰ υἱοὺς αὐτοῦ γενέσθαι. Λέγοι δ᾽ ἂν καὶ ὡς πεῖραν ἔλαβε τοῦ πλάσματος ἡμῶν γενόμενος σὰρξ, καὶ φυσικὴν ἔσχε διάθεσιν, υἱοὺς ἡμᾶς λογισάμενος.

Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. Ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Οἶδε γὰρ ὁ Δημιουργὸς τῆς φύσεως ἡμῶν τὴν ἀσθένειαν· οἶδε καὶ πόθεν διεπλάσθημεν, καὶ ποῦ πάλιν χωρήσομεν. Ὡς ἐν ἱκετείᾳ δὲ, τῶν ἐν ἡμῖν τὸ χεῖρον προτείνουσιν. Οὐ γὰρ τὸ πᾶν ἐσμεν χοῦς, ἀλλὰ καὶ κατ᾽ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν. Ὁ χοῦς οὖν ἐλεεινῶς δηλοῖ τὴν ἀσθένειαν. Ἄνθρωπος, ὡσεὶ χόρτος ἡ ἡμέρα αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.

Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Οὐδὲν χόρτου καὶ ἄνθους διενηνόχαμεν, ὃ ἐν ἔαρι μὲν τέθηλε, μετὰ δὲ βραχὺ μαραίνεταί τε καὶ διαῤῥεῖ· περὶ γὰρ τοῦ ἔξω πάλιν ὁ λόγος ἀνθρώπου. Κατὰ γὰρ τὴν ἔνυλον ζωὴν, καθ᾽ ἥν ἐσμεν χοῦς, ἐφ᾽ ἡμέρας τινὰς τὸν παρόντα παρεκτείνοντες χρόνον, παραβαλλόμεθα χόρτῳ ξηραινομένῳ. Καὶ κατὰ τὸν Ἡσαΐαν γὰρ, Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· δι᾽ ὧν τὰς δοκούσας ἀνθρώπων εὐημερίας παρίστησι, πλοῦτον, δόξαν, ἀξίας, ἃ δὴ χόρτου δίκην μαραίνεται.

Ὁ δὲ Σύμμαχος ἐξέδωκεν, Ὅτι πνεῦμα διέρχεται αὐτὸν, εἶτα οὐχ ὑπάρχει. Πνεῦμα δὲ τὴν ψυχὴν λέγει, ἧς παρούσης καὶ ζῇ τὸ σῶμα καὶ ἐνεργεῖ· ἀποπτάσης δὲ, κατασβέννυταί τε καὶ φθείρεται, ὡς μηδὲ τοὺς προτέρους ἐπιγινώσκεσθαι χαρακτῆρας, μηδὲ εἰδέναι, ὡς τοῦτο τοῦ δεῖνος, ἐκεῖνο δὲ τοῦ δεῖνος τὸ σῶμα.

Καὶ τοῦτο ἴδοι τις ἂν ἀκριβέστερον, διακύψας εἰς τάφον. Πάντα γὰρ ὁμοίως φθορᾶς γίνεται παρανάλωμα, καὶ τοὺς προτέρους χαρακτῆρας οὐ διασώζει. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν· καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς. Ἡ μὲν οὖν φύσις οὕτως ἐπίκηρος· ἡ δὲ θεία φιλανθρωπία τὸν μακραίωνα χαρίζεται βίον, καὶ μέχρις ἐγγόνων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομένην τῆς δικαιοσύνης ἀντίδοσιν.

Τοιγαροῦν διὰ τοὺς πατριάρχας τὸν ἐξ αὐτῶν φύντα μετὰ ταῦτα λαὸν τῆς κλήσεως καὶ τῆς οἰκείας ἐπισκοπῆς κατηξίωσεν. Ὅπερ διὰ Μωϋσέως ἐδήλωσε, λέγων· Μὴ εἴπῃς· Διὰ τὰς δικαιοσύνας μου ἐξελέξατό με Κύριος· σὺ γὰρ λαὸς σκληροτράχηλος· ἀλλὰ διὰ τὸ ἀγαπᾷν τοὺς πατέρας σου. Νοήσεις δὲ καὶ ἄλλως υἱοὺς τῶν δικαίων ἀνδρῶν, τοὺς τῶν ἔργων αὐτῶν ζηλωτάς. Παρατείνει δὲ διὰ παντὸς τὸ ἔλεος αὐτοῦ· ἀεὶ γὰρ ὡς φύσει ὢν ἀγαθὸς ἐλέους, τὴν σύζυγον ἔχων τῷ ἐλέῳ τούτῳ δικαιοσύνην ἐπὶ τοὺς φυλάσσοντας τὴν διαθήκην αὐτοῦ, ᾗ καὶ ἐνεγράφησαν δι᾽ ἀρετῆς κληρονόμοι τῶν μελλουσῶν ἐπαγγελιῶν. Οὐ γὰρ ἁπλῶς μέμνηνται τῶν ἐντολῶν, ἀλλὰ πράττουσιν, ἐφ᾽ ᾧ καὶ δέδονται· καὶ τοῦ Σωτῆρος εἰπόντος, Ὁ ἔχων τὰς ἐντολάς μου καὶ ποιῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με.

Κληρονομεῖ δὲ τὰς ἐπαγγελίας οὐχ ὁ μεμνημένος, ἀλλ᾽ ὁ ποιήσας τὰς ἐντολάς. Οὕτω τῷ Ἰοὺ μέχρι τετάρτης γενεᾶς τὴν βασιλείαν τετήρηκε, καίτοι μηδὲ τελείαν εὐσέβειαν κτησαμένῳ, ἀλλ᾽ ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον. Οὕτω τῷ θεσπεσίῳ Δαυῒδ ἄσβεστον διετήρησε τὸν τοῦ γένους σπινθῆρα, καὶ ταῦτα πολλῶν δυσσεβῶν ἐν μέσῳ βεβλαστηκότων. Τοῦτον δὲ, φησὶν, ὀρέξει τὸν ἔλεον Τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ οὐχ ἁπλῶς μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, ἀλλ᾽ ἐπιτιθεῖσι τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταύτας τὸν οἰκεῖον ῥυθμίζουσι βίον. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Δεσπόζειν πάντων, ἀλλ᾽ οὐ βασιλεύειν εἴρηται, ἐπεὶ μὴ πάντες ἄξιοι τῆς αὐτοῦ βασιλείας. Διὸ τοῖς τὸν εὐαγγελικὸν κατορθοῦσι βίον τὴν τῶν οὐρανῶν βασιλείαν ὁ Σωτὴρ ἐπηγγείλατο· κρατεῖ δὲ καὶ τῶν ἀναξίων, ὡς Κύριος. Ἔοικε δὲ τοῦτο τοῖς ἐν ἑτέρῳ εἰρημένοις ψαλμῷ· Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν. Καὶ γὰρ ἐνταῦθα ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος, ὡς ἐν οὐρανῷ μὲν ἔχει τὸν θρόνον τῶν ὅλων ὁ Κύριος, ἐφορᾷ δὲ καὶ πρυτανεύει τὴν κτίσιν, ἅτε δὴ πάντων ὢν δημιουργὸς καὶ βασιλεὺς καὶ Δεσπότης.

Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. δʹ. Εἰκότως τὰς ἀοράτους δυνάμεις εἰς κοινωνίαν τῆς ὑμνῳδίας ἐκάλεσεν. Οὐκ ἀπόχρη γὰρ ἡ ἀνθρωπεία φύσις ἀξίως ὑμνῆσαι τὸν εὐεργέτην· αἱ δὲ ἀσώματοι καὶ ἅγιαι φύσεις ἐλευθέραν ἔχουσαι παθημάτων ζωὴν, ἱκαναὶ πληροῦν τὰ θεῖα προστάγματα. Λέγει δέ τινα καὶ ἑτέραν ἔννοιαν ὁ προφήτης. Τὰ μὲν κατὰ σὲ, φησὶν, ὦ ψυχὴ, ἐξασθενεῖ πρὸς τὸ κατ᾽ ἀξίαν ὑμνεῖν τὸν Θεόν· ἐκ μέρους δὲ τοῦτο ὅμως ποιείτω. Ἴσθι δὲ ὅτι οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ὄντες, καὶ ἀδιαπτώτως τὸν λόγον αὐτοῦ ποιοῦντες, ἄξιοί τε ὄντες ἀκούειν αὐτοῦ τῆς φωνῆς καὶ τῶν αὐτοῦ λόγων, πρεπόντως καὶ κατ᾽ ἀξίαν εὐλογοῦσιν αὐτόν. Εἰ δὲ καὶ ἐν ἀνθρώποις εἶέν τινες ἰσάγγελον βίον μετερχόμενοι, κατὰ τὸν φήσαντα, Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· καὶ οὗτοι εὐλογείτωσαν αὐτόν· μηδεὶς δὲ τῶν παραβαινόντων τὸν λόγον αὐτοῦ, καὶ παρακουόντων τῆς φωνῆς αὐτοῦ, προπετέστερον τολμάτω τοῦτο ποιεῖν.

Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὸ θέλημα αὐτοῦ· ἀγγέλους εἰπὼν, ἵνα μὴ κατὰ μέρος τὰ ἐν οὐρανῷ τάγματα καταλέγῃ, ὧν ἐμνημόνευσεν ἐκ μέρους ὁ Παῦλος, Ὑπεράνω πάσης, εἰπὼν, ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου· καὶ πάλιν, Εἴτε ἀόρατα, εἴτε ὁρατὰ, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· ἑνὶ λόγῳ πάντα περιλαβὼν, δυνάμεις ἐκάλεσε. Ποιοῦντας δὲ τὸ θέλημα αὐτοῦ λειτουργοὺς εἰπὼν, ἀντιδιέστειλε ταῖς ὁμωνύμοις ἐναντίαις δυνάμεσιν.

Οὐ γὰρ καὶ ταύτας καλεῖ πρὸς τὸν ὕμνον, τὰς ἀρχὰς τούτου καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Πάντα δὲ τὰ οὐράνια τάγματα ἀγγέλους καὶ δυνάμεις ἐκάλεσε· τὸ μὲν ὡς τοῖς θείοις ὑπουργοῦντας προστάγμασι καὶ τοὺς θείους λόγους διαπορθμεύοντας· δυνάμεις δὲ, ὡς ἱκανοὺς τὸ κελευόμενον πράττειν καὶ τὸ δυνατὸν ἐν τῇ φύσει παρὰ τοῦ πεποιηκότος λαβόντας.

Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Διὰ τούτων πείθει τὴν ψυχὴν μὴ ἀποκνεῖν πρὸς τὸν ὕμνον ὡς πολὺ λειπομένην τῶν οὐρανίων. Οὐ γὰρ αὐτὰ μόνα, πάντα δὲ προστέτακται τὰ ἔργα Κυρίου κοινῶς πρὸς τὸν Κύριον εὐλογεῖν πρὸς δύναμιν ἕκαστον.

Πρὸς γὰρ τὸν ὕμνον πᾶς τόπος, ἀλλ᾽ οὐ μόνος οὐρανὸς ἐπιτήδειος· διὰ πράξεων γὰρ ἀγαθῶν ἡ τοῦ εὐλογεῖν ἐστιν ἀξία. Καὶ πᾶν δὲ ἄψυχον, καὶ ἄλογον, κἂν δοκῇ βλαπτικὸν, ὡς δι᾽ ἀῤῥήτου σοφίας λυσιτελεῖ τῷ παντὶ, πρὸς δοξολογίαν συντείνει Θεοῦ, ὡς ἕκαστον κατ᾽ ἀξίαν τοῦ ἐν ᾧ ἐστι τόπου τὸν Θεὸν εὐλογεῖν. Ὃ δὴ ποίει, φησὶν, ὦ ψυχὴ, ἐν ᾧ τυγχάνεις διατρίβουσα τόπῳ, κἄν τε ἐν τῇ γῇ, κἄν τε κρείττονι χωρίῳ. Κἀκεῖ γὰρ εὐλόγει σὺν ἀγγέλων χοροῖς ὑπὲρ ἐπουρανίων ἀγαθῶν καὶ τελείων.

Τοῖς δὲ Ἰουδαίοις οὐδὲ τοῦτο ἁρμόττει. Ἐκεῖνοι γὰρ ὑπὸ τῶν ἀνδραποδισάντων ᾆσαι προσταχθέντες ἐκ τῶν ᾠδῶν Σιὼν, ἔφασαν ἔννομα δρῶντες, Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Ἡμῖν δὲ ὁ θεῖος Ἀπόστολος παρεγγυᾷ ἐν παντὶ τόπῳ προσευχομένους αἴρειν ὁσίους χεῖρας. Τοῦτο δὲ Δεσπότης Χριστὸς πρὸς τὴν Σαμαρεῖτιν ἔφη· Ἀμὴν, ἀμὴν, λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ τόπῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσι τῷ Πατρί.

Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτῷ ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Τὸ δὲ, Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, σύμφωνον ὑπάρχει τῷ προοιμίῳ τὸ τέλος. Καλέσας γὰρ εἰς κοινωνίαν τῆς ὑμνῳδίας τὰς νοητὰς οὐσίας, διδάσκει καὶ ἡμᾶς, ὡς δυνατὸν, γεραίρειν τὸν Ποιητὴν, καὶ ἰσόμετρον τῇ δυνάμει προσφέρειν τὸν χαριστήριον ὕμνον, ὅτι αὐτῷ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.