Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στους Ψαλμούς 108 έως 110
Ερμηνεία των Ψαλμών 108, 109 και 110, αναφερόμενη στην προδοσία του Ιούδα, στη θεότητα του Χριστού και στην αληθινή θεογνωσία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς 108 έως 110
Ερμηνεία των Ψαλμών 108, 109 και 110, αναφερόμενη στην προδοσία του Ιούδα, στη θεότητα του Χριστού και στην αληθινή θεογνωσία.
ΕΙΣ ΤΟΝ ΡΗʹ ΨΑΛΜΟΝ. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δόλιον ἐπ᾽ ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Κατάστησον ἐπ᾽ αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα· σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.
Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ. αʹ. Πολλῆς ἐνταῦθα συνέσεως ἡμῖν χρεία. Τὰ γὰρ ῥήματα κατὰ τὴν ψιλὴν προφορὰν, καὶ τὴν πρόχειρον ἀκρόασιν, πολλοὺς τῶν μὴ προσεχόντων θορυβεῖ.
Καὶ γὰρ ἀρᾶς ἅπας ὁ ψαλμὸς ἐμπέπλησται, καὶ διὰ τοιούτων ἅπας διεξῆλθεν ἡμῖν ὁ λόγος, καὶ ἐμφαίνει τινὰ θυμὸν ζέοντα καὶ διακαῆ τοῦ λέγοντος, καὶ οὐ μέχρι τοῦ ἀδικοῦντος ἱστάμενον, ἀλλὰ καὶ ἐπὶ παῖδας, καὶ πατέρα, καὶ μητέρα προάγοντα τὴν τιμωρίαν, καὶ οὐδὲ μιᾷ ἀρκούμενον συμφορᾷ, ἀλλὰ καὶ κακὰ ἐπὶ κακοῖς συνάπτοντα. Ὅρα γὰρ ὅσα κατεύχεται.
Κατάστησον ἐπ᾽ αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Τουτέστιν, ὑπὸ κατηγόροις γένοιτο πονηροῖς ἀνθρώποις καὶ ἐπιβούλοις, καὶ μὴ περιγένοιτο αὐτῶν. Τοῦτο γάρ ἐστιν, Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος.
Καὶ οὐκ ἠρκέσθη ταύτῃ τῇ τιμωρίᾳ, ἀλλὰ μετὰ τῆς καταδίκης ταύτης εὔχεταί τινα ἕτερον μετ᾽ ἐκεῖνον τὴν ἐκείνου λαβεῖν τιμὴν, λέγων, Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὸν μόνον καταλελειμμένον λιμένα προσχώννυσι, μηδὲ ὑπὸ τοῦ Θεοῦ τινὸς φιλανθρωπίας τυχεῖν ἀξιῶν καὶ λέγων· Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Καὶ μέντοι καὶ θάνατον ἄωρον ὑπομεῖναι ἀξιοῖ. Γενηθήτωσαν γὰρ, φησὶν, αἱ ἡμέραι αὐτοῦ ὀλίγαι. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, καίτοι καὶ τὸ ταῦτα μόνα εἰπεῖν ἤρκει, ὁ δὲ καὶ ἐπιτίθησιν, ὅπερ σφόδρα ἐστὶν ἐκκεκαυμένης ψυχῆς, τὸ μὴ μιᾷ μηδὲ δευτέρᾳ ἀρκεσθῆναι τιμωρίᾳ, ἀλλὰ τοσαύτας ἐπαχθῆναι αἰτεῖν. Τὰ δὲ ἐντεῦθεν ἔτι πολλῷ τούτων χαλεπώτερα. Καὶ γὰρ ὀρφανίαν, καὶ χηρείαν τῶν λειπομένων κατεύχεται. Καίτοι γε ταῦτα ἀπελθόντος ἐξ ἀνάγκης γενέσθαι συμβαίνει· ἀλλ᾽ ὅμως καὶ ταῦτα ἐν τάξει τίθησιν ἀρᾶς, τῷ θυμῷ ζέων.
Καὶ οὐδὲ μέχρι τῆς ὀρφανίας ἵσταται, ἀλλὰ καὶ μετὰ τοιαύτας συμφορὰς πρόεισι περαιτέρω, τὸ δεινὸν αὔξων, πλανήτας καὶ μετανάστας ἀξιῶν γενέσθαι τοὺς ἐκείνου. Σαλευόμενοι γὰρ μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, φησὶ, καὶ ἐπαιτησάτωσαν. Τουτέστι, μὴ στῶσι πλανώμενοι, μηδὲ τῆς ἀναγκαίας εὐπορήσωσι τροφῆς, μηδὲ παύσωνται τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες, ἐλαυνόμενοι, διωκόμενοι κατὰ πᾶσαν τὴν γῆν, καὶ μηδαμοῦ χώραν τοῦ στῆναι εὑρίσκοντες.
Μετὰ δὲ τούτων καὶ πενίαν αὐτῶν κατεύχεται, καὶ πενίαν ἐσχάτην καὶ ἀφόρητον, ὥστε μηδὲ τῆς παρὰ τῶν συγγενῶν ἐπικουρίας τυχεῖν, ἀλλὰ περιιέναι, παρὰ ξένων καὶ ἀγνώστων προσαιτοῦντας ταύτην. Καὶ ἄκουε πῶς τοῦτο δηλῶν παρατίθησι.
Μετὰ γὰρ τὸ εἰπεῖν· Μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν, ἐπάγει· Ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν, καὶ ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ. Τοῦτο ἑτέρας συμφορᾶς εἶδος, τὸ εἰς διαρπαγὴν δοθῆναι τὰ αὐτῶν, καὶ δανειστῶν φέρειν ἐπιβουλὰς, καὶ παντὶ τρόπῳ ἐπηρεάζεσθαι, καὶ τὸ δὴ χαλεπώτερον, ἐν τοσούτοις κακοῖς ἔρημον εἶναι προστάτου· καὶ τοῦτο κατεύχεται λέγων· Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ.
Τὰ γὰρ κακὰ αὐτὰ καθ᾽ ἑαυτὰ ἀφόρητα· ὅταν δὲ μηδὲ τὸν προϊστάμενον ἔχῃ, πολλῷ χαλεπώτερα. Μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. Βαβαί! πόσον θυμοῦ μέγεθος, ὅταν μηδὲ τὸ ἄωρον τῆς ὀρφανίας ἐλέους τυγχάνῃ, καὶ οὐ μόνον ἐλέους, ἀλλὰ καὶ ἀπωλείᾳ ἐσχάτῃ περιβάλληται! Γενηθήτω γὰρ, φησὶ, τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν. Ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ. Εἶδες λόγον θυμοῦ γέμοντα, καὶ οὐδαμοῦ ἱστάμενον; Καὶ ζῆσαι μετὰ συμφορᾶς αὐτοὺς εὔχεται ποικίλης καὶ παντοδαπῆς, καὶ πανωλεθρίᾳ παραδοθῆναι, καὶ ἀνωνύμως ἀπολέσθαι. Καὶ ὥσπερ οὐκ ἀρκούσης τῆς συμφορᾶς τῶν παίδων, ἐπάγει πάλιν· Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Τοῦτο γὰρ μάλιστα θυμοῦ, τὸ κατακερματίζειν ἃς εἶπε καθόλου συμφορὰς, καὶ συνεχῶς τὰ αὐτὰ περιστρέφειν. Εἰπὼν γὰρ, Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ, ἐπήγαγε· Καὶ μὴ ἐξαλειφθείη. Καίτοι τὸ αὐτό ἐστιν· ἀλλ᾽ ὅμως ὁ θυμὸς καὶ ἀμφότερα παρεσκεύασεν αὐτὸν εἰπεῖν· ὃ δὲ βούλεται εἰπεῖν τοῦτό ἐστιν· Ἀπόκτεινον αὐτὸν, σφάξον, ἄνελε. Εἶδες ἀρᾶς πλῆθος;
Ἀλλ᾽, εἰ βούλει, πάλιν ἄνωθεν αὐτὰ συλλογίσομαι. Περιπέσοι πονηροῖς ἀνθρώποις, φησὶ, κατηγορηθείη, κρατηθείη παρ᾽ αὐτῶν, καταδικασθείη, ἄωρον ὑποσταίη θάνατον, ἐκβληθείη τῆς τιμῆς, καὶ μηδὲ εἰς ἐκγόνους, ἀλλ᾽ εἰς ἑτέρους τινὰς ταύτην μεταφερομένην ἴδοι· ἡ γυνὴ αὐτοῦ ἀπόλοιτο, καὶ τὰ παιδία πενίαν, ὀρφανίαν, βίον προσαιτῶν ὑπομείναιεν, καταδικασθεῖεν, ἐλαθεῖεν πάντοθεν, μηδένα σχοῖεν βοηθὸν, ἐκπέσοιεν καὶ τῆς εὐνοίας τοῦ Θεοῦ, μηδεὶς αὐτοῖς γένοιτο λιμὴν, μηδὲ καταφυγή· ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ ἀπὸ τῆς γῆς, ἀνώνυμος ἀπόλοιτο, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ δίκην δοῖεν, ὧν ἥμαρτον· καὶ μετ᾽ αὐτὸ ἐξώλεις καὶ προώλεις ἀπόλοιντο.
βʹ. Ἆρα οὐκ ἐκπλήττει τὸν ἀκροατὴν τὰ εἰρημένα, Ἆρα οὐκ ἐπιθυμεῖς ἀκοῦσαι τίς οὗτος ὁ καταδικασθεὶς οὕτως; Εἰ γὰρ ἄνθρωπον ἀκούοντες λοιδορούμενον τοὺς παρεστῶτας ἐρωτῶμεν, φράσαι τίς ὁ ταῦτα ἀκούων· πολλῷ μᾶλλον τοῦ προφήτου ταῦτα καταρωμένου ἀκούοντες, ἀναγκαῖον μαθεῖν, καὶ μετὰ φόβου μαθεῖν, καὶ συνεσταλμένης τῆς διανοίας, τίς ὁ εἰς ὀργὴν οὕτω χαλεπὴν ἐμπεσὼν, τίς ὁ λυπήσας τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τοσαῦτα καὶ τηλικαῦτα ἀκοῦσαι παθῶν εἴδη. Οὐκοῦν, εἰ δοκεῖ, τὸν ψαλμὸν ἄνωθεν εἴπωμεν μετὰ πολλῆς τῆς προσοχῆς. Καὶ μηδεὶς θορυβείσθω. Καὶ γὰρ μετὰ ἀκριβείας ἁπάσης ποιήσομαι τὴν ἐξήγησιν, ὡς ἂν οἷός τε ὦ. Οὐδὲ γὰρ μικρόν ἐστι τὸ ζητούμενον· ἀλλ᾽ ἓν μὲν καὶ πρῶτον, τίνος ἕνεκεν αὐτοῦ ἁμαρτόντος, τούτου δὴ τοῦ καταβοωμένου, οἱ παῖδες κολάζονται μετ᾽ αὐτοῦ, καὶ ἡ γυνὴ, καὶ οἱ γονεῖς. Δεύτερον δὲ, τίς ὁ καταρώμενος.
Τρίτον δὲ, πῶς ὁ τῶν ἀποστόλων κορυφαῖος περὶ τοῦ Ἰούδα τὸν ψαλμὸν εἰρῆσθαι δείκνυσι· μᾶλλον δὲ οὐ τὸν ψαλμὸν ἅπαντα, ἀλλὰ τοῦ ψαλμοῦ τὸ μέρος. Γέγραπται γὰρ, φησὶν, ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ ἐν τοῖς σκηνώμασιν αὐτοῦ μὴ ἔστω ὁ κατοικῶν.
Ἀλλὰ πάλιν τοῦτο ἕτερον ἡμῖν ζήτημα παρέχει· οὐ γὰρ ἐν τούτῳ γέγραπται τῷ ψαλμῷ ἀμφότερα· διόπερ οὐκ εἶπε τόνδε τὸν ψαλμὸν, ἀλλὰ τὸ βιβλίον ἅπαν. Καὶ γὰρ τὸ, Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, ἐν ἑτέρῳ· καὶ ἐν τούτῳ· Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Ἀλλ᾽ ὅμως ὁ Πέτρος ἀμφότερα συνήγαγεν εἰς μαρτυρίαν μίαν. Ὃ καὶ ὁ Παῦλος πανταχοῦ ποιεῖ, ὡς ὅταν λέγῃ· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἐξ Ἰακώβ. Καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. Τί δὲ ἄν τις εἴποι τὸ εἰρημένον; προφητείαν, ἢ ἀράν; Προφητείαν ἐν εἴδει ἀρᾶς. Καὶ γὰρ καὶ ἀλλαχοῦ τοιοῦτόν τι εὑρήσομεν· ὅπερ καὶ ὁ Ἰακὼβ ἐποίησεν. Ἐπειδὴ γὰρ τοὺς ἀκούοντας ἐκ τῶν ἑτέροις συμβαινόντων ὠφελεῖσθαι χρὴ, πολλὰς τῶν προφητειῶν τούτῳ σχηματίζουσι τῷ τρόπῳ, ὥστε καὶ τῷ εἴδει τῆς προφορᾶς τῆς κατὰ τὴν πολιτείαν αὐξηθῆναι τὸν φόβον. Οὐ γάρ ἐστιν ἴσον εἰπεῖν, ὅτι ὁ δεῖνα τὸ καὶ τὸ πείσεται, καὶ ἐν τάξει χολῶντος καὶ ὀργιζομένου τὸ αὐτὸ τοῦτο προσενεγκεῖν. Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα ἀποφαίνομαι, ἀπὸ τῶν προφητικῶν ὑμῖν ῥημάτων τοῦτο ποιήσω δῆλον.
Ὁ γὰρ Ἰακὼβ, ὅτε ἔμελλε τελευτᾷν, Δεῦτε, φησὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐρῶ, τί ἀπαντήσεται ὑμῖν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν· καὶ μέλλων προφητεύειν, ἐκ προοιμίων εὐθέως ὥσπερ τινὶ θυμῷ ζέων ἀπὸ ἀρᾶς ἄρχεται τῆς προφητείας, οὕτω λέγων· Ῥουβὶμ πρωτότοκός μου, σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης, ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς· τὴν μέλλουσαν αὐτοῦ ἀπώλειαν ἐν τάξει ἀρᾶς προφητεύων. Οὕτω πάλιν ὅταν ἀγαθὰ λέγῃ, ἐν τάξει εὐχῆς διηγεῖται, Δῴη σοι Κύριος, λέγων, ἐκ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἐκ τῆς πιότητος τῆς γῆς. Καίτοι καὶ τοῦτο προφητεία. Ἀλλ᾽ ὅτι μὲν οὐκ ἔστιν ἀνθρωπίνου πάθους, δῆλον. Καὶ γὰρ καὶ ἐπὶ Χαναὰν ὁ πατὴρ αὐτοῦ τοῦτο αὐτὸ ποιεῖ, λέγων· Ἔσται Χαναὰν παῖς αὐτοῦ· ἵνα μάθῃς, ὅτι ὁ Θεὸς, προλαμβάνων τοὺς ἀδικουμένους, ἐπεξέρχεται τοῖς ἀδικοῦσι. Καὶ ὁ Χριστὸς δὲ τοιούτῳ τινὶ κέχρηται τρόπῳ, προφητείας εἴδει μᾶλλον ἀνακαλῶν καὶ θρηνοῦντα μιμούμενος, καὶ λέγων· Οὐαί σοι, Χωραζὶν, οὐαί σοι, Βηθσαϊδά. Καὶ πάλιν, ὡς ὅταν λέγῃ· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας.
Περὶ τίνος οὖν ὁ ψαλμὸς εἴρηται; Ἔνια περὶ τοῦ Ἰούδα, τοῦ Πνεύματος προφητεύοντος διὰ τοῦ Δαυῒδ, τὰ δὲ λοιπὰ περὶ ἑτέρων. Καὶ γὰρ οὗτος προφητείας πάλιν τρόπος ἐστί. Καὶ πολλαχοῦ αὐτὸν εὑρήσομεν οὕτω συγκείμενον, καὶ τὰ μὲν προοίμια εἰς ἕτερον, τὰ δὲ λειπόμενα εἰς ἄλλον λεγόμενα. Ἵνα δὲ καὶ ἑτέρωθεν ἴδῃς τοῦτο αὐτὸ, ἡνίκα εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσῄεσαν Ἰουδαῖοι, διαιρῶν τὰς δώδεκα φυλὰς εἰς δώδεκα μέρη, τὰς μὲν εὐλογεῖν, τὰς δὲ ἀρᾶσθαι κελεύεται ὑπὸ Θεοῦ ὁ τοῦ Ναυῆ. Καὶ ἡ εὐλογία δὲ καὶ ἡ ἀρὰ προφητεῖαι τῶν γενησομένων ἦσαν Καὶ γὰρ ἔλεγεν· Ἐπικατάρατος σὺ ἐν πόλει, ἐπικατάρατος ἐν ἀγρῷ· καὶ μυρίας τοιαύτας ἀρὰς συντιθεῖσαι αἱ φυλαὶ μακρὸν λόγον ἀπήρτισαν.
Τοῦτο δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν, ὅτι ἐν τάξει ἀρᾶς προφητεία συντέθειται, τά τε τῷ Ἰούδᾳ συμβησόμενα ἀπαγγέλλουσα καὶ προαναφωνοῦσα, εἶτα καὶ μετ᾽ ἐκεῖνον ἑτέραν τινὰ ἀνακινοῦσα ὑπόθεσιν, καὶ ἱσταμένη κατά τινων ἱερωσύνῃ ἐπαναστάντων· ἵνα μάθωμεν ἡλίκον κακόν ἐστι τοῖς ἱερεῦσι τοῦ Θεοῦ ἐπανίστασθαι, καὶ δόλῳ καὶ ἀδικίᾳ κατ᾽ αὐτῶν κεχρῆσθαι.
Τὰ γὰρ εἰρημένα οὐδὲν ἕτερόν ἐστιν, ἢ διδασκαλία τῶν συμβησομένων τοῖς τοὺς πλησίον ἀδικοῦσι, τοῖς κατεξανισταμένοις μετὰ δόλου καὶ γνώμης διεφθαρμένης τῶν οὐδὲν ἠδικηκότων. Εἰ δὲ τοὺς παῖδας ἀξιοῖ κολάζεσθαι, μὴ θορυβηθῇς, ἀγαπητέ· παῖδας γὰρ ἐνταῦθά φησι τοὺς τῇ πονηρίᾳ τῶν τοιούτων κεκοινωνηκότας. Οἶδε γὰρ ἡ Γραφὴ παῖδας καλεῖν καὶ τοὺς κατὰ συγγένειαν, καὶ τοὺς πονηρίᾳ συνεζηκότας, κἂν μὴ τῇ φύσει παῖδες ὦσιν, ὡς ὅταν λέγῃ· Ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστέ. Καίτοι γε κατὰ φύσιν υἱοὶ τοῦ διαβόλου οἱ Ἰουδαῖοι οὐκ ἦσαν.
Πῶς γὰρ τοῦ ἀσωμάτου οἱ σάρκα περικείμενοι; Ἀλλὰ τῇ κοινωνίᾳ τῆς πονηρίας τὴν συγγένειαν ἐπεσπάσαντο. Οὕτως αὐτοὺς καὶ τοῦ Ἀβραὰμ ἐκβάλλει, λέγων· Εἰ τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἂν ἐποιεῖτε. Ὅτι γὰρ υἱὸς οὐ κολάζεται διὰ τὸν πατέρα, οὔτε πατὴρ ὑπὲρ τοῦ υἱοῦ, παντί που δῆλον.
Καὶ ἐν τῷ νόμῳ τοῦτο δείκνυται εἰρημένον, πλὴν εἰ μὴ κακῶς αὐτὸν ἀναγάγοι· καὶ τότε δὲ οὐχ ὑπὲρ υἱοῦ, ἀλλ᾽ ὑπὲρ τῆς οἰκείας ῥᾳθυμίας, ὥσπερ ὁ Ἠλεί. γʹ. Εἰ δὲ δοκεῖ, καὶ τὸν ψαλμὸν ἄνωθεν ἐπέλθωμεν. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς.
Ἕτερος δὲ ἑρμηνευτής φησι· Θεὲ, ὑμνήσεώς μου μὴ κωφεύσῃς. Ἄλλος, Μὴ σιγήσῃς· τουτέστι, μὴ παραδράμῃς τὴν τιμωρίαν, ἀλλ᾽ ἐπέξελθε τοῖς γεγενημένοις. Σὺ γὰρ εἶ ὁ ἔνδοξος, ὁ μέγας, καὶ δυνατὸς τὰ τοιαῦτα διορθοῦν. Ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ᾽ ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ᾽ ἐμοῦ γλώσσῃ δολίᾳ καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσηυχόμην.
Εἶδες πονηρίαν ἐκτεταμένην; εἶδες κοινωνίαν ἐπιβουλῆς; εἶδες μελέτην; Καὶ γὰρ καὶ τοῦτο μάλιστα παροξύνει τὸν Θεὸν, ὅταν τὰ φαῦλα ἀπὸ βουλῆς, καὶ σκέψεως, καὶ πολλῆς τῆς γυμνασίας ἐργάζωνται οἱ μετιόντες. Ἕτερον γάρ ἐστι, συναρπαγέντα καὶ ἀπατηθέντα ὑποσκελισθῆναι· ἕτερον, ἔργον ποιούμενον τὴν πονηρίαν· καὶ ἕτερον, ἔγκλημα μέγιστον, ὅταν καὶ πονηρεύωνται κατὰ τοῦ μὴ πονηρευομένου. Τὸ γὰρ εἰπεῖν, Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με, οὐδὲν ἕτερον δείκνυσιν, ἢ ὅτι εἰς εὐεργέτην τινὰ, καὶ ἄξιον τοῦ φιλεῖσθαι, καὶ χρηστὰς ἀμοιβὰς λαμβάνειν, τὰ ἐναντία ἐπεδείκνυντο. Ἐγὼ δὲ προσηυχόμην.
Εἶδες φιλοσοφίαν; εἶδες ἐπιείκειαν; εἶδες πραότητα; εἶδες ψυχῆς εὐλάβειαν; Οὐχ ὡπλιζόμην, φησὶν, οὐδὲ ἀντιπαρεταττόμην, ἀλλ᾽ ἐπὶ σὲ κατέφευγον· τὴν σὴν ἐκάλουν συμμαχίαν, τὴν ῥοπὴν, τὸ μέγιστον ὅπλον, τὴν βοήθειαν τὴν ἀχείρωτον. Εἶτα εἰπὼν τὰ κατὰ τὸν Ἰούδαν, πῶς ἑαυτὸν κατεδίκασε, πῶς τὴν ἐπὶ θανάτου ἐξήνεγκε ψῆφον καθ᾽ ἑαυτοῦ, πῶς ἀπήγξατο, πῶς ἡ ἀποστολὴ αὐτοῦ πρὸς ἕτερον μετέστη, πάλιν ἔχεται τῆς προτέρας ὑποθέσεως. Καὶ γὰρ καὶ τοῦτο προφητείας εἶδος, μεταξὺ διακόπτειν, καὶ ἱστορίαν τινὰ ἐμβάλλειν, καὶ μετὰ τὸ ταύτην διεξελθεῖν πάλιν ἐπὶ τὰ πρότερα ἐπανιέναι. Συνεσκίασται γὰρ διὰ τὴν ἀγνωμοσύνην τῶν Ἰουδαίων ἡ προφητεία. Αἰνίττεται γοῦν τινα, ὅπερ ἔφθην εἰπὼν, ἱερωσύνῃ ἐπιβουλεύσαντα μετὰ τοὺς χρόνους τοὺς ἐκ τῆς ἐπανόδου τῆς ἐκ Βαβυλῶνος. Καὶ οἱ φιλοπονώτεροι ἴσασι τοῦτο, τὴν ἱστορίαν ἐπελθόντες. Καὶ προφητεύει μεγάλα τῷ τοιούτῳ κακὰ, ἐρημίαν προστατῶν· καὶ πάντα ἀξιοῖ προσχώννυσθαι αὐτῷ λιμένα, καὶ μηδεμιᾶς τυχεῖν μακροθυμίας, μηδὲ φιλανθρωπίας, μηδὲ συγγνώμης.
Ταῦτα δὲ, ὅπερ ἔφθην εἰπὼν, καὶ συνεχῶς λέγων οὐ παύσομαι, δοκεῖ μὲν εἶναι ἀρᾶς· προφητεία δέ ἐστι, δεικνύουσα πῶς παροξύνεται ὁ Θεὸς, ὅταν ἱερωσύνη ἐπιβουλεύηται. Εἶτα κατὰ λέξιν τὰς συμφορὰς ἐπεξέρχεται, καί φησιν· Ἀνθ᾽ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεον. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.
Τοῦτο ἐσχάτης ὠμότητος, τοῦτο πολλῆς ἀπανθρωπίας, ὅταν μὴ μόνον τις ἐπιβουλεύῃ, ἀλλὰ καὶ τὸν ἱκανὸν ἐπικλάσαι πρὸς ἔλεον καὶ πρὸς συμπάθειαν ἐπικάμψαι. Ὁ γὰρ τοιοῦτος πρὸς τὴν τῶν θηρίων ἀγριότητα ἐξώκειλε, μᾶλλον δὲ καὶ ἐκείνων χαλεπώτερος γέγονε. Τοῖς μὲν γὰρ θηρίοις κατὰ φύσιν τὸ θηριῶδες· οὗτος δὲ λόγῳ τιμηθεὶς, τῇ πονηρίᾳ τὴν εὐγένειαν προέδωκε. Κἀκεῖνα μὲν πρὸς τὸ ὁμόφυλον καὶ συγγενὲς ἔχει τινὰ φιλίαν καὶ ἡμερότητα· οὗτοι δὲ οὐδὲ τὸ κοινὸν τῆς φύσεως ᾐδέσθησαν, ἀλλ᾽ ὃν ἔδει ἐλεεῖν καὶ ἀνέχειν καὶ ἀνορθοῦν, τοῦτον ὤθουν καὶ ἀνέτρεπον. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾽ αὐτοῦ. Ἐπειδὴ πολλὰς κατηύξατο αὐτοῦ συμφορὰς, δείκνυσιν οὐ παρ᾽ αὐτοῦ, ἀλλὰ παρ᾽ ἐκείνου τὴν ἀρχὴν τούτων γενομένην καὶ τὴν αἰτίαν, τοῦ διὰ τῶν ἔργων ἀποκρουσαμένου μὲν τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν, ἐπισπασαμένου δὲ τὴν θεήλατον πληγήν. Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ, καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. Ἐνταῦθα καὶ τὸ σφοδρὸν τῆς πληγῆς, καὶ τὸ μόνιμον τῆς τιμωρίας ἐνδείκνυται, δηλῶν ὅτι πᾶσιν ἀνθρώποις τὰ κακὰ οἴκοθεν καὶ παρὰ τῆς οἰκείας γνώμης, οἳ διὰ τῶν ἔργων καὶ τῶν πράξεων τὰ μὲν ἀγαθὰ διακρούονται, ταῖς δὲ τιμωρίαις ἑαυτοὺς ἐπεμβάλλουσι.
Γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διαπαντὸς περιζώννυται. Τοῦτο δέ φησι, δεικνὺς τὴν ἄφατον τοῦ Θεοῦ ὀργὴν, τὴν μετελευσομένην τοὺς τοιούτους. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Οὕτως αὐτοὺς τὰ κακὰ καθέξει, ὡς μηδὲ μεταβολήν τινα σχεῖν· ἀλλ᾽ ἐναποστηριχθήσεται ἐν αὐτοῖς, καὶ μενεῖ βέβαια.
Εἶτα δεικνὺς, ὅτι πονηρίαν κολάζει, καὶ κακίαν διορθοῦται, καὶ ὅτι οὐ κατ᾽ ἐκείνου μόνου, ἀλλὰ κατὰ πάντων τῶν ὑπευθύνων τοῖς λεγομένοις ὄντων ἡ τοιαύτη κείσεται ψῆφος; ἐπήγαγε· Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίῳ. Τουτέστιν, αὕτη ἡ τιμωρία, αὕτη ἡ δίκη τῶν ἀνθισταμένων μοι, τῶν ἐπιβουλευόντων, τῶν πολεμούντων, Καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. Ἄρα καὶ ῥημάτων εἰσὶν εὐθῦναι, καὶ εὐθῦναι πικρόταται.
δʹ. Ἀπαρτίσας τοίνυν τὸν περὶ ἐκείνου λόγον, ἐπὶ τὸν Θεὸν καταφεύγει πάλιν ὑπὲρ τῆς εἰς αὐτὸν ἀντιλήψεως. Οὐδὲ γὰρ μέχρι τῆς τιμωρίας τῶν ἐπιβουλευόντων ἵσταται, ἀλλὰ δεικνὺς ὅτι οἱ κακῶς πάσχοντες καὶ τιμωρὸν ἔχουσιν ὑπὲρ ὧν ἀδικοῦνται, καὶ αὐτοὶ πολλῆς τυγχάνουσι τῆς ἀντιλήψεως, ἐπάγει λέγων· Καὶ σὺ, Κύριε, ποίησον μετ᾽ ἐμοῦ, ἕνεκεν τοῦ ὀνόματός σου. Ὅρα εὐγνωμοσύνην, ὅρα ταπεινοφροσύνην.
Καίτοι γε ἱκανὴν εἶχεν εἰς συνηγορίαν ἀφορμὴν τὸ κακῶς παθεῖν (καὶ γὰρ καὶ τοῦτο πολλαχοῦ τῶν Γραφῶν ἔστιν ἰδεῖν, ὅτι οἱ κακῶς πάσχοντες ἀδίκως παρὰ ἀνθρώπων, πλείονα ἔχουσι παῤῥησίας ἀφορμὴν πρὸς τὸ τυχεῖν τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς), ἀλλ᾽ οὗτος ἀφεὶς τοῦτο εἰπεῖν, ἐπὶ τὴν φιλανθρωπίαν μόνην τοῦ Θεοῦ καταφεύγει καὶ λέγει· Ποίησον μετ᾽ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου· μονονουχὶ τοῦτο λέγων· Οὐκ ἐπειδὴ ἄξιός εἰμι, ἀλλὰ διὰ σεαυτὸν, ὅτι φιλάνθρωπος εἶ καὶ ἐλεήμων. Διὸ καὶ ἐπάγει· Ὅτι χρηστὸν τὸ ἔλεός σου. Καὶ καλῶς εἶπεν, Ὅτι χρηστὸν τὸ ἔλεός σου. Τὸ γὰρ τῶν ἀνθρώπων οὐ τοιοῦτον πολλαχοῦ· ἔστι γὰρ ὅπου καὶ ἐπὶ βλάβῃ τούτῳ κέχρηνται, καὶ ἐπὶ διαφθορᾷ· ἀλλ᾽ ὁ Θεὸς πανταχοῦ πρὸς τὸ συμφέρον. Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Ὁρᾷς αὐτὸν πάλιν ἀξιοῦντα σωθῆναι, οὐχ ὡς ἄξιον, οὐδὲ ὡς δίκαιον, ἀλλ᾽ ὡς ἀνατραπέντα παντελῶς, ὡς κατειργασμένον, ὡς μυρία παθόντα κακά; Καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Τοιαύτη γὰρ τῶν συμφορῶν ἡ δύναμις· οὐ σῶμα λυμαίνεται μόνον, ἀλλὰ καὶ ψυχὴν θορυβεῖ.
Ὡς σκιὰ, ἐν τῷ ἐκκλῖναι αὐτὴν, ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Τὸ σφοδρὸν τῆς ἐπιβουλῆς τῶν ἀδικησάντων λέγει, τὴν κακουχίαν τὴν ἄφατον, καὶ τὴν παρ᾽ ἑαυτοῦ πάλιν γενομένην ἐν τοῖς τοιούτοις σπουδήν. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον.
Ὁρᾷς οἷα κατασκευάζει ὅπλα πρὸς τὰς ἐπιβουλὰς, καὶ τὴν πρὸς αὐτὸν κακουχίαν; Καὶ ἐγὼ ἐγενήθην αὐτοῖς ὄνειδος· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. Τοιαῦται τῶν πονηρῶν αἱ γνῶμαι· οὐ μόνον οὐκ ἐνδιδόασιν, ὅταν ἴδωσι τὸν δίκαιον ἐπιτείνοντα τὴν εὐλάβειαν, ἀλλὰ καὶ ὀνειδίζουσι καὶ κωμῳδοῦσι, καὶ ἐπεμβαίνουσι. Τί οὖν οὗτος; Ἐπὶ τὴν ἄμαχον συμμαχίαν, ἐπὶ τὴν ἀχείρωτον βοήθειαν καταφεύγει, λέγων· Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν.
Τί ἐστιν, Ὅτι ἡ χείρ σου αὕτη; Ὅτι σὴ ἡ συμμαχία. Ὅτι σὴ, φησὶν, ἡ βοήθεια. Οὐ γὰρ δὴ σωθῆναι βούλομαι μόνον, ἀλλὰ καὶ ἐκείνους μαθεῖν παρὰ τίνος ἐσώθην, ὥστε διπλοῦν μοι γενέσθαι τὸ τρόπαιον, διπλοῦν τὸν στέφανον, ἐπιτεταμένην τὴν δόξαν. Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις.
Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Ἐντεῦθεν φιλοσοφίαν τινὰ παιδεύει τὸν ἀκροατήν. Δείκνυσι γὰρ ὅτι κἂν μυρίαις βάλλωσι ταῖς ἀραῖς, εὐλογοῦντος τοῦ Θεοῦ, οὐδὲν ἔσται βλάβος ἀπ᾽ ἐκείνων, ἀλλ᾽ εἰς αὐτοὺς περιτραπήσεται τὰ τῆς αἰσχύνης, τὰ τῶν ὀνειδῶν. Ὁ δὲ δοῦλός σου εὐφρανθήσεται ἐπὶ σοί. Καλῶς εἶπεν, Ἐπὶ σοὶ, δηλῶν ὅτι ἐκεῖθεν ἡ εὐφροσύνη, ὅθεν ἡ χορηγία τῶν ἀγαθῶν. Λοιπὸν οὐδέν με τῶν μοχθηρῶν θορυβῆσαι δυνήσεται, τῆς εὐφροσύνης μοι τῆς παρὰ σοῦ μενούσης ἀκεραίου. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. Ὅρα πάλιν πῶς ἀξιοῖ μὴ κολάσει παραδοθῆναι αὐτοὺς μόνον, ἀλλ᾽ αἰσχύνῃ, ἀλλ᾽ ἐντροπῇ, ὥστε διδασκαλίαν αὐτοῖς γενέσθαι διορθώσεως, καὶ ὑπόθεσιν τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν. Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.
Ἀντὶ δὴ τούτων πάντων ἀμοιβὰς ἀνατίθησι τῷ Θεῷ τὴν ὑμνολογίαν, τὴν εὐχαριστίαν, τὸν αἶνον, τὸ παρὰ πᾶσιν ἀπαγγέλλειν αὐτοῦ τὰ κατορθώματα, τὸ ἐν μέσῳ θεάτρου κήρυκα γίνεσθαι τῶν αὐτῷ ὑπαρξάντων ἀγαθῶν. Τοῦτο γὰρ θυσία, τοῦτο προσφορὰ, τὸ τὰς εὐεργεσίας τοῦ Θεοῦ διαπαντὸς ἐπὶ μνήμης φέρειν, καὶ ἐγκολάπτειν τῇ διανοίᾳ, καὶ ἐπὶ στόματος ἀνακηρύττειν, καὶ πολλοὺς ποιεῖν ἀκουστὰς τῶν εὐεργεσιῶν αὐτοῦ. Οὕτω γὰρ ὅ τε ἀπολελαυκὼς τῆς εὐεργεσίας, εὐγνωμοσύνης λήψεται ἀμοιβὴν, καὶ πλείονα ἐπισπάσεται παρὰ τοῦ Θεοῦ τὴν ῥοπήν· οἵ τε ἀκούοντες ἀπὸ τῶν ἑτέροις γινομένων σπουδαιότεροι κατασταθήσονται, καὶ πρὸς ἀρετῆς ζῆλον μεγίστην λήψονται τὴν ἑτέρων εὐεργεσίαν ὑπόθεσιν.
ΕΙΣ ΤΟΝ ΡΘʹ ΨΑΛΜΟΝ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. αʹ. Διαναστῶμεν, παρακαλῶ, καὶ συντείνωμεν ἑαυτούς. Καὶ γὰρ περὶ σφόδρα μεγάλων ἡμῖν ὁ ψαλμὸς διαλέγεται θεωρημάτων, οὐ πρὸς ἓν εἶδος αἱρέσεως, ἀλλὰ πρὸς ποικίλα καὶ διάφορα ἑστηκώς. Καὶ γὰρ πρὸς Ἰουδαίους, καὶ πρὸς Παῦλον τὸν Σαμοσατέα, καὶ πρὸς τοὺς τὰ Ἀρείου φρονοῦντας, καὶ πρὸς τοὺς τὰ Μαρκίωνος, καὶ πρὸς τοὺς Μανιχαίους, καὶ πρὸς ἅπαντας τοὺς τῇ ἀναστάσει διαπιστοῦντας παρατάττεται.
Ἐπεὶ οὖν πρὸς τοσούτους ἡ παράταξις, πολλῶν καὶ ἡμῖν ὀφθαλμῶν δεῖ, ὥστε μετὰ ἀκριβείας θεωρῆσαι τὰ παλαίσματα. Ἐν μὲν γὰρ τοῖς ἔξωθεν ἀγῶσι κἂν παροφθῇ τι τῶν παλαισμάτων τῶν ἐν αὐτοῖς, οὐδὲν ἔβλαψε τὸν θεατήν· οὐ γὰρ διδασκαλίας ἕνεκεν, ἀλλὰ τέρψεως ἐκεῖνο τὸ θέατρον συνείλεκται.
Ἐνταῦθα δὲ ἐὰν μὴ μετὰ ἀκριβείας εἰδῇς, πόθεν μὲν ἐκεῖνος παρατάττεται, πόθεν δὲ ἡμεῖς αὐτὸν βάλλομεν, οὐ τὴν τυχοῦσαν ὑποστήσῃ ζημίαν. Ἵν᾽ οὖν μὴ τοῦτο πάθῃς, διανάστησόν σου τὴν διάνοιαν, μετέωρον ποίησον τὴν ἀκοήν. Ἰουδαίους βάλλομεν πρώτους, καὶ πρὸς ἐκείνους παραταττόμεθα, τὸν Προφήτην ἀπὸ τῶν ῥημάτων λαβόντες σύμμαχον τούτων. Καὶ γὰρ λεγόντων ἡμῶν, ὅτι σαφῶς περὶ τοῦ Χριστοῦ ταῦτα εἴρηται, ταῦτα μὲν οὐ καταδέχονται, ἕτερα δέ τινα πλάττουσιν. Οὐκοῦν πρῶτον αὐτῶν τὸν λόγον ἀπελέγξωμεν, καὶ τότε τὸν ἡμέτερον ἀποδείξωμεν.
Καὶ τέως ἐρώμεθα νῦν αὐτοὺς, τίς ὁ κύριος τοῦ δικαίου τούτου; Εἶπε γὰρ, φησὶν, ὁ Κύριος τῷ Κυρίῳ μου. Οὐ γὰρ ἑνὸς προσώπου μέμνηται ἐνταῦθα, ἀλλ᾽ ἑνὸς πρὸς ἕνα ἕτερον διαλεγομένου. Τίνα οὖν φασι τὸν λέγοντα; Τὸν Θεόν. Τὸν δὲ ἀκούοντα; Τὸν Ἀβραάμ. Ἕτεροι δὲ τὸν Ζοροβάβελ, καὶ ἄλλοι ἕτερον· καθάπερ οἱ μεθύοντες, καὶ μηδὲν σύμφωνον φθεγγόμενοι, μᾶλλον δὲ καθάπερ οἱ ἐν σκότῳ βαδίζοντες, καὶ προσαράσσοντες ἀλλήλους. Τί οὖν, εἰπέ μοι, Ζοροβάβελ κύριος τοῦ Δαυΐδ; Καὶ πῶς ἂν ἔχοι λόγον, ὃς καὶ αὐτὸς ἀντὶ μεγάλης τιμῆς Δαυῒδ κέκληται;
Καὶ τὰ ἐπιόντα δὲ δηλοῖ, ὅτι οὐδὲν περὶ τοῦ Ζοροβάβελ ἐνταῦθα εἴρηται, οὐδὲ περὶ τοῦ Δαυΐδ· οὐδεὶς γὰρ αὐτῶν ἱερωσύνῃ τετίμηται· ἐνταῦθα δὲ περί τινος εἴρηται ἱερωσύνην ἔχοντος ξένην τινὰ καὶ παράδοξον. Σὺ γὰρ, φησὶν, ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἀλλὰ τέως τὸ παρὸν ἀναπτύξωμεν. Καὶ γὰρ καὶ ἕτερά τινα λέγουσι τούτων ἑωλότερα, περὶ τοῦ λαοῦ λέγοντες ταῦτα εἰρῆσθαι· ἀλλ᾽ οὔτε ἱερεὺς ὁ λαὸς γέγονεν, οὔτε τὰ ἕτερα τὰ εἰρημένα δυνηθείη ποτὲ αὐτῷ ἁρμόσαι. Διόπερ καὶ τοῦτο ὡς ἕωλον παραδραμόντες, καὶ οὔτε κατασκευῆς δεόμενον εἰς ἀνατροπὴν, ἕτερον ὅπερ λέγουσιν εἰς μέσον ἀγάγωμεν. Τί γάρ φασιν ἄλλοι πάλιν; Ὅτι ὁ παῖς τοῦ Ἀβραὰμ ταῦτα λέγει περὶ τοῦ κυρίου τοῦ ἑαυτοῦ. Καὶ τί τούτου γένοιτο ἂν πάλιν ἑωλότερον;
Τί γὰρ ἐνταῦθα βούλεται ὁ παῖς τοῦ Ἀβραάμ; Ποῦ δὲ ἱερεὺς ὁ κύριος αὐτοῦ γέγονεν, ὅς γε καὶ αὐτὸς ἱερεῖ τῷ Μελχισεδὲκ ἐκέχρητο, καὶ τὰς παρ᾽ αὐτοῦ εὐλογίας ἐζήτει; Πῶς δὲ ἂν ἔχοι λόγον περὶ τοῦ Ἀβραὰμ εἰρῆσθαι τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε; πῶς δ᾽ ἂν ἢ τῷ Δαυῒδ, ἢ τῷ Ζοροβάβελ, ἢ τῷ λαῷ ταῦτα ἁρμόσειεν; Ὑπὲρ γὰρ ἀνθρωπίνην φύσιν τὸ εἰρημένον. Τὸ δὲ, Κάθου ἐκ δεξιῶν μου, ποίαν ἂν σχοίη ἑρμηνείαν, ἐκείνων τῶν προσώπων ὑποκειμένων; Οὐδὲ μίαν. Πῶς δὲ τῷ Ἀβραὰμ εἶπε, Κάθου ἐκ δεξιῶν μου, ὅς γε καὶ τὸ παρεστάναι τοῖς ἀγγέλοις μεγίστης ἄξιον ἡγεῖται τιμῆς εἶναι;
Ἀλλὰ τίς αὐτῶν ὁ σοφὸς λόγος; Καὶ πῶς, φησὶ, Κύριον εἰσάγεις ἕτερον, ὅταν ἡ Γραφὴ διαῤῥήδην λέγῃ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πλὴν αὐτοῦ οὐκ ἔστι Θεός; Πρὸς τίνα οὖν, εἰπέ μοι, ἐστὶ τὸ λεγόμενον; Μάλιστα μὲν ἐκεῖνα πρὸς τὴν σὴν ἀγνωμοσύνην εἴρηται, ὦ Ἰουδαῖε. Διὰ τί γὰρ τῷ Ἀβραὰμ οὐδὲν ἐλέχθη τοιοῦτον, οὐδὲ τῷ Ἰσαὰκ, οὐδὲ τῷ Ἰακὼβ, οὐδὲ τῷ Μωϋσεῖ, ἀλλὰ σοὶ μόνῳ, ὅτε ἐξελθὼν ἐξ Αἰγύπτου ἐμοσχοποίεις; τίνος ἕνεκεν, εἰπέ μοι;
Εἰ δὲ αὐτὸς ἀπορεῖς, παρ᾽ ἐμοῦ τὴν αἰτίαν μάνθανε. Ἐπειδὴ γὰρ ἐξελθὼν ἐμοσχοποίησας, καὶ τῷ Βεελφεγὼρ ἐτελέσθης, καὶ πρὸς δῆμον θεῶν ἧς ἐπτοημένος, τὴν ἄνομον ἐκείνην πολυθεΐαν εἰσάγων, ἀναστέλλων σου τὸ νόσημα, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντων θεῶν τὸ Εἷς ἔθηκεν, οὐ πρὸς ἀθέτησιν τοῦ Μονογενοῦς.
Ἐπεὶ τίνος ἕνεκεν ἐν προοιμίοις εἴρηται εὐθέως· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἡμετέραν; Καὶ πάλιν, Δεῦτε καὶ καταβάντες συγχέωμεν τὰς γλώσσας αὐτῶν. Καὶ πάλιν ὁ Δαυῒδ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Εἰ δὲ ὁ Μωϋσῆς λέγει, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν· ἡ ὑμετέρα ἀσθένεια γέγονεν αἰτία τούτων. Καὶ τί θαυμάζεις εἰ ἐπὶ τῶν δογμάτων τοῦτο γέγονεν, ὅπου γε καὶ ἐπὶ τῶν πραγμάτων ἀπὸ τῶν τελειοτέρων ἐπὶ τὰ ἐλάττονα τὸν λόγον ἦγεν ὁ Θεὸς, τῇ ἀσθενείᾳ τῇ ἡμετέρᾳ συγκαταβαίνων; Διὸ καὶ γυναῖκα τὴν μὲν ἐκβάλλειν, τὴν δὲ εἰσάγειν ἐπέτρεπεν, ἀπ᾽ ἀρχῆς οὐχ οὕτω νομοθετήσας. Καὶ περὶ βρωμάτων πολλὴν ἐποιήσατο τὴν διάκρισιν, καίτοι γε ἐξ ἀρχῆς τὰ ἐναντία εἰπὼν, ὅτι Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν πάντα. Καὶ περὶ τόπου πολλοὺς τέθεικε νόμους, οὐ συγχωρῶν πανταχοῦ τὰς εὐχὰς ἐπιτελεῖν, καίτοι γε οὐδὲ τοῦτο ἐξ ἀρχῆς ἐνομοθέτησεν. Ἀλλὰ καὶ ἐν τῇ Περσῶν γῇ τῷ Ἀβραὰμ ὤφθη, καὶ ἐν Παλαιστίνῃ, καὶ πανταχοῦ· καὶ τῷ Μωϋσεῖ μετὰ ταῦτα ἐπὶ τῆς ἐρήμου.
βʹ. Τί οὖν; ἑαυτῇ, φησὶ, μάχεται ἡ Γραφή; Ἄπαγε· ἀλλὰ κατὰ καιρὸν πρὸς τὸ συμφέρον ἕκαστα οἰκονομεῖ, τὴν ἀσθένειαν ἑκάστης γενεᾶς διορθούμενος. Διὰ δὴ τοῦτο πρὸς σὲ μὲν εἴρηται· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν. Ὅτι δὲ καὶ Υἱὸν ἔχει, προαπέθεντο οἱ προφῆται ταῖς βίβλοις, καὶ οὔτε σαφῶς σφόδρα εἰρήκασιν, ὥστε μὴ λυμήνασθαί σου τὴν ἀσθένειαν· οὔτε ἀπέκρυψαν, ὥστε μετὰ ταῦτά σοι δοῦναι ἀνανῆψαι, καὶ ἐκ τῶν οἰκείων βίβλων ἀναλέξασθαι τῆς ἀληθείας τὰ δόγματα. Οὕτω μάλιστα καὶ τοὺς προφήτας δυνησόμεθα δεῖξαι προφήτας ὄντας, ὅταν πρὸς Ἕλληνας διαλεγώμεθα, καὶ ἀξιόπιστον σφόδρα τὴν Παλαιὰν ἀποδείξομεν. Ἐπεὶ ἐὰν τοῦτο ἀνέλῃς, πῶς ἀποῤῥάψεις τοῦ Ἕλληνος τὸ στόμα; Τί γὰρ ἐρεῖς; τὴν ἔξοδον τὴν ἐξ Αἰγύπτου, καὶ τὰ εἰς σὲ προφητευθέντα;
Ἀλλ᾽ οὐ σφόδρα καταδέξεται. Ἂν δὲ τὰ περὶ τοῦ Χριστοῦ εἰρημένα ἐν τῇ Παλαιᾷ διηγήσῃ, καὶ δείξῃς τῶν πραγμάτων τὴν ἀλήθειαν μαρτυροῦσαν τῇ τῆς προφητείας ἐκβάσει, οὐδὲ ἀντιστῆναι δυνήσεται. Εἰ δὲ ἐπιλάβοιο τῶν ἡμετέρων, ὦ Ἰουδαῖε, πῶς ὑπὲρ τῆς Παλαιᾶς ἀπολογήσῃ; Κἄν τις εἴπῃ σοι, πόθεν ἀληθῆ τὰ Μωϋσέως, τί ἐρεῖς; Ὅτι ἐπιστεύσαμεν αὐτοῖς.
Οὐκοῦν πολλῷ μᾶλλον καὶ τὰ ἡμέτερα· καὶ γὰρ καὶ ἡμεῖς ἐπιστεύσαμεν· καὶ ὑμεῖς μὲν ἓν ἔθνος ἐστὲ, ἡμεῖς δὲ πᾶσα ἡ οἰκουμένη, καὶ ὑμᾶς οὐκ οὕτως ἔπεισε Μωϋσῆς, ὡς ἡμᾶς ὁ Χριστός· καὶ τὰ μὲν ὑμέτερα πέπαυται, τὰ δὲ ἡμέτερα ἕστηκεν. Ἀλλ᾽ ἀπὸ τῶν προῤῥήσεων; Ἀλλὰ πλείω τὰ παρ᾽ ἡμῖν. Οὐκοῦν τὰ ἡμέτερα ἐὰν ἀνέλῃς, καὶ τὰ σὰ συσκιάζεις. Ἀλλ᾽ ἀπὸ τῶν σημείων; Ἀλλ᾽ ὑμεῖς οὐδὲν ἔχετε δεῖξαι Μωϋσέως σημεῖον· γέγονε γὰρ καὶ παρῆλθεν· ἡμεῖς δὲ τοῦ Χριστοῦ πολλὰ καὶ διάφορα ἔτι καὶ νῦν γινόμενα, καὶ τὰς προῤῥήσεις ὑπὲρ τὸν ἥλιον λαμπούσας. Ἀλλ᾽ ἀπὸ τῶν νόμων; Ἀλλὰ ταῦτα φιλοσοφώτερα. Ἀλλὰ τί; τῶν Αἰγυπτίων κωλυόντων ἐξήλθετε; Ἀλλ᾽ οὐκ ἔστιν ἴσον τῆς οἰκουμένης πολεμούσης περιγενέσθαι, καὶ Αἰγυπτίων μόνων κρατῆσαι. Καὶ ταῦτα λέγω, οὐ μάχην εἰσάγων τῇ Παλαιᾷ πρὸς τὴν Καινήν· ἄπαγε· ἀλλὰ τὴν Ἰουδαίων ἀγνωμοσύνην ἐπιστομίσαι βουλόμενος.
Καὶ γὰρ ἐκεῖνα καὶ ταῦτα ὑπὸ τοῦ Θεοῦ τοῦ αὐτοῦ δέδοται καὶ γεγένηται· ἀλλ᾽ ἐκεῖνο κατασκευάσαι θέλω, ὅτι ὁ Ἰουδαῖος ἀνελὼν τὰς προφητείας τὰς περὶ Χριστοῦ, τὸ πλέον τῶν προφητειῶν λυμαίνεται μέρος, καὶ οὐκ ἂν ἔχοι δεῖξαι σαφῶς τὴν εὐγένειαν τῆς Παλαιᾶς, εἰ μὴ τὴν Καινὴν παραδέξαιτο. Ὅτι δὲ οὐ περὶ ἀνθρώπου τὰ εἰρημένα, καὶ ἐκ τοῦ λέγεσθαι, Κάθου ἐκ δεξιῶν μου, καὶ ἐκ τοῦ Κύριον ὀνομάζεσθαι ὁμοίως τῷ λέγοντι Κυρίῳ, καὶ ἐκ τοῦ ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγενῆσθαι αὐτὸν, καὶ ἐκ τοῦ ἱερέα αὐτὸν εἶναι κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ἐκ τοῦ λέγεσθαι, Μετὰ σοῦ ἡ ἀρχή σου, τοῖς νοῦν ἔχουσι κατάδηλόν ἐστι.
Εἰ δὲ ἕτερος ἡμῖν Ἰουδαῖος ἀνακύπτει πάλιν πρόσωπον Χριστιανοῦ περιφέρων, Παῦλος ὁ Σαμοσατεὺς, λέγω, δυνατὸν μὲν καὶ πρὸς τοῦτον καὶ ἀπὸ τῆς Καινῆς λέγειν. Πλὴν ἀλλ᾽ ἵνα μὴ δόξωμεν τὰ παρόντα ἀφέντες ἐφ᾽ ἕτερον μέρος παρατάξεως ἰέναι, καὶ τοῦτον ἐντεῦθεν βάλλωμεν. Τί οὖν καὶ οὗτος λέγει;
Ὅτι ἄνθρωπος ἦν, φησὶ, ψιλὸς, καὶ ἐξ οὗ γέγονεν ἐκ Μαρίας, ἐξ ἐκείνου τὴν ὕπαρξιν μόνον ἔχει. Τί οὖν, εἰπέ μοι, πρὸς ἐκείνην τὴν ῥῆσιν ἐρεῖς τὴν λέγουσαν· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε; Δεῖ δὲ τὰ ἄλλα, ἅπερ πρὸς Ἰουδαίους εἴρηται, καὶ πρὸς τοὺς ἀπὸ τούτου εἰπεῖν. Καὶ τούτου οὐχ ἡμεῖς αἴτιοι, ἀλλ᾽ αὐτοὶ οὗτοι οἱ πολλὴν τὴν συγγένειαν τῶν δογμάτων πρὸς αὐτοὺς ἔχοντες· ὅθεν καὶ τοῖς αὐτοῖς ὅπλοις κατὰ τούτων χρησόμεθα. Τοὺς γὰρ ὁμοίως πολεμοῦντας τοῖς αὐτοῖς βέλεσι βάλλειν δεῖ.
Τί οὖν βούλεται ἡ κοινωνία τοῦ θρόνου; Ἐνταῦθα γὰρ τὸ ὁμότιμον δείκνυται, ὃ καὶ τοὺς τὰ Ἀρείου φρονοῦντας ἐπιστομίσαι ἱκανόν. Διὰ τοῦτο καὶ ὁ Χριστὸς πρὸς τοὺς Ἰουδαίους λέγοντας, ὅτι υἱὸς τοῦ Δαυΐδ ἐστιν, ἐπήγαγε λέγων· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Προϊὼν δὲ καὶ τὸν περὶ τῆς οἰκονομίας κινεῖ λόγον σαφέστερον ἑρμηνεύων ὁ Παῦλος, καὶ Μαρκίωνι καὶ Μανιχαίῳ, καὶ πᾶσι τοῖς τὰ τοιαῦτα νοσοῦσι καιρίαν δίδωσι πληγὴν, λέγων· ἑρμηνεύει γὰρ μετὰ τῆς αὐτῷ προσηκούσης συνέσεως, πῶς γέγονεν ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἡμεῖς δὲ πάλιν ἐπὶ τὸ προκείμενον ἐπανίωμεν.
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Εἶδες τὸ ὁμότιμον; Ὅπου γὰρ θρόνος, βασιλείας σύμβολον· ὅπου θρόνος εἷς, τῆς αὐτῆς βασιλείας ἰσοτιμία. Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οὕτω καὶ Δανιὴλ ὁρᾷ τὴν μὲν κτίσιν ἅπασαν παρεστῶσαν, ἀγγέλους τε καὶ ἀρχαγγέλους, τὸν δὲ Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν, καὶ φθάνοντα ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν.
Εἰ δὲ τὸ οὕτως εἰπεῖν σκανδαλίζει τινὰς, ἀκουέτωσαν ὅτι ἐκ δεξιῶν κάθηται, καὶ ἀπαλλαττέσθωσαν τοῦ σκανδάλου. Ὥσπερ γὰρ ἡμεῖς μείζονα αὐτὸν τοῦ Πατρὸς οὐ λέγομεν, ἐπειδὴ τὴν ἐκ δεξιῶν ἔχει καθέδραν τὴν ἐντιμοτάτην· οὕτω μηδὲ σὺ ἐλάττω λέγε καὶ καταδεέστερον, ἀλλ᾽ ὁμότιμον καὶ ἴσον. Τοῦτο γὰρ ἡ κοινωνία τῆς καθέδρας δηλοῖ. Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ τίνες οἱ ἐχθροί; Ἄκουσον Παύλου λέγοντος· Ἀπαρχὴ Χριστός· ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.
γʹ. Εἶδες προφητικῶν καὶ ἀποστολικῶν ῥημάτων συμφωνίαν; Καὶ γὰρ ἐκεῖ μέν φησιν, Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐνταῦθα δὲ, Ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ. Ἀλλ᾽ οὔτε ἐκεῖ τὸ Ἕως, οὔτε ἐνταῦθα τὸ Μέχρις, χρόνων ὅροι εἰσίν. Ἐπεὶ πῶς ἕστηκε τὸ προφητικὸν ἐκεῖνο, τὸ λέγον· Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ, βασιλεία ἥτις οὐ διαφθαρήσεται, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος, εἴ γε μέχρι τούτων μέλλει βασιλεύειν;
Ὁρᾷς, ὅτι οὐ ταῖς λέξεσι δεῖ προσέχειν ἁπλῶς, ἀλλὰ πρὸς τὰ νοήματα ἀνιέναι; Σὺ δὲ ἀκούων τοῦ Προφήτου λέγοντος, ὅτι ὁ Πατὴρ τίθησιν ὑπὸ τοὺς πόδας, μηδὲν ἐνταῦθα θορυβηθῇς. Οὐδὲ γὰρ ὡς ἀτονοῦντος τοῦ Παιδὸς ταῦτα εἴρηται. Ὁ γὰρ Παῦλος αὐτὸν τιθέναι τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ λέγει· Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ πάλιν τὸ πᾶν αὐτῷ ἀνατίθησι λέγων· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Τουτέστιν, ὅταν κατορθώσῃ τὴν βασιλείαν, παύσει πᾶσαν ἐξουσίαν. Τοῦτο γάρ ἐστι τὸ Καταργήσει. Τὸ πᾶν δὲ αὐτοῦ λέγων εἶναι, οὐκ ἀποχωρίζει αὐτοῦ τὸν Πατέρα, ὥσπερ οὐδὲ τοῦ Πατρὸς διαιρεῖ τὸν Υἱόν. Καὶ γὰρ τὰ ἐκείνου, τούτου· καὶ τὰ τούτου, ἐκείνου. Διὸ καί φησι· Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Ὅταν τοίνυν ἀκούσῃς, ὅτι ὁ Πατὴρ ὑπέταξε, μὴ ἔξωθεν εἶναι νομίσῃς τὸν Υἱὸν τοῦ κατορθώματος· ἄν τε μανθάνῃς, ὅτι ὁ Υἱὸς ὑπέταξε, μὴ ἀλλότριον εἶναι λέγε τὸν Πατέρα τούτων.
Κοινὰ γὰρ τὰ κατορθώματα, ὥσπερ καὶ πάντα τὰ ἔργα κοινά. Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιών. Ῥάβδον δυνάμεως τὴν δύναμιν αὐτήν φησι. Τῆς δὲ Σιὼν μέμνηται, ἐπειδὴ ἐκεῖθεν ἀρχὴν ἔλαβε τὰ κατορθώματα. Ἐκεῖ γὰρ καὶ τὸν νόμον ἔδωκεν, ἐκεῖ τὰ θαύματα εἰργάσατο· ἐκεῖθεν ἀρξάμενον τὸ κήρυγμα πανταχοῦ τῆς οἰκουμένης ἐξετάθη. Εἰ δὲ βούλει κατὰ ἀναγωγὴν τὸ εἰρημένον ἐκλαβεῖν, ἄκουσον Παύλου λέγοντος· Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ Ἐκκλησίᾳ πρωτοτόκων. Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιών. Ἡ ῥάβδος ποτὲ μὲν κολαστική ἐστι καὶ εὐεργετικὴ, ποτὲ δὲ παρακλητικὴ, καὶ βασιλείας σύμβολον. Καὶ ὅτι ἑκάτερά ἐστιν, ἄκουσον τοῦ Προφήτου λέγοντος· Ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Καὶ πάλιν· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Καὶ ὁ Παῦλος· Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; Εἶδες πῶς ἐστι παιδεύσεως· βλέπε πῶς καὶ βασιλείας. Λέγει γὰρ Ἡσαΐας· Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης αὐτῆς ἀναβήσεται· καὶ ὁ Δαυΐδ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου.
Τὴν μὲν δύναμιν ἐνταῦθα ῥάβδον ἐκάλεσε, μεθ᾽ ἧς οἱ μαθηταὶ τὴν οἰκουμένην περιέτρεχον, ἤθη διορθοῦντες, καὶ ἐξ ἀλόγου τινὸς κακίας ἐπὶ λογικὴν ἄγοντες τὴν τῶν ἀνθρώπων φύσιν.
Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη. Εἶχε καὶ Μωϋσῆς ῥάβδον, ἀλλ᾽ ἐνέργειαν Θεοῦ δεξάμενος, δι᾽ ἧς ἐνήργει ἐν ἅπασι. Κἀκείνη μὲν ποταμοὺς διεῖλεν, αὕτη δὲ τῆς οἰκουμένης τὴν ἀσέβειαν ἔῤῥηξεν. Οὐκ ἄν τις δὲ ἁμάρτοι καὶ τὸν σταυρὸν ῥάβδον δυνάμεως εἰπών. Αὕτη γὰρ ἡ ῥάβδος γῆν καὶ θάλατταν ἐπέστρεψε, καὶ δυνάμεως πολλῆς ἐνέπλησε.
Μετὰ ταύτης ἐξῆλθον τῆς ῥάβδου πανταχοῦ τῆς οἰκουμένης οἱ ἀπόστολοι, καὶ πάντα ἐκεῖνα εἰργάσαντο. Ταύτην ἐπιφερόμενοι πάντα ἤνυον, λαβόντες τὴν ἀρχὴν ἀπὸ Ἱερουσαλήμ. Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ὅρα προφητείαν ὑπὲρ τὸν ἥλιον διαλάμπουσαν. Τί δέ ἐστι τὸ, Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου; Ἀντὶ τοῦ, ἐν μέσοις Ἕλλησιν, ἐν μέσοις Ἰουδαίοις. Οὕτω γὰρ αἱ Ἐκκλησίαι κατεφυτεύθησαν ἐν μέσαις ταῖς πόλεσιν· οὕτως ἐκράτησαν καὶ περιεγένοντο. Τοῦτο τεκμήριον τῆς λαμπρᾶς νίκης, τὸ ἐν μέσοις τοῖς πολεμίοις ἀναστῆσαι τὰ θυσιαστήρια, τὸ καθάπερ πρόβατα ἐν μέσῳ θηρίων, καὶ ἄρνας μεταξὺ λύκων εἶναι. Τοῦτο γὰρ καὶ πέμπων αὐτοὺς ἔλεγεν· Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· ὅπερ οὐκ ἔλαττον τοῦ προτέρου θαύματος. Τοῦ γὰρ ἐν μέσοις ἀπειλημμένους κρατῆσαι οὐκ ἔλαττον τὸ ἐν τάξει προβάτων ὄντας λύκων περιγενέσθαι· ἀλλὰ καὶ πολλῷ μεῖζον, καὶ δώδεκα τὸν ἀριθμὸν ὄντας τὴν οἰκουμένην ἐπισπάσασθαι.
Καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Οὐκ εἶπε, Νίκα ἐν μέσῳ τῶν ἐχθρῶν σου, ἀλλὰ, Κυρίευε, ἵνα δείξῃ οὐκ ἐκ παρατάξεως τὸ τρόπαιον γινόμενον, ἀλλ᾽ ἐξ ἐπιταγῆς τὴν δεσποτείαν. Οὕτω γὰρ ἐκράτουν οἱ ἀπόστολοι, τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς, ὥσπερ ἐξ ἐπιτάγματος πάντα ποιοῦντες. Ὅθεν καὶ πᾶσα αὐτοῖς οἰκία ἀνέῳκτο, καὶ δούλου παντὸς εὐπειθέστερον οἱ πιστεύοντες ὑπήκουον, τά τε ὄντα ἀποδιδόμενοι, καὶ τὰς τιμὰς παρὰ τοὺς πόδας τιθέντες τῶν ἀποστόλων, οὐδὲ εἰς τὴν χρείαν τολμῶντές τι λαβεῖν· οὕτω τε αὐτοὺς ἐμεγάλυνον, ὅτι οὔτε ἐτόλμων κολλᾶσθαι αὐτοῖς.
δʹ. Οὐ μόνον δὲ ἐπὶ τῶν πιστῶν τοσαύτην εἶχον ἰσχὺν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀπίστων. Τί γὰρ, εἰπέ μοι, δούλου τεκμήριον; ἆρ᾽ οὐ τὸ ποιεῖν ὅπερ ὁ δεσπότης αὐτοῦ ἐπιτάττει; Τί δεσπότου δὲ σημεῖον; ἆρ᾽ οὐ τὸ ταῦτα ἀνύειν ἐν τοῖς δούλοις, ἅπερ αὐτὸς βούλεται; Τίνες οὖν οἱ ἀνύσαντες ἅπερ ἤθελον ἐπὶ τῶν τότε βασιλέων καὶ τῶν ἀρχόντων; ἆρ᾽ οὐχ οἱ ἀπόστολοι; Εὔδηλον ὅτι. Οἱ μὲν γὰρ βασιλεῖς καὶ οἱ ἄρχοντες ἐβούλοντο κατέχειν ἐν ἀσεβείᾳ τὴν οἰκουμένην, καὶ δαίμοσι λατρεύειν ἐπέταττον· οἱ δὲ ἀπόστολοι τοὐναντίον, καὶ τὸ θέλημα τούτων ἐγίνετο. Εἰ δὲ λέγεις μοι τὸ δεσμωτήριον, καὶ τὰς μάστιγας, καὶ τὰς βασάνους, μείζονάς μοι λέγεις τὰς δεσποτείας. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι καὶ τούτων γινομένων τὸ θέλημα τὸ τούτων ἐγίνετο.
Οὐ γὰρ νόμῳ τῷ τῶν πολλῶν δεσποτῶν, ἀλλ᾽ ἀρετῇ ταύτην ἀνεδήσαντο τὴν δεσποτείαν, τὴν οὐδενὸς τῶν ἔξωθεν δεομένην, ἀλλ᾽ ἐν τῷ παρὰ πάντων ἐπιβουλεύεσθαι λάμπουσαν. Ἐκείνους μὲν γὰρ τοὺς δεσπότας ἐπιβουλεύσαντες δοῦλοι πολλάκις ἠφάνισαν, ἐπειδὴ ἀτελὴς ἦν τις καὶ ἀσθενεστάτη· ταύτην δὲ σβέσαι οὐκ ἴσχυσαν, ἀλλ᾽ ἐπιβουλεύοντες μειζόνως ἔδειξαν διαλάμπουσαν. Τίς οὖν λαμπρότερος ἂν εἴη δεσπότης, ὁ μυρίων δεόμενος βοηθημάτων, ἵνα κρατῇ τῶν οἰκετῶν, ἢ ὁ πάντων ἀπηλλαγμένος ἐκείνων, καὶ μετ᾽ ἐξουσίας ἄγων καὶ φέρων τοὺς ὑποκειμένους;
Εὔδηλον ὅτι οὗτος. Οἱ μὲν γὰρ δεσπόται τὴν δεσποτείαν ταύτην τὴν τῶν πολλῶν, ἂν μὴ τοὺς νόμους ἔχωσι βοηθοῦντας, καὶ τὸ ἐν πόλεσιν οἰκεῖν, πολλάκις μετὰ τῆς δεσποτείας καὶ τὴν ζωὴν ἀπώλεσαν· Παῦλος δὲ καὶ ἐν ἐρημίαις καὶ πανταχοῦ τὴν κυριότητα ἐπεδείκνυτο.
Βούλει καὶ βασιλέων ἰδεῖν αὐτὸν λαμπρότερον; Εἰσήγαγε νόμους πανταχοῦ τῆς οἰκουμένης, καὶ τοὺς τῶν βασιλέων ἀφέντες νόμους οἱ ἄνθρωποι τοῖς ἐκείνου γράμμασιν ἐπείθοντο. Ἄλλως δὲ καὶ οἱ μὲν σωμάτων, οἱ δὲ ψυχῶν ἐκράτουν. Τίς οὖν οὕτω δοῦλος δεσπότῃ, ἀρχόμενος βασιλεῖ μετ᾽ εὐνοίας ὑπήκουσεν, ὡς οἱ πιστοὶ τῷ Παύλῳ ἐπιστέλλοντι μόνον; Τί ἄν τις εἴποι τὸν πόθον, τὸν ζῆλον τὸν ὑπὲρ αὐτοῦ, ὅπου γε καὶ τοὺς ὀφθαλμοὺς ἐξορύξαι ἕτοιμοι ἦσαν; τίς τοιούτους ἐκτήσατο δούλους ποτέ; Ἅπερ ταῦτα πάντα ἐννοῶν ὁ Προφήτης, πῶς μὲν τοὺς πιστοὺς ὑπέταξαν, πῶς δὲ τοῖς ἀπίστοις ἦσαν φοβεροὶ, κατὰ κράτος αὐτοὺς ἐλαύνοντες, καὶ πῶς δι᾽ αὐτῶν ὁ Χριστὸς ἐπεκράτει, οὐκ εἶπεν ἁπλῶς, Κυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου, ἀλλὰ Κατακυρίευε, τὴν ἐπιτεταμένην δεσποτείαν δηλῶν. Καὶ ταῦτα ὁρῶντες οἱ πολέμιοι οὐδὲν ἴσχυον ποιεῖν, καίτοι τοὺς νόμους μεθ᾽ ἑαυτῶν ἔχοντες, καὶ δημίους, καὶ ἐξουσίαν ἅπασαν.
Ἀλλ᾽ ἦσαν οὗτοι δυνατώτεροι διὰ τὸν ἐνοικοῦντα ἐν αὐτοῖς. Οὗτος κατεκυρίευσε δι᾽ αὐτῶν· οὐχ ἁπλῶς ἐκυρίευσεν, ἀλλὰ κατεκυρίευσε· καὶ γὰρ σφόδρα ἐκράτει. Διὰ γοῦν τὸν ἐν αὐτοῖς, καὶ πυρὸς κατετόλμων καὶ σιδήρου, καὶ θηρίων, καὶ τῶν ἄλλων ἁπάντων. Καὶ γὰρ εἰς πάντα ἦν μετ᾽ αὐτῶν ὁ Χριστὸς, οἳ καθάπερ ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι σώμασι, καὶ πάντων ἀπαλλαγέντες τῶν ἐν τῷ βίῳ λυπηρῶν, οὕτως ἔχαιρον, καὶ οὕτως ἐσκίρτων, ὑπὸ τῆς τοῦ Χριστοῦ δεσποτείας κατεχόμενοι, μὴ χρημάτων φειδόμενοι, μὴ σωμάτων, μὴ τῆς παρούσης ζωῆς. Καὶ ταῦτα μὲν ἐποίουν οἵ ποτε ἐχθροὶ καὶ πολέμιοι· ἀλλ᾽ ἡ ἄμαχος τοῦ Χριστοῦ δύναμις οὐ μόνον τῆς ἔχθρας αὐτοὺς ἀπήλλαξεν, ἀλλὰ καὶ εἰς δουλείαν καὶ εἰς τοσαύτην οἰκείωσιν ἤγαγεν.
Ὥστε κἂν λέγηται ὁ Πατὴρ τοὺς ἐχθροὺς τιθέναι ὑπὸ τοὺς πόδας αὐτοῦ, οὐχ οὕτω λέγεται, καθάπερ εἶπον, ὡς μηδὲν ἐνεργοῦντος τοῦ Παιδός· τοῦ γὰρ Μονογενοῦς τὸ κατόρθωμα γέγονεν ἅπαν· ἀλλ᾽ ἵνα, ὅπερ ἔφθην εἰπὼν, τὸν Πατέρα καὶ τὸν Υἱὸν Θεὸν ἕνα νοῇς, φυλαττομένης ἑκάστῳ τῆς ἰδιότητος, καὶ ἵνα μὴ δύο νοήσῃς ἀγεννήτους. Ὅτι γὰρ αὐτοῦ πᾶν ἐστι τὸ κατόρθωμα, ἀπὸ τῶν ἤδη κατωρθωμένων ἐννόει· καὶ μὴ ἁπλῶς ἀνθρωπίνως ἐκλάμβανε τὰ εἰρημένα· πολὺ γὰρ τὸ ἄτοπον ἕψεται. Ἵνα δὲ καὶ σὺ μάθῃς, ἄκουε ὃ μέλλω λέγειν· Οἱ μὲν ἐγένοντο φίλοι, ἐχθροὶ πρότερον ὄντες, οἱ δὲ μένουσιν ἔτι ἐχθροί.
Ἀλλ᾽ ὅτι μὲν τοὺς ἐχθροὺς φίλους αὐτὸς ἐποίησε, καὶ Παῦλος δηλοῖ τῷ εἰπεῖν· Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί· δηλοῖ δὲ καὶ ὁ Σωτὴρ, πρὸς αὐτὸν τὸν Πατέρα λέγων· Ἐγώ σε ἐδόξασα ἐν τῷ κόσμῳ, τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω. Τὸ δὲ τοὺς ἐχθροὺς ὑποτάξαι, τοῦ Πατρὸς γέγονε. Καίτοι γε τοῦτο ἐκείνου μεῖζον. Οὐ γὰρ ἴσον κολάσαι ἐχθροὺς μένοντας, καὶ ποιῆσαι φίλους, ἐχθροὺς ὄντας. Ἀλλ᾽ οὔτε ὁ Υἱὸς διὰ τοῦτο ἐλάττων τοῦ Πατρὸς, οὔτε ὁ Πατὴρ ἐλάττων διὰ τοῦτο τοῦ Υἱοῦ. Ἵνα δὲ μάθῃς, ὅτι καὶ ἐκεῖνα τοῦ Υἱοῦ, ὥσπερ καὶ ταῦτα τοῦ Πατρὸς, ἄκουσον· Ἀπέλθετε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
Καὶ ὁ τοὺς ἀγγέλους πέμπων, ὥστε συλλέξαι τὰ ζιζάνια, ὁ Μονογενής ἐστι, καὶ πανταχοῦ ὁρῶμεν αὐτὸν κολάζοντα τὸν διάβολον. Καὶ τοῦτο οἱ δαίμονες αὐτοὶ ὁμολογοῦσι λέγοντες· Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ὥστε αὐτός ἐστιν ὁ μέλλων αὐτοὺς βασανίζειν. Ὁρᾷς ὅτι κἂν ὑπὸ τοῦ Πατρὸς λέγηται γίνεσθαι τὰ γινόμενα, τοῦ Παιδός ἐστι κατορθώματα;
Ὅτι δὲ καὶ τὰ τοῦ Παιδὸς, τοῦ Πατρὸς, ἄκουσον πάλιν αὐτοῦ λέγοντος· Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Καὶ πάλιν· Οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ. Οὐ τοίνυν ἀνθρωπίνως ἐκλαμβάνειν τὰ τοιαῦτα δεῖ. Ἐπεὶ καὶ τοὺς ἐχθρούς σου οὕτως ἐκδεκτέον, οὐχ ὡς αὐτοῦ μόνου ἐχθρούς. Ὁ γὰρ μὴ τιμῶν τὸν Υἱὸν, φησὶν, οὐ τιμᾷ τὸν Πατέρα.
εʹ. Ὥστε Ἰουδαῖοι οὐκ αὐτοῦ μόνον ἐχθροὶ, ἀλλὰ καὶ τοῦ Πατρός. Διὸ καὶ τὴν πανωλεθρίαν αὐτοῖς ἐπήγαγε, καὶ τὴν πόλιν αὐτῶν ῥίψας χαμαὶ, ἐρείπιον ἐποίησεν, εἰ καὶ μὴ εὐθέως μετὰ τὸν σταυρὸν, καὶ χρόνον αὐτοῖς πολὺν εἰς μετάνοιαν ἔδωκεν, εἴ γε ἐβούλοντο, καὶ τοὺς ἀποστόλους ἀφῆκεν, ἵνα δι᾽ αὐτῶν μαθόντες αὐτοῦ τὴν ἰσχὺν, ὀψὲ γοῦν ποτε ἐπιστρέψωσιν.
Ἐπειδὴ δὲ ἀνίατα ἐνόσουν, τὸν κολοφῶνα ἐπήγαγε τῶν κακῶν, καὶ ταύτῃ πάλιν καλῶν αὐτοὺς εἰς μετάνοιαν, ἵνα τῆς πολιτείας ἐκπεσόντες τῆς παλαιᾶς, ὑπ᾽ αὐτῆς γοῦν τῶν πραγμάτων τῆς ἀνάγκης πρὸς τὴν ἀλήθειαν χειραγωγηθῶσι, τόν τε ὑβρισμένον ὁρῶντες πανταχοῦ προσκυνούμενον, καὶ τὰ αὐτῶν λελυμένα ἅπαντα. Ὅταν δὲ μηδὲ οὕτω γένωνται βελτίους, τότε λοιπὸν, ἅτε πάσης ἀπηλλαγμένοι συγγνώμης, εἰς τὴν ἀθάνατον ἐμπεσοῦνται κόλασιν. Ὑποπόδιον δὲ ἀκούων, μηδὲν αἰσθητὸν νόμιζε λέγειν, ἀλλὰ τὴν ὑποταγήν. Ὅτι δὲ αὐτῷ ὑποτάσσει, δῆλον ἐκ τῆς ἐπαγωγῆς· ἐπεὶ γὰρ ὁ θρόνος εἷς, καὶ τὸ ὑποπόδιον ἕν.
Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἐπειδὴ εἶπεν ἄνω· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, ἵνα μὴ νομίσῃ τις ἀσθενῆ τὸν Υἱὸν εἶναι, καὶ ἐνεργείας δεῖσθαι, καθάπερ τινὰ τῶν ἀποστόλων, ἄκουσον πῶς καὶ τῆς ὑπονοίας αὐτῆς ἐπάγει τὴν διόρθωσιν λέγων· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Τί ἐστι, Μετὰ σοῦ ἡ ἀρχή; Ἐν σοὶ, φησὶν, ἡ ἀρχὴ, οὐχ ὕστερον ἐπιγενομένη, ἀλλ᾽ ἐν σοὶ οὖσα διαπαντός· ὅπερ καὶ ὁ Ἡσαΐας δηλῶν ὁμοίως ἔλεγεν· Οὗ ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ· τουτέστιν, ἐν αὐτῷ, ἐν τῇ οὐσίᾳ αὐτοῦ, ἐν τῇ φύσει αὐτοῦ, ὅπερ ἐπὶ τῶν βασιλέων οὐκ ἔνι. Ἡ γὰρ ἀρχὴ αὐτῶν ἐν τῷ πλήθει τῶν στρατοπέδων· ὅπερ ἐπὶ τῶν ἀποστόλων οὐκ ἦν. Καὶ γὰρ καὶ αὐτῶν ἡ ἀρχὴ ἐνεργείας ἔξωθεν εἰσαγομένης αὐτοῖς ἐγίνετο· αὐτὸς δὲ ἐν τῇ φύσει τὴν ἀρχὴν εἶχεν, ἐν τῇ οὐσίᾳ, οὐ μετὰ τὸ γεννηθῆναι προσλαβὼν ὕστερον, οὐδὲ ἐπείσακτον κτησάμενος, ἀλλ᾽ οὕτω γεννηθείς.
Διὸ καὶ περὶ βασιλείας ἐρωτώμενος ἔλεγεν· Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Οὐ ταῦτα δὲ μόνον τὰ εἰρημένα δηλοῖ τὸ, Μετὰ σοῦ ἡ ἀρχὴ, ἀλλὰ καὶ ἕτερα, οἷον τὸ μὴ ἐν ἄλλῳ αὐτοῦ εἶναι τὴν ἀρχὴν, ἀλλὰ καὶ διηνεκῆ καὶ ἀθάνατον. Ἀνθρώπους μὲν γὰρ καὶ ζῶντας ἐπιλιμπάνει πολλάκις· εἰ δὲ μὴ ζῶντας, ἀλλ᾽ ἀποθανόντας πάντως· μᾶλλον δὲ ἡνίκα ζῶσιν, οὐδὲ μετ᾽ αὐτῶν ἐστιν· ἀλλ᾽ ὅπερ ἔφθην εἰπὼν, ἐν στρατοπέδοις καὶ σωματοφύλαξι, καὶ χρημάτων περιουσίᾳ, καὶ τειχῶν περιβολαῖς, καὶ τοῖς ἄλλοις ἅπασιν· ἐπὶ δὲ τοῦ Θεοῦ οὐ μόνον τοῦτο οὐκ ἔστιν, ἀλλ᾽ ἐν αὐτῷ ἐστι καὶ διηνεκῶς· καὶ ὥσπερ τὴν οὐσίαν αὐτοῦ ἀδύνατον μὴ εἶναι, οὕτω καὶ τὴν βασιλείαν. Ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἡμέραν δυνάμεως εἴποι τις ἂν τήν τε ἤδη γενομένην, τήν τε ἐσομένην ἡμέραν. Ἑκατέρα γὰρ μεγίστης δυνάμεως ἀπόδειξις. Ἢ οὐ δοκεῖ σοι δυνάμεως μέγιστον εἶναι τεκμήριον, ὅταν διὰ θανάτου θάνατος καταργῆται, ὅταν χαλκαῖ πύλαι συντρίβωνται, ὅταν ἁμαρτία ἀφανίζηται, ὅταν κατάρα λύηται, ὅταν τὰ παλαιὰ πάντα ἀνατρέπηται κακὰ, καὶ ἕτερα ἐπεισάγηται νέα καλά;
Τί γὰρ τῆς δυνάμεως ταύτης ἴσον, ἄν τε τὰ θαύματα ἐξετάσῃς, ἄν τε τὰ κατορθώματα;
Νεκροὶ ἠγείροντο, λεπροὶ ἐκαθαίροντο, δαίμονες ἠλαύνοντο, θάλαττα ἐχαλινοῦτο, ἁμαρτήματα ἐλύετο, παραλυτικοὶ ἐσφίγγοντο, παράδεισος ἠνοίγετο, πέτραι ἐῤῥήγνυντο, καταπέτασμα ἐσχίζετο, ἀκτῖνες ἡλίου ἀπεστρέφοντο, καὶ σκότος τὴν οἰκουμένην κατελάμβανε, σώματα τῶν κεκοιμημένων ἁγίων ἠγείρετο, λῃστὴς εἰς τὴν ἀρχαίαν ἐπανῄει πατρίδα, οὐρανοῦ ἁψῖδες ἀνεπετάννυντο, ἡ φύσις ἡ καταπεπατημένη ὑπὲρ τὸν οὐρανὸν τοῦ οὐρανοῦ πρὸς τὰ ὑψώματα ἀνήγετο, καὶ τὸ δὴ τούτου μεῖζον, ἐπὶ θρόνου ἐκαθέζετο βασιλικοῦ, παρεστώτων ἀγγέλων αὐτῇ καὶ τῶν δυνάμεων· κακία πᾶσα ἠλαύνετο, ἀρετὴ ἐπανήγετο, Πνεύματος χάρις ἐδίδοτο, ἁλιεῖς, καὶ τελῶναι, καὶ σκηνοποιοὶ φιλοσόφων ἀπέῤῥαπτον στόματα, ῥητόρων ἀπέστρεφον γλῶτταν, δαιμόνων κατέλυον τυραννίδα· βωμοὶ, καὶ ναοὶ, καὶ ἑορταὶ, καὶ πανηγύρεις Ἑλληνικαὶ διελύοντο· κνῖσα καὶ καπνὸς, καὶ τὰ ἐναγῆ θύματα πάντα κατὰ κράτος ἠλαύνετο, μάντεις καὶ μητραγύρται, καὶ οἰωνοσκόποι, καὶ ἅπαν τοῦ διαβόλου τὸ ἐργαστήριον ἐδραπέτευον, Ἐκκλησίαι πανταχοῦ τῆς οἰκουμένης ἐβλάστανον, παρθένων χοροὶ συνίσταντο, μοναζόντων τάγματα, μετὰ τῶν πόλεων καὶ ἡ ἔρημος εὐσεβείας ἐπληροῦτο, καὶ χοροὶ δικαίων καὶ ἁγίων ἀνδρῶν ἱστάμενοι ταῖς ἄνω δυνάμεσι τῶν ἀγγέλων ἀντήχουν ἐν τῇ μελῳδίᾳ, καὶ μαρτύρων δῆμοι, καὶ ὁμολογητῶν πλήθη πανταχοῦ τῆς οἰκουμένης ἐφυτεύετο, ἀρετὴ μετὰ πολλῆς κατωρθοῦτο τῆς εὐκολίας, βαρβάρων ἔθνη φιλοσοφεῖν ἐπαιδεύετο, καὶ οἱ θηρίων ἀγριώτεροι πρὸς τὴν τῶν ἀγγέλων πολιτείαν τὴν ἅμιλλαν ἐπεδείκνυντο, καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ὁ λόγος ἐπέτρεχε μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν.
Ἅπερ ἅπαντα ἐννοῶν ὁ Προφήτης ἔλεγε· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. ϛʹ. Εἰ δὲ βούλει καὶ τὴν μέλλουσαν ἡμέραν ἰδεῖν, καὶ μαθεῖν πῶς καὶ ἐκείνη ἡμέρα δυνάμεως αὐτοῦ ἐστιν, ἐννόησον ἡλίκον ἐστὶν ἰδεῖν τὸν οὐρανὸν συστελλόμενον, καὶ ἅπασαν τὴν φύσιν τὴν καταφθαρεῖσαν ἀνισταμένην, καὶ τῷ νεύματι παρισταμένους ἅπαντας, διάβολον καταισχυνόμενον, δαίμονας κάτω κύπτοντας, δικαίους στεφανουμένους, ἕκαστον εὐθύνας διδόντα τῶν πεπλημμελημένων, τὰ βραβεῖα λαμβάνοντα τῶν κατορθωμάτων, ἑτέρας ζωῆς κατάστασιν γινομένην.
Οὐκέτι γὰρ θάνατος, καὶ νόσος, καὶ γῆρας, οὐκέτι πενία, καὶ ἐπήρειαι, καὶ ἐπιβουλαὶ, οὐκέτι οἰκήματα, καὶ πόλεις, καὶ τέχναι, καὶ ναυτιλίαι, οὐκέτι ἱματίων περιβολὴ, καὶ σῖτα, καὶ ποτὰ, καὶ ὄροφοι, καὶ κλῖναι, καὶ τράπεζαι, καὶ λυχνίαι, οὐκέτι ἐπιβουλαὶ, καὶ μάχαι, καὶ δικαστήρια, οὐκέτι γάμοι, καὶ ὠδῖνες, καὶ τόκοι· ἀλλὰ ταῦτα πάντα ὥσπερ κόνις ἀποσοβουμένη καταλύεται, καὶ ἑτέρα τις ἀμείνων ζωῆς κατάστασις δίδοται, ἀφθαρσίας, ἀθανασίας, δυνάμεως πολλῆς τῷ σώματι χαριζομένης. Ἅπερ καὶ ὁ Παῦλος δηλῶν, ἔλεγε· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Εἰ δὲ ἀπιστεῖς τοῖς εἰρημένοις, ἐπειδὴ μὴ ὁρᾷς αὐτὰ παρόντα, ἀπὸ τῶν παρόντων εἰς τὰ περὶ τῶν μελλόντων λάμβανε τὴν ἀπόδειξιν. Ἔπελθε τῷ λόγῳ τὴν οἰκουμένην ἅπασαν, τὴν γῆν, τὴν θάλασσαν, τὴν Ἑλλάδα, τὴν βάρβαρον, τὴν οἰκουμένην, τὴν ἀοίκητον, τὰς ἐν τῇ γῇ πόλεις, τὰς ἐν τῇ θαλάσσῃ νήσους, τὰ ὄρη, καὶ τὰς νάπας, καὶ ἰδὼν πανταχοῦ τὴν δύναμιν τοῦ Χριστοῦ διαλάμπουσαν, καὶ πάντας τὸ τίμιον ὄνομα ἀνακηρύττοντας, ἀναλογίζου πρὸς ἑαυτὸν, ὅτι ὁ τοσαῦτα δυνηθεὶς, οὗτος καὶ τὰ μέλλοντα ἐπηγγείλατο.
Εἰ δὲ καὶ ἀπὸ μέρους ἐθέλοις λαμβάνειν ἀπόδειξιν, ἐννόησον τίνος ἕνεκεν ἡ οἰκουμένη συντρέχει ἅπασα τάφον ἰδεῖν σῶμα οὐκ ἔχοντα· ποία δύναμις ἕλκει τοὺς ἀπὸ τῶν περάτων τῆς γῆς, ὥστε ἰδεῖν ποῦ μὲν ἐτέχθη, ποῦ δὲ ἐτάφη, ποῦ δὲ ἐσταυρώθη· ἐννόησον αὐτὸν τὸν σταυρὸν, ὅσης δυνάμεώς ἐστι σημεῖον. Ὁ γὰρ σταυρὸς οὗτος πρὸ τούτου θάνατος ἦν ἐπάρατος, θάνατος ἐπονείδιστος, θάνατος ὁ πάντων αἴσχιστος. Ἀλλ᾽ ἰδοὺ νῦν τῆς ζωῆς αὐτῆς τιμιώτερος γέγονε, καὶ διαδημάτων λαμπρότερος, καὶ πάντες ἐπὶ μετώπου αὐτὸν περιφέρομεν, οὐ μόνον οὐκ αἰσχυνόμενοι, ἀλλὰ καὶ ἐγκαλλωπιζόμενοι τούτῳ. Οὐ μὲν ἰδιῶται μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ τὰ διαδήματα περικείμενοι ἐπὶ τοῦ μετώπου ὑπὲρ τὰ διαδήματα αὐτὸν βαστάζουσι, καὶ μάλα εἰκότως· μυρίων γὰρ διαδημάτων ἀμείνων. Τὸ μὲν γὰρ διάδημα καλλωπίζει κεφαλὴν, ὁ δὲ σταυρὸς ἀσφαλίζεται διάνοιαν. Τοῦτο δαιμόνων ἀμυντήριον, τοῦτο τὸ διάδημα νοσημάτων ψυχῆς ἀναιρετικόν· τοῦτο ὅπλον ἀχείρωτον, τοῦτο τεῖχος ἄμαχον· τοῦτο ἀσφάλεια ἀκαταγώνιστος· οὐ βαρβάρων ἐφόδους, οὐ πολεμίων μόνον καταδρομὰς, ἀλλὰ καὶ αὐτῶν τῶν ἀγρίων δαιμόνων διαλύον τὰς φάλαγγας. Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Ἕτερος. Ἐν ἁγίου εὐπρεπείᾳ.
Ἄλλος, Ἐν δόξῃ ἁγίων. Ἔτι περὶ τῆς ἡμέρας διαλέγεται τῆς τε παρούσης τῆς τε μελλούσης. Λαμπρότητα δὲ ἐνταῦθα τὸ κάλλος φησὶ τῶν ἁγίων. Τί μὲν λαμπρότερον Παύλου; τί δὲ περιφανέστερον Πέτρου; οἳ τὴν οἰκουμένην περιέτρεχον, ὑπὲρ τὸν ἥλιον λάμποντες, τὰ σπέρματα τῆς εὐσεβείας καταβάλλοντες;
Ὡς γὰρ ἐξ οὐρανῶν ἄγγελοι καταβάντες, οὕτως ἦσαν πᾶσιν ἀπρόσιτοι. Τοῦτο δεικνὺς ὁ τὸ βιβλίον τῶν Πράξεων συνθεὶς, ἔλεγεν, ὅτι Οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς. Καὶ γὰρ τὰ ἱμάτια αὐτῶν πολλῆς ἔγεμε χάριτος, καὶ αἱ σκιαὶ τῶν σωμάτων πολλὴν ἐπεδείκνυντο δύναμιν. Εἰ δὲ ἐνταῦθα τοιοῦτοι, ἐννόησόν μοι κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν ἄφθαρτα σώματα λάβωσιν, ὅταν ἀθάνατα, ὅταν ὑπὲρ πᾶσαν ὁρωμένην λαμπρότητα ἀποστίλβοντα, τίνες ἔσονται οὗτοί τε καὶ οἱ τούτοις ἐοικότες προφῆται καὶ ἀπόστολοι, καὶ δίκαιοι, καὶ μάρτυρες, καὶ ὁμολογηταὶ, καὶ πάντες οἱ κατὰ τὴν ἀρίστην πολιτείαν διαπρέψαντες ἐν τῇ πίστει τῇ εἰς τὸν Χριστόν. Ἐννόησόν μοι τοὺς δήμους ἐκείνους, τὰς λαμπάδας, τὰς ἀκτῖνας, τὴν δόξαν, τὴν εὐπρέπειαν, τὴν φαιδρότητα, τὴν πανήγυριν.
Τίς ταῦτα παραστήσει; Λόγος μὲν οὐδείς· ἡ δὲ πεῖρα μόνη σαφῶς διδάξει τοὺς ἀξίους ταύτης γενέσθαι τῆς θεωρίας, τὴν λαμπρότητα ἐκείνην. Ταυτὸν γὰρ οἶμαι συμβαίνειν, οἷον εἰ πολλοὶ ἥλιοι ὑπὲρ τὸν οὐρανὸν ἔλαμψαν, ἢ εἰ συνεχεῖς ἀστραπαί· μᾶλλον δὲ ὅπερ ἂν εἴπω, φιλονεικῶν παραστῆσαι τὸ κάλλος ἐκεῖνο, οὐ δυνήσομαι κατ᾽ ἀξίαν εἰπεῖν. Τὰ γὰρ παραδείγματα ἅπαντα ταῦτα σωματικά· ἡ δὲ λαμπρότης, καὶ ἡ δόξα, ἡ τότε μέλλουσα ἐκλάμπειν ἐκεῖ, ὑπὲρ ἅπαν τοιοῦτον κάλλος διαλάμψει. Οὐ γὰρ ἄφθαρτα ἔσται τὰ σώματα μόνον, οὐδὲ ἀθάνατα, ἀλλὰ καὶ δόξαν ἄῤῥητον ἐνδύσεται τότε. Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Ἵνα μὴ φοβερὸν ὄντα δείξῃ μόνον, δείκνυσιν αὐτοῦ καὶ τὸ ἥμερον καὶ τὸ εὐεργετικὸν, λέγων· Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Καὶ τοῦτο τῆς ἐκείνου δυνάμεώς ἐστι, τὸ λαμπροὺς οὕτως ἐκείνους ποιῆσαι· ὅπερ καὶ Παῦλος δηλῶν ἔλεγεν· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι συμμόρφους τῷ σώματι τῆς δόξης αὐτοῦ.
ζʹ. Εἶτα ἐπειδὴ μέγα εἶπε καὶ ἄφατον, ἐπήγαγε· Κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν ὑποτάξαι αὐτῷ τὰ πάντα. Μὴ ζήτει πῶς, φησὶ, καὶ τίνι τρόπῳ. Δυνατὰ γὰρ αὐτῷ πάντα, ὅσα βούλεται. Τίνος δὲ ἕνεκεν οὐκ εἶπεν, Ἐν τῇ λαμπρότητι τῶν ἁγίων, ἀλλ᾽, Ἐν ταῖς λαμπρότησιν; Ὅτι πολλὰ καὶ διάφορα τὰ βραβεῖα.
Ἄλλη γὰρ δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων. Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ· οὕτως ἔσται, φησὶ, καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Καὶ ὁ Χριστός· Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου πολλαὶ μοναί εἰσι. Διὰ τοῦτο ἡ λαμπρότης ἐκείνη τέλος οὐκ ἔχει. Οὐδὲ γὰρ εἴκει νυκτὶ, οὐδὲ παραχωρεῖ σκότῳ, ἀλλ᾽ ἄφατος οὖσα καὶ μεγάλη, καὶ πολὺ ταύτην τὴν ὁρωμένην ὑπερβαίνουσα, ἔτι καὶ τοῦτο ἔχει μέγιστον, τὸ πέρας μὴ δέχεσθαι, ὅπερ ἀφάτου δυνάμεώς ἐστι τοῦ βασιλέως, τὸ τὰ σώματα τὰ φθαρτὰ καὶ ἐπίκηρα εἰς τοσαύτην ἄγειν ἰσχὺν καὶ δύναμιν. Εἶτα ἐπειδὴ μεγάλα τινὰ εἶπε, καὶ ταῖς ἐλπίσιν ἐπτέρωσε τὸν ἀκροατὴν, δείκνυσιν ὅτι εἰκότως ταῦτα γίνεται, ἐπειδὴ τηλικοῦτος ὁ κατορθῶν. Τίς δὲ ὁ κατορθῶν; Ὁ ὁμοούσιος τῷ Πατρί. Τοῦτο γὰρ δηλῶν ἐπήγαγεν· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.
Ἀλλ᾽ οἱ πρὸς τὴν ἑαυτῶν γνώμην διαστρέφοντες τὰ εἰρημένα, περὶ τῆς κατὰ σάρκα ταῦτα γεννήσεως εἰρῆσθαί φασι. Πῶς οὖν, Πρὸ ἑωσφόρου; εἰπέ μοι. Τὴν νύκτα οὕτως εἶπε, καθ᾽ ἣν ἐτίκτετο, ὅτι πρὸ τοῦ ὄρθρου ἐτέχθη. Ἀλλ᾽ οὐ τοῦτο ἦν τὸ ζητούμενον εἰπεῖν, οὐδὲ ἱστορίας χάριν ἔλεγεν· ἄλλως δὲ οὐδὲ ἔχουσι δεῖξαι, ὅτι ὅπερ οἱ εὐαγγελισταὶ ἐδίδαξαν, τοῦτο εἶπον ἂν οἱ προφῆται οἱ συνεσκιασμένως τὰ πλείω φθεγγόμενοι. Ἐνταῦθα τοίνυν τὸ, Πρὸ ἑωσφόρου, οὐ πρὸ τῆς ἀνατολῆς λέγει τοῦ ἑωσφόρου, ἀλλὰ πρὸ τῆς φύσεως, πρὸ τοῦ γενέσθαι ἑωσφόρον. Οἶδε γὰρ ταῦτα ἡ Γραφὴ διαιρεῖν, ὅταν πρὸ φύσεως λέγῃ, καὶ ὅταν πρὸ ἐνεργείας· οἷον ὅταν λέγῃ· Δεῖ φθάνειν τὸν ὄρθρον ἐπ᾽ εὐχαριστίαν σου, καὶ πρὸ ἀνατολῆς φωτὸς ἐντυγχάνειν σοι. Ἐνταῦθα γὰρ τὸν ὄρθρον λέγει. Οὐ γὰρ εἶπε, Πρὸ ἡλίου, ἀλλὰ, Πρὸ ἀνατολῆς· οὐ, Πρὸ τῆς φύσεως· οὐδὲν γὰρ πρὸ τῆς φύσεως τοῦ ἡλίου γέγονεν· ἀλλὰ, Πρὸ ἀνατολῆς τοῦ ἡλίου, ἵνα τὸν ὄρθρον ἐμφήνῃ. Ἀλλαχοῦ δὲ ὅτε πρὸ τῆς φύσεως αὐτοῦ λέγει, οὐ λέγει, Πρὸ ἀνατολῆς, ἀλλὰ, Πρὸ τοῦ ἡλίου· ὡς ὅταν λέγῃ· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.
Ὥσπερ οὖν ἕτερον τὸ, Πρὸ ἡλίου, καὶ ἕτερον τὸ, Πρὸ ἀνατολῆς ἡλίου· τὸ μὲν γὰρ τὴν ἐνέργειαν τοῦ ἡλίου, καὶ τὸν ὄρθρον δηλοῖ, τὸ δὲ τὴν φύσιν· οὕτω δὴ καὶ ἐνταῦθα εἰ ἐβούλετο τὴν νύκτα δηλῶσαι, οὐκ ἂν εἶπε, Πρὸ ἑωσφόρου, ἀλλὰ, Πρὸ ἀνατολῆς ἑωσφόρου. Ἄλλως δὲ καὶ ὁ Χριστὸς τὸν ψαλμὸν τοῦτον οὐκ εἰς τὴν κατὰ σάρκα οἰκονομίαν, ἀλλ᾽ εἰς τὴν κατὰ Πνεῦμα γέννησιν ἔλαβεν. Εἰπὼν γὰρ τοῖς Ἰουδαίοις, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ, τίνος υἱός ἐστιν; ἐπειδὴ εἶπον, Τοῦ Δαυῒδ, ἐπήγαγε τὸν ψαλμὸν, λέγων· Πῶς οὖν Δαυΐδ φησιν, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Εἰ οὖν Κύριος αὐτοῦ ἐστι, πῶς ὑμεῖς λέγετε, ὅτι υἱὸς αὐτοῦ ἐστι; Τί οὖν ἐστι τὸ λεγόμενον; Τὸ γνήσιον τῆς γεννήσεως παρέστησεν ἐνταῦθα. Τί οὖν; πρὸ τοῦ ἑωσφόρου μόνον ἐστίν; Οὐδαμῶς. Ἐπεὶ καὶ ἀλλαχοῦ φησι· Πρὸ τῆς σελήνης ὁ θρόνος αὐτοῦ. Καὶ οὐ πρὸ τῆς σελήνης μόνον, ἐπεὶ καὶ περὶ τοῦ Πατρὸς λέγει· Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν, καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Οὐκ ἀπὸ τοῦ αἰῶνος μόνον, ἀλλὰ καὶ πρὸ τοῦ αἰῶνος· οὐδὲ γὰρ ἕως τοῦ αἰῶνος, ἀλλ᾽ ἀπείρως ἐστί. Μὴ δὴ πρόσπταιε ταῖς λέξεσιν, ἀλλὰ θεοπρεπῶς δέχου τὴν ἔννοιαν. Καὶ ὅρα Προφήτου σοφίαν.
Ἀρχόμενος τοῦ ψαλμοῦ, οὐκ ἐντεῦθεν ἤρξατο· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησα σε· ἀλλὰ πρότερον δείξας αὐτοῦ τὰ κατορθώματα, καὶ διὰ τῶν ἔργων ἀνακηρύξας αὐτὸν, ὕστερον ἀπὸ κυρίου δείκνυσιν αὐτοῦ τὴν ἀξίαν. Οὕτω καὶ αὐτὸς ἔλεγεν· Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε· ἵνα μαθὼν, ὅτι ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς, ὁ Κύριος καλούμενος ὡς ὁ Πατὴρ, ὁ μεθ᾽ ἑαυτοῦ τὴν ἀρχὴν ἔχων, ὁ λαμπρότητα τοιαύτην ἐργαζόμενος, ὁ μεταξὺ τῶν ἐθνῶν κατακυριεύων, μὴ θορυβηθῇς, ἐὰν ἀκούσῃς, ὅτι οὗτος Υἱός ἐστι καὶ πρὸ τῆς κτίσεως ἁπάσης. Θαυμάζειν δὲ ἄξιον τὸν Προφήτην, πῶς τὰ μὲν ἐκ προσώπου τοῦ Θεοῦ, τὰ δὲ ἐκ προσώπου αὐτοῦ φθέγγεται. Τὸ μὲν γὰρ, Κάθου ἐκ δεξιῶν μου, καὶ τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, ἅπερ ἐστὶν ὑψηλότερα αὐτοῦ, αὐτὸν εἰσάγει τὸν Θεὸν λέγοντα· τὰ δὲ ἄλλα αὐτὸς διηγεῖται. Σκόπει δὲ καὶ πόσῃ κέχρηται οἰκειότητι τῆς λέξεως. Ἤρκει μὲν γὰρ καὶ τὸ εἰπεῖν, Ἐγέννησά σε· ἀλλὰ διὰ τοὺς χαμαὶ βαδίζοντας, ἵνα τὸ γνήσιον παραστήσῃ, καὶ ταύτης ἐμνημόνευσε τῆς ῥήσεως.
Καὶ καθάπερ λέγων χεῖρα, οὐχ ἵνα ὑποπτεύσωμεν χεῖρα, λέγει, ἀλλὰ τὴν δημιουργικὴν δύναμιν· οὕτω καὶ γαστρὸς ἐμνημόνευσεν, ἵνα τὸ γνήσιον τῆς γεννήσεως παραστήσῃ. ηʹ. Εἶτα βουλόμενος τὴν προφητείαν ἐν σχήματι δικαστοῦ συνθεῖναι, πρὸς αὐτὸν τὴν λαλιὰν ποιεῖται, ὅπερ σφοδροτάτης ἀγάπης ἦν καὶ χαρᾶς ὑπερβαλλούσης, καὶ ψυχῆς σφόδρα κατόχου θείῳ Πνεύματι γινομένης. Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται.
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὁρᾷς πῶς πάλιν ἐπὶ τὸ ταπεινότερον τὸν λόγον ἄγει, ποτὲ μὲν περὶ τῆς θεότητος, ποτὲ δὲ περὶ τῆς ἀνθρωπότητος διαλεγόμενος; ὅπερ καὶ οἱ εὐαγγελισταὶ ποιοῦσιν, ἵνα ἑκατέρωθεν ἡ ἀκρίβεια τῶν δογμάτων διατηρῆται. Καὶ διὰ τί εἶπε, Κατὰ τὴν τάξιν Μελχισεδέκ; Καὶ διὰ τὰ μυστήρια, ὅτι κἀκεῖνος ἄρτον καὶ οἶνον προσήνεγκε τῷ Ἀβραὰμ, καὶ διὰ τὸ ἐλευθέραν εἶναι τοῦ νόμου ταύτην τὴν ἱερωσύνην, καὶ διὰ τὸ ἀτελεύτητον, καθάπερ καὶ Παῦλός φησι, καὶ ἄναρχον. Ὅπερ γὰρ ἐκεῖνος εἶχεν ἐν ταῖς σκιαῖς, τοῦτο ἐν τῇ ἀληθείᾳ γέγονεν ἐπὶ τοῦ Ἰησοῦ· καὶ καθάπερ τὰ ὀνόματα προέτρεχεν, ὡς Ἰησοῦς, ὡς Χριστὸς, οὕτω καὶ τοῦτο. Οὔτε ἀρχὴν οὖν ἡμερῶν φαίνεται ἔχων, οὔτε ζωῆς τέλος ὁ Μελχισεδὲκ, οὐ τῷ μὴ ἔχειν, ἀλλὰ τῷ μὴ γενεαλογηθῆναι. Ὁ δὲ Ἰησοῦς οὐδὲ ἀρχὴν ἡμερῶν ἔσχεν, οὔτε ζωῆς τέλος, οὐ κατὰ τοῦτον τὸν τρόπον, ἀλλὰ τῷ καθ᾽ ὅλου μὴ εἶναι ἐπ᾽ αὐτοῦ ἀρχὴν χρονικὴν, μηδὲ τέλος. Τὸ μὲν γὰρ ἦν σκιὰ, τὸ δὲ ἀλήθεια. Ὥσπερ οὖν, Ἰησοῦς, ἀκούων, οὐ τὸν ἀληθῶς Ἰησοῦν ὑποπτεύεις, ἀλλὰ τοῦ ὀνόματος τὸν τύπον δέχῃ μόνον, καὶ οὐδὲν πλέον ἐπιζητεῖς· οὕτω καὶ ἀκούων τὸν Μελχισεδὲκ ἄναρχον καὶ ἀτελεύτητον, μὴ ἐν τῇ τῶν πραγμάτων ἀληθείᾳ αὐτὸν ζήτει, ἀλλ᾽ ἀρκοῦ τῇ προσηγορίᾳ μόνῃ, τὴν δὲ ἀλήθειαν ἐπὶ τοῦ Χριστοῦ καταμάνθανε. Ὅρκον δὲ ὅταν ἀκούσῃς, μὴ ὅρκον νόμιζε.
Ὥσπερ γὰρ θυμὸς, οὐ θυμὸς ἐπὶ Θεοῦ, ἀλλὰ τὸ τιμωρητικὸν, καὶ οὐ πάθος ἐστίν· οὕτως οὐδὲ ὅρκος. Οὐ γὰρ ὄμνυσι Θεὸς, ἀλλὰ τὸ πάντως ἐσόμενον λέγει Εἰπὼν τοίνυν τὴν λαμπρότητα τῶν ἁγίων, τὸ τεθῆναι τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, τὴν ἡμέραν τῆς δυνάμεως, λέγει καὶ τὰ παρόντα λοιπόν. Καὶ ὅρα οἵαν ποιεῖται τάξιν τῷ λόγῳ, τὸν σκληρὸν ἀκροατὴν καταμαλάσσων. Πρότερον γὰρ φοβήσας τῷ λόγῳ τῆς κρίσεως, καὶ τὸ δυσένδοτον αὐτοῦ μαλάξας, οὕτω καὶ τὸν περὶ τῶν παρόντων εἰσάγει λόγον. Διὰ τοῦτο καὶ τοιαύτην ποιεῖται τὴν μίξιν. Σκόπει δέ· Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Τοῦτο τῶν μελλόντων· εἶτα τὰ παρόντα· Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιών· καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου· εἶτα τὰ μέλλοντα· Μετὰ σοῦ ἡ ἀρχὴ, ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων. Εἶτα πάλιν τὰ παρόντα, οὐκέτι τιμωρίαν ἔχοντα, ἀλλ᾽ εὐεργεσίαν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Τοῦτο γὰρ ἁμαρτίας ἀναίρεσις, καὶ καταλλαγὴ πρὸς Θεόν.
Εἶτα ἐπιμείνας αὐτοῖς ὅσον ἠβούλετο, πάλιν τῆς οἰκονομίας ἅπτεται, ἐπὶ τὸ ταπεινότερον τὸν λόγον μετασχηματίζων, καὶ λέγων· Κύριος ἐκ δεξιῶν σου. Καίτοι ἄνω ἔλεγεν, ὅτι αὐτὸς κάθηται ἐν δεξιᾷ τοῦ Πατρός. Ὁρᾷς πῶς οὐχ ἁπλῶς χρὴ ταῖς λέξεσι παρακαθῆσθαι; Τί ἐστι, Κύριος ἐκ δεξιῶν σου;
Ἐπειδὴ τῆς οἰκονομίας ἥψατο, ἐπὶ τὴν σάρκα τὸν λόγον τρέπει τὴν βοήθειαν δεχομένην. Ὁρᾶται γὰρ ἀγωνιῶν, καὶ ἱδρῶν, καὶ οὕτως ἱδρῶν, ὡς καὶ θρόμβους καταῤῥεῖν, καὶ ἐνισχυόμενος. Τοιαύτη γὰρ τῆς σαρκὸς ἡ φύσις. Συνθλάσει ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς. Οὐκ ἄν τις ἁμάρτοι τοῦτο καὶ περὶ τῶν παρόντων λέγων τῶν ἐπανισταμένων τῇ Ἐκκλησίᾳ, καὶ περὶ τῶν μελλόντων δώσειν εὐθύνας, ὑπὲρ ὧν ἥμαρτον καὶ ἠσέβησαν. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα. Τί ἐστι, Κρινεῖ ἐν τοῖς ἔθνεσι; Δικάσει, φησὶ, κατακρινεῖ τοὺς δαίμονας.
Καὶ ὅτι ἔκρινεν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβληθήσεται ἔξω. Καὶ ἀλλαχοῦ· Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Εἰ δὲ αἰσθητικωτέρᾳ τῇ λέξει κέχρηται, μὴ προσπταίσῃς.
Ἔθος γὰρ τῇ Γραφῇ τοῦτο. Συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. Εἰ μὲν κατὰ ἀναγωγὴν βούλοιο τοῦτο δέχεσθαι, τὴν ἀπόνοιαν εἴποι τις ἂν ὅτι καθελεῖ· εἰ δὲ καὶ αἰσθητῶς, τὴν συμφορὰν τὴν Ἰουδαϊκὴν, οὓς ἀπώλεσεν ἄρδην μετὰ πολλῆς τῆς σφοδρότητος.
Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται. Ἐνταῦθα δείκνυσι τὸ ταπεινὸν τῆς διαίτης, τὸ εὐτελὲς τῆς διαγωγῆς, ὅτι δὴ οὐ σοβῶν, οὐδὲ δορυφόρους ἔχων, οὐδὲ φαντασίαν τινὰ περικείμενος αἰσθητὴν ταῦτα ἔπραττεν, ἀλλὰ λιτὸν βίον μετιὼν, καὶ τοιοῦτον, ὡς ἐκ χειμάῤῥου πίνειν. Οἵα γὰρ ἦν αὐτῷ ἡ τράπεζα, τοιοῦτον καὶ τὸ ποτόν. Ἡ τράπεζα ἄρτοι κρίθινοι, τὸ ποτὸν ὕδωρ ἀπὸ τοῦ χειμάῤῥου. Τὴν γὰρ φιλόσοφον ταύτην δίαιταν ἦλθε διδάξων, γαστρὸς κρατεῖν, φαντασίαν πατεῖν, τῦφον ἀποστρέφεσθαι. Εἶτα δεικνὺς τῆς ζωῆς τὸ κέρδος, τοῦτο ἐπήγαγε· Διὰ τοῦτο ὑψώσει κεφαλήν.
Τῆς γὰρ ταπεινοφροσύνης καὶ τοῦ σκληροῦ βίου οὗτος ὁ καρπός. θʹ. Ταῦτα δὲ οὐ περὶ τῆς θεότητος εἴρηται, ἀλλὰ περὶ τῆς σαρκὸς τῆς πινούσης ἐκ χειμάῤῥου, τῆς ὑψωθείσης. Οὐ μόνον γὰρ οὐδὲν αὐτὴν παρέβλαψεν αὕτη ἡ εὐτέλεια, ἀλλὰ καὶ πρὸς ὕψος ἀνήγαγεν ἄφατον. Καὶ σὺ τοίνυν, ὦ ἀγαπητὲ, ἔχων τὰ ὑποδείγματα, τὸν μὲν φλεγμαίνοντα καὶ φαντασίας γέμοντα βίον ἀτίμαζε· τὸν δὲ εὐτελῆ καὶ ἐσχεδιασμένον δίωκε, εἴ γε βούλει λαμπρός τις εἶναι καὶ μέγας. Καὶ γὰρ ὁ Δεσπότης σου διὰ τοῦτο ἦλθεν, ἵνα ταύτην σε διδάξῃ τὴν ὁδόν.
Διά τοι τοῦτο καὶ ὁ προφήτης εἰπὼν τὰ κατορθώματα, ἐπήγαγε τοῦτο αὐτὸ, μονονουχὶ λέγων· Ἀκούσας νίκην καὶ τρόπαια, μὴ ἔλπιζε ὅπλα καὶ στρατιώτας, καὶ ἅρματα, καὶ ἵππους, καὶ ἱππέας, καὶ ὁπλίτας, καὶ θορύβους, καὶ ταραχὰς ἰδεῖν. Οὕτω ταπεινός ἐστιν ὁ ταῦτα κατορθῶν, οὕτω συνεσταλμένος, ὡς ἐκ χειμάῤῥου πίνειν ὕδωρ· ἀλλ᾽ ὅμως οὗτος ὁ τοιοῦτος ταῦτα ἅπαντα ἀνύσει. Ἀκουέτωσαν οἱ τὰς Συβαριτικὰς ἔχοντες τραπέζας, καὶ τὰ ἐδέσματα, καὶ πᾶν εἶδος καρυκείας ἐπινοοῦντες, καὶ ποικίλα μαγείρων γένη πανταχόθεν συλλέγοντες, καὶ ναύτας καὶ κυβερνήτας καὶ κωπηλάτας καταλέγοντες, ἵνα ξένα τινὰ γένη καὶ οἴνου καὶ μύρων καὶ τῆς ἄλλης βλακείας κομίσωσι, καὶ πρὸς αὐτὸ ἑαυτοὺς καταποντίσωσι τὸ βάραθρον, καὶ πάντων γένωνται ταπεινότεροι.
Οὔτε γὰρ ὑψηλὸν εἴωθε ποιεῖν τὸ πλειόνων δεῖσθαι, οὔτε ταπεινὸν τὸ ὀλίγων εἶναι ἐν χρείᾳ. Καὶ εἰ βούλεσθε, ἑκατέρων τὴν εἰκόνα ἀναπλάσωμεν, καὶ ἔστω τις πολλοὺς ἔχων τοὺς πανταχόθεν χορηγοῦντας, καὶ ναύτας καὶ κυβερνήτας, καὶ χειροτέχνας καὶ οἰκέτας, καὶ ὑφάντας καὶ ποικιλτὰς, καὶ βουκόλους καὶ ποιμένας, καὶ ἱπποκόμους καὶ ἱπποφορβοὺς, καὶ πολλὴν ἐν ἅπασιν ἐχέτω τὴν θεραπείαν· ἕτερος δὲ μηδενὸς τούτων ἀπολαυέτω, ἀλλ᾽ ἄρτου μόνου καὶ ὕδατος καὶ ἱματίου ψιλοῦ· τίς ἐν τούτοις ὁ ὑψηλός; τίς δὲ ὁ ταπεινός; Οὐκ εὔδηλον, ὅτι ὁ τὸ ἱμάτιον μόνον ἔχων; Οὗτος μὲν γὰρ καὶ αὐτοῦ τοῦ βασιλεύοντος καταφρονῆσαι δυνήσεται· ἐκεῖνος δὲ πάντων τῶν ταῦτα παρεχόντων δοῦλός ἐστιν, ὑποκύπτων, κολακεύων, θεραπεύων ἅπαντας, δεδοικὼς μή τις αὐτὸν καταλιπὼν εἰς τὰ καίρια βλάψῃ· οὐδὲν γὰρ οὕτω ποιεῖ δοῦλον, ὡς τὸ πολλῶν δεῖσθαι· ὥσπερ οὖν ἐλεύθερον, ὡς τὸ τῆς χρείας εἶναι μόνης. Τοῦτο καὶ ἐπ᾽ ἀλόγων ἴδοι τις ἄν. Τί γὰρ ὄφελος ὄνῳ βαλλομένῳ μεγέθει φορτίων, κἂν μυριάκις αὐτῶν ἀπολαύῃ; τί δὲ βλάβος ἑτέρῳ τούτων ἀπηλλαγμένῳ πάντων, ἂν τῆς ἀναγκαίας ἀπολαύῃ τροφῆς; Διὰ τοῦτο καὶ ὁ Χριστὸς ὑψηλοὺς τοὺς ἑαυτοῦ κατασκευάζων μαθητὰς, ἅτε μέλλοντας τῇ οἰκουμένῃ διαλέξεσθαι πάσῃ, πασῶν αὐτοὺς ἀπήλλαξε φροντίδων, πτερωτοὺς ἐργαζόμενος, καὶ ἀδάμαντος εὐτονωτέρους.
Οὐδὲν γὰρ οὕτως ἰσχὺν ἐντίθησι ψυχῇ, ὡς τὸ τούτων ἀπηλλάχθαι· οὐδὲν οὕτως ἀσθενῆ ποιεῖ, ὡς τὸ τούτοις ἐνέχεσθαι. Ὥσπερ γὰρ οὐκ ἔστι λύπην εὑρεῖν ἐνταῦθα ταχέως, οὕτως ἐκεῖ ἡδονήν. Ὁ μὲν γὰρ πολλοὺς ἔχει δεσπότας καὶ δεσποίνας ἀνημέρους τινὰς καὶ ἀπανθρώπους· ὁ δὲ δουλεύει μὲν οὐδενὶ, κρατεῖ δὲ ἁπάντων, μετὰ πολλῆς τῆς ἀδείας, καὶ τῆς ἀκτῖνος ἀπολαύων, καὶ τῷ ἀέρι ἐντρυφῶν, καὶ τὸν διενοχλοῦντα οὐκ ἔχων. Οὐ θυμὸς σπαράσσει τοῦτον, οὐ φθόνος, οὐ βασκανία, οὐ φροντίδες τήκουσιν, οὐ ζηλοτυπίαι, οὐ κενοδοξία, οὐ τῦφος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ᾽ ὥσπερ τις λιμὴν εὐδιεινὸς κυμάτων ἀπηλλαγμένος, οὕτως αὐτῷ τὰ τῆς ψυχῆς διάκειται, καὶ πρὸς τὸν οὐρανὸν εὐκόλως ὁδεύει, οὐδενὶ τῶν παρόντων κατεχόμενος.
Ἵν᾽ οὖν καὶ ἡμεῖς ταύτης ἀπολαύωμεν τῆς ἀδείας, καὶ τῆς κατὰ τὸν παρόντα βίον εὐθυμίας, καὶ τῆς εὐκολίας τῆς κατὰ τὴν ἀποδημίαν, τοῦτον διώκωμεν τὸν βίον, ὥστε καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι, τῶν ὑπερβαλλόντων ἅπαντα λόγον, καὶ νοῦν, καὶ διάνοιαν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΙʹ ΨΑΛΜΟΝ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. αʹ. Τί ἐστιν, Ἐν ὅλῃ; Μετὰ προθυμίας ἁπάσης, συντεταμένως, ἀπαλλαγεὶς τῶν βιωτικῶν φροντίδων, καὶ μετάρσιος γενόμενος, καὶ τὴν ψυχὴν ἀπολύσας τῶν δεσμῶν τοῦ σώματος. Ἐν καρδίᾳ. Οὐχ ἁπλῶς ἐν ῥήμασι, οὐδὲ ἐν γλώττῃ καὶ στόματι μόνον, ἀλλὰ καὶ μετὰ τῆς διανοίας. Οὕτω καὶ Μωϋσῆς νομοθετῶν ἔλεγεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου.
Ἐνταῦθα γάρ μοι τὴν ἐξομολόγησιν τὴν εὐχαριστίαν δοκεῖ λέγειν. Ὑμνήσω, φησὶν, εὐχαριστήσω. Καὶ γὰρ ἅπαντα τὸν βίον εἰς τοῦτο ἀνήλισκεν, καὶ ἐντεῦθεν προοιμιάζεται, καὶ εἰς τοῦτο καταλήγει· καὶ τοῦτο ἦν ἔργον αὐτοῦ διαπαντὸς, τὸ καὶ ὑπὲρ τῶν εἰς αὐτὸν γενομένων, καὶ ὑπὲρ τῶν εἰς ἄλλους εὐεργεσιῶν τὴν εὐχαριστίαν ἀναφέρειν. Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς ὡς τοῦτο ἐπιζητεῖ· τοῦτο θυσία, τοῦτο προσφορὰ, τοῦτο ψυχῆς εὐγνώμονος σημεῖον, τοῦτο πληγὴ κατὰ τοῦ διαβόλου· ἐντεῦθεν ὁ μακάριος Ἰὼβ ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο, ὅτι μυρίων πειρασμῶν ἐπενεχθέντων αὐτῷ, καὶ τῆς γυναικὸς ὑποσκελιζούσης, οὐ περιετράπη, ἀλλ᾽ ἔμενεν εὐχαριστῶν τῷ Δεσπότῃ περὶ πάντων, οὐχ ἡνίκα ἐπλούτει, ἀλλὰ καὶ ἡνίκα πένης ἐγένετο· οὐχ ἡνίκα ὑγίαινεν, ἀλλὰ καὶ ἡνίκα ἐπλήγη τὴν σάρκα· οὐχ ὅτε κατὰ ῥοῦν αὐτῷ τὰ πράγματα ἐφέρετο, ἀλλὰ καὶ ὅτε χαλεπὸς ἐκεῖνος ὁ χειμὼν κατέσκηψεν εἰς πᾶσαν αὐτοῦ τὴν οἰκίαν, καὶ εἰς αὐτὴν τοῦ σώματος τὴν φύσιν. Τοῦτο γὰρ μάλιστα εὐχαρίστου γνώμης ἐν ταῖς θλίψεσι καὶ ταῖς δυσημερίαις πολλὴν εἰδέναι τῷ Θεῷ τὴν χάριν, καὶ διαπαντὸς μένειν εὐχαριστοῦντα· ὅπερ οὖν καὶ αὐτὸς αἰνιττόμενος διὰ τῶν ἑξῆς ἐδήλωσεν.
Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων ἐν εὐθυμίᾳ μὲν ὄντες εὐχαριστοῦσι, τὰ ἐναντία δὲ πάσχοντες δυσχεραίνουσιν· εἰσὶ δὲ οἳ καὶ τῶν γινομένων ἐπιλαμβάνονται· δεικνὺς ὅτι οὐ παρὰ τὴν φύσιν τῶν συμβαινόντων, ἀλλὰ παρὰ τὴν διεστραμμένην γνώμην τοῦτο γίνεται, ἐπήγαγε λέγων· Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ μεγάλα τὰ ἔργα Κυρίου. Τοῦτο εἶπε δεικνὺς, ὅτι δικαστοῦ χρεία ἀδεκάστου καὶ συλλόγου μὴ διεφθαρμένου, καὶ δῆλα ἔσται τὰ ἔργα τοῦ Θεοῦ, ὅτι μέγαλα, ὅτι πολλοῦ θαύματος ἀνάμεστα. Ἔστι μὲν γὰρ καὶ καθ᾽ ἑαυτὰ μεγάλα, οὐ δείκνυται δὲ μεγάλα, ἐὰν μὴ κριτὴν ὀρθὸν ἔχῃ. Ἐπεὶ καὶ ὁ ἥλιος καθ᾽ ἑαυτὸν φαιδρὸς καὶ διαυγὴς, καὶ τὴν οἰκουμένην διαλάμπει πᾶσαν ἀλλὰ τοῖς κατὰ ὄψεις νοσοῦσιν οὐκ ἔστι τοιοῦτος.
Ἀλλ᾽ οὐ τοῦ ἡλίου τὸ ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων ἀσθενείας τὸ ἐλάττωμα. Ὅταν τοίνυν ἴδῃς τινὰ κατηγοροῦντα τῶν ἔργων Θεοῦ, μὴ τὰ ἔργα διάβαλλε διὰ τὴν ἐκείνου κακίαν, ἀλλὰ τῆς ἐκείνου ἀνοίας λάμβανε μέγιστον δεῖγμα ἀπὸ τῆς τοῦ Θεοῦ προνοίας.
Ὥσπερ γὰρ ὁ τὸν ἥλιον λέγων σκοτεινὸν, οὐ τὸ ἄστρον διέβαλεν, ἀλλὰ τῆς αὐτοῦ πηρώσεως ἐξήνεγκεν ἔλεγχον ἀκριβῆ· καὶ ὁ τὸ μέλι πικρὸν ὀνομάζων, οὐ τὴν γλυκύτητα τὴν ἐκείνου συνεσκίασεν, ἀλλὰ τῆς νόσου τῆς ἑαυτοῦ κατηγορίας συνεστήσατο τὴν ψῆφον· οὕτω δὴ καὶ ὁ τῶν ἔργων τοῦ Θεοῦ ἐπιλαμβανόμενος.
Καὶ ὥσπερ οὗτος ἐκεῖνα μὲν οὐ λυμαίνεται, οὐδὲ τὴν περὶ αὐτῶν ὑπόληψιν, τῆς δὲ ἀνοίας τῆς ἑαυτοῦ μεγίστην ἐκφέρει κατηγορίαν· οὕτω δὴ καὶ περὶ τῶν ἔργων τοῦ Θεοῦ οἱ μὴ κρίσιν ὀρθὴν ἔχοντες, οὐκ ἴσασιν οὐδὲ τὰ θαύματα τὰ γενόμενα· ὡς εἴ τις ἀδέκαστον ἔχοι ψυχὴν καὶ μὴ διεστραμμένην, ἕκαστον καὶ τῶν δοκούντων εἶναι δυσχερῶν ἐκπλαγήσεται.
Τί γὰρ οὐ θαυμαστὸν, εἰπέ μοι, τῶν γινομένων; Καὶ εἰ βούλει, παραδραμόντες τὰ ἄλλα πάντα ἔλθωμεν ἐπὶ τὰ δοκοῦντα εἶναι τοῖς πολλοῖς ἐπαχθῆ καὶ φορτικὰ, τὸν θάνατον, τὴν νόσον, τὴν πενίαν, καὶ ὅσα τοιαῦτα. Εἰ γάρ τις εὐθεῖαν ἔχοι καρδίαν, καὶ ταῦτα σφόδρα ἀποδέξεται καὶ θαυμάσεται. Εἰ γὰρ καὶ ἐξ ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος, ἀλλ᾽ ὅμως τοσαύτη τοῦ Θεοῦ ἡ περιουσία, καὶ ἡ φιλανθρωπία, καὶ τῆς κηδεμονίας ἡ ὑπερβολὴ, ὡς καὶ τούτῳ εἰς δέον χρήσασθαι τῷ γένει τῷ ἡμετέρῳ. Τί γὰρ, εἰπέ μοι, βαρὺ ὁ θάνατος ἔχει; Οὐκ ἀπαλλαγὴ πόνων ἐστίν; οὐ λύσις φροντίδων; Οὐκ ἀκούεις τοῦ Ἰὼβ αὐτὸν ἐγκωμιάζοντος, καὶ λέγοντος· Θάνατος ἀνδρὶ ἀνάπαυσις, οὗ ἡ ὁδὸς ἀπεκρύβη; Οὐκ ἐκκοπὴ κακίας; Ἄν τε γὰρ πονηρὸς ᾖ τις, διεκόπη τὰ τῆς κακίας αὐτοῦ τελευτήσαντος· Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, τουτέστιν, οὐκέτι προστίθησιν ἁμαρτίαν· ἄν τε ἀγαθὸς ὢν ἀπέλθῃ, ἐν ἀσφαλεῖ κείσεται τὰ τῆς ἀρετῆς αὐτῷ πάντα, καὶ ἐν ἀσύλῳ θησαυρῷ. Τοὺς δὲ ζῶντας, εἰπέ μοι, οὐ ποιεῖ σωφρονεστέρους καὶ ἐπιεικεστέρους;
Οὐχ ὁρᾷς ὅτι πολλάκις ἐν ἐκφορᾷ παραγενόμενοι οἱ πλουτοῦντες, καὶ τετυφωμένοι καὶ τὰς ὀφρῦς ἀνασπῶντες, ὅταν ἴδωσι τὸ σῶμα κείμενον κωφὸν καὶ ἀκίνητον, καὶ παιδία ἐν ὀρφανίᾳ, καὶ γυναῖκα ἐν χηρείᾳ, καὶ φίλους ἐν κατηφείᾳ, καὶ οἰκέτας μελανειμονοῦντας, καὶ ἅπαν τῆς οἰκίας σκυθρωπὸν τὸ σχῆμα, πῶς συστέλλονται; πῶς ταπεινοῦνται; πῶς συντρίβονται; Καὶ γὰρ μυρίας ἀπολαύσαντες διδασκαλίας, καὶ μηδὲν κερδάναντες, ἀπὸ τῆς ὄψεως ἐκείνης ἀθρόον φιλοσοφοῦσι, τό τε εὐτελὲς καὶ ἐπίκηρον τῆς ἀνθρωπίνης καταμανθάνοντες φύσεως, καὶ τὸ σαθρὸν καὶ ἄστατον τῆς αὐτῶν δυναστείας, καὶ ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰς ἑαυτῶν προορῶντες μεταβολάς.
βʹ. Εἰ γὰρ θανάτου ὄντος, τοσαῦται ἁρπαγαὶ, τοσαῦται πλεονεξίαι, καὶ καθάπερ οἱ ἰχθύες καταπίνουσι τοὺς καταδεεστέρους οἱ δυνατώτεροι· εἰ μὴ θάνατος ἦν, πότε ἂν ἔστησαν πλεονεξίας; Εἰ γὰρ εἰδότες, ὅτι οὐκ ἀπολαύσονται ὧν ἁρπάσωσιν, ἀλλὰ ἑκόντες καὶ ἄκοντες ἐκστήσονται ἑτέροις, οὕτω μαίνονται καὶ λυττῶσιν· εἰ τοῦτο εἶχον ἐν ἀσφαλείᾳ, πότε ἂν αὐτοῖς ἐσβέσθη τὰ τῆς ἐπιθυμίας τῆς πονηρᾶς; Τί δέ; τοῦ μαρτυρίου οἱ στέφανοι οὐ διὰ θανάτου πλέκονται;
Τί δὲ ὁ Παῦλος; οὐ μυρία ἔστησε τρόπαια, λέγων· Καθ᾽ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν; Οὐ γὰρ ὁ θάνατος κακὸς, ἀλλ᾽ ὁ πονηρὸς θάνατος κακός. Διὰ τοῦτό φησι· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ἀλλαχοῦ δέ φησι· Θάνατος ἁμαρτωλῶν πονηρός· τοῦτο λέγων πονηρὸν, τὸ μετὰ τοῦ πονηροῦ συνειδότος ἀπελθεῖν, καὶ πολλαῖς πλημμελημάτων φροντίσι βεβαρημένον καὶ πιεζόμενον. Ὡς ὅ γε καθαρὸν ἔχων συνειδὸς, ἐπὶ τὰ βραβεῖα τρέχει, πρὸς τὸν στέφανον ἀναχωρεῖ. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ᾽ ἡ τῶν ἀνθρώπων γνώμη, αὕτη τὸν θόρυβόν ἐστιν ἡ ποιοῦσα, ἄκουσον ὁ Παῦλος πῶς ἐπιζητεῖ τοῦτο, νῦν μὲν λέγων· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ στενάζομεν, τὴν υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν· νῦν δὲ τὸ αὐτὸ δηλῶν ἀλλαχοῦ· Ἀλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Εἰ δὲ θάνατος οὐ φορτικὸν, ἀλλὰ καὶ ποθεινὸν τοῖς ὀρθῶς βιοῦσι, πολλῷ μᾶλλον πενία καὶ τὰ ἄλλα ἅπαντα. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἄλλος, Ἐξηκριβωμένα.
Ἐνταῦθά μοι περὶ τῶν κτισμάτων δοκεῖ διαλέγεσθαι, ἀνακηρύττων τοῦ Θεοῦ τὴν σοφίαν· ἀνωτέρω δὲ ἔργα ἔλεγεν (εἰ καὶ ἡμεῖς διὰ τοὺς μικροψύχους καὶ ἑτέρας διανοίας εἰς ταῦτα ἡψάμεθα), τὰ τεράστια, τὰ θαύματα, ἃ πολλάκις ἐπετέλεσε τὸ τῶν ἀνθρώπων οἰκονομῶν γένος. Τί δέ ἐστιν, Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ; Ἠκριβωμένα, φησὶ, καθάπερ καὶ ἕτερος ἑρμηνευτὴς εἶπε, παρεσκευασμένα, ἀπηρτισμένα, γεγενημένα, πεπληρωμένα, ἀρκοῦντα τὰ θελήματα αὐτοῦ ποιεῖν, ἱκανὰ μαρτυρεῖν τὴν δύναμιν αὐτοῦ, οὐ χωλεύοντα, οὐδὲ ἐνδεῶς ἔχοντα εἰς τὸ ἀνῦσαι αὐτοῦ τὰ ἐπιτάγματα, ὅπερ καὶ ἀλλαχοῦ φησι· Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεύματα καταιγίδος τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· τουτέστι, τὰ προστάγματα αὐτοῦ.
Οὕτω καὶ ὁ Προφήτης ἔλεγεν· Ἐποίησε σελήνην εἰς καιροὺς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος, καὶ ἐγένετο νύξ. Οὐ μόνον δὲ πρὸς ἅπερ ἐστὶ κατεσκευασμένα ταῦτα ἀνύει· ἀλλὰ κἂν τἀναντία ἐπιτάξῃ, καὶ ἐνταῦθα πολλὴ ἡ ὑπακοή. Τῇ γοῦν θαλάττῃ ἐπέταξε, καὶ οὐ μόνον οὐ κατεπόντισεν, ὅπερ αὐτῆς ἔργον ἦν, ἀλλὰ στορέσασα αὐτῆς τὰ κύματα, πέτρας ἀσφαλέστερον τὸν Ἰουδαίων δῆμον διεβίβασεν, Ἡ κάμινος οὐ μόνον οὐκ ἔκαιεν, ἀλλὰ καὶ δρόσον παρεῖχε διασυρίζουσαν. Τὰ θηρία οὐ μόνον οὐ κατήσθιεν, ἀλλὰ καὶ σωματοφυλάκων ἐπεῖχε χώραν ἐπὶ τοῦ Δανιήλ. Τὸ κῆτος οὐ μόνον οὐ κατέπινεν, ἀλλὰ καὶ σώαν τὴν παρακαταθήκην διετήρει. Ἡ γῆ οὐ μόνον οὐκ ἐβάστασεν, ἀλλὰ καὶ θαλάττης χαλεπώτερον κατεπόντισεν, ὅτε ἠνοίχθη καὶ κατέπιε Δαθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών· καὶ πολλὴν ἑτέραν ἴδοι τις ἂν τερατουργίαν ἐν τοῖς οὖσι γενομένην· ἵνα μάθωσιν οἱ σφόδρα ἀνοηταίνοντες, καὶ φύσιν θεοποιοῦντες, ὅτι οὐ τυραννίδι φύσεως τὰ πράγματα ἄγεται, ἀλλὰ βουλῇ Θεοῦ πάντα εἴκει καὶ παραχωρεῖ.
Αὕτη γάρ ἐστιν ἡ τῆς φύσεως δημιουργὸς, καὶ πρὸς τὸ αὑτῇ δοκοῦν πάντα τὰ ὄντα μεταῤῥυθμίζουσα, καὶ νῦν μὲν ἀκινήτους αὐτῶν διατηροῦσα τοὺς ὅρους, νῦν δὲ, ἐπειδὰν βουληθῇ, ῥᾳδίως αὐτοὺς ἀνασπῶσα, καὶ πρὸς τὸ ἐναντίον μεταβάλλουσα.
Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Εἰς τὰ προστάγματα αὐτοῦ, φησὶν, εἰς τὰ ἐπιτάγματα αὐτοῦ· οὐ μόνον δὲ εἰς τὰ ἐπιτάγματα αὐτοῦ, ἀλλὰ καὶ εἰς τὸ γινώσκεσθαι αὐτὸν παρὰ τῶν ἀνθρώπων, ὅπερ καὶ προηγούμενον αὐτοῦ θέλημα, καὶ διὸ μάλιστα ταῦτα ἐποίησεν. Ὃ τοίνυν ὁ Προφήτης λέγει, τοιοῦτόν ἐστιν· ὅτι οὕτως ἐστὶν ἀπηρτισμένα, ὡς τοῖς προσέχουσι καὶ νοῦν ἔχουσιν ἀκριβεστάτην καὶ σαφῆ καὶ τρανοτάτην τὴν περὶ αὐτοῦ γνῶσιν ἐντιθέναι τῇ διανοίᾳ τῶν ἀνθρώπων. Καὶ γὰρ καὶ πρὸς τοῦτο μάλιστα τὸ θέλημα αὐτοῦ ἐξ ἀρχῆς αὐτὰ κατεσκεύασε, τῷ μεγέθει, τῷ κάλλει, τῇ θέσει, τῇ ἐνεργείᾳ, τῇ διακονίᾳ, τοῖς ἄλλοις ἅπασιν ἀνακινῶν τὴν ψυχὴν τοῦ θεατοῦ, καὶ τὴν διάνοιαν διεγείρων εἰς τὸ ζητῆσαι τὸν δημιουργὸν καὶ ἀριστοτέχνην Θεὸν, καὶ προσκυνῆσαι τὸν ποιήσαντα αὐτὰ, καὶ ἀντὶ βιβλίων καὶ γραμμάτων γενέσθαι ἅπαν τὸ σῶμα τῆς κτίσεως.
γʹ. Οὐκ εἰς θεογνωσίαν δὲ μόνον, ἀλλὰ καὶ εἰς πολιτείαν ἡμῖν μεγίστην εἰσάγει διδασκαλίαν τὰ κτίσματα. Ὅ τε γὰρ πλεονέκτης, ἐπειδὰν ἴδῃ τὴν ἡμέραν τῇ νυκτὶ παραχωροῦσαν, καὶ τὸν ἥλιον τῇ σελήνῃ, αἰδεσθήσεται τῶν στοιχείων τὴν εὐταξίαν, κἂν δυνατώτερος ᾖ, τῶν καταδεεστέρων οὐκ ἐπιθυμήσει πραγμάτων· ὅ τε μοιχὸς καὶ ἀκόλαστος, ἐπειδὰν ἴδῃ τὴν θάλατταν μαινομένην, εἶτα χαλινουμένην ὑπὸ τὸν αἰγιαλὸν, πάλιν τῶν ἀτάκτων ὑδάτων αἰδούμενος τὴν εὐταξίαν, ταχέως καταστεῖλαι δυνήσεται τὴν ἑαυτοῦ κορυφουμένην ἐπιθυμίαν, καὶ τῷ φόβῳ τοῦ Χριστοῦ χαλινῶσαι τὴν εἰς τὸ πρόσω φορὰν, καὶ διαλῦσαι τὸν ἀφρὸν ἅπαντα τῆς ἀκολάστου ταύτης ὁρμῆς, καὶ εἰς σωφροσύνην ἐπαναγαγεῖν. Καὶ περὶ ἀναστάσεως δὲ εἰς τὴν χέρσον ἀπιδὼν εὐκόλως δυνήσεται φιλοσοφεῖν, καὶ τὸν περὶ αὐτῆς δέξασθαι λόγον. Ὅταν γὰρ ἴδῃ τὴν γῆν δεχομένην κόκκον σίτου στερεὸν, εἶτα πρότερον διαλύουσαν καὶ σήπουσαν, καὶ πολλῷ βελτίονα τίκτουσαν· ὅταν ἴδῃ τὴν ἄμπελον ἐν χειμῶνι γυμνὴν φύλλων, καὶ ἑλίκων, καὶ βοτρύων, καὶ αὐτὸ ξηρὸν ξύλον, ὡς τὰ ὀστᾶ τὰ ξηρὰ, εἶτα ἔαρος ἐπιστάντος τὴν εὐμορφίαν ἅπασαν ἀπολαμβάνουσαν· ἐν τοῖς σώμασι τῶν φυτῶν καὶ τῶν σπερμάτων τῶν μετὰ τὸ διαφθαρῆναι ἀνισταμένων, δυνήσεται καὶ περὶ τῆς ἑαυτοῦ σαρκὸς φιλοσοφεῖν.
Τὸ φιλόπονον δὲ πάλιν ἀπὸ τοῦ μύρμηκος εἴσεται, καὶ τὸ φιλόκαλον ἀπὸ τῆς μελίττης, καὶ τὸ κοινωνικὸν, καθάπερ ἡ Παροιμία φησίν· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος.
Ἐκεῖνος γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστίν· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται. Καίτοι οὖσα τῇ ῥώμῃ ἀσθενὴς, τὴν σοφίαν τιμήσασα προήχθη. Καὶ γὰρ αὐτή σοι πάλιν ἡ μέλιττα διαλέξεται, ὥστε μὴ θαυμάζειν ἁπλῶς τὰ κάλλη τῶν σωμάτων, ὅταν ψυχῆς ἀρετὴ μὴ ᾖ, μηδὲ ἐξευτελίζειν τὴν ἀμορφίαν, ὅταν ἡ ψυχὴ κεκαλλωπισμένη τύχῃ. Ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ὁ παροιμιαστὴς ἔλεγε· Μικρὰ ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς.
Ἐννόησόν μοι τοὺς ὄρνιθας, καὶ δέξῃ ἐκεῖθεν φιλοσοφίαν. Διά τοι τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Εἰ γὰρ τὰ ἄλογα οὐ μεριμνῶσι περὶ τροφῆς, ποίαν ἕξεις ἀπολογίαν μηδὲ τοσαύτην ἐπιδεικνύμενος ὑπεροψίαν τῶν παρόντων, ὅσην οἱ ὄρνιθες; Εἰ δὲ καὶ καλλωπισμοῦ βούλει καταφρονῆσαι, παιδεύσει σε τὰ ἄνθη τοῦ ἀγροῦ, μὴ εἶναί σε φιλόκοσμον. Ὅπερ καὶ αὐτὸ δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ἐμβλέψατε εἰς τὰ κρίνα τοῦ ἀγροῦ, ὅτι οὐ νήθουσιν, οὐδὲ κοπιῶσιν. Ἀμὴν λέγω ὑμῖν, οὐδὲ Σολομὼν περιεβάλετο ὡς ἓν τούτων. Ὅταν τοίνυν ἐθέλῃς σπουδάζειν περὶ κάλλη ἱματίων, ἐννόησον ὅτι ὅσα ἂν φιλονεικήσῃς, παρὰ τῷ χόρτῳ τὰ νικητήρια, καὶ οὐ δυνήσῃ πρὸς ἐκεῖνον ἁμιλληθῆναι· καὶ κατάλυσον τὴν ἄλογον ταύτην μανίαν. Καὶ ἕτερα πολλὰ, καὶ ἀπὸ τῶν ἀλόγων, καὶ ἀπὸ τῶν ἀνθῶν, καὶ ἀπὸ τῶν σπερμάτων ἔστι φιλοσοφεῖν.
Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ. Τουτέστιν, ἕκαστον τῶν ἔργων αὐτοῦ· οὐ γὰρ δὴ περὶ ἑνὸς ἔργου ταῦτά φησιν. Ἕτερος δὲ ἑρμηνευτὴς εἶπεν· Ἔπαινος καὶ ἀξίωμα ἡ ἐργασία αὐτοῦ· οὗτος δὲ, Ἐξομολόγησις, τουτέστιν, εὐχαριστία καὶ δόξα. Ἕκαστον γὰρ τῶν ὁρωμένων ἱκανὸν εἰς εὐχαριστίαν τὸν θεατὴν παραπέμψαι, εἰς ὕμνον, εἰς εὐφημίαν, εἰς δοξολογίαν. Οὐκ ἔστιν εἰπεῖν· Διὰ τί τοῦτο; εἰς τί τοῦτο; ἀλλὰ καὶ τὸ σκότος καὶ ἡ ἡμέρα, καὶ ὁ λιμὸς καὶ ἡ εὐθηνία, καὶ ἡ ἔρημος καὶ ἡ ἀοίκητος, καὶ ἡ λιπαρὰ καὶ ἡ βαθύγειος, καὶ ζωὴ καὶ θάνατος, καὶ πάντα τὰ ὁρώμενα τοῖς μετὰ ἀκριβείας αὐτὰ καταμανθάνουσιν ἱκανὰ καὶ δυνατὰ πρὸς εὐχαριστίαν διεγεῖραι. Τοῦτο γοῦν δηλῶν διά τινος προφήτου ὁ Θεὸς ἔλεγεν, ἀντ᾽ εὐεργεσίας τὰς τιμωρίας τιθείς· Κατέστρεψα αὐτοὺς, ὡς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα· ἐπάταξα αὐτοὺς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ. Καὶ πάλιν δι᾽ ἄλλου· Ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην αὐτούς· εἰς εὐεργεσίας τὰς τιμωρίας μεταλαμβάνων. Οὕτω καὶ ταῦτα· καὶ γὰρ καὶ ταῦτα εὐεργετοῦντα, διορθοῦντα, παιδεύοντα, παιδαγωγοῦντα, ἐκκόπτοντα τὴν κακίαν ἐστίν.
Ἄνθρωποι μὲν γὰρ τὰ μὲν εὐεργετοῦντες ποιοῦσι, τὰ δὲ μισοῦντες καὶ ἀποστρεφόμενοι· ὁ δὲ Θεὸς φιλῶν ποιεῖ πάντα, οἷον εὐεργετῶν ἔθετο ἐν τῷ παραδείσῳ, καὶ εὐεργετῶν πάλιν ἐξέβαλε τοῦ παραδείσου· εὐεργετῶν τὸν κατακλυσμὸν εἰργάσατο, καὶ εὐεργετῶν τὸ πῦρ ἐκεῖνο τὸ τῶν Σοδόμων κατήνεγκε. Καὶ ὅπερ ἂν εἴποι τις τῶν γενομένων, ἕκαστον εἰς εὐεργεσίαν ποιεῖ. Εὐεργετῶν καὶ τὴν γέενναν ἠπείλησε· καὶ καθάπερ οἱ πατέρες οὐ θεραπεύοντες μόνον τὰ παιδία, ἀλλὰ καὶ τύπτοντες πατέρες εἰσὶ, καὶ οὐκ ἔλαττον τύπτοντες, ἢ θεραπεύοντες· οὕτω δὴ καὶ ὁ Θεός. Διὸ καὶ ὁ Παῦλος ἔλεγε· Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; Καὶ ὁ Σολομών· Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται.
Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. δʹ. Τοῦτο δοκεῖ μοι ἐνταῦθα εἰπεῖν διὰ τοὺς σκανδαλιζομένους πρὸς τὰ συμπίπτοντα δυσχερῆ τισι παρ᾽ ἐλπίδας, μονονουχὶ παραινῶν αὐτοῖς καὶ λέγων· Μὴ θορυβοῦ συκοφαντουμένους ἀνθρώπους ὁρῶν, ἐπηρεαζομένους, παρὰ τὴν ἀξίαν κακῶς πάσχοντας· μένει γὰρ δικαστήριον ἀδέκαστον, μένει ψῆφος καθαρὰ, τὸ κατ᾽ ἀξίαν ἑκάστῳ παρέχουσα. Εἰ δὲ νῦν αὐτὴν ἐπιζητοίης, ὅρα μὴ κατὰ σαυτοῦ πρώτου τὴν ψῆφον ἐξενέγκῃς. Εἰ γὰρ ἔμελλε καθ᾽ ἕκαστον τῶν ἁμαρτημάτων ὁ Θεὸς ἐπάγειν τιμωρίαν, καὶ ἐφ᾽ ἑκάστου τῶν πλημμελούντων τὴν δικαίαν ἐπιφέρειν ψῆφον, πάλαι ἂν προανηρπάσθη τὸ τῶν ἀνθρώπων γένος. Καὶ τί λέγω τὸν δεῖνα καὶ τὸν δεῖνα; Τὸν γὰρ κορυφαῖον τῶν ἐν ἀνθρώποις ἁπάντων εἰς μέσον ἀγαγὼν, τοῦτο δεῖξαι πειράσομαι, Παῦλον ἐκεῖνον τὸν κήρυκα τῆς οἰκουμένης, τὸν εἰς τρίτον ἁρπαγέντα οὐρανὸν, τὸν εἰς παράδεισον ἀπενεχθέντα, τὸν τῶν φρικτῶν κοινωνήσαντα μυστηρίων, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ, τὸν ἀγγελικὴν ἐπιδειξάμενον πολιτείαν, τὸν τοσαύτην ἀρετὴν ἐπελθόντα. Εἰ γὰρ μὴ ἐβουλήθη μακροθυμῆσαι αὐτῷ, μηδὲ ἀνασχέσθαι αὐτοῦ, ἀλλ᾽ ἡνίκα ἡμάρτανε καὶ ἐβλασφήμει καὶ ἐδίωκε, κατὰ πόδας ἐπαγαγεῖν αὐτῷ τὴν δικαίαν ψῆφον, πάλαι ἂν αὐτὸν τῆς μετανοίας προεξήρπασε.
Διὸ καὶ αὐτὸς ταῦτα εἰδὼς, ἔλεγε· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην, καὶ ὑβριστήν· ἀλλ᾽ ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων αὐτῷ πιστεύειν εἰς ζωὴν αἰώνιον. Τί δέ; τὴν πόρνην εἰ ἐκόλασε, πότε ἂν μετεβλήθη; Τί δέ; τὸν τελώνην Ματθαῖον εἰ ἐν τῷ καιρῷ τῆς τελωνείας πρὸ τῆς μεταβολῆς δίκην ἀπῄτησε, οὐκ ἂν προεξήρπασεν αὐτὸν τῆς μετανοίας; Οὕτω καὶ τὸν λῃστὴν, οὕτω καὶ τοὺς μάγους, οὕτω καὶ ἕκαστον τῶν ἁμαρτανόντων.
Διά τοι τοῦτο ἀνέχει τὴν ὀργὴν, καὶ τὴν κατ᾽ ἀξίαν ἀντίδοσιν, καλῶν τοὺς ἀνθρώπους εἰς μετάνοιαν. Εἰ δὲ μένοιεν ἀδιόρθωτοι, πάντως ὑποστήσονται τὴν δικαίαν ψῆφον. Διόπερ ὁ Προφήτης τούς τε ἀδικουμένους παραμυθούμενος, τούς τε ἀδικοῦντας σωφρονίζων, ἐπήγαγε τὸ, Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὃ δὲ βούλεται διὰ τούτου εἰπεῖν, τοιοῦτόν ἐστι· Μήτε σὺ, ὁ ἀδικούμενος, ἐὰν καταλύσῃς τὸν βίον ὡς οὐ τῶν δικαίων τευξόμενος, ἀπελπίσῃς· μετὰ γὰρ τὴν ἐντεῦθεν ἀποδημίαν πάντως ἀπολήψῃ τῶν πόνων τὰς ἀμοιβάς· μήτε σὺ πάλιν, ὁ πάντα ἁρπάζων καὶ πλεονεκτῶν καὶ συγχέων, ἂν ἐν εἰρήνῃ καταλύσῃς τὸν βίον, θαῤῥήσῃς· πάντων γὰρ δώσεις λόγον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, τῆς πονηρίας ἀποτίσεις τὰς ἀμοιβάς. Θεὸς γάρ ἐστιν ἀεὶ μένων, καὶ δικαιοσύνην μένουσαν ἔχων ἀεὶ, οὐδὲν ἀπὸ τοῦ θανάτου διακοπτομένην, οὐδὲ πρὸς τὴν ἀμοιβὴν τῶν πόνων τῶν ὑπὲρ τῆς ἀρετῆς, οὐδὲ πρὸς τὴν ἀντίδοσιν τῶν κολάσεων τῶν διὰ τὴν πονηρίαν.
Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ. Τί ἐστι, Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ; Οὐ διέλιπε θαυματουργῶν, φησὶ, διηνεκῶς. Τοῦτο γάρ ἐστι τὸ, Μνείαν ἐποιήσατο· οὐκ ἐπαύσατο, οὐκ ἀπέστη διὰ πάσης γενεᾶς θαύματα ἐργαζόμενος, καὶ τοὺς παχυτέρους διεγείρων διὰ τῶν τεραστίων. Ὁ μὲν γὰρ ὑψηλὸς καὶ φιλόσοφος οὐδὲν δεήσεται τῶν σημείων· Μακάριοι γὰρ οἱ μὴ εἰδότες, καὶ πιστεύσαντες.
Ἐπειδὴ δὲ αὐτὸς οὐ τούτων κήδεται μόνων, ἀλλὰ καὶ τῶν παχυτέρων, καθ᾽ ἑκάστην σχεδὸν γενεὰν θαυματουργῶν οὐ παύεται. Ἱκανὴ μὲν γὰρ θαυματουργία πᾶσα τῶν ὁρωμένων ἡ κτίσις· ἀλλ᾽ ὅμως διεγείρων τῶν πολλῶν τὴν ῥᾳθυμίαν ἐν μέσῳ τῷ θεάτρῳ τούτῳ πολλὰ ἐπεδείκνυτο τεράστια, καὶ ἰδίᾳ καὶ κοινῇ, οἷον τὸ ἐπὶ τοῦ κατακλυσμοῦ, τὸ ἐπὶ τῆς συγχύσεως τῶν γλωσσῶν, τὰ ἐπὶ τῶν Σοδόμων, τὰ ἐπὶ τοῦ Ἀβραὰμ, τὰ ἐπὶ τοῦ Ἰσαὰκ, τὰ ἐπὶ τοῦ Ἰακὼβ, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐξόδῳ τῶν Ἰουδαίων, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐν τῇ γῇ τῆς Παλαιστίνης, τὰ ἐν Βαβυλῶνι, τὰ μετὰ τὴν ἐπάνοδον, τὰ ἐπὶ τῶν Μακκαβαίων, τὰ μετὰ τὴν Χριστοῦ παρουσίαν, τὰ ἐν αὐτῇ τῇ παρουσίᾳ, τὰ μέχρι σήμερον γινόμενα, ἡ κατάπτωσις τῶν Ἱεροσολύμων, ἡ οἰκοδομὴ τῆς Ἐκκλησίας, ὁ λόγος ὁ πανταχοῦ τρέχων, ὁ διὰ κυμάτων ἀρθεὶς, ὁ διὰ πολέμων αὐξηθεὶς, οἱ τῶν μαρτύρων δῆμοι, τὰ ἄλλα ἅπαντα. Πολλὰ δὲ ἄν τις καὶ ἰδικὰ ἴδοι καὶ ἐν οἰκίᾳ γενόμενα θαύματα, καὶ ἐν πόλεσιν.
Ἀλλὰ τέως τὰ καθολικὰ, καὶ ἅπασι δῆλα καὶ γνώριμα, ἃ καθ᾽ ἑκάστην γίνεται γενεὰν, ἴδωμεν. Πόσα ἐπὶ Ἰουλιανοῦ τοῦ πάντας ἀσεβείᾳ νικήσαντος γέγονε, τῆς Ἐκκλησίας πολεμουμένης; πόσα ἐπὶ Μαξιμίνου; πόσα πρὸ τῶν ἐκείνων βασιλέων; Εἰ δὲ βούλεσθε καὶ τὰ ἐπὶ τῆς γενεᾶς συμβάντα τῆς ἡμετέρας, οἷον οἱ σταυροὶ οἱ κατὰ τῶν ἱματίων χαραγέντες ἀθρόον, τοῦ Ἀπόλλωνος τὸ ἱερὸν τὸ σκηπτῷ κατενεχθὲν, τοῦ ἁγίου μάρτυρος Βαβύλα τοῦ ἐν Δάφνῃ ἡ μετάθεσις, καὶ ἡ φανερὰ νίκη ἡ κατὰ τοῦ δαίμονος, τοῦ ταμίου τῶν βασιλικῶν χρημάτων ὁ παράδοξος θάνατος, αὐτὴ ἡ τοῦ βασιλέως ἀναίρεσις, αὐτοῦ τοῦ Ἰουλιανοῦ τοῦ πάντας ἀσεβείᾳ νικήσαντος, καὶ ἡ τοῦ θείου τοῦ ἐκείνου ἀπώλεια, τῶν σκωλήκων αἱ πηγαὶ, ἕτερα μυρία, ὁ λιμὸς, ὁ αὐχμὸς, ἡ τῶν ὑδάτων σπάνις, ἡ μετ᾽ αὐτοῦ ταῖς πόλεσιν ἐμπεσοῦσα, καὶ ἕτερα μυρία πανταχοῦ.
εʹ. Καὶ ἐν Παλαιστίνῃ τὰ τότε συμβάντα ἔγνωτε. Καὶ γὰρ ἡνίκα τὸν ναὸν ἐκεῖνον τὸν τῇ ψήφῳ τοῦ Θεοῦ καθαιρεθέντα ἀνοικοδομεῖν ἐβούλοντο Ἰουδαῖοι, πῦρ ἐκ τῶν θεμελίων ἐκπηδῆσαν ἅπαντας ἤλασε, καὶ μαρτυρεῖ τὸ ἔργον ἀτέλεστον μεῖναν. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Ἀπαγγείλας αὐτοῦ τὰς εὐεργεσίας, τὰς διὰ τῶν θαυμάτων, τὰς διὰ τῶν ἔργων, τὴν κηδεμονίαν τὴν ὑπὲρ ἡμῶν γεγενημένην, καὶ τούτῳ πάλιν αὔξει τὸν λόγον, δεικνὺς ὅτι τοσαῦτα καὶ τηλικαῦτα ποιήσας ὑπὲρ τῆς σωτηρίας τῆς τῶν ἀνθρώπων, καὶ παντὶ τρόπῳ παιδεύσας αὐτοὺς, καὶ παιδεύων εἰς τὴν θεογνωσίαν καὶ τὴν ἄκραν φιλοσοφίαν, καὶ διακρατῶν αὐτῶν τὴν ζωὴν, οὐ κατὰ ὀφειλὴν τοῦτο ἐργάζεται (ὅπερ μεγίστη χάρις ἐστὶν), ἀλλὰ δι᾽ ἔλεον καὶ φιλανθρωπίαν, οὐχ ὡς αὐτὸς δεόμενος αὐτῶν, ἀλλὰ δι᾽ ἀγαθότητα μόνην. Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Τίνος ἕνεκεν τοὺς φοβουμένους ἐνταῦθα τέθεικεν;
Οὐ γὰρ δὴ μόνους αὐτοὺς τρέφει. Καὶ γὰρ ἐν τῷ Εὐαγγελίῳ φησὶν, Ὅτι ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Πῶς οὖν εἶπε, Τοῖς φοβουμένοις αὐτόν; Τροφὴν ἐνταῦθα δοκεῖ μοι λέγειν οὐ τὴν σωματικὴν, ἀλλὰ τὴν τῆς ψυχῆς. Διὰ τοῦτο καὶ περὶ τῶν φοβουμένων διαλέγεται μόνον· αὕτη γὰρ τούτοις ἐστὶν ἀφωρισμένη. Ὥσπερ γὰρ τρέφεται σῶμα, οὕτω τρέφεται καὶ ψυχή. Καὶ ὅτι τρέφεται ἄκουε· Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ταύτην οὖν λέγει τὴν τροφὴν, ἣν ἐξαιρέτως ἔδωκε τοῖς φοβουμένοις αὐτὸν, τὴν διὰ τοῦ λόγου διδασκαλίαν, τὴν παίδευσιν, τὴν φιλοσοφίαν ἅπασαν. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. Πάλιν καταστέλλων τῶν Ἰουδαίων τὴν ἀπόνοιαν, καὶ τὸν τῦφον αὐτῶν ὑποτεμνόμενος, μᾶλλον δὲ δεικνὺς, ὅτι τῶν ἀγαθῶν, ὧν ἀπήλαυσαν, οὐ διὰ τὴν ἀξίαν ἀπήλαυσαν τὴν οἰκείαν, ἀλλὰ διὰ τὴν φιλίαν αὐτοῦ τὴν πρὸς τοὺς πατέρας, καὶ τὰς συνθήκας τὰς πρὸς ἐκείνους γεγενημένας, φησί· Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ· ὅπερ καὶ Μωϋσῆς παρήγγειλεν αὐτοῖς εἰσιοῦσιν εἰς τὴν γῆν τῆς ἐπαγγελίας λέγειν καὶ ἐννοεῖν.
Ἐὰν γὰρ οἰκοδομήσῃς, φησὶ, πόλεις λαμπρὰς, καὶ περιβάλῃ πλοῦτον χρημάτων, μὴ εἴπῃς, ὅτι Διὰ τὴν δικαιοσύνην μου ταῦτα γέγονεν, ἀλλὰ διὰ τὰς συνθήκας τὰς πρὸς τοὺς πατέρας σου. Οὐδὲν γὰρ ἀπονοίας χεῖρον· διὰ τοῦτο παντὶ τρόπῳ καὶ διαπαντὸς ὁ Θεὸς ἐκκόπτει αὐτὴν συνεχῶς. Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν. Ἀπὸ τῶν καθολικῶν ἐπὶ τὰ μερικὰ μετάγει τὸν λόγον· ἀπὸ τῶν κατὰ τὴν οἰκουμένην γενομένων, ἐπὶ τὰ Ἰουδαίοις συμβάντα.
Μάλιστα δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ ταῦτα καθολικῶν ἐπέχει τάξιν. Τὰ γὰρ εἰς αὐτοὺς γινόμενα, τοῖς ἄλλοις διδασκαλίαι ἐγίνοντο, καὶ οἱ πόλεμοι, καὶ τὰ τρόπαια; καὶ αἱ νῖκαι ἀντὶ κηρύγματος ἤρκουν τοῖς προσέχουσιν. Οὐ γὰρ ἀκολουθίᾳ ἀνθρωπίνῃ, ἀλλὰ ὑπὲρ λόγον ταῦτα συνέβαινε. Ποία γὰρ ἀκολουθία ἐκείνη, σαλπιζόντων αὐτῶν τὰ τείχη καταβάλλεσθαι, καὶ γυναῖκα στρατηγοῦσαν νικᾷν καὶ περιγίνεσθαι, καὶ παιδίον μικρὸν βαρβαρικοὺς πολέμους καταλύειν ἀπὸ λίθου βολῆς μιᾶς; Καὶ ἕτερα δὲ ἄλλα παράδοξα τοιαῦτα συνέβαινεν. Οὕτω τῶν πολεμίων ἐκράτησαν, οὕτω τῆς Παλαιστίνης ἐξέβαλον. Ὅταν οὖν λέγῃ, Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι ἐπέδειξεν αὐτοῦ τὴν δύναμιν, οὐχ ἁπλῶς ἐκβάλλων τὰ ἔθνη, ἀλλὰ τρόπῳ τοιούτῳ, δι᾽ οὗ μάλιστα ἠδύνατο εἰδέναι σαφῶς, ὡς εἰ καὶ τὰ πρότερα ἤρκει, ὅτε θεήλατος ἦν ἡ πληγὴ κατ᾽ ἐκείνων γινομένη, καὶ αὐτοῦ στρατηγοῦντος τὰ τῶν πολεμίων ἐκρίνετο πράγματα. Οὐ γὰρ δὴ διὰ ῥημάτων, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτοὺς ἐπαίδευε, δι᾽ ὑποδημάτων, διὰ ἱματίων, διὰ τροφῆς, διὰ φωτὸς νυκτερινοῦ καὶ ἡμερινοῦ, διὰ νεφέλης, διὰ πολέμων, διὰ εἰρήνης, διὰ τροπαίων, διὰ γεωργίας, διὰ ὑετῶν, καὶ πάντα φωνὴν ἠφίει τὸν Δεσπότην ἀνακηρύττοντα, καὶ τὴν πεπωρωμένην αὐτῶν διάνοιαν κατανύττοντα, καὶ οὐδεὶς χρόνος ἐνέλιπεν, ἐν ᾧ μὴ συνεχῆ σημεῖα αὐτοῦ ἐπεδείκνυτο.
Ἔργα χειρῶν αὐτοῦ, ἀλήθεια καὶ κρίσις. Ἐπειδὴ περὶ τῆς δυνάμεως αὐτοῦ διελέχθη, διαλέγεται καὶ περὶ τῆς δικαιοκρισίας, ὅτι οὐ μόνον δύναμιν ἐν οἷς ἐποίει τότε ἐπεδείκνυτο, ἀλλὰ καὶ πολλὴν τὴν δικαιοσύνην. Οὐδὲ γὰρ ἁπλῶς ἐξέβαλε τὰ ἔθνη, ἐπειδὴ Ἰουδαίους εἰσαγαγεῖν ἐβούλετο, ἀλλὰ μετὰ τοῦ δικαίου. Διὰ τοῦτο καὶ ἀλλαχοῦ ἔλεγεν ὁ Μωϋσῆς· Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων. Ταῦτα δὲ οὐκ ἐπὶ Ἰουδαίων ἔστιν εἰπεῖν μόνον, καὶ τῶν ἐκείνοις συμβαινόντων, ἀλλὰ πάλιν καθολικὸς ὁ λόγος ἐστί. Πάντα γὰρ τὰ ὑπ᾽ αὐτοῦ γενόμενα ἀλήθεια καὶ κρίσις· κρίσις, τουτέστι δικαιοσύνη. Οἶδεν δὲ ἀλήθειαν πολλάκις ἡ Γραφὴ καὶ τὴν φιλανθρωπίαν λέγειν. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν, ὅτι μετὰ τῆς δικαιοσύνης καὶ φιλανθρωπίας τὰ πάντα ἀνέμιξεν. Εἰ γὰρ δὴ μόνον τῷ τοῦ δικαίου ἐκέχρητο λόγῳ, πάντα ἂν ἀπολώλει.
ϛʹ. Διὸ καὶ οὗτος ὁ προφήτης ἀλλαχοῦ λέγει· Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου· ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Καὶ πάλιν· Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Πάντα τοίνυν τὰ ὑπ᾽ αὐτοῦ γινόμενα ἑκατέρων γέμει τούτων. Ἄν τε γὰρ τὸ δίκαιον ἀπαιτῇ μόνον, πάντα ἂν διεφθάρη· εἰ δὲ φιλανθρωπίᾳ μόνῃ κέχρηται, οἱ πλείους ἂν ἐγίνοντο ῥᾳθυμότεροι. Διὰ τοῦτο ποικίλλων τὴν σωτηρίαν τῶν ἀνθρώπων, ἑκατέροις τούτοις εἰς τὴν διόρθωσιν αὐτῶν κέχρηται. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ. Ὅπερ πολλαχοῦ ποιεῖ, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται, ἀπὸ τῆς σοφίας τῆς ἐν τῇ ποικίλῃ δημιουργίᾳ καὶ τῆς κηδεμονίας ἐπὶ τὴν νομοθεσίαν μεταβαίνων, καὶ τοῦτο πάλιν κινῶν τῆς προνοίας τὸ μέρος. Οὐ γὰρ δὴ μόνον τῷ κτίσαι κτίσιν τοσαύτην καὶ τηλικαύτην, ἀλλὰ τῷ τὸν νόμον θεῖναι τὸ τῶν ἀνθρώπων διώρθωσε γένος. Διὸ καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ψαλμῷ ἀμφότερα ταῦτα τὰ μέρη διελὼν, ἀρχόμενος μὲν ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· πρὸς δὲ τὸ μέσον ἐλθὼν, καὶ τὸν περὶ τῆς κτίσεως ἀπαρτίσας λόγον ἐπήγαγεν· Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς.
Οὕτω δὴ καὶ ἐνταῦθα, εἰπὼν περὶ τῶν τεραστίων καὶ τῶν θαυμάτων αὐτοῦ, καὶ τῶν ἔργων, εἰς τὴν περὶ τῶν ἐντολῶν ὑπόθεσιν μεταχειρίζει τὸν λόγον οὕτω λέγων· Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. Οὐχ ἁπλῶς εἶπε, Πᾶσαι, ἀλλὰ πολὺ γένος ἐντολῶν ἀνακινῶν, ταύτην τέθεικε τὴν λέξιν. Καὶ γὰρ ἐντολαί εἰσιν αἱ τῆς κτίσεως, ἃς διατηρεῖ πᾶσα ἡ κτίσις, ἥλιος καὶ σελήνη, ἡμέρα καὶ νὺξ, καὶ ἀστέρες, καὶ γῆς καὶ φύσεως δρόμος. Ἐντολαί εἰσιν αἱ τῇ φύσει δοθεῖσαι ἐξ ἀρχῆς, ὅτε τὸν ἄνθρωπον ἔπλαττε, περὶ ὧν φησιν ὁ Παῦλος· Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Καὶ πάλιν· Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Ἐντολαί εἰσι καὶ αἱ γραπταί. Καὶ αὗται πᾶσαι μεμενήκασιν. Εἰ δέ τινες κατελύθησαν, οὐκ ἐπὶ τὸ χεῖρον, ἀλλ᾽ ἐπὶ τὸ βέλτιον μεταῤῥυθμισθεῖσαι. Τὸ γὰρ, Οὐ φονεύσεις, οὐ κατελύθη, ἀλλ᾽ ἐπετάθη· καὶ τὸ, Οὐ μοιχεύσεις, οὐκ ἠφανίσθη, ἀλλὰ μεῖζον γέγονε. Διὸ καὶ ἔλεγεν, Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι. Ὁ γὰρ μὴ ὀργιζόμενος, πολλῷ μᾶλλον τοῦ φόνου ἀφέξεται· καὶ ὁ μὴ βλέπων ἀκολάστοις ὀφθαλμοῖς, μακρότερον τῆς μοιχείας ἐσκήνωται.
Ὁ τοίνυν νόμος τοῦτο μάλιστα ἔχει τὸ ἐξαίρετον, τὸ ἀθάνατον, τὸ διηνεκὲς, καὶ ὁ τῆς κτίσεως, καὶ ὁ φυσικὸς, καὶ ὁ τῆς φιλοσοφίας, καὶ τῆς Καινῆς Διαθήκης. Διό φησιν· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται· τὸ ἀκίνητον αὐτῶν δηλῶν. Πάντα γὰρ ὅσα ἂν βούληται μένειν ὁ Θεὸς, μένει διηνεκῶς, καὶ οὐδέν ἐστι τὸ κινοῦν αὐτά. Πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. Τί ἐστιν, Ἐν ἀληθείᾳ καὶ εὐθύτητι;
Οὐδὲν αὐταῖς, φησὶ, σκολιὸν, οὐδὲν στραγγαλιῶδες, οὐδὲν ἀσαφὲς, οὐδὲν πρὸς χάριν τινὰ, ἢ ἀπέχθειαν, ἀλλὰ πάντα πρὸς τὸ συμφέρον καὶ λυσιτελές· οὐ καθάπερ οἱ ἀνθρώπινοι νόμοι, πολὺ μὲν ἔχοντες τὸ ἐπίκηρον, πολὺ δὲ τὸ ἀσαφὲς, πολὺ δὲ τὸ ἀνθρώπινον. Καὶ γὰρ ἀπὸ ἀνθρωπίνων παθῶν πολλοὶ πολλάκις ἐτέθησαν.
Καὶ γὰρ τὸν ἐχθρὸν ἀμυνόμενος, ἢ φίλῳ χαρίζεσθαι βουλόμενος, οὕτω τὰ γράμματα συνέθηκεν. Ἀλλ᾽ οὐχ οἱ θεῖοι τοιοῦτοι, ἀλλ᾽ ἡλίου φαιδρότεροι μένουσι, τὸ συμφέρον τῶν νομοθετουμένων ἐπιζητοῦντες, καὶ πρὸς ἀρετὴν αὐτοὺς ἐπανάγοντες, καὶ πρὸς τὴν τῶν πραγμάτων ἀλήθειαν, οὐ πρὸς τὰ ψευδῆ ταῦτα, πλοῦτον λέγω καὶ δυναστείαν (ταῦτα γὰρ ψευδῆ· τὰ δὲ τοῦ Θεοῦ ἀλήθεια), οὐχ ὅπως γένοιντο εὐπορώτεροι, οὐδ᾽ ὅπως τῶν παρόντων ἐπιτύχοιεν, ἄλλ᾽ ὅπως τῶν μελλόντων ἀπολαύσαιεν, διδάσκοντες.
Περὶ τῶν ἀληθῶν πραγμάτων καὶ ὀρθῶν, καὶ οὐδὲν ἐχόντων διεστραμμένον, ἅπαντα εἶπον ἐκεῖνοι οἱ νόμοι. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ. Τί ἐστι, Πισταί; Βέβαιαι, μένουσαι. Κἂν γὰρ παραβαθῶσιν, αἱ τιμωρίαι ἕπονται, καὶ αὗται οὐ σαλεύονται· εἰ δὲ ἄνθρωποι παραβῶσιν, ἀλλ᾽ ὁ Θεὸς αὐτὰς ἐκδικεῖ. Μὴ τοίνυν λέγε, ὅτι πρὸς ἀπειλὴν εἴρηται τὰ εἰρημένα, ἢ ὑπερβολικῶς. Οὐδεὶς νομοθετῶν πρὸς ἀπειλὴν λέγει μόνον, ἀλλὰ καὶ πρὸς σωφρονισμόν.
Εἰ δὲ οὐ σφόδρα πιστεύεις ὑπὲρ τῶν μελλόντων, ἀπὸ τῶν παρελθόντων λάμβανε τὴν ἀπόδειξιν. Ὁ γοῦν ἐπὶ τοῦ Νῶε κατακλυσμὸς, καὶ ἡ ἐπὶ τῶν Σοδόμων πυρπόλησις, καὶ ἡ ἐπὶ τοῦ Φαραὼ ἀπώλεια, καὶ ἡ τῶν Ἰουδαίων πανωλεθρία, καὶ αἱ αἰχμαλωσίαι, καὶ οἱ πόλεμοι, ἆρα ἀπειλῆς εἰσιν, ἢ πείρας πραγμάτων;
Εἰ δὲ τὰ ἐν τῷ τύπῳ γέγονε, πολλῷ μᾶλλον τὰ ἐν τῇ ἀληθείᾳ, ὅσῳ καὶ μείζων ἡ πονηρία τῶν αὐτοῖς τετολμημένων μετὰ τοσαύτην θεραπείαν καὶ διόρθωσιν. Λύτρωσιν ἀπέστειλε ὁ Κύριος τῷ λαῷ αὐτοῦ. Κατὰ μὲν τὴν ἱστορίαν, τὴν τῶν Ἰουδαίων ἐλευθερίαν φησί· κατὰ δὲ τὴν ἀναγωγὴν, τὴν τῆς οἰκουμένης, ὃ καὶ τὸ ἑξῆς δηλοῖ· Ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ. Τὴν Καινὴν ἐνταῦθα λέγει· ἐπειδὴ γὰρ ἐντολῆς ἐμνήσθη καὶ νόμου, οὗτος δὲ παρεβάθη, καὶ εἰργάσατο ὀργὴν, φησὶν, ὅτι Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ, καθάπερ καὶ αὐτὸς ἔλεγεν· Οὐκ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον. Ἐπειδὴ γὰρ παραβαινόμενος ὁ νόμος ἐκόλαζεν· Ὁ γὰρ νόμος ὀργὴν, φησὶ, κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· καὶ, Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι· διὰ τοῦτο οὕτως εἶπε· Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ.
ηʹ. Ἀλλ᾽ ὅμως οὐδὲ ἡ λύτρωσις ἁπλῶς, ἀλλὰ μετὰ τὴν λύτρωσιν καὶ νόμος, ἵνα τῆς χάριτος ἀξίαν ἐπιδειξώμεθα τὴν πολιτείαν. Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ. Ἐπειδὴ γὰρ ἐνενόησεν ἅπαντα τὰ ἀνακηρύττοντα αὐτοῦ τὴν κηδεμονίαν, τὴν πρόνοιαν, τὴν ἐν τῇ Παλαιᾷ, τὴν ἐν τῇ Καινῇ, τὴν ἐν τοῖς ἔργοις, τὴν διὰ τῶν ἐντολῶν, τὴν διὰ τῶν θαυμάτων, τὴν διὰ τῶν τεραστίων, ἔνθους γενόμενος, καὶ ἐκπλαγεὶς αὐτοῦ τὴν μεγαλωσύνην, εἰς δοξολογίαν καταλύει τὸν λόγον, ὕμνον ἀναφέρων εἰς τὸν ταῦτα πεποιηκότα. Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ· τουτέστιν, ἐκπλήξεως γέμον, θαύματος πολλοῦ. Εἰ δὲ τὸ ὄνομα αὐτοῦ, πόσῳ μᾶλλον ἡ οὐσία; Πῶς δὲ τὸ ὄνομα αὐτοῦ ἅγιον καὶ φοβερόν; Δαίμονες αὐτὸ τρέμουσι, νοσήματα αὐτὸ δέδοικε, τούτῳ κεχρημένοι τῷ ὀνόματι οἱ ἀπόστολοι τὴν οἰκουμένην κατώρθωσαν ἅπασαν. Τούτῳ ὁ Δαυῒδ ἀντὶ ὅπλου χρησάμενος, τὸν βάρβαρον ἐκεῖνον κατήνεγκε· τούτῳ τὰ μυρία κατωρθώθη πράγματα· τούτῳ τὴν ἱερὰν μυσταγωγούμεθα μυσταγωγίαν.
Ἐννοῶν τοίνυν ὅσα ἐργάζεται θαύματα τὸ ὄνομα αὐτοῦ, ὅσας εὐεργεσίας, πῶς τοὺς ἐναντίους διαλύει, πῶς τοὺς οἰκείους ἀσφαλίζεται, καὶ πράγματα ἀναλογιζόμενος ὑπερβαίνοντα φύσεως ἀκολουθίαν, καὶ νικῶντα λογισμὸν ἀνθρώπων, φησίν· Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ. Εἰ δὲ ἅγιον, ἁγίων δεῖται στομάτων πρὸς ὑμνολογίαν, ἁγίων καὶ καθαρῶν.
Ἀρχὴ σοφίας φόβος Κυρίου. Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Τί ἐστιν, ἀρχή; Πηγὴ, ῥίζα, ὑπόθεσις. Ἐπειδὴ γὰρ τοσαῦτα καὶ τηλικαῦτα εἶπε περὶ τοῦ τῆς οἰκουμένης Δεσπότου, καὶ τοσαύτης ἐκπλήξεως ἐνεπλήσθη, ἐπάγει τοῦτο ἀκολούθως, λοιπὸν δεικνὺς, ὅτι ὁ τοῦτον φοβούμενος πάσης ἐμπίμπλαται σοφίας, καὶ συνετὸς γίνεται. Εἶτα ἵνα μή τις νομίσῃ μέχρι τῆς γνώσεως εἶναι τὰ τῆς σοφίας, ἐπήγαγε· Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Οὐ γὰρ ἀρκεῖ πίστις, ἂν μὴ προσῇ καὶ πολιτεία τῇ πίστει συμβαίνουσα. Πῶς δὲ ἀρχὴ σοφίας φόβος Κυρίου; Πάσης ἀπαλλάττει πονηρίας, πᾶσαν ἀρετὴν κατορθοῖ. Σοφίαν δὲ οὐ τὴν ἐν ῥήμασιν, ἀλλὰ τὴν ἐν πράγμασι λέγει. Ἐπεὶ καὶ οἱ ἔξωθεν σοφίαν τοῦτο ὡρίσαντο, θείων καὶ ἀνθρωπίνων πραγμάτων διάγνωσιν. Ταύτην δὲ τὴν τέχνην ὁ τοῦ Θεοῦ φόβος διδάσκει, πονηρίαν ἀνελὼν, ἀρετὴν φυτεύων, τῶν παρόντων ὑπερορᾷν παρασκευάζων, πρὸς τὸν οὐρανὸν μεθιστάς. Τί δὲ τῆς τοιαύτης ψυχῆς σοφώτερον;
Οὐ τὸν ἀκροατὴν δὲ ἐνταῦθα ζητεῖ μόνον, ἀλλὰ καὶ τὸν ποιητήν. Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· τουτέστι, τοῖς ποιοῦσι τὴν σοφίαν, καὶ διὰ τῶν ἔργων ἐπιδεικνυμένοις, σύνεσις ἀγαθή. Σύνεσις, εἶπεν, ἀγαθὴ, ὅτι ἔστι καὶ σύνεσις πονηρὰ, ὡς ὅταν λέγῃ· Σοφοί εἰσι τοῦ κακοποιῆσαι· τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν. Ἀλλ᾽ αὐτὸς τὴν ἐπὶ τῆς ἀρετῆς σύνεσιν ζητεῖ.
Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ποία αἴνεσις; εἰπέ μοι. Ἡ εὐχαριστία, ἡ δοξολογία, ἡ διὰ τῶν ἔργων γενομένη ἀθάνατος, καὶ πρὸ τούτων, αὐτὴ ἡ τῇ οὐσίᾳ αὐτοῦ συγκεκληρωμένη. Ἀθάνατος μὲν γὰρ ὁ Θεὸς, καὶ καθ᾽ ἑαυτὸν σφόδρα αἰνετός· αἰνετὸς δὲ καὶ ὅταν ἐννοήσῃς τὴν μεγαλωσύνην αὐτοῦ καὶ τὰ ἄλλα πάντα· αἰνετὸς καὶ διὰ τῶν ἔργων, ὅταν ἴδῃς αὐτοῦ τὴν σοφίαν διὰ τῶν ὁρωμένων.
Ταῦτα δὲ λέγει εἰς εὐχαριστίαν προτρέπων, καὶ δεικνὺς οὐδεμιᾶς συγγνώμης ὄντας ἀξίους, οὐδὲ τῆς τυχούσης, τοὺς δυσχεραίνοντας πρὸς τὰ γενόμενα. Ὅταν γὰρ ἡ αἴνεσις αὐτοῦ, καὶ ἡ εὐχαριστία, καὶ ἡ δοξολογία οὕτως ᾖ φανερὰ, καὶ δήλη, καὶ σαφὴς, καὶ ἀκίνητος, καὶ πεπηγυῖα, καὶ μονίμη, ὡς καὶ ἀθάνατος εἶναι, ἀπέραντος καὶ ἀτελεύτητος, ἐκεῖνοι δὲ ταύτην ἀγνοοῦντες τἀναντία φθέγγωνται· οὐδὲν ἕτερον ἢ πρὸς τὰ ἡλίου σφόδρα σαφέστερα ἀντιλέγουσι, καὶ ἑκόντες τυφλώττουσιν. Οὐδὲ γὰρ πρόσκαιρός ἐστιν, ἵνα ἀγνοήσωσιν, οὔτε ἀμαυρά τις καὶ ἀσαφὴς, ἀλλὰ καὶ δήλη, καὶ διηνεκὴς καὶ ἀθάνατος ἀεὶ μένουσα, καὶ τέλος οὐδέποτε ἔχουσα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.