Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς ψαλμοὺς 101-107

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στον 101ο Ψαλμό και ερμηνεία της προσευχής του θλιβομένου

Εισαγωγικά σχόλια και ερμηνεία της προσευχής του πένητος προς τον Θεό, η περιγραφή της θλίψεως και η παροδικότητα του ανθρώπινου βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 17

ΨΑΛΜ. ΡΑʹ. Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ, καὶ ἔναντι Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. αʹ. Πρόῤῥησιν μὲν ὁ ψαλμὸς ἔχει τῆς ἐν Βαβυλῶνι τοῦ λαοῦ τῶν Ἰουδαίων ταλαιπωρίας καὶ τῆς ἐκεῖθεν ἐπανόδου· προαγορεύει δὲ κατὰ ταὐτὸν καὶ τῶν ἐθνῶν τὴν κλῆσιν καὶ σωτηρίαν· ἁρμόττει καὶ παντὶ συμφορᾷ τινι προσπαλαίοντι, καὶ τῆς θείας ῥοπῆς τυχεῖν ἱκετεύοντι.

Πτωχὸν γὰρ καλεῖ τὸν τῆς θείας ἐνδεῆ προμηθείας, συμβάλλων αὐτὸν τῷ μακαριζομένῳ κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Πᾶς τοιγαροῦν τῷ Θεῷ ἀνακείμενος, πτωχεύων ἐν τοῖς τοῦ βίου πράγμασι. παρὰ δὲ τῷ Θεῷ πλουτῶν, ἀκηδιᾷ λυπούμενος, ἢ, Ἀθυμεῖ, κατὰ τὸν Σύμμαχον, ἐπὶ τῇ τῶν πολλῶν κακίᾳ τε καὶ ἀπωλείᾳ· οἷος ἦν ὁ λέγων· Οἴμοι, ψυχή! ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· καὶ ὁ εἰπὼν, Οὐκ ἔστι ποιῶν χρηστότητα. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. Ἡ μὲν προσευχὴ τὴν ἱκετηρίαν δηλοῖ τὴν πρὸς τὸν Θεὸν, καὶ τὴν παράκλησιν· ἡ δὲ δέησις τὴν αἴτησιν τὴν περὶ ὧν βούλεται αὐτῷ δεομένῳ παρασχεθῆναι. Λέγει δέ· Δέξαι μου τὴν ἱκετηρίαν, ὦ Δέσποτα, καὶ ποτνιωμένῳ τὴν σὴν βοήθειαν ὄρεξον. Τὴν γὰρ κραυγὴν, Οἰμωγὴν ὁ Σύμμαχος εἴρηκεν. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ. Ἀποστρέφει ὁ Θεὸς τὸ πρώσωπον αὐτοῦ ἀπό τινων προσευχομένων κατὰ τρόπους πλείονας· ἤτοι τῶν αἰτουμένων μὴ παρακαλούντων λαβεῖν ἃ πρέπει Θεῷ χαρίζεσθαι, καὶ αὐτοῖς λυσιτελεῖ λαβεῖν· ἢ τῷ μὲν, ἃ ἁρμόζει Θεῷ παρέχειν, αἰτεῖσθαι μὴ μὴν αὐτοὺς καιρὸν ἔχειν τὸ ὠφελίμως χωρῆσαι ταῦτα. Εἰσὶ δὲ καὶ οἱ ἐπὶ τὸ ἁμαρτάνειν τυχεῖν τινων ἀξιοῦντες. Ὁ ἅγιος οὖν παρακαλῶν λέγει· Μὴ εἴη τοιαῦτά με αἰτῆσαι, ἐφ᾽ οἷς ἀνανεύσας ἀποστρέφεις ἀπ᾽ ἐμοῦ τὸ πρόσωπον.

Εὔχομαι δὲ, οὐχ ὅπως μὴ θλιβῶ, ἀδύνατον γὰρ τοῦτο, ἀλλ᾽ ὅπως θλιβόμενος μὴ ἡττηθῶ, καὶ ὅπως τῇ ἐλπίδι χαρῶ, ὑπομένων ταῖς θλίψεσι, καυχώμενος ἐν αὐταῖς. Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾖ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου.

Δηλοῖ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ ῥήματα, ὡς μελλόντων ἐστὶ πρόῤῥησις, καὶ οὐ γεγενημένων διήγησις. Ἐπειδὴ γὰρ ἐν εὐκληρίᾳ πολλῇ καὶ περιφανείᾳ ἐτύγχανεν ὢν ὁ λαὸς ἐν τῇ τοῦ θεσπεσίου Δαυῒδ βασιλείᾳ, εἰκότως ὁ προφήτης τῷ ἐκείνων κεχρημένος προσώπῳ προσφέρει τὴν ἱκετείαν, καὶ τυχεῖν ἀντιβολεῖ τῆς θείας κηδεμονίας, ἡνίκα ἂν γένοιτο τούτου καιρός. Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. Ἐντεῦθεν κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰς ἐσομένας ὡς γεγενημένας συμφορὰς διηγεῖται, καί φησι καπνῷ παραπλησίως τὸν τῆς ζωῆς ἀναλωθῆναι χρόνον, καὶ ἐξ ἀθυμίας δαλὸν ξηρὸν γεγενῆσθαι τὸ σῶμα, ὡς ὑπό τινος καταφλεχθὲν πυρὸς προσβολῆς. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσε· Καὶ τὰ ὀστᾶ μου, ὡς καῦσις ἐψαθυρώθη. Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου. Ἀλλὰ γὰρ καὶ χόρτῳ παραπλησίως ἀπέσβην, καὶ τὸ πρότερον ἄνθος ἀπώλεσα. Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου· ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. Πάσης μὲν γὰρ τροφῆς ἀπεβαλόμην ὄρεξιν, τῆς δὲ προτέρας εὐπαθείας παντελῶς ἐγυμνώθην· τῇ γὰρ ἐξ ἀθυμίας τηκεδόνι κατηναλώθη τὸ σῶμα, γυμνοῖς δὲ τοῖς ὀστέοις ἐπίκειταί μου τὸ δέρμα. Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ· ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ.

Ἠγρύπνησα, καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. Πολλαῖς κέχρηται παραβολαῖς, ἀξίως βουλόμενος παραστῆσαι τὰς συμφοράς· δι᾽ ἑκάστου δὲ τῶν εἰρημένων ὀρνίθων τὴν δειλίαν δηλοῖ καὶ τοῦ κηδεμόνος τὴν ἐρημίαν. Τό τε γὰρ στρουθίον ὑπ᾽ ἀγωνίας ἐξελαύνει τὸν ὕπνον, καὶ ὁ νυκτικόραξ τὰς οἰκουμένας φεύγων τῶν οἰκιῶν, ταῖς ἐρήμοις καὶ καταλελυμέναις προστρέχει.

Τὰ γὰρ οἰκόπεδα, Ἐρείπια ὁ Σύμμαχος εἴρηκεν. Οὕτω καὶ τὸ ἄλλο ὄρνεον ταῖς ἐρήμοις ἐνδιαιτᾶται. Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ᾽ ἐμοῦ ὤμνυον. Καταγέλαστος ἐγενόμην τοῖς δυσμενέσι, καὶ ὁ ποτὲ ζηλωτὸς καὶ περίβλεπτος, νῦν ὅρκος γέγονα τοῖς πάλαι θαυμάζουσι· κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουσι συμφορῶν· μὴ πάθοιμι, ἃ οἱ δεῖνες πεπόνθασιν. Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων, ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου.

βʹ. Ταῦτα καὶ ἐν τῷ ἑβδομηκοστῷ καὶ ἐννάτῳ ψαλμῷ ἔφη· Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ· τὴν δὲ τῆς ὀδύνης ὑπερβολὴν διὰ τούτων δηλοῖ. Εἰ γὰρ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, σχολῇ γε ἄλλος καιρὸς ταύτης ἐλεύθερος ἂν ἦν. Τούτοις δὲ, φησὶ, περικλύζομαι τοῖς κακοῖς, ἐπειδὴ, Δέσποτα, κεκίνηκας κατ᾽ ἐμοῦ τὴν ὀργήν· Ὅτι ἐπάρας κατέῤῥαξάς με. Ἐδοξάσθη γὰρ ὅ τε λαὸς καὶ ὁ ναὸς χρηματίζοντος τοῦ Θεοῦ· καὶ ὅσον ἐπήρθη, κατέπεσεν, ὁ μὲν λαὸς ἀπαχθεὶς, ἐρημωθεὶς δὲ μετὰ τῆς Ἱερουσαλὴμ ὁ ναὸς, ἐν οἷς ὁ νόμος καὶ ἡ κατ᾽ αὐτὸν ἐτελεῖτο λατρεία, σκιὰν ἔχοντα τῶν μελλόντων ἀγαθῶν· καὶ ἦρτο καὶ ταῦτα ἐκ μέσου. Λέγει δὲ καὶ τὸ καθ᾽ ἑαυτόν.

Ὑψηλόν με γὰρ δείξας καὶ περίβλεπτον ἀποφήνας, ἐξαίφνης ἀπέῤῥιψας. Τὸ γὰρ, Κατέῤῥαξας, ἐκ μεταφορᾶς τέθεικε τῶν ἐπαιρόντων εἰς ὕψος τι, καὶ κατὰ τοῦ ἐδάφους καταῤῥηγνύντων. Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν· κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Παρ᾽ αὐτάς εἰμι, φησὶ, τὰς τοῦ βίου δυσμὰς, καὶ ἔοικα σκιᾷ κλινάσῃ καὶ ληγούσῃ λοιπόν· καὶ χόρτου δὲ μιμοῦμαι τὴν ξηρότητα, τῶν θεριζόντων προσκαλούμενος τὰς χεῖρας. Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Τὰ μὲν ἀνθρώπινα τοιαῦτα, διὰ κακίαν μετὰ τὴν ἔπαρσιν ταπεινούμενα, καὶ μηδέποτε μένοντα ὅπερ εἰσί· σὺ δὲ μηδὲν ἔχων ἐπίκηρον, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, καὶ αἱ παρὰ σοῦ δὲ ἐπαγγελίαι βέβαιοι· καὶ μὴ τῇ παρούσῃ γενεᾷ, φησὶν, ἀλλ᾽ ἑτέρᾳ, περὶ ἧς τὸ, Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη· καὶ τὸ, Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν. Τὸ γὰρ τῶν ἐπαγγελιῶν σου μνημόσυνον πληρωθήσεται, καὶ μεταβολήν τινα τῶν παρόντων κακῶν ῥᾳδίως ἂν ἐπιχαρίσαιο. Διό φημι θαῤῥῶν, ὅτι τὴν Σιὼν ἀναστήσεις· τοῦτο γὰρ ἐπιφέρει· Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. Δὸς, φησὶ, μεταβολὴν ἀμείνω τῇ συμφορᾷ· ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαιτεῖ.

Αἰνίττεται δὲ διὰ τούτων τῆς τοῖς ἑβδομήκοντα ἔτεσι περιωρισμένης τιμωρίας τὸ τέλος. Οὕτω καὶ ὁ θαυμάσιος Δανιὴλ ἀριθμήσας τῆς αἰχμαλωσίας τὸν χρόνον, προσφέρει τὴν ἱκετηρίαν κατὰ τὸν Ζαχαρίαν εἰπόντα· Κύριε παντοκράτωρ, μέχρι τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλήμ; Τούτοις συνᾴδει καὶ τῆς πνευματικῆς μελῳδίας τὰ ῥήματα· Ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. Οἶμαι δὲ προφητεύειν ἐν τούτοις τοῦ Θεοῦ Λόγου αὐτοῦ δὴ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν εἰς ἀνθρώπους ἐπιφάνειαν, αἰτίαν ἐσομένην τῆς ἀνοικοδομῆς τῆς Σιών. Ἔνθα δὴ γενόμενος, μή μοι τὴν ἐπὶ γῆς πόλιν ὑπολάμβανε, μηδὲ τὴν ἐπίγειον Ἱερουσαλὴμ νόμιζε δηλοῦσθαι, ἀλλὰ τοῦ τῆς εὐσεβείας πολιτεύματος τὴν ἀνανέωσιν. Οὗτος γάρ ἐστιν ὁ καιρὸς, περὶ οὗ αὐτὸς διὰ Ἡσαΐου φησί· Καιρῷ δεκτῷ ἐπήκουσά σου. Τοῦτον δὲ καὶ ὁ Παῦλος πεπληρῶσθαι τὸν καιρὸν, ἐπιδημήσαντος τοῦ Σωτῆρος, γράφει λέγων· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος. Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσιν. Λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς, εἴρηταί που ἐν προφήταις. Ἀλλὰ καὶ ὁ Πέτρος, Ὑμεῖς δὲ πάντες λίθοι ζῶντες, φησὶν, οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον.

Τοῦτον δὲ καλεῖ τὸν τρόπον τοὺς εἰς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραλαμβανομένους. Διὰ γὰρ τῆς συμφυΐας καὶ ἁρμονίας τῆς πρὸς ἀλλήλους, διά τε τοῦ τὰ αὐτὰ φρονεῖν καὶ τὰ αὐτὰ λέγειν, τῷ τε αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ στοιχεῖν, ἕνα οἶκον ἀπεργάζονται τῷ Θεῷ. Τούτους δὲ οὖν τοὺς λίθους ηὐδόκησαν οἱ δοῦλοί σου, δηλαδὴ οἱ προφῆται. Οὗτοι γὰρ θείῳ Πνεύματι προορῶντες τῆς μελλούσης οἰκοδομεῖσθαι καθ᾽ ὅλης τῆς οἰκουμένης νέας Σιὼν τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν συναχθησομένους εἰς τὴν οἰκοδομὴν λίθους ηὐδόκησαν, ἀρεσθέντες ἐν αὐτοῖς. Εἴποις δ᾽ ἂν χοῦν εἶναι τῆς νενοημένης ἡμῖν Σιὼν ἤτοι τοὺς χοϊκώτερον μὲν βιοῦντας, τοῖς δὲ λίθοις τῆς οἰκοδομῆς συναριθμουμένους· ὅθεν καὶ οἴκτου τυγχάνειν ἀξιοῖ τοὺς ἐκ τῶν Ἰουδαίων ἔθνους εἰσέτι καὶ νῦν χοϊκώτερον θεοσεβεῖν προσποιουμένους, καὶ διὰ τοῦτο χοῦν ὀνομαζομένους. Οἴκτου καὶ ἐλέους ἀξίους εἶναί φησι. Διὸ οἱ δοῦλοι τοῦ Θεοῦ τούτους μὲν οἰκτειρήσειν προφητεύονται, τοὺς δὲ λίθους τῆς νέας οἰκοδομῆς εὐδοκιμήσειν. Ἢ λίθους τοὺς πιστεύσαντας τῷ Χριστῷ μετὰ τὴν ἀνάστασίν φησι, δούλους δὲ, τοὺς ἁγίους ἀποστόλους, δι᾽ ὧν ἐσώθησαν οἱ πιστεύσαντες εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα Κυρίου, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. Αἴτιον τούτων τὸ ἀπὸ τῆς Σιὼν εἰς πᾶσαν γενόμενον τὴν οἰκουμένην κήρυγμα.

Καλῶς δὲ εἶπε, Φοβηθήσονται· τότε γὰρ αὐτοῦ τὸν φόβον τὰ ἔθνη οὐκ ἐκέκτηντο· ἀφ᾽ οὗ δὲ τοῖς ἀποστόλοις προσέταξε, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.

Ἀλλὰ μὴν καὶ Οἱ βασιλεῖς τῆς γῆς, οὐ τινὲς, ἀλλὰ Πάντες· διόπερ ἐρείσματα τῶν βασιλέων καὶ τοὺς δικαίους λέγεσθαι· αὐτοχειροτόνητοι γὰρ οὗτοι· μᾶλλον δὲ τὰ παρὰ Θεοῦ χειροτονηθέντες βασιλεῖς, διὰ τὸ δεσπόζειν τῶν ἡδονῶν, καὶ φυλάξαι τὴν βασιλικὴν εἰκόνα, τυγχάνουσιν.