Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία στους Ψαλμούς 7 έως 9
Ερμηνευτική ανάλυση των Ψαλμών 7, 8 και 9, με αναφορές στη θεία πρόνοια, τη δημιουργία και τη δίκαιη κρίση του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς 7 έως 9
Ερμηνευτική ανάλυση των Ψαλμών 7, 8 και 9, με αναφορές στη θεία πρόνοια, τη δημιουργία και τη δίκαιη κρίση του Θεού.
ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ. Ψαλμὸς τῷ Δαυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με. αʹ. Ἔδει μὲν οὕτως ἀκριβῶς τῶν Γραφῶν καὶ τῶν ἱστοριῶν εἰδέναι τὴν γνῶσιν, ὡς μὴ δεῖσθαι ἡμᾶς μακροτέρου λόγου πρὸς τὴν τούτων διδασκαλίαν· ἐπειδὴ δὲ οἱ μὲν ὑπὲρ βιωτικῶν πραγμάτων ἀσχολούμενοι, οἱ δὲ ῥᾳθυμίᾳ ἑαυτοὺς ἐκδιδόντες, ἀνήκοοι τούτων εἰσὶν, ἀνάγκη πρὸς τὸ μῆκος τὸν λόγον ἐξαγαγεῖν, τὴν ὑπόθεσιν τοῦ ψαλμοῦ λέγοντας. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας. Τίς οὖν ἐστιν ἡ ὑπόθεσις;
Ψαλμὸς τῷ Δαυῒδ, ὃν ᾖσε τῷ Κυρίῳ. Ἄλλος· Ψαλμὸς ὑπὲρ ἀγνοίας τῷ Δαυΐδ. Ἄλλος· Ἀγνόημα τῷ Δαυΐδ· καὶ ἀντὶ τοῦ «Χουσὶ,» Αἰθίοπός φησιν Ἀλλὰ καὶ οὕτως ἀσαφῆ τὰ εἰρημένα, τῷ τὴν ἱστορίαν ὑμᾶς ἀγνοεῖν. Ἐπειδὴ δὲ οὐκ ἐγκαλεῖν δεῖ μόνον, ἀλλὰ καὶ διδάσκειν, ἀναγκαῖον ἅψασθαι τοῦ διηγήματος. Τίς οὖν ὁ Χουσὶ οὗτος ὁ υἱὸς Ἰεμενεῖ, καὶ τίνες οἱ λόγοι αὐτοῦ, ὑπὲρ ὧν ᾖσε τῷ Θεῷ τὴν ᾠδὴν ταύτην ὁ Δαυῒδ, ἐντεῦθεν ἤδη λεκτέον, εἰς ἀρχὴν ἀνάγοντα τὸν λόγον.
Ἀβεσσαλὼμ υἱὸς ἐγένετο τῷ Δαυῒδ, νέος ἀκόλαστος καὶ διεφθαρμένος· οὗτος ἐπανέστη ποτὲ τῷ πατρί· καὶ τῆς βασιλείας αὐτὸν, καὶ τῆς οἰκίας, καὶ τῆς πατρίδος ἐκβαλὼν, αὐτὸς ἀντ᾽ ἐκείνου κατέσχεν ἅπαντα, καὶ οὔτε τὴν φύσιν, οὔτε τὴν ἀνατροφὴν, οὐ τὴν ἡλικίαν, οὐ τὰ προλαβόντα ᾐδεῖτο· ἀλλ᾽ οὕτως ἦν καθάπαξ ὠμὸς καὶ ἀπηνὴς, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, ὡς ἅπαντα ταῦτα διαῤῥήξας τὰ κωλύματα, αὐτοῖς ἐπιπηδῆσαι τοῖς τῆς φύσεως νόμοις, καὶ ταραχῆς ἐμπλῆσαι ἅπαντα καὶ θορύβου. Καὶ γὰρ πάντα ἀνετρέπετο τότε, φύσεως ὅροι, ἀνθρώπων αἰδὼς, ἡ πρὸς Θεὸν εὐλάβεια, φιλανθρωπία καὶ ἔλεος, τροφείων ἀμοιβαὶ, καὶ ἡ πρὸς τὸ γῆρας αἰδώς. Εἰ γὰρ καὶ μὴ ὡς πατέρα αἰδεσθῆναι ἠβούλετο, ὡς γεγηρακότα ἐχρῆν· εἰ δὲ καὶ τῆς πολιᾶς ἠμέλει, ὡς εὐεργέτην αἰσχύνεσθαι· εἰ δὲ μηδ᾽ οὕτως, ὡς μηδὲν ἠδικηκότα· ἀλλ᾽ ὁ τῆς φιλαρχίας ἔρως πᾶσαν ταύτην ἐξέβαλε τὴν αἰδῶ, καὶ θηρίον τὸν ἄνθρωπον ἐποίησε.
Καὶ ὁ μὲν μακάριος οὗτος, καὶ γεννησάμενος, καὶ ἀναθρεψάμενος. ἀλήτης καὶ φυγὰς κατὰ τὴν ἔρημον ἐπλανᾶτο, καθάπερ μετανάστης, ἐν ὑπερορίᾳ, καὶ τοῖς ἐντεῦθεν πιεζόμενος κακοῖς· ἐκεῖνος δὲ ἐνετρύφα τοῖς τοῦ πατρὸς ἀγαθοῖς. Τῶν τοίνυν πραγμάτων ἐν τούτοις ὄντων, καὶ τῶν στρατοπέδων μετ᾽ ἐκείνου τεταγμένων, καὶ τῶν πόλεων ὑπὸ τὸν τύραννον οὐσῶν, Χουσί τις ἄνθρωπος ἐπιεικὴς, φίλος ὢν τοῦ Δαυῒδ, ἔμενε τὴν πρὸς αὐτὸν φιλίαν διατηρῶν ἐν τῇ τῶν καιρῶν τούτων μεταβολῇ· καὶ ἰδὼν αὐτὸν ἀθρόον κατὰ τὴν ἔρημον πλανώμενον, διέῤῥηξε τὸν χιτωνίσκον, κατεπάσατο τέφραν, ἀνῴμωξε πικρὸν καὶ ἐλεεινόν· καὶ ἐπειδὴ μηδὲν ἠδύνατο, τὴν ἀπὸ τῶν δακρύων εἰσφέρει παραμυθίαν.
Οὐ γὰρ ἦν τῶν καιρῶν φίλος, οὐδὲ τῆς δυναστείας, ἀλλὰ τῆς ἀρετῆς· διὰ τοῦτο, τῆς ἀρχῆς μεταπεσούσης, τὴν φιλίαν οὐ μετέβαλεν. Ἰδὼν τοίνυν αὐτὸν ὁ Δαυῒδ ταῦτα ποιοῦντα, φησὶ πρὸς αὐτόν· Φίλου μὲν καὶ ταῦτα καὶ γνησίως πρὸς ἡμᾶς διακειμένου· ὀνήσει δὲ οὐδὲν ἡμᾶς, ἀλλὰ δεῖ τι βουλεύσασθαι καὶ σκοπῆσαι, ὅπως ἂν λυθῇ τὰ καταλαβόντα δεινὰ, καὶ ἀπαλλαγήν τινα εὕροιμεν τῶν συμφορῶν. Ταῦτα εἰπὼν, εἰσηγεῖται γνώμην ἐκείνῳ τοιαύτην· Ἀπελθὼν πρὸς τὸν υἱὸν τὸν ἐμὸν, καὶ φίλου προσωπεῖον ὑποδὺς, διασκέδασόν μοι τὰς ἐκείνου βουλὰς, καὶ τοῦ Ἀχιτόφελ τὴν βουλὴν ἄκυρον ποίησον. Ὁ δὲ Ἀχιτόφελ οὗτος τοῦ τυράννου τότε ἐκράτει, δεινὸς μὲν ὢν τὰ πολεμικὰ, δεινὸς δὲ καὶ στρατηγῆσαι ἐν πολέμῳ καὶ μάχῃ· διὸ καὶ τοῦ τυράννου μᾶλλον αὐτὸν ὁ Δαυῒδ ἐδεδοίκει· οὕτως ἦν δεινὸς ἐν ταῖς γνώμαις ὁ ἀνήρ.
Ταῦτα ἀκούσας ἐκεῖνος ἐπείσθη, καὶ οὐδὲν μικρόψυχον ἐλογίσατο, οὐδὲ ἄνανδρον, οὐδὲ εἶπε· Τί δὲ ἂν ἁλῶ; τί δὲ ἂν ἀποκαλυφθῇ μοι τὸ προσωπεῖον; τί δὲ ἂν φωραθῇ τὸ δρᾶμα τῆς ὑποκρίσεως; δεινὸς ὁ Ἀχιτόφελ· ἴσως καὶ τοῦτο ἐλέγξει, καὶ ποιήσει κατάφωρον, καὶ ἀπολοῦμαι εἰκῆ καὶ μάτην. Οὐδὲν τῶν τοιούτων ἐννοήσας, εἰς τὸ στρατόπεδον ἐπεπήδησε τοῦ τυράννου, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, καὶ εἰς μέσους ἑαυτὸν ἀφῆκε τοὺς κινδύνους. Ταῦτά μοι εἴρηται, οὐχ ἵνα ἐπαινέσωμεν μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ ἀλγεινὰ, καὶ ὅσα πέπονθεν ὁ Δαυῒδ καταμάθωμεν, καὶ ὅσα ἕτερα ἀπὸ τῆς ἱστορίας δυνατὸν καρπώσασθαι κέρδη, καὶ ταῦτα εἰς μέσον ἀγάγωμεν. Ἰδοὺ γὰρ, ὃ συνεχῶς ἐπιζητεῖται παρὰ τῶν πολλῶν, διὰ τί δίκαιοι θλίβονται, πονηροὶ δέ εἰσιν ἐν ἀνέσει, τοῦτο ἐνταῦθα ἔστιν εὑρεῖν. Ὁ μὲν γὰρ δίκαιος ἐν συμφοραῖς ἦν· ὁ δὲ μιαρὸς, καὶ πατραλοίας, καὶ τῆς φύσεως αὐτῆς ἐχθρὸς καὶ πολέμιος, ἐν εὐπραγίᾳ καὶ βασιλικαῖς αὐλαῖς· ἀλλ᾽ οὔτε ἐκεῖνος ἐντεῦθεν ἐκέρδαινέ τι, οὔτε ὁ ἅγιος οὗτος ἐβλάπτετο· ἀλλ᾽ ὁ μὲν ἐγίνετο μείζοσι θλίψεσιν ὑπεύθυνος· ὁ δὲ λαμπρότερον διέλαμπε, καθάπερ χρυσὸς ἐν καμίνῳ, τῇ θλίψει καθαρώτερος γινόμενος.
βʹ. Τοῦτο δὴ πρῶτον ἐντεῦθεν μάνθανε, μὴ ταράττεσθαι ἐν ταῖς τοιαύταις δυσημερίαις, ὅταν ἴδῃς ἐπὶ τῶν δικαίων συμβαινούσας· ἕτερον μετὰ τοῦτο, μὴ μεθίστασθαι πρὸς τοὺς καιροὺς, ἀλλ᾽ εἰδέναι φιλίας νόμους· τρίτον, τὸ καὶ κινδύνων κατατολμᾷν ὑπὲρ τῆς ἀρετῆς· τέταρτον, τὸ καὶ ἐν τοῖς ἀπόροις εὔελπιν εἶναι, τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν ἀναμένοντα.
Ἐπεὶ καὶ ὁ Χουσὶ τότε ἐκεῖνος οὐ τὸ στρατόπεδον εἶδεν, οὐ τοῦ τυράννου τὸν φόβον, οὐ τῶν ἵππων τὸ πλῆθος, οὐ τὰς φάλαγγας τῶν ὁπλιτῶν, οὐ τὸ προκατειλῆφθαι τὰς πόλεις, οὐ τὴν ἐρημίαν τοῦ Δαυῒδ, οὐ τὴν μόνωσιν καὶ τὴν ἀσθένειαν· ἀλλ᾽ εἰς ἓν μόνον ἰδὼν, τὴν ἄμαχον τοῦ Θεοῦ συμμαχίαν, καὶ τὴν εὔνοιαν τὴν ἐκείνου, οὕτω τὰ μέρη ἑκάτερα ἔκρινε, καὶ εὗρε τὸ μὲν σαθρὸν, τὸ δὲ ἰσχυρόν. Ὁ μὲν γὰρ ἀδίκως ἐποίει, ὁ δὲ μετὰ τοῦ δικαίου ἑαυτὸν ἐφύλαττε. Στὰς τοίνυν, οὐκ ἔνθα πλῆθος ἀνθρώπων, ἀλλ᾽ ἔνθα ἀρετῆς συμμαχία, οὕτως ἐπεσπάσατο τὸν Θεόν. Ταῦτα λέγω, ἵνα καὶ ἡμεῖς, κἂν ἀσθενεῖς ὦσιν οἱ τὰ δίκαια ἔχοντες, τὰ ἐκείνων θεραπεύωμεν· κἂν ἰσχυροὶ οἱ ἀδικοῦντες, φύγωμεν αὐτῶν τὴν συμμαχίαν. Ἡ μὲν γὰρ κακία, κἂν τὴν οἰκουμένην ἔχῃ μεθ᾽ ἑαυτῆς, πάντων ἐστὶν ἀσθενεστέρα· ἡ δὲ ἀρετὴ, κἂν μεμονωμένη τύχῃ, πάντων ἐστὶ δυνατωτέρα· τὸν γὰρ Θεὸν ἔχει μεθ᾽ ἑαυτῆς ἱστάμενον. Τίς οὖν σῶσαι δύναται τὸν ὑπὸ Θεοῦ πολεμούμενον; τίς δὲ ἀπολέσαι τὸν ὑπ᾽ ἐκείνου βοηθούμενον; Ταῦτα δὴ πάντα φιλοσοφῶν ὁ Χουσὶ, καὶ γενόμενος εὔελπις, ἀπῆλθεν ἔνθα ἐπέμπετο· καὶ ὡς ἐπέστη, ἰδὼν εἰσελαύνοντα τὸν τύραννον, προσῆλθεν.
Ὁ δὲ ἰδὼν αὐτὸν ἀθρόον, καὶ τῇ φιλαρχίᾳ μεθύων, οὐκ ἐξήτασεν ἀκριβῶς, ἀλλ᾽ ἐπισκώπτων αὐτὸν καὶ ὀνειδίζων, Ἄπιθι, φησὶ, μετὰ τοῦ ἑταίρου σου, οὐδὲ τὸ ὄνομα ὑπομείνας εἰπεῖν, ὑπὸ μίσους καὶ ἀπεχθείας πολλῆς. Πρὸς ὃν ὁ Χουσὶ οὐδὲν διαταραχθεὶς, οὐδὲ διαθορυβηθεὶς, φησί· Ὅτε ἦν ὁ Θεὸς μετ᾽ αὐτοῦ, τὰ ἐκείνου ἐφρόνουν· ἐπειδὴ δὲ μετὰ σοῦ νῦν ἐστιν, ἀκόλουθον θεραπεύειν τὰ σά. Ἐπῆρε τοῦτο τὸν τύραννον, καὶ ἐφύσησε, καὶ οὐδὲν ἐξετάσας ἀκριβὲς (κοῦφος γὰρ ἀνὴρ πιστεύει παντὶ λόγῳ· ὃ δὴ κἀκεῖνος ἔπαθε), καὶ τοῖς ἐναντίοις ἐκτραχηλισθεὶς, εὐθέως αὐτὸν εἰς τοὺς γνησίους εἰσάγει, καὶ εἰς τοὺς πρώτους ἐγγράφει τῶν φίλων. Τὸ δὲ πᾶν ὁ Θεὸς ᾠκονόμει, παρὼν καὶ στρατηγῶν τοῖς γινομένοις. Καὶ λοιπὸν βουλῆς προκειμένης περὶ πολέμου, καὶ ἑτέρων ἕτερα εἰσηγουμένων περὶ τοῦ, πότερον εὐθέως ἐπιθέσθαι χρὴ, ἢ μικρὸν ἀναβαλλομένους· παρελθὼν ὁ Ἀχιτόφελ, ὁ δεινὸς ἐκεῖνος συμβουλεῦσαι, καὶ γνώμην εἰσενεγκὼν, ταύτην εἰσηγεῖται τὴν συμβουλὴν λέγων· Τεταλαιπωρημένῳ νῦν καὶ τεταραγμένῳ ἐπιθώμεθα τῷ πατρὶ τῷ σῷ. Καὶ γὰρ μὴ συγχωρήσαντες μηδὲ μικρὸν αὐτὸν στῆναι, οὕτως ἂν ἕλωμεν· ἂν γὰρ ἀπαρασκευάστῳ ὄντι νῦν ἐπιθώμεθα, οὐδὲ εἷς ἡμῖν ἔσται πόνος.
Ταῦτα ἀκούσας ὁ τύραννος, καλεῖ καὶ τὸν Χουσὶ, τὸν αὐτομολήσαντα ἐν ὑποκρίσει πρὸς αὐτὸν, καὶ μεταδίδωσι καὶ αὐτῷ τοῦ τῆς βουλῆς λόγου· ὅπερ οὐκ ἦν κατὰ ἀκολουθίαν ἀνθρωπίνην, τὸν ἀθρόον ἐλθόντα, τοῦτον οὕτω τιμῆσαι, καὶ νομίσαι ἀξιόπιστον εἶναι, ὡς καὶ συμβουλῆς ἀξιοῦν πραγμάτων ἕνεκεν τοιούτων· ἀλλ᾽, ὅπερ ἔφθην εἰπὼν, ὅταν ὁ Θεὸς στρατηγῇ, καὶ τὰ δύσκολα εὔκολα γίνεται. Καὶ εἰσάγεται ὁ Χουσὶ, καὶ μεταδίδωσιν αὐτῷ παῤῥησίας, καὶ ἀξιοῖ λέγειν τὸ παριστάμενον. Τί οὖν ὁ Χουσί;
Οὐδέποτε, φησὶ, διήμαρτεν ὁ Ἀχιτόφελ. Εἶδες σύνεσιν ἀνδρός; Οὐκ εὐθέως αὐτοῦ τὴν γνώμην ἐκβάλλει, ἀλλὰ μετ᾽ ἐγκωμίου. Θαυμάσας γὰρ αὐτὸν πρῶτον, ὡς ἐν τοῖς ἔμπροσθεν χρόνοις καιρίως συμβουλεύοντα, οὕτω τὴν παροῦσαν κακίζει γνώμην Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Θαυμάζω πῶς νῦν διήμαρτεν· οὐ γάρ μοι δοκεῖ συμφέρειν οὗτος ὁ λογισμός. Ἂν μὲν γὰρ νῦν ἐπιθώμεθα, καθάπερ ἄρκτος παροιστρῶσα, θυμοῦ γέμων ὁ πατήρ σου, καὶ ἀπεγνωκὼς τῆς ἑαυτοῦ ζωῆς, καὶ ἐνακμαζούσῃ τῇ ὀργῇ πολεμῶν, οὐδένα τῆς ἑαυτοῦ σωτηρίας ποιήσεται λόγον, καὶ μετὰ πολλῆς ἐμπεσεῖται τῆς σφοδρότητος ἡμῖν. Εἰ δὲ μικρὸν ἐνδοίημεν, μετὰ πλείονος ἐπιθησόμεθα τῆς προπαρασκευῆς, καὶ μείζονος τῆς ἀσφαλείας, καὶ ἀπονητὶ καὶ μετ᾽ εὐκολίας πάσης, ὥσπερ ἐν σαγήνῃ λαβόντες αὐτὸν, οὕτως ἐπανάξομεν. Ἐπαινεῖ τὴν γνώμην ὁ Ἀβεσσαλὼμ, καὶ λυσιτελεστέραν εἶναι ἔφησεν αὐτῷ.
Ταῦτα δὲ ἔλεγεν ὁ Χουσὶ, βουλόμενος δοῦναι καιρὸν τῷ Δαυῒδ, ὥστε στῆναι μικρὸν, καὶ ἀναπνεῦσαι, καὶ στράτευμα συναγαγεῖν. Οὕτω τοίνυν ἐκβαλὼν τοῦ Ἀχιτόφελ τὴν γνώμην, διά τινων κεκρυμμένων ἀνδρῶν πέμψας ἀπήγγειλεν ἅπαντα τῷ Δαυῒδ, καὶ ὅτι τὴν αὐτοῦ γνώμην ἐκύρωσεν ὁ τύραννος τὴν φέρουσαν τῷ Δαυῒδ τὴν νίκην. Οὕτω γοῦν καὶ ἐγένετο.
Ἐπειδὴ γὰρ μικρὸν ἐνέδωκε, παρασκευασάμενος ὁ Δαυῒδ ἐπέθετο, καὶ τὸ τρόπαιον ἔστησεν. Ὅπερ ὁ Ἀχιτόφελ ἀπὸ πολλῆς συνέσεως καὶ δεινότητος συνορῶν, καὶ ἐντεῦθεν ἤδη τὸ τέλος καταμαθὼν, ὅτι ὄλεθρος ἦν τῷ Ἀβεσσαλὼμ αὕτη ἡ γνώμη, οὐκ ἐνεγκὼν τὴν ἐντεῦθεν ἐπήρειαν, ἀπελθὼν βρόχον ἀνῆψε καὶ ἀπήγξατο, καὶ οὕτω τὸν βίον κατέλυσε.
γʹ. Ταῦτα τοίνυν ἅπαντα μαθὼν ὁ Δαυΐδ, γράφει τὸν ψαλμὸν, εὐχαριστηρίους ὕμνους τῷ Θεῷ ἀναφέρων, καὶ τὸ πᾶν αὐτῷ ἀνατιθεὶς στρατήγημα. Διὸ καὶ ἀρχόμενος οὕτω πώς φησι· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Οὐκ ἐπὶ τῷ Χουσὶ, οὐδὲ ἐπὶ τῇ ἀνθρωπίνῃ σοφίᾳ, οὐδὲ τῇ συνέσει τῇ ἐκείνου, οὐδὲ ἐπὶ τῇ ἐμῇ γνώμῃ, ἀλλ᾽, Ἐπὶ σοί. Τοῦτο τοίνυν καὶ ἡμεῖς ποιῶμεν, κἂν δι᾽ ἀνθρώπων ἡμῖν κατόρθωμά τι γένηται, ὑπὲρ τούτων εὐχαριστῶμεν τῷ Θεῷ, καὶ τῶν δι᾽ ἡμῶν καὶ τῶν δι᾽ ἑτέρων ἡμῖν εὐεργετημάτων γινομένων. Ἂν γὰρ οὕτω ποιῶμεν, οὐδὲν ἔσται δύσκολον οὐδὲ σκολιόν· ὃ δὴ καὶ ὁ Δαυῒδ ἐποίει, μονονουχὶ λέγων· Οὐκ ἐν τοῖς ῥήμασι τοῦ Χουσὶ τὴν ἐλπίδα τῆς σωτηρίας εἶχον, ἀλλ᾽ ἐν τῇ συμμαχίᾳ τῇ σῇ. Καὶ ὅρα μεθ᾽ ὅσης διαθέσεως φθέγγεται· ὅπερ αὐτῷ σύνηθες ποιεῖν. Οὐ γὰρ εἶπε, Κύριε ὁ Θεός· ἀλλὰ, Κύριε ὁ Θεός μου· καὶ ἀλλαχοῦ· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.
Καὶ γὰρ καὶ μετὰ πάντων αὐτοῦ χρείαν εἶχεν· ἰδιαζόντως δὲ, διὰ τὴν ὑπερβολὴν τοῦ πόθου. Οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῶν δικαίων τοῦτο ποιεῖ, καὶ κοινὸς ἁπάντων ὢν Θεὸς, ἰδιαζόντως ἑαυτὸν τῶν δικαίων εἶναι λέγει. Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Καὶ ὅρα φιλόσοφον γνώμην. Εἰπὼν, Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, οὐκ εἶπε, Κόλαζε τὸν πολέμιον, ἄνελε τὸν ἐχθρόν· ἀλλὰ τί; Τὸ ἑαυτοῦ ζητεῖ μόνον, καὶ λέγει, Σῶσόν με, τουτέστι, Μὴ ἀφῇς με κακῶς παθεῖν, ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με. Ὅρα πῶς οὐδὲ πάσχων κακῶς, ὀνομαστὶ μέμνηται τοῦ πατραλοίου, καὶ ἐν τῇ συμφορᾷ τὴν φύσιν ἐπιγινώσκων, καὶ ἐν τῷ πολέμῳ τὸν υἱὸν ὁρῶν, καὶ ἐν τοῖς κινδύνοις τῶν σπλάγχνων οὐκ ἐπιλανθανόμενος.
Οὕτω φιλόπαις ἦν καὶ φιλόστοργος· μᾶλλον δὲ οὕτω φιλόσοφος. Οὐ γὰρ ἡ τῆς φύσεως τυραννὶς, ἀλλ᾽ ἡ τῆς γνώμης ἡμερότης τοιοῦτον αὐτὸν ἐποίει εἶναι μᾶλλον, καὶ τῷ στρατοπέδῳ τὸ πλέον ἐλογίζετο, ἢ τῷ τυράννῳ· διὰ τοῦτό φησι· Σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με. Ὁρᾷς πῶς οὐδὲ ἐκείνων σφοδρῶς μέμνηται; Οὐ γὰρ εἶπεν, Ἐκτῶν πολεμούντων, τῶν τὰ ἐμὰ διαρπαζόντων, τῶν ἐντρυφώντων τοῖς βασιλείοις τοῖς ἐμοῖς, ἀλλὰ, Τῶν διωκόντων με. Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος.
Καὶ μὴν στρατόπεδα συνέλεξε, καὶ πολλοὺς εἶχε μεθ᾽ ἑαυτοῦ· πῶς οὖν λέγει, Μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος; Ὅτι οὐδὲ ἐν συμμαχίας ἡγεῖται μέρει τὴν οἰκουμένην ἅπασαν, εἰ μὴ τῆς ἄνωθεν ἀπολαύσειεν ῥοπῆς, οὐδὲ ἐν ἐρημίᾳ εἶναι, εἰ καὶ μόνος ἦν, τῆς ἐκείνου μετέχων συμμαχίας. Διὸ καὶ ἔλεγεν· Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Τινὲς δὲ κατὰ ἀναγωγὴν τὴν ῥῆσιν ταύτην ἐκλαμβάνοντες, λέοντα καὶ διώκοντας διάβολον καὶ δαίμονας εἶναί φασιν. Ἐπειδὴ γὰρ εἶδε τὸν υἱὸν ἁρπαγέντα ὑπ᾽ αὐτοῦ καὶ καταποθέντα ἀξιοῖ μηδέποτε τοῦτο παθεῖν αὐτὸς, καὶ λέγει καὶ τὴν αἰτίαν, δι᾽ ἢν ἐκεῖνος τοῦτο ἔπαθε. Τίς δὲ ἡ αἰτία; Διὰ τῆς κακίας, φησὶ, τὴν συμμαχίαν τοῦ Θεοῦ ἀπέστησεν ἀφ᾽ ἑαυτοῦ. Διὰ τοῦτο λέγει, Μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος. Ὅτι δὲ λέων ὁ διάβολος λέγεται παρὰ τῆς Γραφῆς, ἄκουσον λεγούσης αὐτῆς· Ὁ ἐχθρὸς ὑμῶν διάβολος περιέρχεται ὡς λέων ὠρυόμενος καὶ ζητῶν τίνα καταπίῃ. Καὶ αὐτὸς οὗτος ὁ προφήτης ἀλλαχοῦ· Καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Πολύτροπον γὰρ τὸ θηρίον· ἀλλ᾽ ἐὰν νήφωμεν, ὁ λέων οὗτος καὶ δράκων πηλοῦ παντὸς εὐτελέστερος ἔσται, καὶ οὐδὲ ἐξ εὐθείας πρὸς ἡμᾶς παρατάξεται, ἀλλὰ κἂν παρατάξηται, καταπατηθήσεται.
Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων. Περίεισι μὲν γὰρ μετὰ πολλοῦ τοῦ θυμοῦ, καθάπερ λέων· ἂν δὲ προσβάλλῃ τοῖς τὸν Χριστὸν ἔχουσι, καὶ τὸν σταυρὸν ἐπὶ τοῦ μετώπου, καὶ τὸ πῦρ τοῦ Πνεύματος, καὶ τὴν λαμπάδα τὴν οὐδέποτε σβεννυμένην, οὐδὲ ἀντιβλέψαι δυνήσεται, ἀλλὰ νῶτα δοὺς οἰχήσεται, οὐδὲ μεταστραφῆναι τολμῶν. Καὶ ἵνα μάθῃς ὅτι οὐ κόμπος τὰ εἰρημένα, σκόπει μοι τὸν Παῦλον. Ἄνθρωπος μὲν γὰρ ἦν καὶ αὐτὸς, ἀλλ᾽ οὕτως αὐτὸν ἐδεδοίκει ὁ λέων οὗτος, ὡς καὶ τὰ ἱμάτια αὐτοῦ καὶ τὰς σκιὰς φεύγειν. Εἰκότως· τὴν γὰρ Χριστοῦ εὐωδίαν ἐξ αὐτοῦ πνέουσαν καὶ ἀνιοῦσαν οὐκ ἔφερε, καὶ πρὸς τὴν λαμπάδα ἀντιβλέψαι οὐκ ἴσχυσε τῆς ἀρετῆς. Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου. Πανταχοῦ δεῖ τοῦτο παρατηρεῖν, ὅτι οὐχ ἁπλῶς εὔχεσθαι δεῖ μόνον, ἀλλὰ οὕτως εὔχεσθαι, ὥστε καὶ ἀκούεσθαι. Οὐ γὰρ ἀρκεῖ εὐχὴ τὸ προκείμενον ἀνύσαι, ἐὰν μὴ οὕτως αὐτὴν στείλωμεν ὡς τῷ Θεῷ δοκεῖ.
Ἐπεὶ καὶ ὁ Φαρισαῖος ηὔξατο, καὶ οὐδὲν ὤνησε, καὶ Ἰουδαῖοι πάλιν ηὔχοντο, ἀλλ᾽ ἀπεστρέφετο ὁ Θεὸς εὐχομένων αὐτῶν· οὐ γὰρ ηὔχοντο, ὡς εὔχεσθαι ἔδει. Διὰ τοῦτο καὶ εὐχὴν ἐκελεύσθημεν εὔχεσθαι τὴν μάλιστα ἀκούεσθαι δυναμένην. Τοῦτο καὶ ἐν τῇ πρὸ ταύτης εὐχῇ ἐδήλωσεν, οὐχ ἁπλῶς ἀξιῶν ἀκουσθῆναι, ἀλλὰ μετὰ τοῦ τὰ ἑαυτοῦ εἰσενεγκεῖν. Τίνα δὲ ταῦτα ἦν;
Τὸ, Λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· τὸ, Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· τὸ, Ἀπόστητε ἀπ᾽ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τὸ, Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου.
δʹ. Ταῦτα γὰρ πάντα ἱκανὰ τὸν Θεὸν ἐπισπάσασθαι· θρῆνοι, δάκρυα, στεναγμοὶ, καὶ τὸ τῶν πονηρῶν ἀποπηδᾷν, καὶ τὸ δεδοικέναι καὶ τρέμειν αὐτοῦ τὴν ψῆφον. Καὶ ἀλλαχοῦ ἔλεγεν, Εἰσήκουσεν ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς μοι.
Τὸ γὰρ ἀκούεσθαι οὕτω γίνεται· πρῶτον μὲν οὖν, ἐκ τοῦ ἀξίους εἶναι λαβεῖν· ἔπειτα, ἐκ τοῦ κατὰ τοὺς νόμους τοῦ Θεοῦ εὔχεσθαι· τρίτον, ἐκ τοῦ συνεχῶς· τέταρτον, ἐκ τοῦ μηδὲν βιωτικὸν αἰτεῖν· πέμπτον, ἐκ τοῦ τὰ συμφέροντα ζητεῖν· ἕκτον, ἐκ τοῦ τὰ παρ᾽ ἑαυτῶν εἰσφέρειν ἅπαντα. Ὅρα γοῦν πολλοὺς οὕτως ἀκουομένους· τὸν Κορνήλιον ἀπὸ τοῦ βίου· τὴν Συροφοινίκισσαν ἀπὸ τῆς προσεδρείας· τὸν Σολομῶνα ἀπὸ τοῦ τρόπου τῆς αἰτήσεως· Ἀνθ᾽ ὧν γὰρ οὐκ ᾔτησας χρήματα, οὐδὲ ψυχὰς, φησὶν, ἐχθρῶν σου· τὸν τελώνην ἀπὸ τῆς ταπεινοφροσύνης· ἑτέρους ἑτέρωθεν.
Ὥσπερ οὖν ἐκ τούτων τὸ ἀκούεσθαι γίνεται, οὕτως ἑτέρωθεν τὸ μὴ ἀκούεσθαι, κἂν δίκαιοι ὦσιν οἱ αἰτοῦντες. Τί γὰρ Παύλου δικαιότερον γέγονεν; Ἀλλ᾽ ἐπειδὴ ἀσύμφορα ᾔτησεν, οὐκ ἠκούσθη. Ὑπὲρ τούτου, φησὶ, τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου. Τί δὲ Μωϋσέως πάλιν δικαιότερον; Ἀλλ᾽ οὐδὲ ἐκεῖνος ἠκούετο, λέγοντος τοῦ Θεοῦ· Ἱκανούσθω σοι. Ἐπειδὴ γὰρ ᾔτει εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθεῖν, ἀσύμφορον δὲ τοῦτο ἦν, οὐκ ἐπέτρεψεν ὁ Θεός. Μετὰ τούτων καὶ ἕτερόν ἐστι τὸ ποιοῦν μὴ ἀκούεσθαι, ὅταν τοῖς ἁμαρτήμασιν ἐπιμένοντες εὐχώμεθα. Ὃ καὶ περὶ Ἰουδαίων ἔλεγεν ὁ Θεὸς τῷ Ἱερεμίᾳ· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου. Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν;
Οὐκ ἀπέστησαν, φησὶ, τῆς ἀσεβείας, καὶ σὺ ὑπὲρ αὐτῶν δέησιν ἀναφέρεις; Ἀλλ᾽ οὐκ εἰσακούσομαί σου. Πάλιν ὅταν κατ᾽ ἐχθρῶν αἰτῶμεν, οὐ μόνον οὐκ ἀκουόμεθα, ἀλλὰ καὶ παροξύνομεν. Φάρμακον γάρ ἐστιν ἡ εὐχή· ἀλλ᾽ ἐὰν μὴ εἰδῶμεν, τὸ φάρμακον πῶς ἐπιτιθέναι χρὴ, οὐδὲ τὴν ὄνησιν αὐτοῦ καρπούμεθα.
Ἴδωμεν τοίνυν τί καὶ οὗτος εὐχόμενός φησι· Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο. Τί ἐστιν, Εἰ ἐποίησα τοῦτο; Ὃ πάσχω, φησὶν, εἰ ἐπανέστην πατρὶ, εἰ παρηνόμησα οὕτως. Ἀλλ᾽ οὐδὲ ἐνταῦθα ὀνομαστὶ πάλιν ἀνέχεται τὸν ἀδικήσαντα εἰπεῖν, ἀλλ᾽ ὑπὲρ τοῦ παιδὸς αἰσχύνεται καὶ ἐρυθριᾷ. Οἷον ἂν εἴ τις εὐγενὴς ἄνθρωπος τὴν ἑαυτοῦ γυναῖκα μοιχευομένην ὁρῶν, μηδὲ ὀνομαστὶ τὸ ἁμάρτημα εἰς τὸ μέσον ἀγαγεῖν καταδέχοιτο· οὕτω δὴ καὶ οὗτος· οὐκ εἶπεν· Εἰ κατεξανέστην τοῦ γεγεννηκότος, εἰ πατραλοίας ἐγενόμην· ἀλλὰ, Εἰ ἐποίησα τοῦτο. Καὶ τί λέγω τοῦτο; φησί.
Ποία γὰρ ἀρετὴ τὸ μὴ γενέσθαι πατραλοίαν, ὅπερ οὐδὲ ἐν τοῖς θηρίοις ἴδοι τις ἄν; Εἰ ἔστιν ἀδικία ἐν χερσί μου. Οὐ λέγω περὶ τῆς ἀδικίας ταύτης· ἀλλ᾽ οὐδὲ ἑτέρα ἂν εὑρεθείη, φησὶν, οὖσα ἐν χερσί μου ἀδικία. Ταῦτα δὲ λέγει, οὐ μεγαληγορῶν, ἀλλ᾽ εἰς ἀνάγκην ἐμπεσὼν τοῦ τὰ ἑαυτοῦ κατορθώματα εἰπεῖν.
Ἀλλ᾽ οὐδὲ οὕτω που μέγα τοῦτο πρὸς τὸ μέλλον ῥηθήσεσθαι. Τί δὲ τοῦτό ἐστιν; Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδουσί μοι κακὰ, φησί. Προσέχετε μετὰ ἀκριβείας. Οὐ γὰρ τὸ τυχόν ἐστι τὸ εἰρημένον. Καλὸν μὲν γὰρ τὸ μὴ ἀδικεῖν· πολλῷ δὲ μεῖζον, καὶ φιλοσόφου ψυχῆς, τὸ τὸν ἀδικοῦντα μὴ ἀμύνεσθαι.
Καίτοι γε ὁ νόμος τοῦτο παρεῖχεν, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ κελεύων, καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτειν· καὶ οὐκ ἦν παράβασις νόμου τὸ γινόμενον· ἀλλ᾽ οὕτω φιλόσοφος ἦν οὗτος, ὡς μὴ μόνον μὴ παραβαίνειν τὸν νόμον, ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνειν, καὶ ὑπὲρ τὰ σκάμματα πηδᾷν. Οὐ γὰρ ἐνόμιζεν ἀρκεῖν εἰς ἀρετὴν, εἰ μὴ καὶ ὑπερακοντίσειε τὰ προστάγματα. Ὥσπερ οὖν καὶ Παῦλος ἐποίει, κελευόμενος ἐκ τοῦ Εὐαγγελίου ζῇν, καὶ μὴ ζῶν, ἀλλ᾽ ἀδάπανον τιθεὶς τὸ Εὐαγγέλιον· οὕτω τοίνυν καὶ ὁ μακάριος Δαυῒδ, τοῦ νόμου διδόντος ἀμύνεσθαι τὸν ἀδικοῦντα, οὐκ ἔμεινεν ἐν τῷ μέτρῳ τούτῳ, ἀλλὰ καὶ ὑπερηκόντισεν. Ἡμεῖς δὲ οὐ τοῦτο ἀπαιτούμεθα μόνον τὸ μὴ ἀνταποδιδόναι, ἀλλὰ καὶ τὸ εὐεργετεῖν.
Εὔχεσθε γὰρ, φησὶν, ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Ἐπὶ δὲ τοῦ Δαυῒδ οὐ μικρὸν τὸ μὴ ἀμύνεσθαι, ἀλλὰ καὶ πολλῷ μεῖζον τοῦ νομικοῦ παραγγέλματος. Διό φησιν, Εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου· εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά. Ἐπὶ μὲν γὰρ τοῦ παιδὸς καὶ ἡ φύσις ἐκώλυεν· ἀλλ᾽ εἰ ἑτέρους, φησὶν, ἠδίκησα, ἢ καὶ ἠμυνάμην. Ποίαν οὖν σχοίημεν συγγνώμην ἡμεῖς, ποίαν δὲ ἀπολογίαν, μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν μὴ φθάνοντες εἰς τὰ μέτρα τῶν ἐν τῇ Παλαιᾷ πολιτευομένων, καὶ ταῦτα πολλὴν περισσείαν ἀπαιτούμενοι; Ἐὰν γὰρ μὴ περισσεύσῃ, φησὶν, ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὥσπερ γὰρ οὐκ ἔστιν ἴσος ὁ ἐν τῷ νόμῳ τὰ αὐτὰ κατορθῶν τῷ πρὸ τοῦ νόμου· οὕτως οὔτε ὁ ἐν τῇ χάριτι τῷ ἐν τῷ νόμῳ, ἀλλὰ καὶ ἀπὸ τοῦ καιροῦ πολλὴ γίνεται ἡ διαφορά. Τοῦτο δεικνὺς ὁ Παῦλος καὶ ἐπὶ τῆς κακίας, καὶ ἐπὶ τῆς ἀρετῆς, ὅρα κἀκείνους πῶς μειζόνως θαυμάζει, καὶ τούτους μείζονος τιμωρίας ἀξίους ἀποφαίνει εἶναι, οὕτω λέγων· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος.
εʹ. Εἶδες πῶς τοὺς χωρὶς νόμου κατορθοῦντας ἐπαινεῖ καὶ ἀνακηρύττει; Ὅρα πάλιν καὶ τοὺς ἐν τῇ χάριτι ἁμαρτάνοντας πῶς μείζονος κολάσεως ἀξίους εἶναι δείκνυσι τῶν ἐν τῷ νόμῳ διαμαρτόντων, οὕτω λέγων· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος; Καὶ πάλιν τοὺς πρὸ τοῦ νόμου ἐλάττονος δεικνὺς τιμωρίας ἀξίους ὄντας τῶν ἐν τῷ νόμῳ παραβάντων, Ὅσοι, φησὶν, ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· τουτέστιν, ἡμερώτερον, οὐκ ἔχοντες τὸν νόμον κατήγορον, ἀλλὰ τὴν φύσιν μόνον· Ὅσοι δὲ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· τουτέστι, βαρύτερον, ἔχοντες μετὰ τῆς φύσεως καὶ τὸν νόμον κατήγορον.
Ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. Εἶδες παῤῥησίαν δικαίου, καὶ ἄριστον συνειδός; Εἰ γὰρ μὴ σφόδρα ἑαυτῷ ἐθάῤῥει, οὐκ ἂν τοιαῦτα ἐπηρᾶτο.
Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ ἠδίκησα, εἰ ἠμυνάμην, τὰ καὶ τὰ πάθοιμι· καὶ καθ᾽ ἑαυτοῦ τὴν ψῆφον ἐκφέρει, καὶ οὐκ ἀξιοῖ κατὰ τὸ μέτρον κριθῆναι, ἀλλὰ πολλῷ μᾶλλον ὑπὲρ τὴν ἀξίαν διδόναι τὴν δίκην· καὶ ὑπεύθυνον ἑαυτὸν ποιεῖ κολάσει, ἧς ὁ νόμος αὐτὸν εἴργει. Καὶ ὅρα ποία αὐτή· Ἀποπέσοιμι, φησὶν, ἀπὸ τῶν ἐχθρῶν μου κενός. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. Τουτέστιν, ἄτιμον, ἀνώνυμον ἀπολέσειε, μετὰ τῆς ζωῆς μου καὶ τὴν δόξαν μου διαφθείρειε. Τί ἐστι, Καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι; Ταπεινώσαι, πατήσαι· γενοίμην ἕτοιμος τοῖς ἐχθροῖς, φησί. Τί γένοιτ᾽ ἂν μιαρώτερον τοῦ Ἀβεσσαλὼμ, ὅστις πατέρα, καὶ πατέρα τοιοῦτον, οὕτως ἥμερον καὶ ἐπιεικῆ, ἐδίωκεν, ἀσελγὴς ὢν καὶ ἀκόλαστος καὶ ὑβριστής; Τί οὖν; οὐκ ἀπέδωκε τοῖς ἀνταποδιδοῦσιν αὐτῷ κακὰ, οὐδὲ ἐμνησικάκησεν;
Οὐδαμῶς. Κἂν ἐξετάσῃς τοῦ Σαοὺλ τὴν ἱστορίαν, τότε μάλιστα ὄψει ταύτην τὴν φωνὴν διαλάμπουσαν. Τὸν γὰρ μετὰ μυρίας εὐεργεσίας, καὶ τὰ τρόπαια, καὶ τὰς νίκας ἀδικοῦντα, καὶ ἐπιβουλεύοντα, καὶ ἀνελεῖν καθ᾽ ἑκάστην ἐπιθυμοῦντα τὴν ἡμέραν, λαβὼν εἰς χεῖρας καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις καθεύδοντα, καὶ καθάπερ ἐν δεσμωτηρίῳ συγκεκλεισμένον, καὶ δορυφόρων ἔρημον, πολλῶν ἐγκελευομένων σφάξαι καὶ ἀνελεῖν, ἐφείσατο, καὶ τῆς ὀργῆς ἐκράτησε, καὶ ταῦτα εἰδὼς, ὅτι ἀφεὶς αὐτὸν διαφυγεῖν, πολέμιον ἀφήσει ἑαυτῷ καὶ ἐχθρὸν ἀκατάλλακτον.
Ἀλλ᾽ ὅμως οὔτε ἡ μνήμη τῶν παρελθόντων, οὔτε ὁ φόβος τῶν μελλόντων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν εἰς τὴν σφαγὴν αὐτὸν ἐξήγαγεν ἐκείνην· ἀλλ᾽ ἐφιλοσόφει, καὶ τῆς χειρὸς ἐκράτει, καὶ τὸν θυμὸν ἐχαλίνου, καὶ ᾑρεῖτο κινδυνεύειν καὶ ἐπιβουλεύεσθαι μᾶλλον, καὶ τῆς πατρίδος αὐτῆς ἐκπεσεῖν καὶ τῆς ἐλευθερίας, ἢ τὸν ἐχθρὸν τὸν εἰκῆ καὶ μάτην αὐτῷ ἐπιβουλεύοντα, τὸν μετὰ μυρίας εὐεργεσίας φονῶντα, σφάξαι καὶ ἀνελεῖν. Καὶ ἐξ ἑτέρων δὲ πλειόνων ἔστιν ἰδεῖν τὴν φιλόσοφον αὐτοῦ διάνοιαν· διὸ καὶ ἐπαρᾶται αὐτῷ πολλὰ καὶ χαλεπὰ, οἷον τὸ ἄπρακτον ἐπανελθεῖν, τὸ τοὺς ἐχθροὺς κρατῆσαι μετὰ πολλῆς τῆς παρουσίας αὐτοῦ, τὸ ἀνώνυμον ἀποθανεῖν, τὸ παρὰ πολεμίων τοῦτο παθεῖν, ὃ πολὺ τοῦ θανεῖν χαλεπώτερον εἶναι δοκεῖ· διὸ καὶ μυρία μηχανήματα ποιεῖ, πρὸς τὸ μετὰ τὴν τελευτὴν μνημονεύεσθαι. Ὅρα τοίνυν ὅσα ἑαυτῷ ἐπαρᾶται· τὸ ἀνήνυτα πονεῖν, τὸ ὑπὸ τῶν ἐχθρῶν ἡττηθῆναι, τὸ ἀποθανεῖν, τὸ μηδὲ κοινῇ τῇ τελευτῇ, τὸ καὶ τὴν μνήμην αὐτοῦ ἐξαλειφθῆναι, τὸ μετὰ ἀτιμίας· οὐκ ἂν τοσαῦτα ἑαυτῷ ἐπαρασάμενος, εἰ μὴ σφόδρα ἐθάῤῥει τῷ συνειδότι.
Εἰ δὲ ἐχθρὸν εἶχεν, οὐδὲν τοῦτο ἐκείνῳ ἔγκλημα· οὐ γὰρ αὐτὸς παρεῖχε λαβάς. Ποίαν γὰρ λαβὴν ἔδωκε τῷ παιδί; ποίαν τῷ Σαούλ; Οὐχὶ τὸν μὲν ἄξια τιμωρίας πράξαντα, πρὸς καιρὸν σωφρονίσας, ἐπανήγαγε καὶ ἀνεκτήσατο· τὸν δὲ φονῶντα κατ᾽ αὐτοῦ, πολλάκις εἰς χεῖρας λαβὼν διέσωσε; Μὴ τοίνυν τοῦτο σκόπει, εἰ ἐχθροὺς εἶχεν, ἀλλ᾽ εἰ αὐτὸς αὐτοὺς κατεσκεύασεν.
Οὔτε γὰρ ὁ Χριστὸς τοῦτο ἐκέλευσε, τὸ μὴ ἐχθροὺς ἔχειν· τούτου γὰρ οὐκ ἐσμὲν κύριοι· ἀλλὰ τὸ μὴ μισεῖν· τούτου γὰρ ἡμεῖς κύριοι, ἐκείνου δὲ οὐ πάντως. Τοῦ δὲ μισεῖσθαι εἰκῆ, οὐκ ἐν ἡμῖν ἡ ἐξουσία κεῖται, ἀλλ᾽ ἐν τοῖς μισοῦσι. Καὶ γὰρ οἱ πονηροὶ τοὺς ἀγαθοὺς μισεῖν εἰώθασιν εἰκῆ καὶ μάτην. Καὶ γὰρ καὶ τὸν Χριστὸν ἐμίσουν εἰκῆ, καθὼς λέγει· Ἐμίσησάν με δωρεάν. Καὶ οἱ ἀπόστολοι τοὺς ψευδαποστόλους εἶχον ἐχθροὺς, καὶ οἱ προφῆται τοὺς ψευδοπροφήτας.
Οὐ γὰρ τοῦτο δεῖ σκοπεῖν, ὅπως μὴ σχοίημεν ἐχθροὺς, ἀλλ᾽ ὅπως μὴ δικαίως, μηδὲ εὐλόγως· καὶ ὅπως, κἂν μυριάκις μισώμεθα, μὴ μισῶμεν, μηδὲ ἀποστρεφώμεθα· ἔχθρα γὰρ τοῦτό ἐστι, τὸ μισεῖν καὶ ἀποστρέφεσθαι. Ὅταν οὖν μισῶμαι καὶ μὴ μισῶ, ἐκεῖνός με ἐχθρὸν, οὐκ ἐγὼ τοῦτον ἔχω. Ὅταν εὔχωμαι, ὅταν εὐεργετεῖν βούλωμαι, πῶς τὸν τοιοῦτον ἐχθρὸν ἔχω; Διὰ τοῦτο ὁ Παῦλος ἔλεγεν· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.
ϛʹ. Τὰ ἡμέτερα τοίνυν εἰσφέρωμεν, καὶ αὐτῷ τούτῳ ἀρκοῦντα τὸν ἔπαινον ἕξομεν. Τίνα δέ ἐστι τὰ ἡμέτερα; Οἷόν τι λέγω· μισεῖ ὁ δεῖνα καὶ ἐκπολεμεῖ; Σὺ φίλει καὶ εὐεργέτει. Ὑβρίζει καὶ λοιδορεῖται; Σὺ εὐλόγει καὶ ἐπαίνει. Ἀλλ᾽ οὐ λύει τὴν ἔχθραν οὐδὲ οὕτως; Οὐκοῦν πλείονά σοι δίδωσι τὸν μισθόν. Οἱ γὰρ κακοὶ, ὅσῳ ἂν θεραπευόμενοι μὴ καταλύωσι τὸν πόλεμον, λαμπροτέρας ἡμῖν προξενοῦσι τὰς ἀμοιβὰς, καὶ ἑαυτοὺς ἀσθενεστέρους ποιοῦσιν. Ὁ μὲν γὰρ μισῶν, καὶ μὴ διαλύων τὴν ἔχθραν, τήκεται, διαφθείρεται, διηνεκεῖ συζῇ πολέμῳ· ὁ δὲ τούτων ἀνώτερος τῶν βελῶν, ἔξω τῶν τρικυμιῶν ἕστηκε, καὶ ἑαυτὸν πρὸ ἐκείνου τὰ μέγιστα ὠφελεῖ, ἐν τῷ σπουδάζειν ἐκείνῳ καταλλάττεσθαι, καὶ μὴ πολεμεῖν, ἑαυτὸν ἀπαλλάττων πολέμου καὶ μάχης. Φεύγωμεν τοίνυν πολεμεῖν ἑτέροις, καὶ τὴν ῥίζαν τούτων ἀνέλωμεν, κενοδοξίαν, φιλαργυρίαν. Ἢ γὰρ διὰ χρήματά τις ἐχθρός ἐστιν, ἢ διὰ δόξαν κενήν. Ἐὰν δὲ τούτων ὦμεν ἀνώτεροι, καὶ τοῦ ἁλίσκεσθαι ἔχθρᾳ ἐσόμεθα ἀνώτεροι. Κἂν ὑβρίσῃ τοίνυν, φέρε γενναίως· ἑαυτὸν γὰρ, οὐ σὲ ὕβρισε. Κἂν πλήξῃ, μὴ ἀντιτείνῃς τὴν δεξιάν· αὐτὸς γάρ ἐστιν ὁ πληττόμενος, σὲ μὲν τῇ χειρὶ, ἑαυτὸν δὲ τῷ θυμῷ παίων, καὶ πονηρὰν παρὰ πάντων λαμβάνων δόξαν.
Εἰ δὲ δοκεῖ σοι ταῦτα δύσκολα εἶναι, ἐννόησον, ὅτι εἰ μαινόμενός σού τις τὸ ἱμάτιον περιέῤῥηξε, τίνα ἂν ἔφης πάσχειν κακῶς, σὲ τὸν παθόντα, ἢ ἐκεῖνον τὸν ποιήσαντα;
Εὔδηλον ὅτι ἐκεῖνον. Εἶτα, ἔνθα μὲν τὸ ἱμάτιον διαῤῥήγνυται, ὁ ποιήσας τοῦ παθόντος χαλεπώτερα πέπονθεν· ἔνθα δὲ ἡ καρδία διαῤῥήγνυται, ὁ γὰρ θυμὸς τοῦτο ποιεῖ, οὐκ ἐκεῖνον ἡγήσῃ μείζονα πεπονθέναι δεινὰ σοῦ, τοῦ μηδ᾽ ὁτιοῦν ὑπομείναντος;
Μὴ γὰρ δὴ τοῦτο εἴπῃς, ὅτι τὸ ἱμάτιον τὸ σὸν, ἀλλ᾽ ὅτι πρότερον τὴν ἑαυτοῦ καρδίαν διέῤῥηξεν. Ὥσπερ γὰρ ἴκτερος οὐκ ἂν γένοιτο, μὴ τῆς χολῆς διαῤῥαγείσης, καὶ τοὺς οἰκείους ὅρους ὑπερβάσης· οὕτως οὐκ ἂν θυμὸς ἄμετρος γένοιτο, μὴ τῆς καρδίας διαῤῥαγείσης.
Ὥσπερ οὖν, ἂν ἴδῃς τινὰ ἰκτέρῳ κατεχόμενον, κἂν μυρία ἐργάσηται δεινὰ, οὐκ ἂν ἕλοιο πρὸς σεαυτὸν ἐπισπάσασθαι τὸ νόσημα· οὕτω καὶ ἐπὶ τοῦ θυμοῦ. Μὴ ζηλοῦ, μηδὲ μιμοῦ τὴν κακίαν, ἀλλ᾽ ἐλέει κἀκεῖνον τὸν οὐ χαλινοῦντα τὸ ἐν αὐτῷ θηρίον, ἀλλὰ πρότερον ἑαυτὸν λυμαινόμενον καὶ διαφθείροντα.
Ὅτι γὰρ ἑαυτοὺς οἱ τοιοῦτοι λυμαίνονται, ἀκούειν ἔστι πολλῶν τῶν τὰς τοιαύτας διαλυόντων μάχας, τοῦτο παραινούντων αὐτοῖς· Σαυτοῦ φεῖσαι· σαυτὸν ἀδικεῖς. Τοιοῦτον γὰρ ἡ κακία· τὸν τίκτοντα αὐτὴν λυμαίνεται μόνον, πάντα ἄνω καὶ κάτω ποιοῦσα. Μὴ τοίνυν βουλόμενοι ἀμύνεσθαι ἑτέρους, αὐτοὶ τοῦ λιμένος ἐκπέσωμεν. Οὐδὲ γὰρ εἴ τις μέλλων ναυαγεῖν, καὶ ὑποβρύχιος γίνεσθαι, ὕβρισέ σε ἐπὶ τῆς γῆς καθήμενον, ἤλγησας ἂν, οὐδὲ ἐξελθὼν τῆς γῆς ἐκοινώνησας αὐτῷ τοῦ ναυαγίου. Τοῦτο τοίνυν ἀναλογίζου, ὅτι ὁ μὲν ὑβρίζων σε καὶ παροινῶν, ὥσπερ ἰλίγγῳ τινὶ, ἢ καταιγίδι καταποντιζόμενος, ὑποβρύχιος γίνεται, τῷ τοῦ θυμοῦ ναυαγίῳ περιπεσών· σὺ δὲ ὁ φέρων γενναίως, ἐν λιμένι καὶ παρ᾽ αἰγιαλὸν τρυφᾷς. Ἐὰν δὲ πρὸς τὸν αὐτὸν ἐξενεχθῇς αὐτῷ ζῆλον, οὐκ ἐκεῖνον, ἀλλὰ σαυτὸν κατεπόντισας.
Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. Τοῦτο οὕτως εἶπε, δεικνὺς ὅτι ἔστι καὶ οὐκ ἐν ὀργῇ ἀναστῆναι· ὡς ὅταν λέγῃ· Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. Ἀκούων δὲ τὸ, Ἀνάστα, μηδὲν σωματικὸν ὑποπτεύσῃς.
Ὥσπερ γὰρ τὸ καθῆσθαι ἐπὶ Θεοῦ οὐ σωματικῶς εἴρηται, οὕτως οὐδὲ τοῦτο. Σὺ γὰρ, φησὶ, καθήμενος εἰς τὸν αἰῶνα. Τί οὖν ἐστιν, ὃ διὰ τῆς καθέδρας αἰνίττεται; Τὸ ἑδραῖον, τὸ πεπηγὸς, τὸ βέβαιον τῆς φύσεως, τὸ μόνιμον, ὅπερ οὖν καὶ διὰ τῆς ἀντιδιαστολῆς ἐδήλωσεν. Εἰπὼν γὰρ, Σὺ καθήμενος εἰς τὸν αἰῶνα, ἐπήγαγεν, Ὑμεῖς δὲ ἀπολλύμενοι εἰς τὸν αἰῶνα. Ὥσπερ οὖν τὸ καθῆσθαι οὐ σωματικὸν, οὕτως οὐδὲ τὸ ἀναστῆναι· ἀλλ᾽ ἐκεῖ μὲν τὸ ἑδραῖον, ἐνταῦθα δὲ τὸ τιμωρητικὸν, τὸ ἀναλωτικόν.
Ἔστι δὲ ὅπου δηλοῖ τὸ καθῆσθαι καὶ τὸ δικαστικόν· ὡς ὅταν λέγῃ· Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην· καὶ ὁ Δανιήλ· Θρόνοι ἐτέθησαν, καὶ τὸ κριτήριον ἐκάθισεν. Ἔστι καὶ τὸ βασιλικόν· ὡς ὅταν λέγῃ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ὅθεν καὶ τὸ, Κάθου ἐκ δεξιῶν μου, τὸ ἰσότιμον ἐνδείκνυται. Τί δέ ἐστι τὸ, Ἐν ὀργῇ σου; Καὶ τοῦτο πάλιν θεοπρεπῶς ἐκληπτέον. Ὀργὴ γὰρ τοῦ Θεοῦ οὐ πάθος, ἀλλὰ τιμωρία καὶ κόλασις. Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. Ἄλλος φησὶν, Ἐν θυμῷ ἐπὶ τοὺς ἐχθρούς σου. Ἕτερος, Ἐν χόλῳ τῶν θλιβόντων με.
Ἕτερος, Ἐν ἀνυπερθεσίαις ἐνδεσμούντων. Ὁ δὲ Ἑβραῖος τὸ, Ἐν τοῖς πέρασι, Βεβαρώθ φησιν. Ὅρα πάλιν πῶς ἐνταῦθα οὐχ ἑαυτῷ ἀμύνει, ἀλλ᾽ ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης ταῦτα λέγει. Οὐ γὰρ ἁπλῶς εἶπε, Κόλασον τοὺς ἐχθρούς μου, ἢ τοὺς ἐχθρούς σου· ἀλλ᾽, Ὑψώθητι. Καὶ πῶς ὑψοῦται ὁ ὑψηλὸς, καὶ ἀεὶ ὢν ὕψιστος; Τὸ γὰρ ὕψος αὐτοῦ τῆς φύσεως οὔτε ἐλαττοῦται, οὔτε προσλαμβάνει τι· τέλειος γάρ ἐστι καὶ ἀνενδεὴς, καὶ ἀεὶ ὡσαύτως ἔχων. Πῶς οὖν, καὶ τίνι τρόπῳ ὑψοῦται; Ὑψοῦται ἐν ταῖς διανοίαις τῶν πολλῶν.
Οἷον ἐμακροθύμησε πολλάκις· οἱ δὲ ἐχθροὶ οὐ μακροθυμίας ἐνόμισαν εἶναι, ἀλλὰ ταπεινώσεως τοῦτο καὶ ἀσθενείας. Ὥστε καὶ ταπεινοῦται, ἀλλ᾽ οὐκ ἐν τῷ πράγματι, ἀλλ᾽ ἐν τῇ διανοίᾳ ἐκείνων. ζʹ. Καθάπερ γὰρ ὁ ἥλιος ἀμυδρὸς φαίνεται τοῖς ἀσθενοῦσι τὰς ὄψεις, οὕτω δὴ καὶ ὁ Θεὸς ἀσθενὴς καὶ ταπεινὸς ἐν ταῖς διανοίαις ἐκείνων. Ἀλλ᾽ ὥσπερ ὁ ἥλιος οὕτω νομίζεται, οὐκ ἔστι δὲ ἀμυδρὸς, ἀλλὰ τῆς ἀσθενείας ἐκείνων τὸ πάθος· οὕτω καὶ ὁ Θεὸς, κἂν τοῦτο ὑποπτεύηται, οὐκ ἔστιν ἀσθενὴς, ἀλλὰ τῆς ἐκείνων ἀνοίας τὸ σύμπτωμα. Τί οὖν φησιν ὁ δίκαιος;
Ὑψώθητι καὶ παρὰ τοῖς ἐχθροῖς ἡμῶν, ἐπέξελθε καὶ δεῖξόν σου τὴν ἰσχὺν, ἵνα οἱ νομίζοντες εἶναί σε ταπεινὸν, ἀφ᾽ ὧν πάσχουσιν, ἴδωσί σου τὴν δόξαν. Εἶδες αὐτοῦ τὸν σκοπὸν, οὐ τὸ ἑαυτοῦ ζητοῦντος, ἀλλὰ τὸ τοῦ Θεοῦ. Τὸ δὲ, Ἐν τοῖς πέρασιν, οἱ μέν φασιν, Ἐν ταῖς κεφαλαῖς, οἱ δὲ, Μηδεὶς διαφύγοι τῶν ἐχθρῶν. Μεγάλη δὲ ἀρετὴ τοῦ δικαίου, ὅταν τοὺς αὐτοὺς ἐχθροὺς ἔχῃ τῷ Θεῷ καὶ τοὺς αὐτοὺς φίλους· ὥσπερ κακία μεγάλη, ὅταν τοὺς τοῦ Θεοῦ φίλους ἐχθροὺς ἔχῃ, καὶ τοὺς ἐχθροὺς φίλους. Ὥσπερ οὖν ὁ Θεὸς ἐχθροὺς ἔχειν λέγεται, οὐ μισῶν, οὐδὲ ἀποστρεφόμενος αὐτοὺς, ἀλλὰ τὰς πράξεις αὐτῶν τὰς πονηρὰς βδελυττόμενος· οὕτω καὶ ὁ δίκαιος ἐχθροὺς ἔχει, οὐκ ἀμυνόμενος αὐτοὺς, ἀλλὰ τὴν πονηρίαν ἀποστρεφόμενος. Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω. Ἄλλος φησὶν, Ἐν κρίματι. Καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
Ἄλλος φησὶ, Κυκλωσάτω σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον, Κύριε. Ἄλλος φησὶ, Καὶ ἐπάνω αὐτῆς εἰς τὸ ὕψος ὑπόστρεψον. Ἄλλος, Καὶ ἐπὶ ταύτῃ εἰς ὕψος ἐπίστρεψον. Ὁ δὲ Ἑβραῖος τὸ, Ὑπὲρ ταύτης, φησίν, Οὐαλεά. Τί ἐστιν, Ἐν προστάγματι ᾧ ἐνετείλω; Ὥστε βοηθεῖν τοῖς ἀδικουμένοις, καὶ μὴ περιορᾷν, φησὶ, τοὺς ἐπιβουλευομένους. Ὅπερ οὖν ἡμῖν ἐνομοθέτησας, τοῦτο καὶ αὐτὸς διὰ τῶν ἔργων ἡμῖν ἀπόδος. Τινὲς δὲ καὶ ἕτερόν φασιν, ὅτι ἐπηγγείλατο ἐχθραίνειν τοῖς ἐχθροῖς αὐτοῦ. Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Μηδὲν ἀνθρώπινον μηδὲ ἐνταῦθα ὑπόπτευε. Κἂν γὰρ αἱ λέξεις τοιαῦται, ἀλλὰ τὰ νοήματα θεοπρεπῆ. Τί οὖν ἐστι τὸ, Κυκλώσει σε; Ἀντὶ τοῦ, ᾄσεταί σοι, ὑμνήσει σε, εὐφημίαν οἴσει σοι πολλήν. Ἐπειδὴ γὰρ διὰ χορῶν τοῦτο ἐποίουν, κύκλῳ περιιστάμενοι ἐν τῷ ναῷ καὶ ἐν τῷ θυσιαστηρίῳ, καὶ οὕτω τὰς εὐχαριστίας ἀνέφερον, ἀπὸ τοῦ σχήματος τῆς στάσεως αὐτῶν τὴν εὐφημίαν ᾐνίξατο. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπέξελθε, βοήθησον. Τοῦτο γάρ σε καὶ παρὰ τοῖς ἐχθροῖς ὑψηλὸν ποιήσει, καὶ παρὰ τοῦ λαοῦ σου πολλὰς οἴσει τὰς εὐφημίας. Ὅρα πῶς οὐ τὸ αὑτοῦ ζητεῖ, ἀλλὰ τὸ τοῦ Θεοῦ. Πανταχοῦ γὰρ βούλεται καὶ παρὰ τοῖς ἐχθροῖς, καὶ παρὰ τοῖς οἰκείοις αὐτὸν δοξάζεσθαι. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον.
Ὑπὲρ ταύτης, τίνος; Τῆς συναγωγῆς, φησί· τουτέστι, διὰ ταύτην Εἰς ὕψος ἐπίστρεψον· ὕψωσον ἡμᾶς, ἀνάγαγε ἡμᾶς, ὑψηλὰ ποίησον πράγματα, λαμπροτέραν αὐτὴν καὶ περιφανῆ ποίησον, ἐπὶ τὴν προτέραν αὐτὴν εὐπραγίαν ἐπανάγαγε. Ὅρα δὲ πανταχοῦ ταῖς ἱκετηρίαις ἀναμιγνύντα καὶ διδασκαλίαν.
Καὶ γὰρ πρὸ τούτου εἰπὼν, Οἰκτείρησόν με, καὶ εἰσάκουσόν μου, τρέπει τὸν λόγον εἰς συμβουλὴν, οὕτω λέγων· Υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρδιοι; Καὶ ἐνταῦθα εἰπὼν, Εἰς ὕψος ἐπίστρεψον, Κύριε, ἐπάγει· Κύριος κρινεῖ λαούς. Ἄλλος δέ φησι, Κύριος δικάσει. Διδάσκει τοὺς νομίζοντας ἁπλῶς καὶ ὡς ἔτυχεν ἅπαντα φέρεσθαι, ὅτι πρόνοιά τις ἐφέστηκε τοῖς πράγμασιν, ἀπαιτοῦσα εὐθύνας τῶν γινομένων. Κρίσιν δὲ ἐνταῦθα τήν τε μέλλουσαν λέγει, τήν τε παροῦσαν. Ἐκεῖ μὲν γὰρ καθόλου καὶ ἡ σαφὴς ἐκείνη· ἐκ μέρους δὲ καὶ ἐνταῦθα ἀπαιτεῖ δίκας, τούς τε ῥᾳθυμοτέρους διεγείρων, καὶ τοὺς ἀπιστοτέρους ἐφελκόμενος εἰς τὴν ἔννοιαν τῆς περὶ τοῦ παντὸς προνοίας. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου. Ἄλλος, Κατὰ τὸ δίκαιόν μου.
Καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾽ ἐμοί. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν. Ἄλλος φησὶν, Ἀπαρτισθήτω κάκωσις κατὰ τῶν ἀσεβῶν. Καὶ κατευθυνεῖς δίκαιον. Ἄλλος, Καὶ ἑδράσεις δίκαιον. Πῶς ὁ λέγων ἀλλαχοῦ, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ἐνταῦθά φησι, Κρῖνόν με κατὰ τὴν δικαιοσύνην μου; Ὅτι ἕτερον τοῦτο, καὶ ἕτερον ἐκεῖνο. Ἐκεῖ μὲν γὰρ λέγων, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, μὴ κριθῇς σὺ πρὸς ἐμὲ, δηλοῖ, μηδὲ πρὸς ἀντιπαράθεσιν τῶν εὐεργεσιῶν τῶν παρὰ σοῦ τὸν ἐμὸν βίον ἐξετάσῃς. Διὸ καὶ ἐπήγαγεν, Ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, τουτέστι, πρὸς σὲ κρινόμενος. Ἐνταῦθα δὲ οὐ τοῦτό φησιν· οὐ γὰρ πρὸς αὐτὸν κρίνεσθαι βούλεται, ἀλλὰ πρὸς ἑαυτόν. Διὸ καὶ, Κατὰ τὴν δικαιοσύνην μου, εἶπε, τουτέστι, κατὰ τὴν δικαιοσύνην τὴν ἐμήν.
Δικαιοσύνην δὲ ἐνταῦθα λέγει, τὸ μὴ ἄρξαι χειρῶν ἀδίκων· ὅπερ ἔλεγεν ἀνωτέρω, Εἰ ἐποίησα τοῦτο, καὶ τὰ ἑξῆς. Τὸ αὐτὸ δὲ τοῦτο δηλοῖ τὸ, Κατὰ τὴν ἀκακίαν μου· κατὰ τοῦτο βούλομαι κριθῆναι, φησί. Πολλὴ καὶ ἐνταῦθα ἡ παῤῥησία τοῦ δικαίου. Ταῦτα δὲ λέγει εἰς ἀνάγκην ἐμπεσών. Ποίαν δὴ ταύτην;
Ὅτι πονηρὰν παρὰ πολλοῖς ἀνοήτοις, ἀφ᾽ ὧν ἔπασχεν, ἐκτᾶτο δόξαν. Οἱ γὰρ πολλοὶ τῶν ἀνοήτων, ἀπὸ τῶν συμφορῶν καὶ τὸν βίον διαβάλλειν εἰώθασιν· ὅπερ καὶ ἐπὶ τοῦ Ἰὼβ γέγονε. Διὸ καὶ ἔλεγον, μηδὲν αὐτῷ συνειδότες πονηρόν· Οὐκ ἄξια ὧν ἡμάρτηκας μεμαστίγωσαι. Καὶ τὸν Παῦλον δὲ πονηρόν τινα καὶ κακοῦργον ᾤοντο εἶναι οἱ βάρβαροι, ἐπειδὴ ἡ ἔχις εἴχετο αὐτοῦ τῆς χειρός. Διὸ καὶ ἔλεγον, Σωθέντα τὸν ἄνθρωπον τοῦτον ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασε. Καὶ ὁ Σεμεεὶ δὲ ἀνδροφόνον ἐκάλει τὸν Δαυῒδ, ἀπὸ τῆς συμφορᾶς ταύτην τὴν πονηρὰν περὶ αὐτοῦ φέρων ψῆφον.
ηʹ. Ἵν᾽ οὖν καὶ ὑμεῖς μὴ τοῦτο πάθητε, φέρε μικρὸν περὶ τούτων διαλεχθῶμεν. Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων· Εἰ ἐφίλει ὁ Θεὸς τοὺς πένητας, οὐκ ἂν εἴασεν εἶναι πένητας· ἑτέρων πάλιν, ὅταν ἴδωσί τινα ἀῤῥωστίᾳ καὶ νόσῳ μακρᾷ παλαίοντα· Ποῦ αἱ ἐλεημοσύναι τοῦ δεῖνος; ποῦ δὲ αἱ εὐπραγίαι; Ἵν᾽ οὖν μὴ τοιαῦτα ἁμαρτάνητε, τὸν περὶ τούτων διευκρινήσωμεν λόγον. Εἰ γὰρ ἄνθρωπος νοῦν ἔχων, οὔτε μισάγαθος, οὔτε φιλοπόνηρος γένοιτ᾽ ἂν, πῶς σὺ τολμᾷς τοιαῦτα λέγειν περὶ Κυρίου, ὅτι τοὺς ἐν πενίᾳ, κἂν ἐν ἀρετῇ ὦσι, μισεῖ ὁ Θεὸς, τοὺς δὲ ἐν πλούτῳ, κἂν ἐν κακίᾳ, φιλεῖ, βλάσφημον στόμα ἀνοιγνὺς, καὶ οὐκ ἐννοῶν τῆς ἀτοπίας τὸ μέγεθος;
Ἵν᾽ οὖν μὴ τοιαῦτα ἁμαρτάνῃς, μάθε τί φιλεῖ ὁ Θεὸς καὶ μισεῖ. Τίνα τοίνυν φιλεῖ; Τὸν τὰς ἐντολὰς αὐτοῦ τηροῦντα. Τοῦτον γὰρ ἀγαπήσω, φησὶ, καὶ ἐλεύσομαι πρὸς αὐτόν· οὐ τὸν πλουτοῦντα, οὐ τὸν ὑγιαίνοντα, ἀλλὰ τὸν ὑπακούοντα τοῖς ἐμοῖς προστάγμασι. Τίνα δὲ μισεῖ καὶ ἀποστρέφεται;
Τὸν μὴ ποιοῦντα τὰς ἐντολὰς αὐτοῦ. Ὅταν τοίνυν ἴδῃς τινὰ τὰς ἐντολὰς αὐτοῦ μὴ ποιοῦντα, κἂν ὑγιαίνῃ, κἂν πλούτῳ περιῤῥέηται, ἐν τοῖς μισουμένοις αὐτὸν τίθει· τὸν δὲ ἐνάρετον, κἂν νοσοῦντα ἴδῃς, κἂν πενόμενον, ἐν τοῖς φιλουμένοις ἀρίθμει.
Οὐ γὰρ ἐν τούτοις τὰ τῆς φιλίας, ἀλλ᾽ ἐν ἐκείνοις. Ἢ οὐχ ὁρᾷς καὶ ἐπὶ τῶν βιωτικῶν, τοὺς τῶν βασιλέων φίλους, μάλιστα τούτους προκινδυνεύοντας ἐν πολέμοις, καὶ τραύματα ἔχοντας, καὶ ἀποδημίαν στελλομένους; Οὐκ ἤκουσας, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται;
Ἀλλὰ πολλοὶ σκανδαλίζονται, φησὶ, ταῦτα ὁρῶντες. Οὐ δι᾽ αὐτοὺς, ἀλλὰ διὰ τὴν οἰκείαν ἄνοιαν. Οὐ γὰρ ἐνταῦθα ἡ ἀντίδοσις ἡμῖν τῶν πόνων· ἀλλὰ τὰ μὲν ἐνταῦθα σκάμματα· τὰ δὲ μετὰ ταῦτα ἔπαθλα καὶ στέφανοι. Μὴ ζήτει τοίνυν ἐν καιρῷ τῶν παλαισμάτων καὶ ἐν ἡμέρᾳ παγκρατίου τὴν ἄνεσιν καὶ τὴν ἄδειαν· μηδὲ σύγχεε τοὺς καιρούς. Ἀλλ᾽ ἀσθενέστεροι πολλοὶ, φησὶν, εἰσίν. Ἀλλὰ καὶ τούτων προενόησεν ὁ Θεός· καὶ εἴασε πολλοὺς καὶ τῶν δικαίων ἐν εὐπραγίᾳ καὶ ἐνταῦθα, οὐ δι᾽ ἐκείνους, ἀλλὰ διὰ τοὺς ἀσθενεστέρους. Ὥστε εἰ καὶ σκανδαλίζουσί σε οἱ ἐν θλίψει, οἰκοδομείτωσάν σε οἱ ἐν ἀνέσει· καὶ εἰ ὑποσκελίζουσί σε οἱ ἐν εὐπραγίᾳ τῶν πονηρῶν, ἀνορθούτωσάν σε οἱ ἐν κολάσει καὶ τιμωρίᾳ. Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος, Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε;
Τί τοίνυν ζητεῖς ἄνεσιν, ἐκείνου ταῦτα εἰπόντος; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος, Ὁ κόσμος χαρήσεται, ὑμεῖς ἀεὶ λυπηθήσεσθε; Ὥστε εἰκὸς ἦν σκανδαλίζεσθαι τοὺς ἀνοητοτέρους, εἰ τὰ ἐναντία ἐγένετο ὧν εἶπεν· εἰ δὲ κατὰ ἀκολουθίαν πάντα προβαίνει, τίνος ἕνεκεν σκανδαλίζῃ; Καὶ τίνος ἕνεκεν, φησὶν, οὕτω διετύπωσεν ὁ Θεός; Μὴ ἐξέταζε, μηδὲ πολυπραγμόνει.
Οὐδὲ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Τί με ἐποίησας οὕτω; Διὰ τοῦτο καὶ ὁ προφήτης ἐπετίμα τοῖς Ἰουδαίοις, ὅτι μυρίων γέμοντες κακῶν, τοῦ Θεοῦ τὰς ὁδοὺς περιεργάζοντο, λέγων· Γνῶναι τὰς ὁδούς μου ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκὼς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς· ὅμοιον ποιοῦντες, ὥσπερ ἂν εἴ τις οἰκέτης προσκεκρουκὼς, καὶ μυρίων ὑπεύθυνος ὢν ἐγκλημάτων, παρεὶς τὸ λῦσαι τὴν ὀργὴν τοῦ δεσπότου, εὐθύνας αὐτὸν ἀπαιτοίη, τί δήποτε τοῦτο πεποίηκε. Μὴ δὴ ταῦτα ζήτει, ἀφεὶς τὸ κλαίειν καὶ θρηνεῖν, καὶ τὰ οἰκεῖα ἀπονίπτεσθαι κακά. Ταῦτα λέγω, οὐχ ὡς ἀπορῶν τὸν λόγον εἰπεῖν, ἀλλὰ βουλόμενός σε ἀπὸ τῆς πολυπραγμοσύνης ταύτης εἰς τὴν περὶ οἰκείας σωτηρίας μέριμναν ἐμβαλεῖν. Τίνος οὖν ἕνεκεν οὕτως ἐπέταξε; Τοῦ γένους φειδόμενος τοῦ τῶν ἀνθρώπων.
Τὸν μὲν γὰρ πόνον ἐνταῦθα συνεκλήρωσεν, ἔνθα βραχὺς ὁ βίος· τοὺς δὲ στεφάνους εἰς τὸ μέλλον ἐταμιεύσατο, ἔνθα ἀγήρως καὶ ἀτελεύτητος ὁ αἰών. Καὶ ὁ μὲν πόνος οὗτος ταχέως παραλύεται καὶ παρατρέχει· ἐκεῖνα δὲ ἀθάνατα μένει, οὐδέποτε πέρας ἔχοντα.
Ἄλλως δὲ καὶ γυμνάζει τὰς ψυχὰς εἰς τὸ τῆς ἀρετῆς φίλτρον. Ὅταν μὲν γὰρ καὶ μετὰ πόνων αὐτὴν αἱρῆται, μηδέποτε ἔπαθλον λαμβάνουσα, μελετᾷ διακεῖσθαι πρὸς αὐτὴν μετὰ πολλῆς τῆς ἀκριβείας· ὅταν δὲ καὶ μεθ᾽ ἡδονῆς τὴν κακίαν φεύγῃ, μηδέποτε κόλασιν ὑπομένουσα, γυμνάζεται μισεῖν αὐτὴν καὶ ἀποστρέφεσθαι.
Ὥστε ἀπὸ τούτου καὶ ἕξιν λήψεται τῆς ἀπεχθείας τῆς πρὸς τὴν πονηρίαν, καὶ τῆς ἀγάπης τῆς πρὸς τὴν ἀρετήν. Ἔστι καὶ ἕτερος λόγος. Ποῖος δὲ οὗτος; Ὅτι μάλιστα πρὸς φιλοσοφίαν ἡ θλίψις ἀλείφει, καὶ ἰσχυροτέρους ποιεῖ. Καὶ μετὰ τούτου πάλιν ἄλλος. Ποῖος δὲ οὗτος; Βούλεται παιδεῦσαι τῶν παρόντων ὑπερορᾷν, καὶ μὴ προσηλῶσθαι, μηδὲ συνδεδέσθαι αὐτοῖς. Διὰ δὴ τοῦτο καὶ θλίψιν συνεκλήρωσε καὶ πόνον, καὶ τὰ χρηστὰ αὐτὰ καὶ φαιδρὰ εὐκατάλυτα πεποίηκε. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον. Τί ἐστι, Συντελεσθήτω; Ἐπάγαγε, φησὶ, τιμωρίαν, καὶ στήσεις αὐτοὺς τῆς κακίας. Καθάπερ γὰρ αἱ σηπεδόνες πικροῖς εἴκουσι φαρμάκοις, καὶ καύσεσι καὶ τομαῖς· οὕτω καὶ ἡ πονηρία ὑπὸ τιμωρίας κωλύεται.
θʹ. Ταῦτ᾽ οὖν εἰδότας, οὐ τοὺς τιμωρουμένους, οὐδὲ τοὺς κολαζομένους δακρύειν χρὴ, ἀλλὰ τοὺς ἁμαρτάνοντας ἀτιμωρητί. Πρῶτον μὲν γὰρ κακὸν, τὸ ἁμαρτάνειν· δεύτερον δὲ, τὸ ἁμαρτάνοντας μηδεμιᾶς τυγχάνειν θεραπείας. Μᾶλλον δὲ καὶ τοῦτο πρῶτον εἴποι τις ἂν δικαίως, καὶ πολλῷ χαλεπώτατον. Ὥσπερ γὰρ οὐ τὸ νοσεῖν χαλεπὸν, ἀλλὰ τὸν νοσοῦντα μὴ θεραπεύεσθαι· οὐδὲ τὸν ἔχοντα σηπεδόνα θρηνοῦμεν ἁπλῶς, ἀλλὰ τὸν ἔχοντα καὶ εἰκῆ κείμενον, καὶ μὴ τυγχάνοντα ἰατρικῶν χειρῶν· τὸν δὲ τεμνόμενον καὶ καιόμενον, τοῦτον φαίημεν ἂν πρὸς ὑγίειαν ὁδεύειν, οὐ τὴν ἀπὸ τῆς τομῆς ὀδύνην βλέποντες, ἀλλὰ τὴν ἀπὸ τῆς τομῆς ὑγίειαν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς διακεῖσθαι χρὴ, οὐχὶ τοὺς κολαζομένους (καὶ γὰρ πρὸς ὑγίειαν ἕλκονται), ἀλλὰ τοὺς ἁμαρτάνοντας ἀτιμωρητὶ θρηνεῖν καὶ πενθεῖν. Καὶ εἰ αἱ τιμωρίαι τῆς πονηρίας εἰσὶ κωλυτικαὶ, φησὶ, τίνος ἕνεκεν οὐ καθ᾽ ἑκάστην ἡμέραν διδόαμεν δίκην τῶν ἡμαρτημένων; Ὅτι εἰ τοῦτο ἐγεγόνει, προανηρπάσθη ἂν τὸ γένος τῶν ἀνθρώπων, καὶ ὁ τῆς μετανοίας καιρὸς ἀνῄρητο. Σκόπει γοῦν ἐπὶ τοῦ Παύλου. Εἰ γὰρ ἐκεῖνος ἔδωκε δίκην τῆς διώξεως, καὶ ἀνῃρέθη, πῶς ἂν ἔσχε καιρὸν μετανοῆσαι, καὶ μετὰ τὴν μετάνοιαν τὰ μυρία ἐργάσασθαι ἀγαθὰ, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν χειραγωγῆσαι;
Οὐχ ὁρᾷς καὶ τοὺς ἰατροὺς, ὅταν τις πολλὰ περικέηται τραύματα, οὐ τοσαύτην ἐπάγοντας θεραπείαν, ὅσην ἀπαιτεῖ τῶν τραυμάτων ἡ φύσις, ἀλλ᾽ ὅσην φέρει τῆς δυνάμεως ἡ ὑπόστασις, ἵνα μὴ, τὰ τραύματα θεραπεύσαντες, τὸν κάμνοντα ἀπενέγκωσι; Διὰ δὴ τοῦτο ὁ Θεὸς οὔτε πάντας ὁμοῦ κολάζει, οὔτε πάντας κατ᾽ ἀξίαν, ἀλλ᾽ ἠρέμα, καὶ ἐνδιδούς· καὶ πολλάκις ἕνα τιμωρούμενος, δι᾽ ἐκείνου πολλοὺς ἐσωφρόνισε. Τοῦτο καὶ ἐπὶ τοῦ σώματος γίνεται πολλάκις· ἑνὸς ἐκκοπὴ μέλους ἑτέροις πλείοσιν ὑγείαν παρέσχεν. Ὅρα δὲ τοῦ δικαίου τὴν φιλόστοργον ψυχὴν, πῶς πανταχοῦ τὸ κοινῇ συμφέρον ζητεῖ, καὶ τῆς κακίας τὴν ἀναίρεσιν, οὐχ ἵνα αὐτὸς δίκην λάβῃ παρὰ τῶν ἐχθρῶν, ἀλλ᾽ ἵνα οἱ ἐχθροὶ παύσωνται τῆς πονηρίας. Τοῦτο τοίνυν πανταχοῦ σκοπῶμεν, ὅπως σταίη τὰ τῆς κακίας, καὶ θρηνῶμεν τοὺς ἐν ταύτῃ ὄντας, κἂν σηρικὰ ὦσι περικείμενοι ἱμάτια· καὶ μακαρίζωμεν τοὺς ἐν ἀρετῇ, κἂν πενίᾳ ἐσχάτῃ παλαίωσιν, ἀπὸ τῶν ἔξωθεν εἰς τὴν διάνοιαν ἑκατέρων εἰσιόντες. Τότε γὰρ ὀψόμεθα τοῦ μὲν τὸν πλοῦτον, τοῦ δὲ τὴν πενίαν. Τί γὰρ, εἰ λαμπρὰν στολὴν ἔξωθεν περιβέβληται; τί τῶν ἐργαστηρίων διενήνοχε, καὶ τῶν ξύλων τῶν ἀνεχόντων αὐτά; τί τῶν λαμβανόντων αὐτὰ πωλεῖν οὗτος εὐπορώτερος;
Ἀλλ᾽ οὐχ ὁ τοῦ δικαίου πλοῦτος τοιοῦτος, ἀλλὰ μόνιμος καὶ πεπηγώς. Εἰ δὲ οὐκ αἰσθάνονται οἱ πλουτοῦντες ἐν πενίᾳ ὄντες, οὐδὲν θαυμαστόν. Οὐδὲ οἱ φρενίτιδι κατεχόμενοι αἴσθησιν τῆς νόσου λαμβάνουσι, καὶ διὰ τοῦτο μάλιστά εἰσιν ἐλεεινοὶ, οὐ μακαρισταί. Εἰ γὰρ ᾔσθοντο, κἂν πρὸς τὸν ἰατρὸν ἔτρεχον· νῦν δὲ τῆς κακίας τοῦτο τὸ χαλεπώτατον, ὅτι ἐν αὐτῇ ὄντες, οὐδ᾽ ὅτι εἰσὶν ἐν αὐτῇ συνορῶσι.
Μὴ δὴ τοῦτο ἴδῃς, ὅτι χαίρει πλουτῶν ὁ πλούσιος· ἀλλὰ δι᾽ αὐτὸ τοῦτο μάλιστα αὐτὸν δάκρυσον, ὅτι οὐδὲ αἰσθάνεται, ἐν ὅσῳ κεῖται κακῷ. Οὐ γὰρ ἀνθρώπινον τὸ ἐπὶ τούτοις ἀγάλλεσθαι, ἀλλ᾽ ἀλογίας ἐσχάτης. Καὶ κατευθυνεῖς δίκαιον. Τί ἐστι τοῦτο;
Τῶν γὰρ πονηρῶν κολασθέντων, φησὶ, προσεκτικώτεροι οἱ δίκαιοι γίνονται. Ὥστε δύο ἐντεῦθεν τὰ ἀγαθά· ἐκεῖνοί τε γὰρ τῆς πονηρίας ἀφίστανται, καὶ οὗτοι τῇ ἀρετῇ μᾶλλον προσέρχονται. Ὥσπερ γὰρ ὑγιαίνων ἄνθρωπος ἰδών τινα καιόμενον, ἢ τεμνόμενον, προσεκτικώτερος περὶ τὴν ὑγείαν γίνεται· οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ γὰρ πολλοὶ τῶν τότε ἐσκανδαλίζοντο, καὶ τῶν δοκούντων ἑαυτοῖς προσέχειν, ἐπὶ τῇ τῶν πονηρῶν εὐημερίᾳ ἀτελέστερον ἔτι διακείμενοι.
Διὸ καὶ οὗτος ἀλλαχοῦ ἔλεγε· Παρ᾽ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις. Ἄλλος δὲ πάλιν· Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; Καὶ ὁ Ἰὼβ δὲ πολλὰ τοιαῦτα ἐζήτει. Ἀλλὰ τότε μὲν ἀτελέστερον διακείμενοι, ταῦτα ἔφασκον οἱ φάσκοντες, καὶ ἐζήτουν οἱ ζητοῦντες· νῦν δὲ οὐδεμιᾶς συγγνώμης ἄξιος ὁ τούτοις θορυβούμενος, ὁ τοσαῦτα φιλοσοφεῖν μαθὼν, καὶ περὶ τῶν μελλόντων τοιαῦτα δόγματα δεξάμενος, καὶ τὸν περὶ γεέννης καὶ τὸν περὶ βασιλείας σαφέστερον διδαχθεὶς λόγον, καὶ ὅτι τὰ κατ᾽ ἀξίαν ἕκαστος ἐκεῖ ἀπολήψεται. Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεὸς δίκαιος. Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.
Ἄλλος, Ὁ ἐταστὴς καρδιῶν καὶ νεφρῶν ὁ Θεὸς δίκαιος, ὁ ὑπερασπιστής μου. Καὶ ἕτερος, Ὁ Θεὸς δίκαιος. Οἱ Ἑβδομήκοντα δὲ οὕτως εἶπον, Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Εἶπεν ὅτι κρινεῖ τὴν οἰκουμένην, λέγει λοιπὸν καὶ πῶς κρινεῖ. Εἶπεν ὅτι οὐ μαρτύρων δεόμενος, οὐκ ἐλέγχων, οὐκ ἀποδείξεων, οὐ γραμματείων, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός· αὐτὸς γάρ ἐστιν ὁ τὰ ἀπόῤῥητα ἐπιστάμενος. Μὴ τοίνυν λεγέτω τις τῶν ἀνοήτων· Καὶ πῶς κρινεῖ τὸν κόσμον τοσοῦτον ὄντα; Ὁ γὰρ ποιήσας οὐκ ὄντα, καὶ γενόμενον κρινεῖ. Νεφροὺς δὲ ἐνταῦθα τὰ ἀπόῤῥητα τῆς διανοίας λέγει, τὰ ἐνδότατα, τὰ βαθύτατα, ἀπὸ τῆς θέσεως τοῦ μορίου αἰνιξάμενος.
ιʹ. Τί ἐστιν, Ἐτάζων; Ὅπερ ὁ ἄλλος εἶπε, Δοκιμάζων. Εἰ δὲ καὶ ἀνθρώπιναι αἱ λέξεις, ἀλλὰ θεοπρεπῆ τὰ νοήματα. Ὥσπερ γὰρ ὁ Παῦλος λέγων, Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, τὸ ἐρευνᾷν, ἀντὶ τοῦ σαφῶς εἰδέναι, τίθησιν· οὕτω καὶ οὗτος, τὸ Ἐτάζων, ἀντὶ τοῦ ἀκριβῶς ἐπίστασθαι. Καὶ τὸ βασανίσαι δὲ τὸ γυμνῶσαί ἐστιν, ὅπερ ἀκριβοῦς ἐστιν ἐπιστήμης καὶ γνώσεως· ὡς καὶ Παῦλός φησι· Πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.
Δικαία ἡ βοήθειά μου. Ἄλλος, Δίκαιος ὁ ὑπερασπιστής μου. Τί ἐστι, Δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ; Δικαίως ἂν γένοιτό μοι, φησὶ, παρὰ τοῦ Θεοῦ· οὐδὲν γὰρ ἄδικον αἰτῶ. Ὥστε εἰ μέλλοιμεν ἀπολαύειν συμμαχίας τῆς ἄνωθεν, τοιαῦτα αἰτεῖν δεῖ, ἃ καὶ τὸν τοῦ δικαίου λόγον ἔχει· ἵνα τῇ φύσει τῆς αἰτήσεως τὴν ῥοπὴν ἐπισπασώμεθα Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.
Τοῦτο ἔργον αὐτῷ, τοῦτο ἔθος αὐτῷ. Ἐπειδὴ τοίνυν καὶ ἐγὼ οὐκ ἦρξα χειρῶν ἀδίκων, οὐδὲ ἀμύνασθαι ἐπιθυμῶ, διὰ τοῦτο δικαία ἂν γένοιτο ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Ταῦτα οὖν εἰδότες, μηδὲν τοιοῦτον αἰτῶμεν, ὃ κωλύει τὴν δόσιν. Ὅταν γὰρ κατὰ ἐχθρῶν αἰτῇς, οὐκ ἔστι δικαία ἡ βοήθειά σου· ἐναντία γάρ ἐστι τῷ νόμῳ τοῦ παρέχοντος· κἂν πλοῦτον αἰτῇς, κἂν κάλλος αἰτῇς, κἂν ὁτιοῦν τοιοῦτον αἰτῇς βιωτικὸν, παραῤῥέον, καὶ ἐναντίον τῇ τῆς ψυχῆς φιλοσοφίᾳ.
Αἰτῶμεν τοίνυν ὥστε καὶ ἐπιτυχεῖν. Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ᾽ ἑκάστην ἡμέραν. Ἄλλος φησὶν, Ἐμβριμώμενος κατὰ πᾶσαν ἡμέραν. Ὁ δὲ Ἑβραῖος, Κατὰ πᾶσαν ζωήν. Καὶ ἄλλος, Ἀπειλούμενος, ἐμβριμώμενος, οὐ κολάζων. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ δίκαιος, πάντως βουλήσεται τοὺς ἀδίκους κολάσαι· εἰ ἰσχυρὸς, πάντως δυνήσεται. Καὶ ποῦ, φησὶ, τὰ τῆς φιλανθρωπίας, εἰ κατὰ τὸ δίκαιον κρινεῖ;
Πρῶτον μὲν, ἐν τῷ μὴ κατὰ πόδας ἐπάγειν τὴν δίκην, μᾶλλον δὲ πρὸ τούτου, ἐν τῷ πάντα ἀφεῖναι τὰ ἁμαρτήματα διὰ λουτροῦ παλιγγενεσίας· δεύτερον δὲ ἐν τῷ καὶ μετάνοιαν δοῦναι. Ἂν γὰρ ἐννοήσῃς, ὅτι καθ᾽ ἑκάστην ἁμαρτάνομεν ἡμέραν, τότε μάλιστα ὄψει αὐτοῦ τὸ ἄφατον μέγεθος τῆς φιλανθρωπίας. Ὃ δὴ καὶ ἐμφαίνων ἐπήγαγε, λέγων· Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος. Ἀπορεῖς, ἐπεὶ καὶ δύναται καὶ βούλεται, τίνος ἕνεκεν οὐ κολάζει;
Μάνθανε, φησὶν, ὅτι μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ᾽ ἑκάστην ἡμέραν. Ἵνα γὰρ μή τις τῶν ἀνοήτων νομίσῃ, ὅτι δι᾽ ἀσθένειαν οὐκ ἐπεξέρχεται, δείκνυσι τῆς μελλήσεως τὴν αἰτίαν· ὅτι μεγάλα καὶ ἡ μακροθυμία μέτρα ἔχει. Ἐπειδὴ γὰρ διὰ τοῦτο μακροθυμεῖ, εἰς μετάνοιάν σε ἄγων, ὅταν ἀπὸ τοῦ φαρμάκου τούτου μηδὲν κερδάνῃς, καὶ ἐπεξέρχεται.
Ἄρα καθ᾽ ἑκάστην ἡμέραν τοῦ κολάζεσθαί ἐσμεν ἄξιοι. Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, ὡς μέγα τι τέθεικε τὸ, Μὴ ὀργὴν ἐπάγων καθ᾽ ἑκάστην ἡμέραν. Ἀλλ᾽ ὡς τῶν πραγμάτων μὲν τοῦτο ἀπαιτούντων, τῆς δὲ τοῦ Θεοῦ φιλανθρωπίας ἐπεχούσης τὴν ἀξίαν κόλασιν, τοῦτό φησιν. Εἶδες καὶ ἐνταῦθα πῶς τὸ ἀνεπαχθὲς τοῦ Θεοῦ δείκνυσι, καὶ τὴν κόλασιν ὀργὴν λέγει; Οὐδεὶς γὰρ ὀργὴν ἐπάγει ἄλλῳ, ἀλλὰ τὴν μὲν ὀργὴν αὐτὸς ἔχει, τὴν δὲ κόλασιν ἐπάγει ἑτέρῳ. Οὐδὲν οὖν ἄλλο, ἢ τὴν κόλασιν δηλοῖ τῷ εἰπεῖν, Καὶ μὴ ὀργὴν ἐπάγων καθ᾽ ἑκάστην ἡμέραν. Καὶ πῶς φησι, Καθ᾽ ἑκάστην ἡμέραν; Εἰσελθέτω ἕκαστος εἰς τὸ ἑαυτοῦ συνειδὸς, καὶ τότε ὄψεται. Ἵνα γὰρ παρῶ τὰ ἀπόῤῥητα ἑκάστου ἁμαρτήματα, ταῦτα δὴ τὰ κοινὰ τίς διαφεύξεται; Ποῖα δὴ ταῦτα; Ποία ἐστὶν ἡμέρα, ᾗ μὴ ῥᾳθύμως εὐχόμεθα καὶ μετὰ πολλῆς ὀλιγωρίας; Ὅτι δὲ τοῦτο ὀργῆς ἄξιον, δῆλον ἐντεῦθεν.
Εἰπὲ γάρ μοι· εἰ δικαστῇ χασμώμενος προσῆλθες, καὶ διηλέγχθης, οὐκ ἄν σε εὐθέως δίκην ἀπῄτησε, καὶ εἰς τὴν ὑπερορίαν μετέστησε; Ναὶ, φησίν· ἄνθρωπος γάρ ἐστι. Καὶ τί τοῦτο; Ἄνθρωπος μὲν γὰρ ὑβρισθεὶς, οὐκ ἂν εἴη δίκαιος ἀγανακτεῖν· παρὰ γὰρ τοῦ ὁμοτίμου ὑβρίσθη· ὁ δὲ Θεὸς ὑβριζόμενος. δικαίως ἂν ἐπαγάγοι τὴν δίκην. Μείζων γὰρ αὕτη ἡ ἁμαρτία τῆς εἰς ἄνθρωπον. Καὶ ὁ μὲν ἄνθρωπος τὸ ἑαυτοῦ ζητῶν τοῦτο ποιεῖ· ὁ δὲ Θεὸς τὸ σόν. Ὥστε κατὰ τοῦτο, ἄξιον τοῦτο μᾶλλον ἀγανακτήσεως. Οὐ γάρ ἐστιν ἴσον καταφρονεῖν τῶν τὰ ἑαυτῶν ζητούντων, καὶ τοῦ τὰ σά. Τοῦτο γὰρ μείζονος ὀργῆς ἄξιον, ὅταν μηδὲ αἰτεῖν μέλλων τὰ σοὶ συμφέροντα, νήφῃς, Τίς δέ ἐστιν, ὃς οὐχ ὕβρισε τὸν ἀδελφὸν εἰκῆ; Μὴ γάρ μοι εἴπῃς, ὅτι οἰκέτην ὕβρισεν· Ἐν γὰρ Χριστῷ οὐκ ἄρσεν, οὐ θῆλυ, οὐ δοῦλος, οὐκ ἐλεύθερός ἐστι.
Τίς πάλιν ὃς οὐ κατηγόρησεν, οὐδὲ ἐψεύσατο; ὃς οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς γυναῖκα; ὃς οὐκ ἐβάσκηνεν; ὃς οὐκ ἐκενοδόξησεν; ὃς οὐκ ἐφθέγξατο ῥῆμα ἀργόν; Πάντα δὲ ταῦτα ὑπὸ κόλασιν κεῖται. Καὶ εἰ μὲν περὶ τὰ βιωτικὰ μὴ ὄντες σπουδαῖοι, μηδὲ ἐν τοῖς πνευματικοῖς ἦμεν, συγγνώμης ἂν ἦμεν ἄξιοι· νῦν δὲ καὶ ταύτης ἀπεστερήμεθα τῆς ἀπολογίας. Καὶ γὰρ ἐν ἐκείνοις μὲν ἐγρηγορότες ἐσμὲν, ἐν τούτοις δὲ ἀναπεπτωκότες.
Ὥστε δὲ μὴ ἀκούοντας, ὅτι μακρόθυμος, ῥᾳθυμοτέρους γενέσθαι, ἐπήγαγεν· Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Ἕτερος δέ φησι, Τὴν μάχαιραν αὐτοῦ ἀκονήσει. Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. Ἄλλος φησὶν, Ἐκτενεῖ.
Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Ἄλλος φησὶν, Εἰς τὸ καίειν. ιαʹ. Τί ἐνταῦθα ἐροῦσιν οἱ ἀνθρωπόμορφον τὸν Θεὸν λέγοντες, ἐκ τοῦ λέγεσθαι χεῖρας καὶ πόδας καὶ ὀφθαλμοὺς ἔχειν; Ἆρα τόξα ἄνω, καὶ βέλη, καὶ ἀκόνη, καὶ μάχαιρα, καὶ φαρέτρα; Καὶ μὴν ἄλλος φησίν· Ἐν τῷ ἐπιβλέψαι σε, ταραχθήσονται ἐπὶ σοῦ ὄρη. Καὶ αὐτὸς οὗτος· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Εἰ δὲ ὁρῶν μόνον τὴν γῆν, καὶ λίθων τήκει φύσιν, πολλῷ μᾶλλον ἐπ᾽ ἀνθρώπων τοῦτο δυνήσεται. Τίνος οὖν ἕνεκεν ἀπὸ τοῦ μόνον ἰδεῖν καταστρέψαι δυνάμενος τὴν οἰκουμένην, μᾶλλον δὲ ἀπὸ τοῦ ἐθελῆσαι μόνον (ὁ γὰρ θελήματι μόνον ποιήσας αὐτὴν, εὔδηλον ὅτι καὶ θελήματι μόνῳ ἀνελεῖν δύναται), λέγεται ῥομφαίαν ἔχειν καὶ τόξον; Εἰ γὰρ Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, Καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ὡς ἀκρίδες· καὶ Πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ λογισθήσεται· καὶ ὁ ἄγγελος δὲ αὐτοῦ ἐξελθὼν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνεῖλε· τί λέγω ἄγγελος; μυῖαι καὶ κάμπαι καὶ σκώληκες τὸ τῶν Αἰγυπτίων στρατόπεδον ἀπώλεσαν· ποῦ τόξου αὐτόθι χρεία; ποῦ δὲ μαχαίρας;
Τίνος οὖν ἕνεκεν ταῦτα εἴρηται; Διὰ τὴν τῶν ἀκουόντων παχύτητα, καὶ ὥστε τοῖς ὀνόμασι τοῖς συντρόφοις τῶν ὅπλων κατασεῖσαι αὐτῶν τὴν διάνοιαν. Οὗ γὰρ ἐν τῇ χειρὶ ἡ πνοὴ πάντων ἡμῶν, καὶ οὗ κατὰ πρόσωπον ψύχους αὐτοῦ οὐδαμῶς τις ὑποστήσεται, πῶς ὅπλων δεῖ τούτῳ; Ἀλλ᾽ ὅπερ ἔφθην εἰπὼν, διὰ τὴν παχύτητα καὶ τὴν ἀναισθησίαν τῶν ἀκουόντων οὕτω ταῦτα εἴρηται. Τί δέ ἐστι, Καὶ στιλβώσει; Ἀκονήσει. Ἆρα οὖν καὶ ἀκόνης χρεία; καὶ ἰὸς περὶ τὴν μάχαιραν; Καὶ τίς ἂν ταῦτα, νοῦν ἔχων, ἀνέξεται οὕτως ἐκλαβεῖν ὡς εἴρηται; Ἀλλ᾽ ὅπερ ἔφθην εἰπὼν, τὴν τιμωρίαν διὰ πάντων σχηματίζει, καὶ ἐπὶ τὰ παχύτερα πρόεισιν, ὥστε καὶ τοὺς σφόδρα ἀνοήτους συνιδεῖν, ὅτι οὐ δεῖ ταῖς λέξεσι παρακαθῆσθαι, ἀλλὰ θεοπρεπεῖς ἐννοίας ἐκ τούτων λαμβάνειν.
Ὥστε εἴ τις ἀπορεῖ τίνος ἕνεκεν θυμὸς εἴρηται περὶ Θεοῦ καὶ ὀργὴ, πολλῷ μᾶλλον τούτων ἕνεκεν ἀπορήσει. Εἰ δὲ ταῦτα οὐχ ὡς εἴρηται ἐκληπτέον, ἀλλὰ θεοπρεπῶς, εὔδηλον ὅτι καὶ τὰ περὶ θυμοῦ καὶ ὀργῆς· ἡ δὲ παχύτης τῶν λέξεων, ὥστε καθικέσθαι τῆς τῶν ἀκροατῶν παχύτητος. Διά τοι τοῦτο οὐδὲ τοῖς εἰρημένοις ἠρκέσθη, ἀλλ᾽ ἔτι πρόεισιν ἐπὶ τὸ ἀνθρωπινώτερον, τὸν φόβον αὔξων. Οὐ γὰρ ῥομφαίαν αὐτὸν ἔχοντα εἰσάγει μόνον, ἀλλὰ καὶ ὁπλιζόμενον. Ἐπειδὴ γὰρ οὐχ ὁμοίως τις φοβεῖται ἀκούων, ὅτι ἀκονᾶται ἡ μάχαιρα, καὶ ὅτι τὸ τόξον μετὰ χεῖρας, ἀπὸ τῶν ἀνθρωπίνων σχημάτων κατασείει τὴν διάνοιαν τῶν ἀκουόντων, λέγων· Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό· φοβῶν τὸν ἀκούοντα, ὁμοῦ καὶ τὴν μακροθυμίαν καὶ τὴν ὀργὴν ἐνδεικνύμενος. Οὐ γὰρ εἶπεν, ἀφῆκεν, οὐδὲ, ἔλαβεν, ἀλλ᾽, Ἐνέτεινε καὶ ἡτοίμασε· τουτέστιν, Ἕτοιμός ἐστι πρὸς τὴν ἄφεσιν. Καὶ τί θαυμάζεις, εἰ ἐν τῇ Παλαιᾷ οὕτως εἴρηται, ὅπουγε καὶ ἐν τῇ Καινῇ Ἰουδαίοις διαλεγόμενος ὁ Ἰωάννης τοιοῦτόν τι λέγει; Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Τί οὖν; δρυτόμον ὁ Θεὸς μιμεῖται ἀξίνῃ κόπτοντα ξύλα; καὶ ἀξίνην ἐκληπτέον καὶ ξύλα; Ἄπαγε· ὥσπερ οὐδὲ ἄχυρα καὶ σῖτον, ὅταν λέγῃ· Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
Τίς οὖν ἐστιν ἡ ἀξίνη; Ἡ τιμωρία καὶ ἡ κόλασις. Τίνα δὲ τὰ δένδρα; Οἱ ἄνθρωποι. Τίνα δὲ τὰ ἄχυρα; Οἱ φαῦλοι. Τίς ὁ σῖτος; Οἱ χρηστοί. Τί τὸ πτύον; Ἡ διάκρισις. Οὕτω καὶ ἐνταῦθα ῥομφαία, καὶ τόξον, καὶ βέλη, ἡ κόλασις καὶ ἡ τιμωρία ἐστίν. Εἶτα τὴν μέλλησιν, καὶ τὸ ἀφεστηκέναι μὲν τὴν τιμωρίαν, μὴ πολὺ δὲ ἀφεστηκέναι, ἀλλ᾽ ἐπὶ θύραις εἶναι, τῷ τεῖναι καὶ ἑτοιμάσαι παρέστησε. Σκεύη δὲ θανάτου τὰ βέλη φησίν. Ὥσπερ σκεύη γεωργίας, τὰ γεωργίαν ποιοῦντα· καὶ ναυτιλίας, τὰ πλεῖν ἡμᾶς παρασκευάζοντα· καὶ ὑφαντικῆς, τὰ ὑφαίνειν ποιοῦντα· οὕτω καὶ θανάτου σκεύη, τὰ θάνατον ἐργαζόμενα. Εἶτα ἑρμηνεύων τίνα ἐστὶ τὰ σκεύη τοῦ θανάτου ἐπάγει, Τὰ βέλη αὐτοῦ, δεικνὺς τὸ τάχος τῆς τιμωρίας, ὅταν βουληθῇ. Τί δέ ἐστι, Τοῖς καιομένοις; Τοῖς τιμωρουμένοις, τοῖς κολαζομένοις. Εἶτα οὐκ ἀρκεῖ τὸ πῦρ, ἀλλὰ βελῶν χρεία; Ὁρᾷς ὅτι πάντα μεταφορικῶς εἴρηται καὶ ἐμφαντικῶς, καὶ ὥστε διὰ πάντων αὐξηθῆναι τὸν φόβον; Ὃ γὰρ λέγει τοιοῦτόν ἐστι· Ἡτοίμασε τὰς τιμωρίας τοῖς μέλλουσι τιμωρεῖσθαι.
Ἀλλ᾽ εἰ μὴ οὕτως εἶπεν, οὐκ ἂν οὕτως ἔπληξε· νῦν δὲ βελῶν, καὶ ῥομφαίας, καὶ τόξου, καὶ ἀφέσεως, καὶ τάσεως, καὶ σκευῶν θανάτου καὶ ἐμπρησμοῦ μνημονεύσας, τῇ ποικιλίᾳ τῶν ὀνομάτων ἐπέτεινε τὴν ἀγωνίαν. Εἶτα παραμυθούμενος πάλιν τὸν φόβον, ἐπήγαγε, Τοῖς καιομένοις. Ἵνα γὰρ μὴ νομίσῃ τις τῶν ἀνοητοτέρων, ἐπὶ πάντας αὐτὸν ἄγειν τὴν χεῖρα, καὶ κατὰ πάντων ὡπλίσθαι, ἐπήγαγε, Τοῖς καιομένοις. Ὅπερ καὶ ὁ Παῦλος αἰνίττεται περὶ ἄρχοντος λέγων· Οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Εἰ δὲ ἐπὶ τῶν ἀρχόντων ἡ μάχαιρα τοῦτο ποιεῖ καὶ φοβεῖ, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ. Καὶ τοῦτο δὲ οὐ τῆς τυχούσης φιλανθρωπίας, τὸ διὰ τῶν ῥημάτων φοβεῖν καὶ ἐξογκοῦν τὴν τιμωρίαν, ὥστε μὴ γενέσθαι ἐν πείρᾳ τῶν πραγμάτων. Διὰ γὰρ τοῦτο ἐνέτεινε, διὰ τοῦτο ἡτοίμασε, διὰ τοῦτο ἐνέθηκε τὰ βέλη, διὰ τοῦτο πρὸς τὴν τιμωρίαν εὐτρεπίζεται, ἵνα μὴ ἔλθῃ πρὸς τὴν τιμωρίαν.
ιβʹ. Καὶ ἐξογκοῖ τὸν λόγον, τῷ μὲν Στιλβώσει τὴν σφοδρότητα καὶ τὴν ὀξύτητα τῆς τιμωρίας ἐμφαίνων· τῷ δὲ Ἐνέτεινε, τὴν ἐγγύτητα· τῷ δὲ Ἡτοίμασε, τὸ πάντως ἐσόμενον, εἰ μὴ μεταβάλοιντο· τῷ δὲ Τοῖς καιομένοις, τοὺς ὑπευθύνους ἐνδεικνύμενος, ἵνα διὰ πάντων παιδευθέντες, ἀναστείλωσι τὴν πονηρίαν. Εἰ δὲ θυμοῦ ταῦτα ἦν καὶ ὀργῆς, οὐκ ἂν, οἷς ἔμελλεν ἐπιθήσεσθαι, προεῖπεν. Ὁ γὰρ θυμὸς οὐκ ἀνέχεται τοῦτο· ἀλλὰ καὶ τοὐναντίον ποιεῖ, καὶ μάλιστα ὅταν ἐν αὐτῇ λοιπὸν ᾖ τῇ ἀκμῇ, καὶ τῇ κολάσει, καὶ τῇ κατασκευῇ τῆς τιμωρίας. Οἱ γοῦν πολέμιοι, καὶ βουλόμενοι τὴν τιμωρίαν ἐπαγαγεῖν, οὐ μόνον οὐ λέγουσιν, ἀλλὰ καὶ κρυπτόμενοι ἐπιτίθενται, ὥστε μὴ μαθόντας τοὺς κολάζεσθαι μέλλοντας φυλάξασθαι.
Ἀλλ᾽ οὐχ ὁ Θεὸς οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν· καὶ προλέγει, καὶ ἀναβάλλεται, καὶ φοβεῖ διὰ ῥημάτων, καὶ πάντα ποιεῖ, ὥστε μὴ ἐπαγαγεῖν ἅπερ ἀπειλεῖ. Τοῦτο καὶ ἐπὶ Νινευϊτῶν ἐποίησε. Καὶ γὰρ καὶ ἐκεῖ τόξον ἐνέτεινε, καὶ τὴν ῥομφαίαν ἐστίλβωσε, καὶ τὰ βέλη ἡτοίμασε, καὶ τὴν πληγὴν οὐκ ἐπήγαγεν. Ἢ οὐ δοκεῖ σοι τὰ ῥήματα τοῦ προφήτου τόξον εἶναι καὶ βέλος καὶ ῥομφαίαν ἠκονημένην, ὅταν λέγῃ· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῆ καταστραφήσεται;
Ἀλλ᾽ οὐκ ἀφῆκε τὸ βέλος· οὐδὲ γὰρ διὰ τοῦτο ηὐτρέπιστο ἵνα ἀφεθῇ, ἀλλ᾽ ἵνα ἐναποτεθῇ. Οἱ μὲν γὰρ στρατιῶται διὰ τοῦτο ὁπλίζονται, ἵνα κολάσωσιν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ᾽ ἵνα τῷ φόβῳ σωφρονεστέρους ποιήσας, ἀνάσχῃ τῆς τιμωρίας τὴν χεῖρα.
Μὴ τοίνυν θορυβώμεθα· φιλανθρωπίας γὰρ πολλῆς ὁ τῶν ῥημάτων φόβος, καὶ ὅσῳ ἂν ἀπορητότερα λέγῃ, τοσούτῳ ἀπὸ πολλῆς ἡμερότητος ταῦτα φθέγγεται. Ἐπεὶ καὶ πατέρες, ὅταν μὴ βούλωνται κολάζειν τοὺς παῖδας, διὰ τῶν ῥημάτων τὴν ὀργὴν αἴρουσιν· οὕτω καὶ αὐτὸς, ἐπεὶ μὴ βούλεται κολάζειν, ἐξογκοῖ διὰ τῶν ῥημάτων τὸν φόβον. Λέγει καὶ γέενναν ἑτοιμάσαι, ἵνα μὴ βάλῃ εἰς γέενναν· διά τοι τοῦτο καὶ πολλοὶ λόγοι περὶ τιμωρίας τοῖς Εὐαγγελίοις ἐναπόκεινται, καὶ πλείους, ἢ οἱ περὶ βασιλείας. Ἐπειδὴ γὰρ ἐπὶ τῶν ἀναισθητοτέρων οὐχ οὕτως ἡ τῶν ἀγαθῶν ἐπαγγελία, ὡς ὁ τῶν λυπηρῶν φόβος ἐφέλκεται πρὸς ἀρετὴν, καὶ ἀπάγει τῆς κακίας· διὰ δὴ τοῦτο τούτοις πλέον ἐμφιλοχωρεῖ, καὶ συνεχῶς αὐτὰ τίθησι.
Μὴ τοίνυν ἀλγῶμεν ἀκούοντες φορτικῶν ῥημάτων· πολὺ γὰρ κέρδος ἔχουσιν· ἀλλ᾽ ἐννοοῦντες αὐτοῦ καὶ τὴν μακροθυμίαν καὶ τὴν δικαιοκρισίαν, μήτε ἀπογινώσκωμεν τῆς σωτηρίας· μακρόθυμος γάρ ἐστι· μήτε ἀθυμῶμεν· δίκαιος γάρ ἐστιν· ἐνταῦθα μὲν πολλὴν τὴν μακροθυμίαν ἐνδεικνύμενος, ἐκεῖ δὲ τοὺς μὴ κερδάναντας ἐντεῦθεν τῇ πείρᾳ τῆς κολάσεως παραδιδούς· ὅπερ ἵνα μὴ γένηται, ἀποκρουσώμεθα ἐντεῦθεν ἤδη τὴν τιμωρίαν. Ἰδοὺ ὠδίνησεν ἀδικίαν. Ὁ δὲ Ἑβραῖος, ἀντὶ τοῦ Ὠδίνησεν, Ἰέβαλ, Συνέλαβε πόνον. Ἄλλος, Καὶ κυήσας.
Καὶ ἔτεκεν ἀνομίαν. Ἄλλος, Ψεῦδος. Δάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἄλλος, Εἰς διαφθορὰν ἣν εἰργάσατο. Εἶπεν ὅτι παρεσκεύασται πρὸς τιμωρίαν ὁ Θεός· εἶπεν ὅτι ἐπαφίησι τὰς κολάσεις. Ἐσωφρόνισε τούτῳ τὸν ἀκροατὴν, τὴν ἄνωθεν ὀργὴν ἐπικρεμάσας.
Παιδεύει λοιπὸν καὶ ἀπὸ τῶν πραγμάτων αὐτῶν, δεικνὺς, ὅτι καὶ πρὸ τῆς τιμωρίας αὐτὴ ἡ κακία κόλασις. Ὅπερ οὖν καὶ ὁ Παῦλος ἐνδεικνύμενος ἔλεγε· Καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης ἐν ἑαυτοῖς ἀπολαμβάνοντες· καὶ ἄγει εἰς μέσον τοὺς τὰ ἔσχατα παθόντας ὑπὸ τῆς κακίας Ἐπειδὴ γὰρ εἰώθασιν οἱ πολλοὶ τῶν παχυτέρων τότε μάλιστα σωφρονίζεσθαι, ὅταν τοὺς πεπονθότας ἴδωσι· διὰ τοῦτο καὶ αὐτοὺς εἰς μέσον ἄγει. Οὕτω καὶ ὁ Χριστὸς ποιεῖ, πολλὰ περὶ γεέννης διαλεχθεὶς καὶ τοὺς ἐκεῖ βαλλομένους εἰς μέσον ἄγει· οἷον, τὸν πλούσιον τὸν ἐπὶ Λαζάρου, τὰς παρθένους τὰς μωρὰς, τὸν τὸ τάλαντον τὸ ἓν κατακρύψαντα· καὶ ἐν τῷ παρόντι βίῳ, τοὺς ἐν τῷ πύργῳ καταχωσθέντας, καὶ ὧν τὸ αἷμα Πιλάτος ἀνέμιξε ταῖς θυσίαις. Οὕτω καὶ Πέτρος πολλὰ περὶ γεέννης διαλεχθεὶς, τότε μάλιστα αὐτοὺς ἔπληξεν, ὅτε τοὺς κολασθέντας εἰς μέσον ἤγαγε, καὶ πρὸ τῶν ὀφθαλμῶν τὴν τιμωρίαν ἔδειξε τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρας· ὅπερ οὖν καὶ Παῦλος ἐποίει ἐπὶ τοῦ μάγου. Καὶ ἑτέρῳ δὲ τρόπῳ κατασκευάζει τὸ τοιοῦτον, ὅτε τῶν ἐν τῇ ἐρήμῳ μέμνηται, λέγων οὕτως· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν, καὶ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πόμα πνευματικὸν ἔπιον· ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεὸς, ἀλλ᾽ ἀπώλοντο καὶ κατέπεσον.
Ἐπειδὴ γὰρ περὶ μελλόντων διελέγετο, γεέννης λέγω, καὶ κολάσεως, καὶ τιμωρίας, ἀπὸ τῶν παρελθόντων καὶ τὴν περὶ ἐκείνων ἀπόδειξιν φέρει, αὐτοὺς τοὺς κολασθέντας εἰς μέσον ἄγων, τοὺς ὑπὸ τῶν ὄφεων, τοὺς ὑπὸ τοῦ ὀλοθρευτοῦ.
Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ ὁ Δαυῒδ, εἴτε περὶ τοῦ Ἀχιτόφελ, εἴτε περὶ τοῦ Ἀβεσσαλὼμ λέγων. Τινὲς μὲν οὖν περὶ τοῦ Ἀχιτόφελ φασὶν εἰρῆσθαι. Οὐ γὰρ ἦν τοῦ αὐτοῦ λέγειν, Φείσασθέ μοι τοῦ παιδαρίου Ἀβεσσαλώμ· καὶ μετὰ τὸ πάθος, Τίς δῴη μοι θάνατον ἀντὶ σοῦ; καὶ ταῦτα νῦν λέγειν· ἀλλ᾽ ἐκεῖνα μὲν ὑπὸ τῆς φύσεως κατεχόμενος ἔλεγε· νῦν δὲ ὑπὸ τοῦ Πνεύματος ἔνθους γενόμενος. Πλὴν εἴτε περὶ τοῦ Ἀβεσσαλὼμ, εἴτε περὶ τοῦ Ἀχιτόφελ εἴρηται, σκοπητέον τὰ εἰρημένα· οὐ γὰρ πολύς μοι περὶ τῶν προσώπων ὁ λόγος.
ιγʹ. Τί οὖν ἐντεῦθεν μανθάνομεν; Δείκνυσιν, ὅτι ὁ ὀρύσσων βόθρον τῷ πλησίον, εἰς αὐτὸν ἐμπεσεῖται· καὶ καθάπερ αἱ ὠδίνουσαι γυναῖκες ὑπὸ τῶν ὠδίνων διακόπτονται, οὕτω καὶ ὁ δόλον ἐργαζόμενος, πρὶν ἢ τὸν πλησίον ἀδικῆσαι, αὐτὸς διακόπτεται καὶ ὀδυνᾶται, καὶ οὐχ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς τῆς δριμύτητος.
Διὸ καὶ τὸ πικρὸν τῆς ὀδύνης παραστῆσαι βουλόμενος, ὠδῖνα τὸ πρᾶγμα ἐκάλεσεν. Ὅπου γὰρ ἐὰν βούληται ἡ Γραφὴ ἀφόρητόν τινα ἡμῖν ὀδύνην ἐνδείξασθαι, τῷ ὀνόματι τῆς ὠδῖνος αὐτὴν ὑπογράφει. Διὸ καὶ ἀλλαχοῦ φησιν, Ὠδῖνες ἔλαθον κατοικοῦντας Φυλιστιεὶμ, τουτέστι, φόβος, τρόμος, πόνος, ὀδύνη. Καὶ πάλιν ὁ Παῦλος· Ὅταν δὲ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αὐτοῖς αἰφνίδιος ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ.
Ἐνταῦθα δύο αἰνίττεται, καὶ τὸ ἀφόρητον, καὶ τὸ ἀπροσδόκητον. Καὶ ὁ Ἐζεκίας· Ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν, τὸν ἀφόρητον αὐτοῦ φόβον καὶ πόνον διὰ τῆς ὠδῖνος ἐνδεικνύμενος.
Οὕτω δὴ καὶ ἐνταῦθα ὁ προφήτης. Κἂν γὰρ μυριάκις πονηρός τις ᾖ, τὸ κριτήριον τοῦ συνειδότος οὐ διαφθείρεται· φυσικὸν γάρ ἐστι, καὶ παρὰ τοῦ Θεοῦ ἡμῖν τὴν ἀρχὴν ἐντεθέν. Κἂν μυρία φιλονεικήσωμεν, ἐφέστηκεν ἐκεῖνο καταβοῶν, κολάζον, καταδικάζον, καὶ οὐδείς ἐστι τῶν ἐν κακίᾳ ζώντων, ὃς οὐ μυρίαν ὀδύνην ὑπομένει, καὶ βουλευόμενος τὰ κακὰ, καὶ εἰς ἔργον ἐκφέρων τὴν βουλήν. Τί γὰρ τοῦ Ἀχαὰβ πονηρότερον; Ἀλλ᾽ ὅμως ἐκεῖνος ἐπιθυμήσας τοῦ ἀμπελῶνος, ἐννόησον πόσην ὀδύνην ἔσχε.
Βασιλεὺς γοῦν ὢν καὶ πάντων κρατῶν, καὶ οὐδένα ἔχων ἀντιλέγοντα, ἐπειδὴ τοῦ συνειδότος τὴν ψῆφον οὐκ ἤνεγκεν, εἰσῆλθε σκυθρωπάζων, κάτω κύπτων, συγκεχυμένος, πολλὴν ἀχλὺν ἐπὶ τῆς ὄψεως φέρων, τῆς ἀπὸ τοῦ συνειδότος καταδίκης τὸν ἔλεγχον ἐπὶ τοῦ προσώπου κηρύττων, καὶ οὐ δυνάμενος συσκιάσαι τὴν ἀπὸ τῆς ἀθυμίας ἐγγενομένην αὐτῷ ὀδύνην.
Οὕτω γοῦν καὶ ἀπὸ τῆς γυναικὸς ἐγένετο κατάφωρος. Ὁ μέντοι προδότης, ὁ πρὸς τοσαύτην ἐξοκείλας πονηρίαν, ἐπειδὴ τὴν ὀδύνην οὐκ ἤνεγκε τὴν ἀπὸ τοῦ κριτηρίου τοῦ συνειδότος, καὶ βρόχον ἀνῆψε, καὶ οὕτω τὸν βίον κατέλυσεν. Ὥσπερ οὖν ὁ ἐν πονηρίᾳ τοσαῦτα πάσχει, οὕτως ὁ ἐν ἀρετῇ γαλήνης ἀπολαύει καὶ ἀταράχου διανοίας. Σκόπει δέ. Εἰ βουληθῇ τίς τινα ἀμύνασθαι, ἢ ἄρξαι χειρῶν ἀδίκων, ὅρα πόσα πάσχει δεινά. Πληροῦται θυμοῦ, διακόπτεται ὑπὸ ὀργῆς, μυρία κύματα κινεῖ λογισμῶν, ὁδοὺς ἔρχεται μυρίας, φόβος ἔπεισι καὶ ἀγωνία καὶ τρόμος, τοῦ θυμοῦ διακόπτοντος, τοῦ φόβου κατασείοντος, πῶς ἐπιτύχῃ, πῶς ἐπεξέλθῃ· καὶ πρὸ τοῦ μέλλοντος ἀδικεῖσθαι, ἑαυτὸν ἀπόλλυσιν. Ὁ δὲ ἐκβαλὼν τὴν ὀργὴν, ἁπάντων ἀπήλλακται τούτων· καὶ μάλα εἰκότως.
Τούτου γὰρ αὐτὸς κύριός ἐστι, καὶ τὸ πᾶν ἀπήρτισεν· ἐκείνου δὲ οὐκ ἔτι, ἀλλὰ καὶ καιροῦ χρεία, καὶ τόπου, καὶ δόλου, καὶ κακουργίας, καὶ ὅπλων, καὶ μηχανημάτων, καὶ προσκρουσμῶν, καὶ κολακείας, καὶ δουλείας, καὶ ὑποκρίσεως. Ὁρᾷς πῶς εὔκολον ἡ ἀρετὴ, δύσκολον δὲ ἡ κακία; πῶς τὸ μὲν ἀτάραχον, τὸ δὲ θορύβων γέμον;
Ταύτην τοίνυν ὑπογράφων ὁ Προφήτης ἔλεγεν· Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Ἐντεῦθεν δείκνυται, ὅτι οὐ κατὰ φύσιν ἡμῖν ἡ ἀδικία, ἀλλὰ καὶ ἀλλότριόν τι. Διὸ καὶ βαρύνει, καὶ ἕως ἂν ἀπαλλαγῶμεν, ὠδῖσι περιβάλλει.
Ἐπεὶ καὶ τὸ ἔμβρυον ἕως ἂν ἀπαρτίζηται, κατὰ φύσιν ἔγκειται τῇ γαστρί· διὰ τοῦτο καὶ μένει, καὶ πόνον οὐκ ἔχει. Μετὰ δὲ τὸ τελεσθῆναι, ἐὰν ἔνδον μένῃ, παρὰ φύσιν ἐστὶν ἡ διατριβή· ὅθεν καὶ ὠδῖνες γίγνονται. Διόπερ ἡ φύσις ἐνοχλουμένη βιάζεται ἐξωθήσασθαι, ἅτε ἐργασαμένη τὸ πᾶν καὶ ἀπαρτίσασα, καὶ οὐκ ἔτι δυναμένη φέρειν. Ἀλλ᾽ ἐκεῖ μὲν πρῶτον σύλληψις γίνεται, καὶ τότε ὠδίς· ἐνταῦθα δὲ πρῶτον ὠδίνησε, καὶ τότε συνέλαβε καὶ ἔτεκε. Τί οὖν οὖν ἐστιν εἰπεῖν; Ὅτι ἐκεῖ μὲν ἐν καιρῷ τοῦ τόκου ἡ ὠδὶς, ἐνταῦθα δὲ ἐξ ἀρχῆς ἡ ὠδίς. Ὁμοῦ τε γὰρ ἐβουλεύσατό τίς τι πονηρὸν, καὶ πρὶν ἢ πῆξαι τῇ διανοίᾳ, θόρυβος καὶ ταραχὴ κατὰ τὴν διάνοιαν. Ἐπὶ μὲν γὰρ τῆς γυναικὸς τὸ καταβληθὲν ἅπαξ σπέρμα αὐτὸ καὶ διαπλάττεται πρὸς τὴν σύστασιν τοῦ τικτομένου· ἐπὶ δὲ τῶν δόλους ῥαπτόντων σήμερον οὗτος κατεβλήθη ὁ λογισμὸς, καὶ πάλιν αὔριον ἕτερος· καὶ μυρίαι καταβολαὶ τῶν πονηρῶν τούτων πραγμάτων, καὶ καθ᾽ ἑκάστην ἡμέραν συλλήψεις καὶ ὠδῖνες διαφθείρουσαι τὴν ταῦτα τίκτουσαν διάνοιαν. Οὐ γὰρ τοιοῦτος ὁ τόκος, οἷος ἐπὶ τῶν γυναικῶν· ἀλλ᾽ ὥσπερ ἐπὶ τῶν ἐχιδνῶν, τὴν μήτραν διασπῶσι, καὶ τὰ πλευρὰ διακόπτοντα τὰ παιδία πρόεισιν· οὕτω καὶ ἐπὶ τῶν δόλων καὶ ἐπὶ τῆς ἀδικίας. Ἀλλὰ κἂν μυρία φιλονεικήσωμεν, οὐ δυνησόμεθα παραστῆσαι τῷ λόγῳ τὴν ἀλγηδόνα, ἣν ὑπομένουσιν οἱ κακοί.
Διὸ καί τίς φησιν· Ὁ δὲ κακὸς μόνος ἀντλήσει τὰ κακά.
Τί γὰρ χαλεπώτερον καὶ ἀλγεινότερον τοῦ βασκαίνοντος, τοῦ ἐπιβουλεύοντος, τοῦ τῶν ἀλλοτρίων ἐφιεμένου; Δημίου παντὸς χαλεπώτερον τὰ πάθη ταῦτα τὴν ψυχὴν καταξαίνει. ιδʹ. Ὥστε εἰκότως ὠδῖνας ἐκάλεσε τοὺς τοιούτους λογισμούς. Ἀλλ᾽ ὥσπερ αἱ γυναῖκες ἀπὸ συνουσίας τίκτουσι, κἂν μὲν ὑγιεινὰ τὰ σώματα ᾖ, τοιαῦτα εἰκότως καὶ τὰ τικτόμενα· ἂν δὲ διεφθαρμένα, μιμεῖται τῶν γονέων τὴν φύσιν· οὕτω καὶ ἐπὶ τῶν λογισμῶν.
Κἂν μὲν ἀγαθοῖς συγγένῃ, τοιαῦτα ἔσται καὶ τὰ ἔκγονα· ἂν δὲ πονηροῖς, καὶ μὴ προσέχῃς, πολλὴν ἐκεῖθεν λήψῃ τὴν λύμην. Ἄκουσον γοῦν ὁ προφήτης τί φησιν· Ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας.
Ἐπὶ δὲ τῶν ἐκ τοῦ διαβόλου· Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι. Φεύγωμεν τοίνυν τοὺς πονηρούς. Πῶς γὰρ οὐκ ἄτοπον, ἐξὸν ἀπὸ τῶν τοῦ Θεοῦ προσταγμάτων καὶ συλλαβεῖν καὶ τεκεῖν, μὴ βούλεσθαι, ἀλλὰ τὰς τῶν πονηρῶν συνουσίας διώκειν, ταὐτὸν ποιοῦντας, ὥσπερ ἂν γυναῖκα, ἔχουσαν ἐξουσίαν βασιλεῖ συναφθῆναι, μὴ ἀνέχεσθαι, ἀλλ᾽ ἀντ᾽ ἐκείνου λῃστὴν καὶ τοιχωρύχον αἱρεῖσθαι λαβεῖν σύνοικον; Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο. Πάλιν ταῖς μεταφοραῖς κέχρηται, ὥσπερ διὰ τῆς ὠδῖνος τὸν πόνον δηλῶν, οὕτω διὰ τοῦ λάκκου τὸ δυσαπάλλακτον ἐνδεικνύμενος. Καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο.
Ὅπερ ἕτερός φησιν· Ὁ ὀρύσσων βόθρον τῷ πλησίον αὐτοῦ, ἐμπεσεῖται εἰς αὐτόν. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ τοιαύτην συγκληρῶσαι τῇ ἐπιβουλῇ τὴν φύσιν, ὥστε εἰς τοὺς ἐπιβουλεύοντας περιτρέπεσθαι τὰ δίκτυα, ἵνα καὶ ἐντεῦθεν ἀποστῶσι τῆς κατὰ τοῦ πλησίον μάχης καὶ μηχανῆς. Τοῦτο καὶ ἐπὶ τοῦ Μωϋσέως γέγονεν. Ὁ μὲν γὰρ μέλλων ἀναιρεῖσθαι διεσώθη· ὁ δὲ Φαραὼ διὰ τῆς ὁδοῦ, ἧς κατὰ τῶν παίδων ἐμηχανήσατο, δι᾽ αὐτῆς ἀπώλετο. Κελεύσας γὰρ ἀναιρεῖσθαι τὰ παιδία, ἠνάγκασε τὴν μητέρα Μωϋσέως ἔκθετον διὰ τὸ δέος ποιῆσαι τὸ βρέφος· [καὶ ἀπὸ τοῦ ποταμοῦ ἀνελομένη τὴν θήγην ἡ θυγάτηρ τοῦ Φαραὼ, καὶ εὑροῦσα τὸ βρέφος ἀνέθρεψε,] καὶ αὐξηθεὶς ἐκεῖνος πάντας ἀπώλεσεν.
Ἐντεῦθεν καὶ ἡ εὐμηχανία τοῦ Θεοῦ μάλιστα διαλάμπει, καὶ τοῖς, πονηροῖς πολὺς ὁ σωφρονισμὸς, καὶ τοῖς διαφεύγουσιν ἡ ἡδονή. Οὕτω καὶ ἐπὶ τοῦ παγκάλου Ἰωσὴφ γέγονεν. Ἐμβαλόντες γὰρ αὐτὸν εἰς δουλείαν οἱ ἀδελφοὶ, ἔπαθον ἅπερ ἔπαθον, καὶ τὸν μὲν ἔβλαψαν οὐδὲν, ἀλλὰ καὶ ὤνησαν· αὐτοὶ δὲ τὴν τραγῳδίαν ἐκείνην ὑπέμειναν. Καὶ πολλὰ τοιαῦτα λέγειν ἐξὸν, σκόπει καὶ ἐπὶ τῶν ἄλλων.
Ἐπλεονέκτησέ τις; Ἑαυτὸν ἀπώλεσε. Τὸν μὲν γὰρ πλεονεκτηθέντα πολλάκις καὶ ὤνησε, τὴν δὲ ἑαυτοῦ ψυχὴν προὔδωκεν. Ἠδίκησέ τις; Ἑαυτῷ τὸ ξίφος περιέπειρεν. Οὐ γὰρ τὸ παθεῖν κακῶς, ἀλλὰ τὸ ποιῆσαι κακῶς, τοῦτο μάλιστά ἐστι τὸ πάσχειν κακῶς. Διὰ τοῦτο καὶ Παῦλος παρῄνει μᾶλλον ἀδικεῖσθαι, καὶ μὴ ἀδικεῖν· καὶ ὁ Χριστὸς, ῥαπίζεσθαι καὶ μὴ ἀντιῤῥαπίζειν, ἀλλὰ καὶ παρέχειν ἑαυτὸν εἰς τὸ πάσχειν.
Τοῦτο μεγίστης ἰσχύος, τοῦτο ὑπομονὴν ἐργάζεται, τοῦτο ἰσχυρὰν τὴν ψυχὴν κατασκευάζει, τοῦτο τῶν παθῶν ἀνώτερον ποιεῖ. Ὁ γὰρ ἀδικῶν ἕτερον, ἢ τύπτων ἢ ὑβρίζων, πρότερον αὐτὸς ὑπὸ τοῦ πάθους χειρωθεὶς, καὶ αἰχμάλωτος γενόμενος, τότε δοκεῖ τὸν πλησίον ἀδικεῖν· αὐτὸς δὲ χαλεπώτερα πέπονθε, τὴν ἐσχάτην δουλείαν δουλεύσας. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Καὶ περὶ τοῦ Ἀχιτόφελ καὶ περὶ τοῦ Ἀβεσσαλὼμ ταῦτα εἰρῆσθαί φασιν· ἀμφοτέρων γὰρ ἡ κεφαλὴ εἰς τιμωρίαν κατέβη. Ὁ μὲν γὰρ ἀγχόνῃ χρησάμενος, οὕτω τὸν βίον κατέλυσεν· ἐκεῖνος δὲ ὑπὸ τὸ δένδρον ἐλθὼν, καὶ ἐξαρτηθεὶς ὑπὸ τῆς κόμης, πολὺν ἐκρέματο χρόνον. Οὕτω καὶ Ἰούδας ἀγχόνῃ τὸν βίον κατέλυσεν, εἰδὼς ὅτι ἐπὶ κακῷ τῆς αὑτοῦ κεφαλῆς πάντα εἰργάσατο. Καὶ ὁ Ἀχιτόφελ νοήσας ὅτι πάντως περιέσται ὁ Δαυῒδ, ἀπελθὼν ἀπήγξατο· καὶ ὁ Ἀβεσσαλὼμ ἄκων ἐκρέματο, καὶ οὐκ εὐθέως ἀνῃρεῖτο, ἀλλ᾽ ὥσπερ ἐν δικαστηρίῳ πρότερον ἀνηρτήθη, καὶ τῷ ξύλῳ προσηλώθη· καὶ τοῦ Θεοῦ τὴν ψῆφον ἄνωθεν φέροντος, ἐπὶ πολὺν ἐκρέματο χρόνον, ὑπὸ τοῦ συνειδότος λοιπὸν μαστιζόμενος.
Αὐτὸς μὲν γὰρ ἐπεθύμει τὴν δεξιὰν τῷ λαιμῷ βαπτίσαι τῷ πατρικῷ· ὁ δὲ πατὴρ καὶ οὕτω φείσασθαι αὐτοῦ παρῄνει τοῖς στρατιώταις. Καὶ οὕτως οὐκ ἦν κενοδοξίας τὸ λεγόμενον, ὅτι καὶ μετὰ θάνατον ἀποδύρεται. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἀνθρωπίνης ἦν σπουδῆς τὸ γινόμενον, ἀλλ᾽ ὅλον θεῖον ἦν τὸ δικαστήριον, τρίχες καὶ ξύλον αὐτὸν ἔδησαν, καὶ ζῶον ἄλογον παρέδωκε, καὶ ἀντὶ μὲν σχοινίου ἡ κόμη, ἀντὶ δὲ ξύλου τὸ δένδρον γέγονεν, ἀντὶ δὲ στρατιώτου προσήγαγεν αὐτὸν ἡ ἡμίονος. Καὶ σκόπει τὸ παράδοξον.
Ταῦτα παθόντος, οὐδεὶς ἐτόλμησε προσελθεῖν τῶν αὐτοῦ, καὶ καθελεῖν αὐτὸν, τοσαύτης γενομένης σχολῆς. Καὶ τοῦτο δὲ ὁ Θεὸς ᾠκονόμει, ὥστε μήτε καθαιρεθῆναι, μήτε δεδεμένον ἀπενεχθῆναι τῷ πατρὶ, ἐπειδὴ τὰ πατρικὰ σπλάγχνα πέρα τοῦ μέτρου τὴν φειδὼ ἐπεδείκνυτο· καὶ τὸ δὴ θαυμαστότερον, ὅτι ὁ καταλλάξας αὐτῷ τὸν πατέρα, οὗτος αὐτὸν ἀνῄρει, μονονουχὶ κατήγορος σφοδρὸς ἐπιστάς· ἀλλ᾽ ἀνῄρει μὲν οὗτος, ἐψηφίζετο δὲ ὁ Θεός.
ιεʹ. Ὅτι γὰρ ἄνωθεν ἡ ψῆφος κατεφέρετο, ἄκουσον αὐτοῦ τοῦτο πῶς παρέστησε· εἰπὼν γὰρ, Ἐπὶ κορυφὴν ἡ ἀδικία αὐτοῦ καταβήσεται, φησίν· Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου. Εὐχαριστήσωμεν, φησὶν, οὐ ταῖς ἑτέρων χαίρων σφαγαῖς, ἀλλὰ τοῦ Θεοῦ τὴν ψῆφον ἀποδεχόμενος. Καὶ τίς δύναται αὐτῷ εὐχαριστῆσαι κατὰ τὴν δικαιοσύνην αὐτοῦ; τίς δὲ αὐτὸν αἰνέσει, ὡς ἔστιν; Οὐδείς. Τί ἐστι, Κατὰ τὴν δικαιοσύνην αὐτοῦ; Ἀντὶ τοῦ, ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ. Καὶ ᾄσω τῷ Κυρίῳ τῷ ὑψίστῳ. Αὐτοῦ γάρ ἐστι τὰ νικητήρια, αὐτοῦ τὰ τρόπαια, οὐκ ἐμά. Καθάπερ γὰρ ἐπὶ τῶν πολέμων, βασιλέως νικήσαντος, χοροὺς στήσαντες ᾄδουσιν, εἰς ἐκεῖνον τὰς εὐφημίας ἀναφέροντες· οὕτω κἀγὼ ποιήσω, φησί. Διὰ τοῦτο οὐκ εἶπεν, Ἐξομολογοῦμαι, ἀλλ᾽ Ἐξομολογήσομαι, δηλῶν, ὅτι οὐδὲ μετὰ τὸ τυχεῖν τῶν ἀγαθῶν ἐπιλανθάνεται, οὐδὲ γίνεται ῥᾳθυμότερος, ἀλλὰ νήφει καὶ ἐγρήγορεν· οὐκ ἐπειδὴ ὁ Θεὸς τούτου δεῖται, ἀλλ᾽ ἐπειδὴ ἡμῖν τοῦτο χρήσιμον καὶ κερδαλέον. Ὥσπερ γὰρ θυσίας ἔλαβεν, οὐχὶ δεόμενος θυσιῶν (Ἐὰν γὰρ πεινάσω, φησὶν, οὐ μή σοι εἴπω), ἀλλ᾽ ἐνάγων τοὺς ἀνθρώπους εἰς τὴν αὐτοῦ τιμὴν, οὕτω καὶ ὕμνους δέχεται, οὐ δεόμενος τῆς παρ᾽ ἡμῶν εὐφημίας, ἀλλ᾽ ἐπιθυμῶν τῆς ἡμῶν σωτηρίας. Θεῷ γὰρ περισπούδαστον ἡμῶν ἐπίδοσις ἡ κατ᾽ ἀρετήν.
Οὐδὲν δὲ οὕτως ἐπιδιδόναι ποιεῖ εἰς ἀρετὴν, ὡς τὸ συνεχῶς ὁμιλεῖν Θεῷ, καὶ διηνεκῶς εὐχαριστεῖν καὶ ψάλλειν τῷ Θεῷ· ψάλλει δὲ τῷ Θεῷ, ἐκπληττόμενος αὐτοῦ τὴν δικαιοκρισίαν, τὴν μακροθυμίαν. Καὶ ποῦ, φησὶν, ἡ μακροθυμία, ἀναιρεθέντος τοῦ τυράννου;
Πολλὴ μὲν οὖν καὶ μεγάλη. Καὶ γὰρ ἀφῆκεν αὐτὸν πολὺν χρόνον, ὥστε εἰς μετάνοιαν ἐλθεῖν· καὶ τὰ βασίλεια κατασχεῖν ἔδωκεν, ἵνα τὴν οἰκίαν ἰδὼν, εἰς ἣν ηὐξήθη καὶ ἐτράφη, καὶ τὰ τοῦ πατρὸς σύμβολα, εἰς μετάνοιαν ἔλθῃ. Εἰ γὰρ μὴ θηρίον ἦν, καὶ λιθίνην εἶχε ψυχὴν, ἱκανὰ πάντα ἐκεῖνα αὐτὸν ἐπαγαγεῖν· ἡ τράπεζα, καθ᾽ ἣν ἐκοινώνει τῷ πατρὶ, ὁ οἶκος, τὰ συνέδρια, ἔνθα οἱ λόγοι αὐτὸν κατήλλαξαν φόνον τοιοῦτον πεποιηκότα· μετὰ τούτων καὶ ἕτερα ἦν ἱκανὰ αὐτὸν μαλάξαι. Καὶ γὰρ ἤκουσεν ὅτι φυγὰς καὶ ἀλήτης περιήρχετο, ὅτι τὰ ἔσχατα ἔπασχε δεινά. Εἰ δὲ μὴ ταῦτα ἐμάλαττεν, ἔδει αὐτὸν τὰ τοῦ Ἀχιτόφελ σωφρονίσαι, τὴν ἀγχόνην, τὸν θάνατον, ὥστε διὰ πάντων ἐλθεῖν εἰς μετάνοιαν. Οὐδὲ γὰρ ἠγνόησε τὰ τοῦ φίλου. Τί δὲ καὶ ἔχων ἐγκαλεῖν τῷ πατρὶ, ταῦτα ἐποίει; Ὅτι ἐξ ὄψεως αὐτὸν πεποίηκεν; Ἀλλ᾽ ἔδει διὰ τοῦτο καὶ θαυμάσαι καὶ ἀποδέξασθαι, ὅτι ἀδελφοκτόνον γενόμενον ἡμέρως ἤνεγκεν. Ἀλλ᾽ οὐδὲν ἔχων ἐγκαλεῖν, ἀλλ᾽ ἐπιθυμίᾳ ἁλοὺς ἀκαίρῳ, καὶ ταῦτα λοιπὸν γέροντος ὄντος τοῦ πατρὸς, καὶ ἐπὶ θύραις τῆς προσδοκίας οὔσης, οὐκ ἀνέμεινεν οὐδὲ σμικρόν.
Πῶς δὲ οὐκ ἐνενόησεν, ὅτι καὶ νικήσας πάντων ἀθλιώτερον ἕξει βίον, ἐναγὴς ὢν καὶ ἀκάθαρτος, καὶ ἀπὸ τοῦ τροπαίου; ιϛʹ. Ποῦ νῦν εἰσιν οἱ πενίαν ὀδυρόμενοι; Πόσης ταῦτα πενίας οὐ χαλεπώτερα; πόσης νόσου; πόσης ὀδύνης;
Οὐκ εἶπεν οὐδὲν τοιοῦτον πρὸς ἑαυτὸν, ἀλλ᾽ οὐδὲ ἀπεδυσπέτησεν, οὐδὲ ἐθρήνησε λέγων· Καλάς γε ἀπολαμβάνω τὰς ἀμοιβὰς, ὁ ἐν τῷ νόμῳ αὐτοῦ μελετῶν ἡμέρας καὶ νυκτὸς, ὁ ἐν ἀξιώματι τοιούτῳ, πάντων γενόμενος ταπεινότερος· ὁ τῶν ἐχθρῶν φεισάμενος, εἰς χεῖρας ἀκολάστου παιδὸς ἐξεδόθην. Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ᾽ ἔφερεν ἅπαντα μετὰ φιλοσοφίας, μίαν ἔχων παραμυθίαν ἐν τοῖς γινομένοις, τὸ τοῦ Θεοῦ ταῦτα εἰδότος γίνεσθαι. Καθάπερ καὶ οἱ τρεῖς παῖδες ἔλεγον· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν· εἰ δέ τις εἶπε πρὸς αὐτούς· Καὶ ποίᾳ ἐλπίδι ἀποθνήσκετε; τί προσδοκῶντες, τί δὲ ἐλπίζοντες μετὰ τὸν θάνατον, μετὰ τὸ πῦρ (οὐδέπω γὰρ τῆς ἀναστάσεως ἦν ἡ προσδοκία); ἤκουσεν ἂν, ὅτι Αὕτη μεγίστη ἡμῖν ἀντίδοσις, τὸ διὰ Θεὸν ἀποθανεῖν· οὕτω καὶ αὐτὸς μεγίστην ταύτην ἡγεῖτο παραμυθίαν, τὸ τὸν Θεὸν εἰδότα ταῦτα μὴ κωλύειν. Καὶ γὰρ ἐραστὴς μυριάκις ἂν ἕλοιτο ὑπὲρ ἐρωμένης κατασφαγῆναι, καίτοι οὐδὲν μετὰ θάνατον προσδοκῶν παρ᾽ ἐκείνης. Οὕτω δὴ καὶ ἡμᾶς δεῖ, μὴ βασιλείας προσδοκίᾳ, μηδὲ ἄλλῃ τινὶ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι, ἀλλὰ δι᾽ αὐτὸν τὸν Θεὸν πάντα πάσχειν. Ἀλλ᾽ οὕτως εἰσὶ πολλοὶ καὶ ἔτι ἀναπεπτωκότες, καὶ νωθροὶ, ὅτι οὐδὲ μετὰ μισθοῦ τῆς ἀρετῆς ἐφίενται.
Καὶ ὁ μὲν Θεὸς καὶ βασιλείαν ἐπαγγελλόμενος, οὐκ ἀκούεται· ὁ δὲ διάβολος γέενναν προξενῶν, φιλεῖται. Τί ταύτης τῆς μανίας χαλεπώτερον; Καὶ τί λέγω γέενναν; Καὶ πρὸ τῆς γεέννης ἐνταῦθα ὀδύνην, καὶ αἰσχύνην, καὶ γέλωτα ἐπάγων καὶ μυρίας κολάσεις, πολλοὺς ἔχει τοὺς προστρέχοντας. Ἐννόησον γοῦν τὸν μοιχὸν, πῶς ἀθλιώτερον πάντων ζῇ, καὶ πρὸ τῆς γεέννης πάντα ὑποπτεύων, καὶ τὰς σκιὰς τρέμων, καὶ πρὸς οὐδένα ἐλευθέροις ἀντιβλέπων ὀφθαλμοῖς, ἀλλὰ πάντας δεδοικὼς, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας, ξίφη βλέπων ἠκονημένα, θανάτους ἐπηρτημένους, δημίους, δικαστήρια.
Τί τοιοῦτον ἡ σωφροσύνη ἔχει, κἂν μυρίους πόνους ἔχῃ; Οὐκ ἀεὶ ἐν ἡδονῇ ὁ σώφρων, ἀεὶ δὲ ἐν ὀδύνῃ ὁ μοιχὸς καὶ ἐν σκότῳ; Οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔστιν ἰδεῖν, τῶν ἡττωμένων ὀργῆς, καὶ τῶν κρατούντων ὀργῆς· τῶν ἁρπαζόντων, καὶ τῶν τὰ ἑαυτῶν διδόντων διὰ τὸν Θεὸν, ἢ μᾶλλον εἰπεῖν προϊέντων. Οἱ μὲν γὰρ ἐν λιμένι κάθηνται· οἱ δὲ εἰς τὸν εὔριπον τῶν παρόντων ἐξενεχθέντες κακῶν, καθ᾽ ἑκάστην περιέρχονται τὴν ἡμέραν. Χωρὶς δὲ τούτων ὅταν ἡλικίαν προβαίνουσαν ὁ πλεονεξίᾳ συζῶν καὶ ἀκολασίαν οὐκ ἀρκοῦσαν αὐτῷ πρὸς ἀπόλαυσιν ἔχῃ, καὶ τοῦ θανάτου τὸν φόβον ἐπικείμενον, ἐννόησον οἷα πάσχει δεινά. Ἀλλ᾽ οὐχ ὁ ἐν ἀρετῇ· ἀλλὰ τότε μᾶλλον χαίρει καὶ εὐφραίνεται, ὅταν εἰς γῆρας ἐλάσῃ, οὐ καταμαραινομένης αὐτῷ τῆς ἀπολαύσεως, ἀλλὰ μᾶλλον ἀνθούσης. Τοῖς μὲν οὖν μοιχοῖς, καὶ ἀκολάστοις, καὶ πλεονέκταις, καὶ γαστριμάργοις ἔκπτωσις τῆς ἀπολαύσεως ἐκείνων τὸ γῆρας· τοῖς δὲ ἀρετὴν μετιοῦσιν ἐπίτασις τῆς ἀπολαύσεως τότε γίνεται. Ὥστε καὶ πρὸ τῆς γεέννης, καὶ πρὸ τῶν ἐντεῦθεν ἀνιαρῶν, ἱκανὸν καὶ τοῦτο κατασεῖσαι τὴν διάνοιαν. Ταῦτα οὖν ἐννοοῦντες, φεύγωμεν κακίαν, ἑλώμεθα ἀρετὴν, φιλῶμεν τὸν Θεὸν, μὴ διὰ τὰ αὐτοῦ, ἀλλὰ δι᾽ αὐτόν.
Οὕτω κατὰ τὸν παρόντα βίον καὶ τὴν κατ᾽ ἀρετὴν ὁδεύσομεν ὁδὸν, στενὴν μὲν οὖσαν τῇ φύσει, εὐρεῖαν δὲ τῇ προαιρέσει τῶν ὁδοιπόρων γινομένην· ἧς γένοιτο πάντας ἡμᾶς εἰς τὸ ἄκρον ἐλθεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ Ηʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Ἐπινίκιον ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Τῷ νικοποιῷ, ὑπὲρ τῆς Γετθίτιδος. Ὁ δὲ Ἑβραῖος, Λαμανασσὴ, ἂλ ἁγεθθίθ. Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ἄλλος, Τί μέγα τὸ ὄνομά σου!
αʹ. Ἐν τῷ πρὸ τούτου ψαλμῷ ἔλεγεν· Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου· ἐνταῦθα τὴν ὑπόσχεσιν πληροῖ, ὕμνον ἀναφέρων αὐτῷ. Καὶ ἐν ἐκείνῳ μὲν, ὡς ἐξ ἑνός ἐστι προσώπου τὰ λεγόμενα· Κύριε γὰρ ὁ Θεός μου, φησὶν, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Ἐνταῦθα δὲ, ὡς ἐκ πολλῶν. Κύριε γὰρ, φησὶν, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου.
Ἀλλὰ παρέχετε σιγὴν, καὶ μετὰ ἀκριβείας ἀκούετε. Εἰ γὰρ ἐν θεάτρῳ χορῶν ᾀδόντων σατανικῶν, πολλὴ γίνεται ἡσυχία, ὥστε τὰ ὀλέθρια ἐκεῖνα δέξασθαι μέλη· καὶ ταῦτα τοῦ μὲν χοροῦ ἐκ μίμων καὶ ὀρχηστῶν συνισταμένου ἀνδρῶν, χοροστατοῦντος δὲ παρ᾽ αὐτοῖς βεβήλου τινὸς καὶ κιθαρῳδοῦ, τοῦ δὲ μέλους σατανικοῦ καὶ ὀλεθρίου τυγχάνοντος, ᾀδομένου δὲ μιαροῦ καὶ πονηροῦ δαίμονος· ἐνταῦθα, ἔνθα ὁ μὲν χορὸς ἐξ ἁγίων ἀνδρῶν, ὁ δὲ χοροστάτης ἐστὶν ὁ Προφήτης, τὸ δὲ μέλος οὐχὶ ἐκ σατανικῆς ἐνεργείας, ἀλλ᾽ ἐκ πνευματικῆς χάριτος. ὁ δὲ ᾀδόμενος, οὐχὶ δαίμων, ἀλλὰ Θεός· πῶς οὐ πολλὴν δεῖ παρέχειν τὴν ἡσυχίαν, καὶ μετὰ φρίκης ἀκούειν; Καὶ γὰρ συγχορευταὶ γεγόναμεν τῶν ἄνω δυνάμεων. Καὶ γὰρ καὶ οἱ ἄνω χοροὶ, καὶ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ τοῦτο ἔργον ἔχουσι, τὸ διηνεκῶς ὑμνεῖν τὸν Θεόν. Ἐκ τούτων τῶν χορῶν καὶ ἐπὶ τῆς γῆς ἐφάνησαν μετὰ τῶν ἀγραυλούντων ποιμένων ᾄδοντες. Ἀκούσωμεν τοίνυν καὶ ταύτης τῆς ᾠδῆς. Οἱ μὲν οὖν βασιλέα ὑμνοῦντες τὸν ἐπὶ γῆς, περὶ ἀρχῆς αὐτῷ διαλέγονται, περὶ τῶν τροπαίων, περὶ τῆς νίκης, καὶ τὰ ἔθνη λέγουσι τὰ ἡττηθέντα, πορθητὰς καλοῦντες αὐτοὺς, καὶ βαρβάρων νικητὰς, καὶ ὅσα τοιαῦτα.
Τοιαύτην τινὰ ᾠδὴν καὶ ὁ μακάριος οὗτος ᾄδει. Νίκην γὰρ διηγεῖται καὶ τρόπαιον, καὶ πολέμων κατάλυσιν, οὐχὶ τοιούτων, ἀλλὰ πολλῷ χαλεπωτέρων. Καὶ ὅρα πῶς ἄρχεται· Κύριε, ὁ Κύριος ἡμῶν. Τῶν μὲν γὰρ ἄλλων τῶν οὐ πιστευόντων εἰς αὐτὸν, ἑνὶ τρόπῳ Κύριός ἐστιν, ἡμῶν δὲ διπλῷ· τῷ τε ἐξ οὐκ ὄντων ποιῆσαι, τῷ τε γνωσθῆναι παρ᾽ ἡμῶν. Καὶ ὅρα πῶς ἐκ προοιμίων τίθησι τὸ κεφάλαιον τῆς εὐεργεσίας.
Ἂν γὰρ μάθῃς πῶς σου Κύριος γέγονεν, ὅτι ἀπηλλοτριωμένους καὶ νεκρούς τινας καὶ νεκρωθέντας ᾠκειώσατο καὶ ἐζωοποίησεν, ὄψει καλῶς ὅτι τὸ κεφάλαιον τῆς εὐεργεσίας τοῦτο. Τοῦτο τοίνυν ἐκπληττόμενος ὁ Προφήτης, φησίν· Ὡς θαυμαστὸν τὸ ὄνομά σου! τουτέστι, σφόδρα θαυμαστόν. Πόσον δὲ θαυμαστὸν, οὐκ εἶπεν· οὐδὲ γὰρ μετρῆσαι ἴσχυσεν, ἀλλὰ τὴν ἐπίτασιν παρέστησε καὶ τὴν ὑπερβολήν. Ποῦ οἱ τὴν οὐσίαν περιεργαζόμενοι τοῦ Θεοῦ; Εἰ γὰρ τὸ ὄνομα αὐτοῦ εἰπὼν, οὕτως ἐθαύμασεν, ὡς ἐκπλαγῆναι· τίνα ἂν σχοῖεν ἐκεῖνοι συγγνώμην, οἱ τὴν οὐσίαν αὐτοῦ λέγοντες εἰδέναι, τοῦ Προφήτου μηδὲ πόσον ἐστὶ θαυμαστὸν τὸ ὄνομα δυναμένου μαθεῖν; Ὡς θαυμαστὸν τὸ ὄνομά σου! Ἐν γὰρ τῷ ὀνόματι τούτῳ θάνατος ἐλύθη, δαίμονες ἐδέθησαν, οὐρανὸς ἀνεῴχθη, παραδείσου θύραι ἀνεπετάσθησαν, Πνεῦμα κατεπέμφθη, οἱ δοῦλοι γεγόνασιν ἐλεύθεροι, οἱ ἐχθροὶ, υἱοὶ, οἱ ἀλλότριοι, κληρονόμοι, οἱ ἄνθρωποι, ἄγγελοι. Τί λέγω, ἄγγελοι; Θεὸς ἄνθρωπος γέγονε, καὶ ἄνθρωπος Θεός· ὁ οὐρανὸς ἐδέξατο τὴν φύσιν τὴν ἀπὸ τῆς γῆς· ἡ γῆ ἐδέξατο τὸν ἐπὶ τῶν Χερουβεὶμ καθήμενον μετὰ τῆς στρατιᾶς ἀγγελικῆς.
Τὸ μεσότοιχον ἀνῃρέθη, ὁ φραγμὸς ἐλύθη, τὰ διεστῶτα ἡνώθη, τὸ σκότος ἐσβέσθη, τὸ φῶς ἔλαμψεν, ὁ θάνατος κατεπόθη. Ταῦτα πάντα ἐννοῶν καὶ τὰ τούτων πλείονα ὁ Προφήτης ἀνεβόα, λέγων· Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ποῦ νῦν οἱ Ἰουδαίων παῖδες, οἱ πρὸς τὴν ἀλήθειαν ἀναισχυντοῦντες;
Ἡδέως γὰρ αὐτοὺς ἂν ἐροίμην, περὶ τίνος ταῦτα λέγονται. Περὶ τοῦ παντοκράτορος, φήσουσιν. Ἀλλ᾽ οὐκ ἦν αὐτοῦ θαυμαστὸν τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ. Καὶ μαρτυρεῖ Ἡσαΐας λέγων· Δι᾽ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ δὲ οἱ θεραπεύοντες αὐτὸν αἴτιοι τοῦ βλασφημεῖσθαι αὐτὸν ἐγίνοντο, ποῦ ἦν θαυμαστόν; Ὅτι μὲν γὰρ τῇ φύσει θαυμαστὸν, δῆλον· παρὰ δὲ ἀνθρώποις τότε οὐ θαυμαστὸν τοῖς πλείοσιν, ἀλλὰ καὶ εὐκαταφρόνητον.
Ἀλλ᾽ οὐχὶ νῦν οὕτως· ἀλλ᾽ ὅτε ὁ μονογενὴς Υἱὸς παρεγένετο, πανταχοῦ τὸ ὄνομα αὐτοῦ θαυμαστὸν μετὰ τοῦ Χριστοῦ. Ἀπὸ ἀνατολῶν ἡλίου, φησὶ, μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι. Καὶ πάλιν· Ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. Ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Καὶ ἄλλος· Ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον. Καὶ πάλιν· Ἥξουσι λέγοντες· Ψευδῆ οἱ πατέρες ἡμῶν ἐκτήσαντο εἴδωλα.
βʹ. Ὁρᾷς ὅτι περὶ τοῦ Υἱοῦ τὰ εἰρημένα πάντα ἐστίν; Αὐτοῦ γὰρ θαυμαστὸν τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ ἐγένετο. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἄλλος, Ὃς ἔταξας τὸν ἔπαινόν σου ὑπεράνω τῶν οὐρανῶν. Ἐπειδὴ γὰρ τῆς γῆς ἐμνημόνευσε, μετάγει τὸν λόγον καὶ ἐπὶ τὸν οὐρανόν· ὅπερ εἴωθεν ἀεὶ ποιεῖν, πᾶσαν τὴν οἰκουμένην δεικνὺς εὐφημοῦσαν τὸν ἑαυτῆς Δεσπότην. Τοῦτο δὴ καὶ ἐνταῦθα δεικνὺς λέγει, Θαυμαστὸν κάτω, θαυμαστὸν ἄνω. Οὐ γὰρ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ἄγγελοι ὑμνοῦσι τὰ γεγενημένα, καὶ ὑπὲρ τῶν εἰς ἀνθρώπους εὐεργεσιῶν χάριτας ὁμολογοῦσιν· ὃ δὴ καὶ ἐποίησαν ἐκ προοιμίων, χορὸν στήσαντες ἐπὶ τῆς γῆς. Ἢ τοίνυν τοῦτο λέγει, ὅτι καὶ ἄγγελοι ᾄδουσιν, ἢ τὸ μέγεθος αὐτοῦ παραστῆσαι βούλεται. Ὅταν γάρ τι μέγα λέγειν ἐθέλῃ ἡ Γραφὴ, τὰ διαστήματα τῶν στοιχείων τούτων εἰς μέσον ἄγει· ὡς ὅταν λέγῃ· Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς. Καὶ πάλιν· Καθ᾽ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾽ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Ἐνταῦθα τοίνυν ἐκπλήττεται τὰ γεγενημένα, πῶς μεγάλα. πῶς ὑπέρογκα· τὴν γὰρ οὐσίαν τὴν πάντων κατωτέραν ἀνωτέρω πάντων ἔταξεν. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ἄλλος, Ἐκ στόματος βρεφῶν ἐθεμελίωσας κράτος. Ἄλλος· Συνεστήσω ἰσχύν.
Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι Τὴν ἰσχύν σου ἐντεῦθεν μάλιστα ἔδειξας, τὴν δύναμιν τὴν ἄμαχον κινήσας, καὶ τὴν ψελλίζουσαν γλῶτταν πρὸς τὴν δοξολογίαν ἐκείνην τρανώσας. Τῶν γὰρ παιδίων τὴν ὑμνολογίαν τὴν ἐν τῷ ἱερῷ γενομένην, ταύτην προαναφωνεῖ νῦν. Καὶ τί δήποτε τὰ ἄλλα παραδραμὼν θαύματα, νεκρῶν ἀνάστασιν, λεπρῶν κάθαρσιν, δαιμόνων δίωξιν, τοῦ τῶν παίδων μέμνηται θαύματος;
Ὅτι ἐκεῖνα μὲν καὶ πρὸ τούτου γέγονε, κἂν μὴ οὕτως, ἀλλ᾽ ὅμως γέγονε, καὶ εἶχέ τινα κοινωνίαν, εἰ καὶ μὴ τρόπον. Καὶ γὰρ νεκρὸς ἠγέρθη ἐπὶ τοῦ Ἐλισσαίου, καὶ λεπρὸς ἐκαθαρίσθη καὶ δαίμων ἠλάθη ἐπὶ τοῦ Δαυῒδ, ὅτε ὁ Σαοὺλ ἐδαιμόνα· χορὸς δὲ παιδίων θηλαζόντων τότε πρῶτον ἐφθέγξατο. Ἵν᾽ οὖν μὴ ἀναισχυντῇ ὁ Ἰουδαῖος, λέγων περὶ τῶν ἐν τῇ Παλαιᾷ ταῦτα εἰρῆσθαι, ἐπελέξατο σημεῖον τότε πρῶτον καὶ μόνον γινόμενον. Ἄλλως δὲ καὶ τύπος ἦν τῶν ἀποστόλων τὰ γινόμενα· καὶ γὰρ οὗτοι νήπιοι σφόδρα ὄντες, καὶ τῶν ἰχθύων αὐτῶν ἀφωνότεροι, τὴν οἰκουμένην ἅπασαν ἐσαγήνευσαν. Ὅτι δὲ τοῦτο δύναμις Θεοῦ μάλιστά ἐστιν, ὅρα καὶ ἐν τῇ Παλαιᾷ τοῦτο περὶ τοῦ Πατρὸς αὐτοῦ λέγοντα τὸν προφήτην. Τῷ γὰρ Μωϋσεῖ διαλεγόμενος, φησί· Τίς ἐποίησε δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; Καὶ πάλιν· Διδοὺς γλώσσας τρανὰς μογιλάλοις. Καὶ πάλιν· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Καὶ ἐν ἀρχῇ δέ φησιν· Δεῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας.
Μεγάλη τοίνυν καὶ ἰσχυρὰ ἡ ἀπόδειξις. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων, εἰ καὶ παραλόγως, ὅμως ὑπώπτευόν τινα εἶναι ἀναισχυντοῦντες· ἐνταῦθα δὲ οὐδὲν εἶχον εἰπεῖν, αὐτῆς καθ᾽ ἑαυτὴν τῆς φύσεως γυμνῆς ἀγωνιζομένης.
Διὰ δὴ τοῦτο οὐδὲ ἁπλῶς εἶπε, Νηπίων, ἵνα μή τις τοὺς ἀκάκους αὐτὸν καὶ τοὺς ἁπλουστέρους λέγειν νομίσῃ· ἀλλ᾽ ἐπήγαγε, Καὶ θηλαζόντων, τῇ προσθήκῃ τῆς τραπέζης τὴν ἡλικίαν χαρακτηρίζων. Οὐχ ἁπλῶς γάρ φησι, Νηπίων, ἀλλὰ, τῶν ὑπομαζίων, τῶν μηδέποτε στερεᾶς τροφῆς μεταλαβόντων.
Οὐ τοίνυν τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι φωνὴν ἀφῆκαν, καὶ φωνὴν τετρανωμένην, ἀλλ᾽ ὅτι καὶ μυρίων γέμουσαν ἀγαθῶν. Ἅπερ γὰρ οἱ ἀπόστολοι οὐδέπω ᾔδεσαν, ταῦτα τὰ παιδία ὕμνουν. Ἀπὸ τούτου καὶ ἕτερόν τι αἰνίττεται, τὸ δεῖν τοῖς δόγμασι προσιόντας παιδία γίνεσθαι τῇ διανοίᾳ. Ἂν γὰρ μή τις δέξηται τὴν βασιλείαν τῶν οὐρανῶν ὡς παιδίον, φησὶν, οὐ δύναται εἰσελθεῖν εἰς αὐτήν. Ἕνεκεν τῶν ἐχθρῶν σου. Λέγει καὶ τὴν αἰτίαν δι᾽ ἢν τοῦτο γέγονε τὸ θαῦμα· τὰ μὲν γὰρ ἄλλα οὐ τῶν ἐχθρῶν ἕνεκεν ἐγίνετο, ἀλλ᾽ ὥστε προσιόντας ἀπολαύειν εὐεργεσίας, καὶ ἑτέρους παιδεύεσθαι. Τοῦτο δὲ οὐ διὰ τοῦτο γέγονε μόνον, ἀλλ᾽ ὥστε καὶ ἐπιστομισθῆναι τοὺς ἐχθρούς· οὓς καὶ ἕτερος, ἀκριβέστερον αὐτοὺς δηλῶν, φησί· Διὰ τοὺς ἐνδεσμοῦντάς σε. Αὐτοὶ γὰρ ἦσαν δήσαντες αὐτὸν ἐπὶ τὸν σταυρὸν ἀγόμενον. Τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Ἄλλος· Ὥστε παῦσαι ἐχθρὸν, καὶ τιμωροῦντα ἑαυτῷ, τὸν λαὸν τὸν Ἰουδαϊκὸν ἐνταῦθα λέγων. Ἤλαυνον μὲν γὰρ ὡς ἐχθρὸν τὸν Χριστὸν, προσεποιοῦντο δὲ τὸν πατέρα ἐκδικοῦντες τοῦτο ποιεῖν. Διὰ τοῦτο ταύτης αὐτοὺς ἀποστερῶν τῆς ἀπολογίας, ἔλεγεν· Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ· καὶ πάλιν· Ὁ πιστεύων εἰς ἐμὲ, πιστεύει εἰς τὸν πέμψαντά με· ἄνω καὶ κάτω συνάπτων τῇ πρὸς ἑαυτὸν τιμῇ καὶ ὕβρει τὸν Πατέρα.
Καὶ ὅρα τὴν ἀκρίβειαν τοῦ Προφήτου. Οὐκ εἶπε, Τοῦ κολάσαι, ἀλλὰ, Τοῦ καταλῦσαι· ὅπερ ὁ ἕτερος σαφέστερον δηλοῖ, λέγων, Τοῦ παῦσαι, τουτέστι, τὴν ἀναισχυντίαν αὐτῶν ἀνελεῖν, οὐ τοῦ διδάξαι· ἀδιόρθωτα γὰρ ἐνόσουν. Ὁρῶντες γοῦν τοιοῦτον θαῦμα, καὶ μηδὲν ἔχοντες ἀντειπεῖν, πρὸς αὐτὸν ἐπεστρέφοντο λέγοντες· Οὐκ ἀκούεις τί οὗτοι λέγουσι;
Δέον λοιπὸν προσκυνῆσαι καὶ θαυμάσαι, οἱ δὲ ἐν ἀμηχανίᾳ ἦσαν πολλῇ, καὶ ὀφείλοντες ἀλλήλοις λέγειν ἕκαστος τῷ πλησίον, Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν; ἀφέντες ἑαυτοὺς τῷ Χριστῷ ἔλεγον. Καὶ τίνος ἕνεκεν οὐκ ἀγγέλων ἠνέχθη φωνή; Ὅτι ἐκεῖνο μὲν φάντασμα αὐτοῖς ἔδοξεν ἂν εἶναι· πρὸς τοῦτο δὲ οὐδὲν εἶχον ἀντειπεῖν. Τί δὲ ἔλεγον τὰ παιδία; Οὐδὲν φορτικὸν, οὐδὲ ἐπαχθὲς, οὐδὲ ἱκανὸν αὐτοὺς πλῆξαι, ἀλλὰ μάλιστα τὴν συμφωνίαν τὴν πρὸς τὸν Πατέρα δηλοῦν.
Εὐλογημένος, ἔλεγον, ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. γʹ. Τότε μὲν οὖν κατέλυσεν αὐτῶν τὴν ἀναισχυντίαν, ὕστερον δὲ πόλιν, καὶ μέρος οὐδέν ἐστι τῆς οἰκουμένης τῶν Ἰουδαϊκῶν ἄπειρον συμφορῶν· ἀλλ᾽ ὥσπερ σῶμα ἀνάπηρον, πανταχοῦ διαδέδοται, τὰ τραύματα ἐπιδεικνύμενον· καὶ καθάπερ οἱ δικασταὶ πολλοὺς τῶν ἀνδροφόνων ἐπειδὰν ἀνέλωσιν, ἕνα ἀνασκολοπίζουσιν, ἵνα καὶ τελευτησάντων αὐτῶν, ὥσπερ νεωστὶ γεγενημένον τὸ πάθος σωφρονίζῃ τοὺς ζῶντας· οὕτω δὴ καὶ ἐνταῦθα οὐ τελευτήσαντας, ἀλλὰ ζῶντας παράδειγμα πᾶσιν ἐποίησε, διασπείρας αὐτούς· καὶ οἱ μίαν οἰκοῦντες χώραν, νῦν πανταχοῦ τῆς γῆς εἰσι διεσπαρμένοι.
Κἂν ἐρωτήσῃς τὴν αἰτίαν, οὐδεμίαν ἄλλην εὑρήσεις, ἀλλ᾽ ἢ τὸ σταυρῶσαι τὸν Χριστόν. Διὰ τί γὰρ οὕτως, εἰπέ μοι, τοῦτο μὴ γέγονεν; Ἀλλ᾽ εἰ καὶ γέγονέ ποτε, εἰς ἔθνος ἓν ἀφωρίσθησαν, καὶ ἐπὶ ἔτεσιν ὀλίγοις· νυνὶ δὲ οὐχ οὕτως, ἀλλ᾽ ἀπέραντα κολάζονται. Κἂν ἐρωτήσῃς αὐτοὺς, Διὰ τί ἐσταυρώσατε τὸν Χριστόν; λέγουσιν, Ὡς πλάνον καὶ γόητα ὄντα. Οὐκοῦν ὑπὲρ τούτου τιμηθῆναι ἔδει, καὶ πλείονα χώραν προσλαβεῖν, ὡς ἀρέσαντας τῷ Θεῷ. Ὁ γὰρ πλάνον καὶ γόητα καὶ ἀντίθεον ἀνελὼν, ἐχθρὸν τοῦ Θεοῦ ἀνεῖλε· ὁ δὲ ἐχθρὸν ἀνελὼν, εὐδοκιμεῖν ἂν εἴη δίκαιος. Νῦν δὲ ὁ μὲν Φινεὲς, ἵνα μίαν ἀνέλῃ πόρνην, οὕτως εὐδοκίμησε παρὰ τῷ Θεῷ, ὡς καὶ ἱερωσύνης ἀξιωθῆναι, καὶ τοσαύτης τιμῆς· ὑμεῖς δὲ, οἱ μᾶλλον ἐκείνου ὀφείλοντες εὐδοκιμεῖν πολλῷ, εἴγε πλάνον ἀνείλετε, ἀλῆται καὶ ἀπόλιδες περιάγετε πανταχοῦ. Ὥστε οὐ δι᾽ ἄλλο τι ταῦτα πεπόνθατε, ἀλλ᾽ ἢ ὅτι προστάτην καὶ εὐεργέτην καὶ ἀληθείας διδάσκαλον ἐσταυρώσατε. Εἰ γὰρ πλάνος ἦν καὶ ἀντίθεος, καὶ, μὴ ὢν Θεὸς, Θεὸς εἶναι ἐβούλετο, καὶ τὸ τοῦ Πατρὸς σέβας εἰς ἑαυτὸν ἐπεσπᾶτο, καὶ τοῦ Φινεὲς, καὶ τοῦ Σαμουὴλ, καὶ πάντων ἐκείνων μᾶλλον ὑμᾶς εὐδοκιμῆσαι ἔδει, τοσοῦτον ὑπὲρ τοῦ νόμου ζηλώσαντας.
Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι. Πάνυ γε· οὐ γὰρ ἐλάβετε τὰ ἔπαθλα, ὅτι τοῦ Θεοῦ τὸν ἐχθρὸν ἐσφάξατε· μανία ταῦτα καὶ λῆρος. Ἃ γὰρ πάσχετε νῦν, οὐ τῶν ἐχθροὺς τοῦ Θεοῦ ἀναιρούντων ἐστὶν, ἀλλὰ τῶν φίλους διαχρωμένων. Ἀλλ᾽, ὦ ᾽τᾶν, ταῦτα οὐ λέγομεν, φασί· διὰ τὰς ἁμαρτίας ταῦτα πάσχομεν. Νῦν ἐξομολογεῖσθε οἱ ἀπειθεῖς; καὶ ποίας ἁμαρτίας; εἰπέ μοι. Μὴ γὰρ νῦν πρῶτον ἡμαρτήκατε; Νῦν μὲν οὖν καὶ ἐπιεικέστεροι γεγόνατε. Ἀλλὰ μήπω τοῦτο· ἀλλ᾽ ἐκεῖνο ἂν ὑμᾶς ἐροίμην· Τίνος ἕνεκεν ἀεὶ ἁμαρτάνοντες πρότερον ἐτυγχάνετε φιλανθρωπίας παρὰ Θεοῦ, νῦν δὲ οὐκέτι, καὶ τὸ δὴ παραδοξότερον, ὅτι ἐλάττονα νῦν ἁμαρτάνοντες;
Τότε μὲν γὰρ καὶ τῷ Βεελφεγὼρ ἐτελεῖσθε, καὶ μόσχον προσεκυνήσατε, καὶ τοὺς υἱοὺς ἐσφάξατε, καὶ τὰς θυγατέρας ὑμῶν ἀνείλετε, καὶ ταῦτα σημείων ἀπολαύοντες· νῦν δὲ οὐ θάλατταν ὁρῶντες σχιζομένην, οὐ πέτραν ῥηγνυμένην, οὐ προφήτας παραγινομένους, οὐ τῆς συνήθους ἀπολαύοντες προνοίας, ὅμως μείζονα ἐπιδείκνυσθε τὴν ἐπιείκειαν· τί δήποτε οὖν, ὅτε καὶ τὰ ἁμαρτήματα ἐλάττονα, καὶ ἡ σωφροσύνη πλείων, μείζων ἡ κόλασις καὶ ἡ τιμωρία; Οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι ἐπειδὴ μεῖζον τὸ νῦν ἁμάρτημα;
Ἕως μὲν γὰρ εἰς τοὺς δούλους ἡμαρτάνετε, ἐτυγχάνετε συγγνώμης, προφήτας ἀναιροῦντες καὶ λιθάζοντες· ἐπειδὴ δὲ εἰς τὸν Δεσπότην τὰς χεῖρας ἐξετείνατε, ἀνίατον γέγονεν ὑμῖν τὸ ἕλκος λοιπόν. Διὸ τετρακόσια λοιπὸν ἔτη παρῆλθον, ἀφ᾽ οὗ καὶ αὐτὸ τῆς πόλεως τὸ ἔδαφος ἠφάνισται, ἡ ἱερωσύνη ἀνῄρηται, ἡ βασιλεία λέλυται, τὰ τῶν φυλῶν συγκέχυται, πάντα τὰ σεμνὰ ἐκεῖνα καὶ λαμπρὰ ἠφάνισται, καὶ οὐδὲ ἴχνος παρ᾽ ὑμῖν· ὅπερ οὐδέποτε γέγονεν.
Ἀλλ᾽ ἐν ἀρχῇ μὲν, καὶ τοῦ ναοῦ καθῃρημένου, οἱ προφῆται παρέμενον, καὶ Πνεύματος χορηγίαι, καὶ θαύματα· νυνὶ δὲ, ἵνα σαφῶς μάθητε ὅτι ὁ Θεὸς ὑμᾶς ἀπέστραπται διηνεκῶς, καὶ ταῦτα ἀνῄρηται· καὶ δουλεία, καὶ αἰχμαλωσία, καὶ πάντων ἔκπτωσις κατέλαβε, καὶ τὸ πάντων χαλεπώτερον, Θεοῦ ἐγκατάλειψις.
δʹ. Καὶ ταὐτὸν πεποίηκεν ὁ Θεὸς, οἷον ἂν εἴ τις δοῦλον ἀγνώμονα πολλάκις μαστιχθέντα καὶ μὴ διορθωθέντα ἀποδύσας τῶν ἱματίων, γυμνὸν, ἔρημον, ἀλήτην ἀφῇ πλανᾶσθαι, προσαιτοῦντα καὶ ἐλαυνόμενον πανταχοῦ. Πρότερον δὲ οὐ τοιαῦτα τὰ ὑμέτερα, ἀλλὰ καὶ προφῆται παρ᾽ ὑμῖν, καὶ ἐν Αἰγύπτῳ, καὶ ἐν Βαβυλῶνι, καὶ ἐν ἐρήμῳ· Μωϋσῆς ἐν Αἰγύπτῳ, ἐν Βαβυλῶνι Δανιὴλ καὶ Ἰεζεκιὴλ, ἐν Αἰγύπτῳ πάλιν Ἱερεμίας· καὶ θαύματα ἐπὶ θαύμασι, καὶ λαμπρότερον τὸ ἔθνος ἐγίνετο, τῶν παρ᾽ ὑμῖν αἰχμαλώτων βασιλέων ὑψηλοτέρων γενομένων. Ἀλλὰ νῦν πάντα ἐκεῖνα οἴχεται, καὶ ἡ τιμωρία χαλεπωτέρα τῶν προτέρων, οὐ μόνον τῷ μήκει τοῦ χρόνου, ἀλλὰ καὶ τῇ πολλῇ ἐγκαταλείψει. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ὅτε μείζονα ἡμαρτάνετε, τοσαύτης ἀπελαύετε προνοίας· ὅτε δὲ, ὥς φατε, καὶ ἐζηλώσατε ὑπὲρ τοῦ νόμου, χείρονα ἐπάθετε; Ἀπὸ γὰρ τούτου ἀδικίαν καταγινώσκετε τοῦ Θεοῦ, ὅτι ἁμαρτάνοντας μὲν ἐτίμα, κατορθοῦντας δὲ ἠτίμασεν. Εἰ γὰρ πλάνον ἀνείλετε, ὥς φατε, καὶ κατωρθώσατε· ἢ, εἰ δίκαιος ὁ Θεὸς, ὥσπερ οὖν καὶ δίκαιος, τιμᾷν ὑμᾶς ἔδει, οὐχὶ κολάζειν· εἰ δὲ κολάζει, εὔδηλον ὅτι τὰ νῦν ἁμαρτήματα ὑμῶν χαλεπώτερα. Εἰ δὲ οὔτε ἀσεβεῖτε νῦν, οὔτε τέκνα θύετε, ὡς πρὸ τούτου, ποῖον ἄλλο ἁμάρτημά ἐστι δι᾽ ὃ χαλεπώτερα ἐπάθετε; Ἢ εὔδηλον, ὅτι τὸ τοῦ σταυροῦ τόλμημα ὁ κολοφὼν τῶν κακῶν;
Τοῦτο καὶ εἰδωλολατρείας, καὶ μοσχοποιίας, καὶ παιδοκτονίας μᾶλλον ὑμᾶς ἀπώλεσεν. Οὐ γάρ ἐστιν ἴσον, υἱὸν σφάξαι τὸν ἑαυτοῦ, καὶ Δεσπότην τὸν ἑαυτοῦ σταυρῶσαι. Διὰ τοῦτο, ὅτε μὲν τοὺς υἱοὺς ἔσφαττες, φιλανθρωπίας ἀπέλαυες· ὅτε δὲ τοῦ Θεοῦ τὸν Υἱὸν καὶ σὸν Δεσπότην, ἀσύγγνωστα λοιπὸν κολάζῃ.
Πόσα ἔτη ἀπὸ τῆς ἐξόδου τῆς κατ᾽ Αἴγυπτον ἕως τῆς τοῦ Χριστοῦ παρουσίας; Οἶμαι χίλια πεντακόσια εἶναι καὶ πλείονα. Πῶς οὖν ἐν τούτοις ἅπασιν ἁμαρτάνοντας ὑμᾶς ἔφερε, νῦν δὲ ὑμᾶς ἔῤῥιψεν, ὅτε μάλιστα στεφανῶσαι ἔδει, κἂν πολλὰ ἡμαρτηκότες ἦτε; Τὸ γὰρ κατόρθωμα ὑμῶν πολὺ μέγιστον ἦν, εἴγε πλάνον ἐσφάξατε. Μετὰ δὲ τούτου καὶ σάββατα δοκεῖτε φυλάττειν νῦν, καὶ εἴδωλα οὐ προσκυνεῖτε, καὶ τὰ ἄλλα φιλονεικεῖτε διατηρεῖν. Ὅτε τοίνυν καὶ ὁ βίος ὑμῶν βελτίων, καὶ τὸ κατόρθωμα, ὥς φατε, τοσοῦτον, τότε τὰ ἔσχατα πάσχετε. Τί ταύτης τῆς μανίας γένοιτ᾽ ἂν χεῖρον; τί τῆς ἀνοίας, ὅτι ὑπὲρ ὑμῶν αὐτῶν ἀπολογήσασθαι βουλόμενοι, εἰς τὸν Θεὸν βλασφημεῖτε;
Εἰ γὰρ οὐ μεῖζον τὸ ἁμάρτημα τὸ κατὰ Χριστοῦ πάντων ἐκείνων, ἀλλὰ καὶ δικαίωμα, ὥς φατε, καὶ κατόρθωμα, τί δήποτε κατορθοῦντας μὲν κολάζει, ἁμαρτανόντων δὲ ἐφείδετο; Τοῦτο γὰρ οὐχ ὁ Θεὸς, ἀλλ᾽ οὐδὲ ἄνθρωπος ὅστις δήποτε νοῦν ἔχων ἀνάσχοιτο ἂν ποιῆσαι. Ἀλλὰ τί φασι πρὸς ταῦτα;
Ἐῤῥίφημεν, ἵνα καὶ διδάσκαλοι γενώμεθα τῆς οἰκουμένης. Λῆρος ταῦτα, καὶ φλυαρίαι. Τοὺς γὰρ μέλλοντας εἶναι διδασκάλους πρότερον αὐτοὺς κατωρθωκέναι δεῖ, καὶ τότε πέμπεσθαι εἰς τοῦτο· οἷοι ἦσαν οἱ προφῆται, οἱ ἀπόστολοι. Ὅταν δὲ αὐτοὶ διεστραμμένοι ὦσι, καὶ πάσης γέμοντες κακίας, πῶς ἂν εἰς τὸ διδάσκειν ἐξηνέχθησαν; Ἴδωμεν τοίνυν οἶος αὐτῶν καὶ ὁ πρὸ τούτου βίος. Εὑρήσομεν γὰρ θηρίων ὄντας χαλεπωτέρους. Καὶ γὰρ πατραλοῖαι, καὶ παιδοκτόνοι, καὶ εἰδωλολάτραι, καὶ πλεονέκται γεγόνασι· καὶ τούτων εἰσὶν αἱ προφητεῖαι πλήρεις. Καὶ τὸ μὲν λάγνον ὑμῶν Ἱερεμίας δηλῶν, ἔλεγεν· Ἵπποι θηλυμανεῖς ἐγενήθησαν· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζε. Τί ταύτης τῆς ἀκαθαρσίας χεῖρον; Οὐ γὰρ ὡς ἄνθρωποι συνεγίνοντο ταῖς ἀλλήλων γυναιξί· διὸ καὶ τὴν μανίαν αὐτῶν χρεμετισμὸν ἐκάλεσε. Καὶ οὐχὶ πορνείαν μόνον, ἀλλὰ καὶ μοιχείαν αὐτοῖς ἐγκαλεῖ, καὶ ταύτην ἀνέδην γινομένην, καθάπερ ἐπὶ τῶν ἀλόγων. Ἕτερος δὲ προφήτης φησιν· Εἰσῆλθον πρὸς τὴν γυναῖκα ποιοῦντες παραπετάσματα, υἱὸς καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην. Διὰ τοῦτο οὖν διδασκάλους, εἰπέ μοι, ἔπεμψεν ὑμᾶς, ἵνα μάθωμεν πορνείας, καὶ μοιχείας, καὶ ὅτι δεῖ τὴν αὐτὴν εὐνὴν ἔχειν πατέρα καὶ υἱόν; Τί δὲ ὁ Ἰεζεκιήλ; Οὐδὲ κατὰ τὰ νόμιμα τῶν ἐθνῶν ἐποιήσατε, φησί. Τοὺς οὖν ἐθνῶν χείρους, τούτους ἔπεμψε διδασκάλους; εἰπέ μοι.
Τὰς δὲ μιαιφονίας αὐτῶν τίς ἂν ἐνέγκοι; Υἱοὺς γὰρ καὶ θυγατέρας κατέσφαξαν τοῖς δαιμονίοις, καὶ κατέκαιον αὐτούς.
Δείκνυσι καὶ τοῦτο ὁ Δαυῒδ λέγων· Καὶ ἔσφαξαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Διὰ ταῦτα οὖν ἀπέστειλεν, ἵνα μάθῃ τοῦτο τῶν ἀνθρώπων ἡ φύσις, ὅτι υἱοὺς δεῖ κατασφάττειν, καὶ θυγατέρας; Οὐκ αἰσχύνεσθε, οὐδὲ ἐγκαλύπτεσθε τοιαύτας ληρῳδίας συντιθέντες; Καὶ γὰρ ἕτερός φησιν· Αἵματα ἐφ᾽ αἵματι μίσγουσι· καὶ ἀρὰ, καὶ ψεῦδος, καὶ κλοπὴ, καὶ φόνος, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς. Ἄλλος δὲ, ὅτι Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας Ἕτερος πάλιν· Οἱ ἄρχοντες ὑμῶν ὡς λύκοι τῆς Ἀραβίας. Ἄλλος πάλιν· Οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.
εʹ. Ταῦτα οὖν ἐξήλθετε διδάσκοντες, ἀναισχυντίαν, ἄνοιαν, πορνείαν, μοιχείας, φόνους, πᾶσαν κακίας ὁδόν; Οὐ παύεσθε ἀναγκάζοντες ἡμᾶς τὰ κακὰ ὑμῶν ἐκπομπεύειν; Ὑμεῖς Οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἕως γήρως· ὑμεῖς οἱ τυφλοὶ, καὶ εἰς βόθυνον ἀλλήλους ἐμβάλλοντες. Τυφλὸς γὰρ τυφλὸν, φησὶν, ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Οἱ καθ᾽ ἑκάστην προφητῶν ἀπολαύοντες, καὶ μηδέποτε βελτίους γινόμενοι, ἑτέρων ἐμέλλετε διδάσκαλοι εἶναι; Οὐ παύεσθε τοιαῦτα ληροῦντες, καὶ ἐπιγνώσεσθε ὑμῶν τὴν κακίαν; Τοῦτο γὰρ ὑμᾶς ἀπώλεσεν ἀεὶ, τὸ μὴ βούλεσθαι εἰδέναι μηδὲ τῶν ἁμαρτημάτων ὑμῶν τὴν ὑπόθεσιν. Διὰ δὴ τοῦτο, ὅπερ ποιοῦσιν οἱ δικασταὶ, κελεύοντες ἕπεσθαι τοῖς μαστιγουμένοις τοὺς ἐπιβοῶντας καὶ λέγοντας τῶν μαστίγων τὰς αἰτίας, μὴ κλέπται, μὴ ἅρπαγες· οὕτω δὴ καὶ ὁ Θεὸς πανταχοῦ πομπεύων ὑμᾶς, ἐκέλευσεν ὑμῖν ἕπεσθαι τοὺς προφήτας λέγοντας τὴν αἰτίαν τῆς τιμωρίας. Πανταχοῦ γὰρ τῆς οἰκουμένης ὑμῖν εἰσι συνδεδεμένοι, ἔτι δὲ νῦν ἐπιβοῶντες ὑμῖν.
Κἂν εἰσέλθῃς εἰς τὰς συναγωγὰς, ἀκούσῃ αὐτῶν ταῦτα τὰ ῥήματα συνεχῶς λεγόντων. Καὶ ὁ μὲν Δαυῒδ φησὶ, τὸ δικαστήριον ἐκεῖνο τὸ λῃστρικὸν ὑπογράφων τοῦ Καϊάφα. ὅτι διὰ τοῦτο ἀπολώλατε. Εἰπὼν γὰρ, Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ᾽ ἡμῶν τὸν ζυγὸν αὐτῶν, ἐπήγαγε· Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Ὁ δὲ Ἡσαΐας εἰπὼν, ὅτι Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἐπήγαγε· Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· καὶ πάλιν ἀλλαχοῦ περὶ τοῦ ἀμπελῶνος διαλεγόμενος· Ἔμεινα, ἵνα ποιήσῃ δικαιοσύνην, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ποίαν δὲ κραυγήν; Σταύρωσον, σταύρωσον. Καὶ ἐπάγει· Διὰ τοῦτο καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἐντελοῦμαι ταῖς νεφέλαις, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Οὐ διὰ τοῦτο τοίνυν διεσπάρητε, ἀλλὰ διὰ τὰ τολμηθέντα ἐν τῷ σταυρῷ· καὶ τοῦτο ἀπὸ τῶν προφητῶν δῆλον. Καὶ ἵνα μάθητε τοῦ Χριστοῦ τὴν δύναμιν, καὶ ἵνα διδαχθῆτε δι᾽ ἑαυτῶν, ἅπερ οὐκ ἐπαιδεύθητε διὰ τῶν προφητῶν, ὅρα γοῦν καὶ τὰ πράγματα μαρτυροῦντα. Ὅπερ γὰρ ὁ νόμος ὑμᾶς ἐπαίδευσε, τοῦτο ἐκ περιουσίας ἡ τοῦ Χριστοῦ δύναμις ἐποίησεν.
Ἕως μὲν γὰρ εἴχετε τὸν νόμον, καὶ ἐφονεύετε, καὶ ἐπαιδοκτονεῖτε, καὶ ἐμοιχεύετε· ἐπειδὴ δὲ ὁ τῆς δικαιοσύνης ἥλιος ἔλαμψε, καὶ τῶν ὑμετέρων πολλὰ ἠλαττώθη κακῶν, καὶ ἐπιεικέστερον μετήλθετε βίον, ζήλῳ τῷ πρὸς ἡμᾶς διορθωθέντες.
Διὰ τοῦτο ὑμᾶς διέσπειρεν, ἵνα εἰδῆτε ἡλίκην πολιτείαν ἐφύτευσεν ἐπὶ τῆς γῆς· καὶ τὸν ναὸν ἔλυσεν, ἀπάγων ὑμᾶς καὶ ἄκοντας τῆς κακίας. Καὶ ἔνθα ὁ ναὸς κατελύθη, ἐκεῖ καὶ ὁ Χριστὸς ἐτάφη, ἵνα διὰ τὸν ἐκείνου τάφον ἀπιόντες καὶ τὸ τρόπαιον ἴδωσι τῆς αὐτοῦ δυνάμεως, καὶ τὸν λόγον ἑστῶτα τὸν λέγοντα· Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ὧδε. Πανταχοῦ γὰρ αὐτοῦ τὰ τρόπαια, καὶ τὰ ὑπομνήματα τῆς δυνάμεως. Εἰ δὲ, ὥς φατε, ἀσεβὴς ἦν καὶ ἀντίθεος, εἰ καὶ μυρία ἡμαρτήκατε, οὐδὲ οὕτω κολασθῆναι ἔδει· εἰ δὲ καὶ ἔδει, οὐ τότε· ἵνα μή τις νομίσῃ, ὅτι ὑπὲρ ἐκείνου τίνετε δίκην. Ἢ οὐκ ἠκούσατε τοῦ Θεοῦ λέγοντος, ὅταν ἐν τῇ αἰχμαλωσίᾳ ἦτε, ὅτι Οὐ δι᾽ ὑμᾶς ἐγὼ ποιῶ, ἀλλὰ δι᾽ ἐμὲ, ἵνα μὴ τὸ ὄνομά μου βεβηλωθῇ; Καίτοι τότε ἐπετέτατο ὑμῶν ἡ κακία. Ἀλλ᾽ ὅμως, φησὶν, ἵνα μὴ νομίσωσιν οἱ βάρβαροι ἀσθενῆ με εἶναι, παρίημι τὰ ἁμαρτήματα ὑμῶν, καὶ σώζω ὑμᾶς. Εἶτα τότε μὲν παρανομοῦντας ἔσωσεν, ἵνα μὴ τὸ ὄνομα αὐτοῦ βεβηλωθῇ· νυνὶ δὲ οὐκ ἂν τοῦτο ἐποίησεν; Εἰ γὰρ καὶ μυρία ἡμαρτήκατε, οὐδὲν τοιοῦτο ἔδει παθεῖν, εἴγε πλάνος ἦν ὁ Χριστὸς, ἵνα μή τις νομίσῃ δι᾽ ἐκεῖνον ταῦτα πεπονθέναι, ἀλλὰ καὶ σωθῆναι ἐχρῆν· εἰ δὲ καὶ ἔδει, ὅπερ ἔφθην εἰπὼν, οὐ τότε. Νυνὶ δὲ ὁμοῦ ταῦτα γέγονεν.
Ὅτε γὰρ ὁ σταυρὸς προεχώρησε, μετὰ μικρὸν ἐξῆλθον οἱ ἀπόστολοι, καὶ εὐθέως χαλεπὸς ἀνεῤῥιπίσθη πόλεμος κατὰ τῆς πόλεως ἐκείνης· καὶ τὸ ἐν τοῖς Εὐαγγελίοις, τὸ, Οὐαὶ ταῖς θηλαζούσαις καὶ ἐν γαστρὶ ἐχούσαις, καὶ πάντα ἐκεῖνα ἐπὶ τῶν ἔργων ἐξῄει· καὶ τὸ, Τότε ἔσται θλίψις, οἵα οὐδέποτε γέγονεν, ἐπληροῦτο. Καὶ γὰρ γυναῖκες τέκνα ἤσθιον, καὶ γαστέρας ἀνεῤῥήγνυσαν νεκρῶν οἱ πολέμιοι, καὶ πῦρ πανταχοῦ βαρβαρικὸν διενέμετο, καὶ αἵματος πάντα ἦν μεστὰ, καὶ τραγῳδίαι καιναὶ, καὶ ἡ οἰκουμένη πᾶσα τῶν Ἰουδαϊκῶν κακῶν ἐμπέπληστο.
Ταῦτ᾽ οὖν ἐννοοῦντες, ἐπίγνωτε τὸν ὑμέτερον Δεσπότην. Οὐχὶ προφήτας ἐσφάξατε; μὴ ἐπάθετέ τι τοιοῦτον; Οὐ θυσιαστήρια κατεσκάψατε; μὴ συνέβη τις ὑμῖν τοιαύτη συμφορά; Οὐχὶ μόσχον προσεκυνήσατε, καὶ τῷ Βεελφεγὼρ ἐτελέσθητε, καὶ τὴν φύσιν ἠγνοήσατε; μὴ ἐλάβετε πεῖραν τοιούτων πολεμίων; Οὐκ ἐν μέσαις ταῖς εὐεργεσίαις ἀγνωμονοῦντες ἐσώζεσθε;
Πόθεν οὖν ὑμῖν τὰ κακὰ ἀπέραντα; Ἆρ᾽ οὐχὶ πρόδηλον, ὅτι ἐπειδὴ τὸ ἁμάρτημα εἰς τὸν Δεσπότην ἐτολμήθη, οὐκ εἰς τοὺς δούλους; Ὅθεν ὑμῖν οὐδὲ λύσις ἐστὶ τῶν κατεχόντων ὑμᾶς κακῶν, οὐδὲ ἔσται. Εἰ γὰρ ἦν, προεῖπον ἂν οἱ προφῆται. Νυνὶ δὲ τὴν αἰχμαλωσίαν εἶπον, τὴν δὲ ἐπάνοδον οὐδαμοῦ, καίτοι συνεχῶς ταῖς κολάσεσι τὰ χρηστὰ ἀναμιγνύντες, καὶ χρόνους ὁρίζοντες. Καὶ γὰρ ὁ Ἱερεμίας ἑβδομήκοντα ἔτη ὥρισε, καὶ ὁ Δανιὴλ ὁμοίως τρεῖς ἑβδομάδας καὶ ἥμισυ· καὶ ἐν Αἰγύπτῳ τετρακόσια τριάκοντα ἔτη ἐῤῥήθη ὅτι δουλεύσουσι. Περὶ δὲ τῆς αἰχμαλωσίας ταύτης οὐδαμοῦ κεῖται χρόνος, οὐδὲ πέρας, ἀλλ᾽ ἀφεῖται ὁ οἶκος ὑμῶν ἔρημος, καὶ καθ᾽ ἑκάστην ἡμέραν ἐπὶ τὸ χεῖρον τὰ ὑμέτερα πρόεισι.
ϛʹ. Ταῦτα πάντα μετὰ ἀκριβείας ἀναλογιζόμενοι παρ᾽ ἑαυτοῖς, καὶ τὸν λόγον ἐκ τούτων πλατύνοντες (Δίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται), τὴν ἀναισχυντίαν αὐτῶν καὶ τὴν ἀγνωμοσύνην ἐλέγχειν δυνήσεσθε. Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου. Ἄλλος, Ὁρῶ γὰρ τοὺς οὐρανούς.
Σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας. Ἄλλος, Ἡτοίμασας. Ἄλλος, Ἥδρασας. Εἰπὼν, ὅτι Κατέλυσας τοὺς ἐχθροὺς, καὶ τὴν ἀπόδειξιν παρέχει τῆς λαμπρᾶς ταύτης νίκης. Σὺ γὰρ, φησὶν, ὁ σταυρωθεὶς, ὁ ἀναιρεθεὶς, ἀνεφάνης τῆς οἰκουμένης δημιουργός.
Διὰ τοῦτό φησι· Ὄψομαι τοὺς οὐρανούς· δηλῶν, ὅτι ἔμπροσθεν οὐ πολλοὶ τοῦτο ᾔδεισαν, ὕστερον μέντοι πάντες εἴσονται. Καὶ τίνος ἕνεκεν οὐκ ἐπῆλθεν ἅπαντα τῆς οἰκουμένης τὰ μέρη; Ὅτι τὰ καιριώτερα τῶν ὁρωμένων ἐπελθὼν, οὐδὲν ἔδει τῆς περὶ τῶν ἄλλων διδασκαλίας. Εἰς τοσοῦτον τοίνυν κατελύθησαν οἱ ἐχθροὶ, ὡς τὸν παρ᾽ αὐτῶν ἐλαυνόμενον καὶ ἀναιρεθέντα ἀναφανῆναι τῶν ὁρωμένων ἁπάντων δημιουργόν.
Καὶ τίνος ἕνεκεν οὐκ εἶπε, Τῶν χειρῶν σου, ἀλλὰ, Τῶν δακτύλων σου; Τῆς ἐλαχίστης ἐνεργείας ἔργον δεικνὺς τὰ ὁρώμενα, καὶ τὸ παράδοξον τῆς δημιουργίας, ὅτι κρεμασθέντες οὐκ ἐκπίπτουσιν οἱ ἀστέρες· καίτοι γε οὐκ αὐτὴ τῶν θεμελίων ἡ φύσις, ἄνω κρεμᾶσθαι, ἀλλὰ κάτω κεῖσθαι πέφυκεν· ἀλλ᾽ ὁ ἀριστοτέχνης δημιουργὸς καὶ παράδοξα ποιῶν, ἐν τοῖς φαινομένοις τὰ πλείονα ὑπὲρ φύσεως ἀκολουθίαν ἐποίησε.
Καὶ διὰ τί μηδὲν περὶ ἀσωμάτων δυνάμεων διαλέγεται, καὶ ἐκεῖθεν δείκνυσιν αὐτοῦ τὴν δημιουργίαν; Ὅτι τέως τὸ σπουδαζόμενον τοῦτο ἦν, περὶ τῶν φαινομένων αὐτοὺς μαθεῖν. Διὰ τοῦτο καὶ ὁ Πατὴρ αὐτοῦ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος, οὐ λέγει· Ἐγὼ τοὺς ἀγγέλους ἐποίησα, καὶ τὰ Χερουβίμ· ἀλλ᾽, Ἐγὼ τὸν οὐρανὸν ἐξέτεινα· ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσε· καὶ πάντα ἀεὶ τὸν λόγον ἐν τοῖς φαινομένοις ἀναλίσκει, πρὸς τὴν σωτηρίαν τῶν ἀκουόντων ἅπαντα πραγματευόμενος.
Παχύτεροι γὰρ ὄντες, ἀπὸ τῶν φαινομένων μᾶλλον ἐνήγοντο, ἢ ἀπὸ τῶν ἀοράτων. Διὰ τοῦτο καὶ Παῦλος εἰσιὼν ἀεὶ καὶ δημηγορῶν, ἀπὸ τῆς φαινομένης κτίσεως προοιμιάζεται λέγων· Ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· καὶ ἀπὸ τῶν ὄμβρων τῶν ἐτησίων, καὶ ἀπὸ τοῦ γένους τοῦ τῶν ἀνθρώπων ἀεὶ ποιεῖται τὸν λόγον. Ἂν γὰρ εἴπω ὅτι τὰ Χερουβὶμ ἐποίησε, διπλῆς μοι χρεία κατασκευῆς, ὅτι τε ἔστι Χερουβὶμ, καὶ ὅτι ἐποίησεν· ἐπὶ δὲ τῶν ὁρωμένων μόνον ὅτι ἐποίησεν ἀναγκάζομαι ἀποδεῖξαι.
Διὸ καὶ εὐκολώτερος ὁ λόγος· τὴν γὰρ ὄψιν ἔχει μαρτυρίαν τῶν λεγομένων. Καὶ γὰρ τὸ μέγεθος, καὶ τὸ κάλλος, τὴν χρῆσιν, καὶ τὴν θέσιν, καὶ τὴν εὐρυθμίαν ὁρᾷ ὁ ἀκροατής. Ὥστε ἕν μοι τὸ σπουδαζόμενον, δεῖξαι ὅτι ὁ Θεὸς αὐτὸ εἰργάσατο. Καὶ τίνος ἕνεκεν οὐχὶ τοῦ ἡλίου ἐμνήσθη, ἀλλὰ τῆς σελήνης καὶ τῶν ἀστέρων; Μάλιστα μὲν οὖν τοῦτο εἰπὼν, κἀκεῖνο ᾐνίξατο. Ἐπειδὴ γάρ τινες ἀποσχίζουσι τῆς δημιουργίας τοῦ Θεοῦ τὴν νύκτα, διὰ τῆς σελήνης αὐτὴν ἐνέφηνε, δεικνὺς ὅτι καὶ ταύτης δημιουργός ἐστιν. Οὐ μικρὰ δὲ καὶ ἡ τῶν ἀστέρων ποικιλία, καὶ ἡ τῶν σεληναίων δρόμων ἀπόδειξις. Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν, Ἄλλος, Τί ὁ κατ᾽ ἄνδρα, ὅτι μνημονεύεις αὐτοῦ; Ἄλλος ἀντὶ τοῦ, Ἐπισκέπτῃ αὐτὸν, Ἐπισκέψῃ αὐτὸν, φησίν. Εἰπὼν περὶ τῆς δημιουργίας, καὶ ἐκ μέρους τὴν πᾶσαν αἰνιξάμενος, ἐμβάλλει λοιπὸν εἰς τὸν περὶ τῆς προνοίας τῶν ἀνθρώπων λόγον. Κἀκεῖνα μὲν γὰρ τὰ εἰρημένα, διὰ τὸ γένος τὸ ἡμέτερον, ἀλλὰ καὶ τὰ τῆς κηδεμονίας, ἧς ἔχεται· ἡ γὰρ κτίσις ἅπασα διὰ τὸν ἄνθρωπον.
Πλὴν ἀλλὰ καὶ ἕτερον εἶδος ἀνακινεῖ προνοίας, καὶ οὐχ ἁπλῶς εἰς τοῦτον ἐμβάλλει τὸν λόγον, ἀλλὰ μετὰ πολλῆς τῆς εὐγνωμοσύνης, ὑπὲρ τῆς οἰκουμένης εὐχαριστῶν, καὶ τὴν καθόλου λέγων εὐεργεσίαν, καὶ τῆς οἰκονομίας τῆς εἰς αὐτὸν γεγενημένης τὸ μέγεθος παριστῶν. Εἰ γὰρ πρὸ τούτου οὐδὲν ἦν, πολλῷ μᾶλλον ὅτε ὁ Χριστὸς παρεγένετο, μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἁμαρτήματα. Καὶ δείκνυσιν ὅτι οὐκ ἔξω φειδοῦς ἡ παρουσία τοῦ Χριστοῦ, ἀλλ᾽ ἐκ πολλῆς φιλανθρωπίας.
Καὶ γὰρ καθάπερ τις ἄριστος ἰατρὸς, τοὺς ὑγιαίνοντας ἀφεὶς, ἦλθε πρὸς ἡμᾶς τοὺς κάμνοντας. οὐδὲν ὄντας. Τοῦτο γοῦν παριστῶν, ἔλεγε· Τί ἐστιν ἄνθρωπος; ἀντὶ τοῦ, Οὐδέν ἐστιν, εὐτελές τί ἐστι. Πρὸς γὰρ τὴν τοσαύτην πρόνοιαν ἀφορῶν, καὶ τὴν τοσαύτην τοῦ Θεοῦ κηδεμονίαν, καὶ τὰς πραγματείας, ἃς ἐπραγματεύσατο διὰ τὴν σωτηρίαν τοῦ τῶν ἀνθρώπων γένους, σφόδρα ἐκπλήττεται καὶ θαυμάζει, τί δήποτε τοσαύτης ἠξίωσεν αὐτὸν προνοίας. Ἐννόησον γὰρ, ὅτι δι᾽ αὐτὸν τὰ ὁρώμενα πάντα. Δι᾽ αὐτὸν τὰ ἀπὸ Ἀδὰμ ἕως τῆς παρουσίας αὐτοῦ οἰκονομηθέντα· δι᾽ αὐτὸν παράδεισος, καὶ ἐντολαὶ, καὶ κολάσεις, καὶ θαύματα, καὶ τιμωρίαι, καὶ εὐεργεσίαι, μετὰ τὸν νόμον· δι᾽ αὐτὸν ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἐγένετο.
Τί ἄν τις εἴποι τὰ μέλλοντα, ὧν ἀπολαύειν μέλλει; Ταῦτα τοίνυν ἅπαντα ἀναλογιζόμενος λέγει· Τί τοσοῦτόν ἐστιν ἄνθρωπος, ὅτι τοσούτων ἠξιώθη; ζʹ. Ἂν γάρ τις ἐννοήσῃ πόσα δι᾽ αὐτὸν γέγονε καὶ γίνεται, καὶ πόσων ἀπολαύσεται μετὰ ταῦτα, φρίκης ἐμπλησθήσεται πολλῆς, καὶ τότε ὄψεται καλῶς, πῶς τῷ Θεῷ τουτὶ περισπούδαστον τὸ ζῶον. Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους. Ἕτερος, Βραχύ τι παρὰ Θεόν. Ἄλλος, Ὀλίγον παρὰ Θεόν. Ὁ δὲ Ἑβραῖος, Οὐθασρηοῦ μὰτ μὴ ἐλωείμ. Ἐνταῦθα τῆς καταδίκης ἀνέμνησε, καὶ τῆς ἁμαρτίας τῆς παλαιᾶς, τὸν θάνατον εἰς μέσον ἀγαγών. Ἀλλὰ καὶ τοῦτον ὁ Μονογενὴς ἐλθὼν ἔλυσε. Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Ἄλλος, Δόξῃ καὶ ἀξιώματι στέψεις αὐτόν. Ἔστι μὲν καὶ κατὰ ἱστορίαν, ἔστι δὲ καὶ κατὰ ἀναγωγὴν ταῦτα ἐκλαβεῖν. Λέγει γὰρ αὐτοῦ καὶ τὴν ἀρχὴν, ἣν ἐνεχειρίσθη γενόμενος· λέγει καὶ τὰ μετὰ ταῦτα ἀγαθὰ, ὧν μετὰ τὴν παρουσίαν τοῦ Χριστοῦ ἀπέλαυσε. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ἤκουσεν· Ὁ τρόπος ὑμῶν καὶ ὁ φόβος ὑμῶν ἐπὶ πάντα τὰ θηρία τῆς γῆς. Καὶ, Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Μετὰ δὲ ταῦτα· Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων. Ἀλλὰ ταῦτα ἀφεὶς, ἀπὸ τῶν ταπεινοτέρων ὑφαίνει τὸν λόγον, ἐκεῖνα συνιδεῖν καταλιμπάνων τοῖς ὀξύτερον δυναμένοις ὁρᾷν.
Ἡ γὰρ δόξα ἡ μείζων καὶ ἡ τιμὴ, τὰ ἐπὶ τῆς Καινῆς Διαθήκης γενόμενα, ὅταν κεφαλὴν ἔχῃ τὸν Χριστὸν, ὅταν εἰς τὸ σῶμα αὐτοῦ τελῇ, ὅταν ἀδελφὸς καὶ συγκληρονόμος γένηται καὶ σύμμορφος τοῦ σώματος αὐτοῦ, ὅταν μείζονα Μωϋσέως λαμβάνῃ δόξαν, ὥσπερ ὁ Παῦλος ἐδήλωσε, δεικνὺς ὅτι οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα, ἀλλὰ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ Θεοῦ κατοπτριζόμεθα. Διὸ καὶ λέγει· Οὐ γὰρ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ταύτην οὖν φησιν ὁ Προφήτης τὴν δόξαν κατὰ ἀναγωγήν. Τί γὰρ ταύτης ἴσον, ὅταν συγχορεύωμεν ἀγγέλοις, ὅταν εἰς υἱοθεσίαν ἀγώμεθα, ὅταν μηδὲ τοῦ Μονογενοῦς ὑπὲρ ἡμῶν φείδηται; Ποίας ἁλουργίδος, ποίου διαδήματος ταῦτα οὐ λαμπρότερα, ὅταν θανάτου καταγελῶμεν, ὅταν πρὸς τὴν τῶν ἀσωμάτων δυνάμεων ἀπάθειαν μεθορμιζώμεθα, οἱ ἠτιμωμένοι πρὸ τούτου, καὶ ἄδοξοι, καὶ βδελυροί; Ὁ Ἀδὰμ οὔτε κακόν τι, οὔτε ἀγαθὸν ἐργασάμενος, ἐτιμήθη εὐθέως γενόμενος. Πῶς γὰρ ἂν εἰργάσατο ὁ μὴ ὤν; Ἡμεῖς δὲ μυρία ἐργασάμενοι δεινὰ, πολλῷ πλείονος ἀπελαύσαμεν τιμῆς.
Οὐκέτι, φησὶ, λέγω ὑμᾶς δούλους· ὑμεῖς γὰρ φίλοι μου ἐστέ. Οὐκέτι ἡμᾶς ἐπαισχύνονται ἄγγελοι, ἀλλὰ καὶ διακονοῦσι πρὸς τὴν ἡμετέραν σωτηρίαν. Καὶ γὰρ πρὸς Φίλιππον ἦλθεν ἄγγελος, καὶ πρὸς ἑτέρους πολλούς· καὶ εὐηγγελίζοντο ἀνθρώποις. Οὐκ ἐπὶ γῆς δὲ κληρονόμοι, ἀλλὰ κοινωνοὶ τῶν οὐρανίων ἀγαθῶν ἐσμεν, καὶ μέτοχοι τοῦ Χριστοῦ, καὶ εἰς κοινωνίαν καλούμεθα τοῦ Μονογενοῦς. Ταῦτα πάντα διὰ τῆς δόξης καὶ τῆς τιμῆς αἰνίττεται. Διὸ καὶ ἔλεγε, Δόξῃ καὶ τιμῇ στέψεις αὐτὸν, τὸ μέλλον προαναφωνῶν.
Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Ἄλλος, Ἐξουσιάζειν ἐποίησας αὐτὸν τῶν ἔργων τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου. Ἄλλος, Τὰ ἄγρια. Τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν.
Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ὥσπερ περὶ δημιουργίας διαλεγόμενος, οὐ τῶν ἄνω δυνάμεων ἅπτεται μόνον, ἀλλὰ καὶ ἐπὶ τὰ αἰσθητὰ κατάγει τὸν λόγον· οὕτω καὶ περὶ τιμῆς τῆς εἰς ἀνθρώπους γεγενημένης διδάσκων, αἰνιξάμενος ἐκεῖνα τὰ ἀπόῤῥητα καὶ ἀσώματα, ἅπερ ἀπηρίθμησε, νῦν τοῖς αἰσθητοῖς ἐνδιατρίβει πλέον, ἅπερ σαφέστερα ἐκείνων ἦν τοῖς παχυτέροις.
Τίνα δὲ ταῦτα ἦν; Ἡ ἀρχὴ ἡ ἐπίγειος αὐτῷ δοθεῖσα. Καὶ τὸ δὴ θαυμαστὸν, καὶ ὃ μάλιστα ᾐνίξατο, ὅτι τιμηθέντα αὐτὸν πρὸ τῆς παραβάσεως, οὐδὲ μετὰ τὴν ἁμαρτίαν ἐξέβαλε τῆς τιμῆς. Ἠλάττωσας γὰρ, φησὶν, αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους, τουτέστι, Θανάτῳ κατεδίκασας ἁμαρτόντα· οὐ μὴν ἐπειδὴ θανάτῳ κατεδίκασας, ἐγύμνωσας αὐτὸν τῆς δωρεᾶς. Διά τοι τοῦτο, ἐκεῖνο εἰπὼν, τότε τοῦτο τίθησι, δεικνὺς ἄφατον τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι καὶ ἐλαττωθέντα αὐτὸν διὰ τὴν οἰκείαν παράβασιν ἀφῆκεν ἐστεφανῶσθαι τῇ τιμῇ τῆς δόξης, καὶ τῆς ἀρχῆς οὐ παρέλυσεν.
Εἰ δὲ μικρόν τι ὑφεῖλε, καὶ τοῦτο τῆς κηδεμονίας αὐτοῦ. Πρὸ μὲν γὰρ τῆς παρακοῆς, καὶ θηρίων ἐκράτει· μετὰ δὲ τὴν παρακοὴν ὀλίγον δὴ τῆς ἐξουσίας ταύτης ὑπετέμνετο. Κρατεῖ μὲν γὰρ αὐτῶν καὶ νῦν τέχναις τισὶ, μετὰ φόβου δὲ καὶ τρόμου. Οὔτε γὰρ πᾶσαν ἀφείλετο τὴν ἀρχὴν, οὔτε πᾶσαν εἴασεν, ἀλλ᾽ ὅσα μὲν αὐτῷ πρὸς τροφὴν καὶ ἐργασίαν ἦν ἐπιτήδεια, εἴασεν ὑποκεῖσθαι· τὰ δὲ θηριωδέστερα οὐκέτι, ἵνα ὑπομιμνήσκηται ἐκ τῆς τούτων ἀγωνίας τῆς παλαιᾶς ἁμαρτίας τῆς τοῦ προπάτορος Ἀδάμ. Ὥστε καὶ ἀπὸ τοῦ μὴ σφόδρα ἡμῖν ὑποτάττεσθαι μέγα κέρδος ἐγίνετο. Τί γὰρ ὄφελος ἐκ τοῦ λέοντα ἔχειν ὑποχείριον καὶ χειροήθη; τί δὲ πλέον ἀπὸ τοῦ πάρδαλιν ἔχειν τιθασσόν; Οὐδὲν, ἀλλ᾽ ἢ ἀλαζονεία μόνον καὶ ἀπόνοια. Διὰ δὴ τοῦτο ταῦτα μὲν εἴασεν ἔξω μένειν τῆς ἀρχῆς, τὰ δὲ χρήσιμα ἡμῖν χειροήθη πεποίηκε, βοῦν ἀροῦντα, καὶ πρόβατον περιβάλλον τὴν τοῦ σώματος γύμνωσιν, καὶ κτήνη πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν ἐπιτήδεια, ὄρνιθας καὶ ἰχθύας, ὥστε καὶ τράπεζαν ἡμῖν εἶναι δαψιλεστέραν.
ηʹ. Καθάπερ γάρ τις υἱὸν ἀποκληρονόμον ποιῶν, οὐ πάντων ἐκβάλλει, ἀλλὰ μέρους τινὸς, ἵνα σωφρονίσῃ, οὕτω δὴ καὶ ὁ Θεός· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλ᾽ ἀπεναντίας. Ὁ μὲν γὰρ ἄνθρωπος ἀποκληρονόμον ποιῶν, τοῦ πλείονος ἐκβάλλει μέρους, τὸ δὲ ἔλαττον ἀφίησιν· ὁ δὲ Θεὸς τὸ πλέον ἀφεὶς, ὀλίγου τινὸς ἐξέβαλε, καὶ τοῦτο πρὸς ὠφέλειαν, ἵνα μὴ πάντων εὐκόλως περιγίγνηται τῶν ἄλλων. Ἀλλὰ καὶ τοῦτο τῆς τοῦ Θεοῦ κηδεμονίας· τὴν γὰρ σοφίαν αὐτοῦ θήγων, καὶ τὸ φρόνημα καθαιρῶν, καὶ τὴν ἄκαιρον σχολὴν ἐκκόπτων (ἐπειδὴ πάντα μετ᾽ εὐκολίας ἔχων ἐξετραχηλίσθη), ἀνέμιξέ τινα καὶ δυσκολίαν τῇ χρήσει τοῦ βίου, καὶ οὔτε πάντα μετὰ καμάτου, οὔτε πάντα ἄνευ καμάτου καρποῦσθαι αὐτὸν εἴασεν· ἀλλὰ τὰ μὲν πρὸς χρείαν πόνου χωρὶς καὶ ἱδρώτων ἀφῆκεν αὐτὸν ἔχειν, τὰ δὲ πρὸς τρυφὴν μετὰ πόνου καὶ ἱδρῶτος, βουλόμενος καὶ ταύτην ἡμῖν ὑποτέμνεσθαι τὴν πολλὴν ἄδειαν.
Εἰ δὲ λέγοι τις· Τί δὲ τῶν ἀγρίων ὄφελος ζώων; ἐροῦμεν· Πρῶτον μὲν ψυχῆς ταπεινοφροσύνην ἐργάζεται, καὶ ἐναγώνιον ποιεῖ τὸν ἄνθρωπον, καὶ τὸν σφόδρα ἀλαζόνα τῆς οἰκείας ἀναμιμνήσκει φύσεως, ὅταν τὸ ἄλογον αὐτῷ φοβερὸν ᾖ. Πολλὰ δὲ καὶ σώμασι κάμνουσιν ἐκ τούτων φάρμακα γίνεται. Ὁ δὲ ταῦτα ἐρωτῶν, τί δήποτε γέγονε τὰ ἄγρια θηρία. ἐρωτήσει καὶ τί ποτε φλέγμα καὶ χολὴ ἐν ἡμῖν; Καὶ γὰρ καὶ ταῦτα, ἂν παροξυνθῇ, θηρίου χαλεπώτερον ἔξεισι, καὶ τῷ σώματι παντὶ λυμαίνεται. Καὶ θυμὸς δὲ ἡμῖν ἔγκειται, καὶ ἐπιθυμία πάλιν· καὶ ταῦτα θηρίων χαλεπώτερον λυμαινόμενα μὴ κατείργοντας αὐτὰ καὶ χαλινοῦντας. Καὶ τί λέγω θυμὸν καὶ ὀργὴν, ὅπου γε καὶ ὀφθαλμὸς ὁ ἡμέτερος θηρίων χεῖρον περιέβαλε πάθεσιν, εἰς ἔρωτα πικρὸν περιπείρας; Ἀλλ᾽ οὐ διὰ τοῦτο ἐροῦμεν· Διὰ τί ταῦτα γέγονεν; Ἀλλὰ καὶ χάριν εἰσόμεθα πάντων ἕνεκεν τῷ Δεσπότῃ. Ὅπερ γάρ ἐστιν ἱμὰς τῷ παιδὶ, τοῦτο θηρίον ἀνθρώποις.
Εἰ γὰρ τοσούτοις συνεχόμενοι δεινοῖς εἰς τοσαύτην ἀπόνοιαν οἱ πλείους αἴρονται, ἂν καὶ τοῦτον περιέλῃς τὸν χαλινὸν, ἐννόησον ποῦ τὰ τῆς κακίας προβήσεται. Διὰ τοῦτο καὶ τὸ σῶμα ἡμῖν οὕτω κατεσκεύασται, ἐπίνοσον, παθητὸν, ὑπὸ μυρίων πολιορκούμενον κακῶν· καὶ ἡ γῆ μετὰ πόνων τὰ αὑτῆς δίδωσι· καὶ ὁ βίος ἅπας ἱδρώτων γέμει. Ἐπειδὴ παιδευτήριον ὁ παρὼν βίος ἐστὶ, καὶ ἄνεσις καὶ σχολὴ τοὺς πλείονας τῶν ἀνθρώπων ἀπόλλυσι, διὰ τοῦτο καὶ ἀσχολίαν καὶ πόνον ἡμῖν ἀνέμιξεν, ἵνα ὥσπερ ὑπό τινων χαλινῶν τὸ ἐγηγερμένον τῆς διανοίας κολάζηται. Σὺ δὲ σκόπει καὶ τὰ νηχόμενα διὰ τοῦ βάθους τῶν ὑδάτων, καὶ τὰ εἰς ὕψος αἰρόμενα ὑπέταξέ σοι διὰ τῆς τέχνης ὁ Δεσπότης.
Καὶ τί δήποτε οὐ πάντα ἐπῆλθε τὰ ὁρώμενα, καὶ φυτὰ καὶ σπέρματα καὶ δένδρα; Ἀπὸ μέρους τὸ πᾶν ᾐνίξατο, καὶ τοῖς φιλομαθέσι τὸν περὶ τούτων ἀφῆκε λόγον. Καὶ πάλιν εἰς τὸ αὐτὸ καταλύει τέλος, ὅθεν καὶ ἤρξατο· Κύριε ὁ Κύριος ἡμῶν· καὶ πρὸ τῆς ἀποδείξεως, καὶ μετὰ τὴν ἀπόδειξιν τὰ αὐτὰ τιθεὶς ῥήματα. Μένωμεν τοίνυν διηνεκῶς καὶ ἡμεῖς τὰ αὐτὰ λέγοντες, θαυμάζοντες αὐτοῦ τὴν κηδεμονίαν, ἐκπληττόμενοι τὴν σοφίαν, τὴν φιλανθρωπίαν, τὴν ὑπὲρ ἡμῶν πρόνοιαν. Καὶ ταῦτα μὲν ἡμῖν εἰς ἑρμηνείαν εἴρηται. Εἰ δὲ βούλεσθε, καὶ ἀγωνιστικώτερον τὸν λόγον μεταχειρίσωμεν, καὶ ἐρώμεθα Ἰουδαίους, ποῦ παιδία φωνὴν ᾖσε; ποῦ δὲ κατέλυσεν ἐχθρὸν ἡ τοιαύτη φωνή; πότε δὲ θαυμαστὸν γέγονεν αὐτοῦ τὸ ὄνομα; Ἀλλ᾽ οὐκ ἂν ἔχοιεν ἕτερον καιρὸν εἰπεῖν, ἢ τοῦτον, ὃς ἡλίου φανότερον δείκνυσι τῆς ἀληθείας τὴν δύναμιν. Διὰ τοῦτό φησιν· Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου· καίτοι γε Μωϋσῆς ἤδη εἶπεν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
Ἀλλὰ πρὸς μὲν Ἰουδαίους ἀρκεῖ καὶ ταῦτα, καὶ τὰ ἔμπροσθεν εἰρημένα· ἐπειδὴ δὲ οἱ χωρὶς περιτομῆς τὰ ἐκείνων μιμούμενοι καὶ ζηλοῦντες, οἱ Παύλου τοῦ Σαμοσατέως, ἐκ τότε φασὶν εἶναι τὸν Χριστὸν, ἐξ οὗ ἀπὸ Μαρίας προῆλθεν, ἐρώμεθα κἀκείνους, πῶς, εἰ ἐκ τότε ἦν ὁ Χριστὸς, τοὺς οὐρανοὺς ἐδημιούργησε;
Τὸν γὰρ αὐτόν φησιν εἶναι ἐνταῦθα, τὸν ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσαντα αἶνον, καὶ τὸν ἐργασάμενον τοὺς οὐρανούς. Εἰ δὲ δημιουργὸς τῶν οὐρανῶν, πρότερος ἂν εἴη τῶν οὐρανῶν λοιπόν· καὶ οὐκ ἀπὸ Μαρίας ἔσχε τὴν ἀρχὴν, ἀλλὰ καὶ πρὸ τῆς Μαρίας ἦν. Καὶ σκόπει τοῦ Προφήτου τὴν σοφίαν. Οὐ γὰρ ἁπλῶς δημιουργὸν αὐτὸν εἰσάγει, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς εὐκολίας δημιουργοῦντα. Διό φησιν· Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου· οὐχ ὅτι δακτύλους ἔχει ὁ Θεὸς, ἀλλὰ τῆς ἐλαχίστης ἐνεργείας τὰ ὁρώμενα δεικνὺς, τοῖς συντρόφοις ἡμῖν ὀνόμασι τὰ ὑπὲρ ἡμᾶς διδάσκων. Ἐπεὶ καὶ ὅταν λέγῃ, Ὁ μετρῶν τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὴν γῆν δρακί· οὐ δράκα καὶ σπιθαμὴν δηλῶν ταῦτα λέγει, ἀλλὰ τὸ ἀπέραντον τῆς τοῦ Θεοῦ δυνάμεως παραστῆσαι βουλόμενος.
Πῶς οὖν τολμῶσί τινες ὑπουργὸν λέγειν τὸν Υἱόν; Ὁ γὰρ μηδὲ ὅλην αὐτοῦ τὴν ἐνέργειαν κινήσας, ὅτε τὸν οὐρανὸν ἔδει ποιῆσαι· τί λέγω ὅλην; ἀλλ᾽ οὐδὲ τὴν ἐλαχίστην, ἀλλὰ τὸ μικρότατον· πῶς ἂν εἴη ὑπουργὸς οὗτος; πῶς ὑπουργὸς, εἰ Ἅπερ ὁ Πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ; Ποῦ γὰρ τὸ, Ὁμοίως, εἰ ὁ μὲν ὑπουργὸς, ὁ δὲ δημιουργός; πῶς δὲ αὐτοῦ τὰ ἔργα εἶναί φησι, ποτὲ μὲν λέγων, Κατ᾽ ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· ἐνταῦθα δὲ, ὅτι Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου; Οὐ γὰρ τῶν ὑπουργῶν, ἀλλὰ τῶν δημιουργῶν τὰ ἔργα· κἂν ὑπουργὸς ᾖ τις, οὐκ ἐκείνῳ λογίζεται τὸ ἔργον, ἀλλὰ τῷ δημιουργοῦντι. Ἄρα καὶ τὰ ἔμπροσθεν εἰρημένα τῷ Μωϋσεῖ, περὶ τοῦ Υἱοῦ εἴρηται, τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ τὸ, Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Οὗτος γὰρ, ὁ καταρτίσας ἐκ στόματος νηπίων καὶ θηλαζόντων αἶνον, αὐτὸς τὸν ἄνθρωπον ἐπεσκέψατο.
θʹ. Ἃ μὲν οὖν περὶ τοῦ Πατρὸς ὁ Μωϋσῆς λέγει, Παῦλος εἰς τὸν Υἱὸν ἐκλαμβάνει, πολλὴν τὴν ἰσότητα δεικνύς. Ὅταν οὖν ἀδιάφορον ᾖ τοῖς ἁγίοις τὰ περὶ τοῦ Πατρὸς λεγόμενα τῷ Υἱῷ λογίζεσθαι, καὶ τὰ περὶ τοῦ Υἱοῦ τῷ Πατρὶ (Πάντα γὰρ δι᾽ αὐτοῦ ἐγένετο), ποῦ ὅλως τὸ ὄνομα τοῦ ὑπουργοῦ κεῖται;
Οὐδαμοῦ τοῦτο ἴδοι τις ἄν. Ναὶ, φησὶν, εἴρηται, Δι᾽ αὐτοῦ. Τί οὖν, ὅτι καὶ περὶ τοῦ Πατρὸς τὸ αὐτὸ εἴρηται; Καὶ ἄκουσον πῶς. Πιστὸς ὁ Θεὸς, δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Καὶ πάλιν· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ. Καὶ πάλιν· Ὅτι δι᾽ αὐτοῦ, καὶ ἐξ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα. Τίνος δὲ ἕνεκεν αὐτὸν ὑπουργόν φατε; Ἵνα τιμήσωμεν τὸν Πατέρα.
Καὶ μὴν ὁ Υἱός φησιν· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Ὁ δὲ μὴ τιμῶν τὸν Υἱὸν, εὔδηλον ὅτι οὐδὲ τὸν Πατέρα. Τί οὖν, φησὶ, Πατέρα τὸν Υἱὸν ἐρῶ; Οὐχί. Οὐ γὰρ εἶπεν· Ἵνα Πατέρα με λέγητε· ἀλλὰ τί; Ἵνα Υἱὸν μένοντα ὡς τὸν Πατέρα τιμᾶτε. Ἂν δὲ Πατέρα εἴπῃς τὸν Υἱὸν, πάντα συνέχεας. Μενούσης τοίνυν ταύτης τῆς ἰδιότητος, τὰ τῆς τιμῆς κοινά ἐστι. Διὰ γὰρ τοῦτο Υἱὸν εἶπε καὶ Πατέρα, ἵνα μὴ συγχέητε τὰς ὑποστάσεις.
Εἰ δὲ μὴ ἦν ἡ αὐτὴ οὐσία, πῶς ἂν ἴσην τὴν τιμὴν ἀπῄτησε; Τίνος οὖν ἕνεκεν, φησὶ, πολλὰ ταπεινὰ φθέγγεται ὁ Χριστός; Καὶ ταπεινοφροσύνην παιδεύων, καὶ διὰ τὴν τῆς σαρκὸς περιβολὴν, καὶ διὰ τὴν τῶν Ἰουδαίων ἀναισθησίαν, καὶ διὰ τὸ δεῖν κατὰ μικρὸν ἐνάγειν εἰς γνῶσιν τὸ τῶν ἀνθρώπων γένος, καὶ διὰ τὸ ἀτελὲς τῶν ἀκουόντων· ἄλλως τε καὶ πρὸς τὴν ὑπόνοιαν πολλάκις τῶν ἀκροωμένων φθέγγεται.
Τὰ γὰρ ὑψηλότερα, τῆς ἀξίας μόνης ἐστί· μᾶλλον δὲ, ὅπερ ἂν λέγῃς περὶ Θεοῦ, πολλῷ σφόδρα καταδεέστερον τῆς οὐσίας ἐκείνης, καὶ συγκαταβάσεώς ἐστι. Τί γὰρ βούλει εἰπεῖν; Μέγας ὁ Θεός; Ἀλλὰ τοῦτο μικρὸν περὶ Θεοῦ λεγόμενον· τὸ γὰρ μέγα, οἷον ἂν ᾖ μέγα, πεπερασμένον ἐστίν· ἀλλ᾽ ἄπειρος ὁ Θεός. Καὶ τοῦτο μικρὸν, περὶ Θεοῦ λεγόμενον.
Ὅτι μὲν γὰρ πέρας οὐκ ἔχει, οἶδα· ἀλλ᾽ οὐδ᾽ ὅ τι ἐστὶν, οὐδὲ ποῦ, ἐπίσταμαι. Κἂν σοφὸν εἴπῃς, κἂν ἀγαθὸν εἴπῃς, καὶ ταῦτα ἄπειρα, οὐδὲν περὶ τῆς οὐσίας ἐκείνης ἄξιον εἴρηκας, ἀλλὰ δεῖ θεοπρεπῆ τῷ ῥήματι προσεῖναι ἔννοιαν. Εἰ τοίνυν τὰ οὕτω μεγάλα τὴν ἀξίαν οὐ παρίστησι, τίνος ἂν εἶεν συγγνώμης ἄξιοι οἱ καὶ ταῦτα κολοβοῦν πειρώμενοι; Φεύγωμεν τοίνυν αὐτῶν τοὺς συλλόγους, καὶ μαθόντες τοῦ Μονογενοῦς τὴν προαιώνιον ὕπαρξιν, τὴν δημιουργικὴν δύναμιν, τὴν ἐξουσίαν τὴν αὐθεντικὴν, τὸ ἀπαράλλακτον αὐτοῦ τὸ πρὸς τὸν Πατέρα, τῆς οἰκονομίας τὴν συγκατάβασιν, τῆς περὶ ἡμᾶς κηδεμονίας τὴν πολυειδῆ πρόνοιαν (ταῦτα γὰρ ἅπαντα καὶ τούτων πλείονα ὁ θησαυρὸς ὁ ἐν τῷ ψαλμῷ κείμενος διδάσκει τοὺς μετὰ ἀκριβείας προσέχοντας), διατηρῶμεν τῶν δογμάτων τὴν ἀκρίβειαν, καὶ πολιτείαν ἀξίαν ἐπιδειξώμεθα, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ Θʹ ΨΑΛΜΟΝ. «Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαυΐδ.» Ἄλλος, «Ἐπινίκιον ὑπὲρ τοῦ θανάτου τοῦ υἱοῦ, ᾆσμα τῷ Δαυΐδ.» Ἄλλος, «Νεανιότητος τοῦ υἱοῦ.» Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
αʹ. Μακρὸς οὗτος ὁ ψαλμός. Καὶ τοῦτο δὲ τῆς σοφίας τοῦ Πνεύματος. Οὔτε γὰρ πάντας βραχεῖς ἐποίησεν, οὔτε πάντας εἰς μῆκος ἐξήγαγεν, ἀλλ᾽ ἐποίκιλε καὶ τῷ μέτρῳ τὸ βιβλίον, τῷ μὲν μήκει διεγείρων τὴν ῥᾳθυμίαν, τῇ δὲ βραχύτητι διαναπαύων τὸν κάματον.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Διπλοῦν τὸ τῆς ἐξομολογήσεως εἶδός ἐστιν. Ἢ γὰρ τῶν οἰκείων ἁμαρτημάτων ἐστὶ κατάγνωσις, ἢ εὐχαριστία εἰς τὸν Θεόν. Ἐνταῦθα μέντοι τὴν εὐχαριστίαν δηλοῖ. Τί δέ ἐστιν, Ἐν ὅλῃ καρδίᾳ μου; Μετὰ προθυμίας ἁπάσης, μετὰ σπουδῆς, φησίν. Οὐχ ὑπὲρ εὐημερίας, ἀλλὰ καὶ ἐπὶ τοῖς ἐναντίοις. Τοῦτο γὰρ μάλιστα εὐχαρίστου, τοῦτο φιλοσόφου ψυχῆς, τὸ καὶ ἐν τοῖς λυπηροῖς εὐχαριστεῖν, τὸ ὑπὲρ ἁπάντων δοξάζειν, μὴ μόνον ὑπὲρ τῶν εὐεργεσιῶν, ἀλλὰ καὶ ὑπὲρ τῶν τιμωριῶν. Τοῦτο γὰρ πλείονος μισθοῦ πρόξενον.
Ἐπὶ μὲν γὰρ τῶν ἀγαθῶν εὐχαριστῶν, χρέος ἀποδέδωκας· ἐπὶ δὲ τῶν κακῶν, τὸν Θεὸν ὀφειλέτην κατέστησας. Ὁ μὲν γὰρ εὖ παθὼν, καὶ χάριν εἰδὼς, ἀπέδωκε τὴν ὀφειλήν. Ὁ δὲ κακῶς παθὼν, καὶ δοξάζων, ὄφλημα κατεσκεύασεν. Ἀντὶ τῆς εὐχαριστίας οὖν ταύτης πολλὰ ἕτερα ἀγαθὰ ἀποδίδωσιν ὁ Θεὸς καὶ τότε καὶ νῦν· ὥστε οὐδὲ αἴσθησιν ληψόμεθα τῶν δεινῶν. Οὐδεὶς γὰρ ὑπὲρ ὧν χάριν οἶδε τῷ Θεῷ, ὑπὲρ τούτων ἀλγεῖ· ὥστε καὶ ἕτερον καρπωσόμεθα κέρδος, τὸ διακρούεσθαι τὴν ἀθυμίαν. Ὅταν γὰρ ἀποστερηθῇς χρημάτων καὶ εὐχαριστήσῃς, οὐ τοσοῦτόν σε ἡ ζημία δύναται δάκνειν, ὅσον ἡ εὐχαριστία εὐφραίνει. Τοῦτο τῷ διαβόλῳ καιρία πληγή· τοῦτο ποιεῖ τὴν διάνοιαν φιλόσοφον· τοῦτο τὴν ἀληθινὴν περὶ τῶν παρόντων πραγμάτων ἐγκατασκευάζει κρίσιν. Πολλοὶ γὰρ τῶν ἀνθρώπων οὐ τὴν οὖσαν ψῆφον ἔχουσι περὶ τῶν ἐνταῦθα· διὸ καὶ ἀθυμοῦσιν.
Οὕτω καὶ οἱ μαινόμενοι φοβοῦνται τὰ οὐ φοβερὰ, καὶ τὰ οὐχ ὑφεστῶτα πολλάκις δεδοίκασι, καὶ τὰς σκιὰς φεύγουσι. Τούτοις ἐοίκασι καὶ οἱ χρημάτων ζημίαν δεδοικότες. Οὐ γὰρ τῆς φύσεως ὁ φόβος, ἀλλὰ τῆς προαιρέσεως.
Εἰ γὰρ τὸ πρᾶγμα ἦν λυπηρὸν, πάντας ἔδει ἀλγεῖν τοὺς ἀπεστερημένους· εἰ δὲ μὴ πάντες ἀλγοῦμεν ἀποτυγχάνοντες, οὐκ ἔτι τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς ἀτελοῦς διανοίας. Καθάπερ γὰρ ἐν σκότῳ πολλάκις καὶ σχοινίον τις ἔδεισεν, ὄφιν νομίσας, καὶ πάντα ὑποπτεύει, καὶ τοὺς φίλους πολεμίους ἡγεῖται· οὕτω καὶ οἱ ἀλογίᾳ κατεχόμενοι, ὥσπερ τινὶ σκότῳ βαθεῖ ἁλόντες, οὐκ ἐπιγινώσκουσι τῶν πραγμάτων τὴν φύσιν, ἀλλ᾽ ἐγκυλινδοῦνται τῷ βορβόρῳ, καὶ τὸν χόρτον οὐχ ἡγοῦνται χόρτον εἶναι· καὶ τῆς φιλαργυρίας ἐμπεπλησμένοι, οὐκ αἰσθάνονται τῆς δυσωδίας· ἂν δὲ ἀποστῶσι, τότε εἴσονται. Καὶ καθάπερ οἱ γυναικὸς ἀμόρφου ἐρῶντες, ὅταν παύσωσι τὸ νόσημα, τότε ἐπίστανται τὸ εἰδεχθές· οὕτω καὶ οἱ τῆς φιλαργυρίας ἐρασταί.
Καὶ πῶς δυνήσομαι, φησὶ, παῦσαι τὸν ἔρωτα; Πάλιν τῷ αὐτῷ ὑποδείγματι χρήσομαι. Ὥσπερ ὁ τῆς ἀμόρφου γυναικὸς ἐρῶν, ἐὰν μὲν διηνεκῶς συγγίνηται αὐτῇ, ἀνάπτει τὴν κάμινον, ἐὰν δὲ μικρὸν ἑαυτὸν ἀποστήσῃ, κατὰ μικρὸν ὑποῤῥέει τὸ πάθος· οὕτω καὶ σὺ μικρὸν ἀπόστηθι, ὀλίγον ἔνδος, καὶ τὸ μικρὸν ἔσται πολὺ διάστημα. Μόνον ἄρξαι τοῦ κατορθώματος.
Ἔχεις οἰκίαν περιττήν; Ἀπόδου, καὶ δὸς τοῖς δεομένοις, μὴ ἐκεῖνο λογιζόμενος, ὅτι ἀλλοτριοῖς σου αὐτὴν, ἀλλ᾽ ὅτι μᾶλλον οἰκειοῖς. Μὴ τὸ ἀνάλωμα, ἀλλὰ τὴν πρόσοδον σκόπει· μὴ ὅτι ἀποστερῇ αὐτῆς ἐνταῦθα, ἀλλ᾽ ὅτι κύριος αὐτῆς ἐκεῖ γίνῃ. Οὕτω καὶ διηγεῖσθαι τὰ θαυμάσια τοῦ Θεοῦ δυνήσῃ διὰ παντός.
Τοῦτο γὰρ ἐξ ἀρχῆς ὁ ψαλμὸς λέγει. Ὡς ὅγε φιλοχρήματος οὐ σφόδρα τούτῳ ἐνδιατρίβειν δύναται· διὰ παντὸς γὰρ τόκους μεριμνᾷ, συναλλάγματα, συγγραφὰς, ὤνια, διαθήκας, τιμὰς ἀγρῶν, τιμὰς οἴκων, κέρδη, καπηλείας, καὶ διηγούμενος καὶ φροντίζων οὐ παύεται. Ὅπου δὲ ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ. Ταῦτα φθέγγεται, ταῦτα μεριμνᾷ· καὶ καθάπερ οἱ οἰκέται τὰ τῶν δεσποτῶν μεριμνῶσιν, οὕτω καὶ οὗτος τὰ τοῦ Δεσπότου μεριμνᾷ· τί ἐπέταξε; τί ἤνυσται; τί οὐδέπω ἤνυσται, μέλλει δέ; Διὰ δὴ τοῦτο παραινῶ, τῆς πολιορκίας ἐκείνης ἀπαλλαγέντα τούτοις ἐνδιατρίβειν τοῖς διηγήμασι, τὰ καθ᾽ ἑκάστην ἡμέραν γινόμενα θαυμάσια τοῦ Θεοῦ διηγούμενον, τὰ ἰδίᾳ καὶ τὰ κοινῇ, τὰ εἰς πάντας καὶ τὰ εἰς ἕνα ἕκαστον. Γέμει γὰρ τὰ ἐν τῷ βίῳ τούτων τῶν διηγημάτων· καὶ ὅθεν ἂν ἄρξῃ, λαμπρότερον ὄψει τὸ προοίμιον ἀναβρύον, ἄν τε ἀπὸ τοῦ οὐρανοῦ, ἄν τε ἀπὸ τῆς γῆς, ἄν τε ἀπὸ τοῦ ἀέρος, ἄν τε ἀπὸ τῶν ἀλόγων, ἂν ἀπὸ σπερμάτων, ἂν ἀπὸ φυτῶν· ἂν τὰς παλαιὰς θέλῃς διηγήσασθαι δωρεὰς, ἂν τὰς πρὸ τοῦ νόμου, ἂν τὰς ἐν τῷ νόμῳ, ἂν τὰ ἐν τῇ χάριτι, ἂν τὰ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, ἂν τὰ ἐν αὐτῷ τῷ θανάτῳ, μυρία εὕρῃς πελάγη ταῦτα διηγημάτων.
Πόσης οὖν οὐκ ἂν εἴη ἀνοίας, τοσαῦτα ἔχοντας διηγεῖσθαι, δι᾽ ὧν καὶ ἡδονὴ καὶ κέρδος καὶ ὠφέλεια τῆς ψυχῆς ἐγγίνεται, τῷ βορβόρῳ τὸν λογισμὸν ἀναφύρειν, περὶ πλεονεξίας καὶ ἁρπαγῆς διηγούμενον; βʹ. Καὶ εἰ βούλει, τὰ ἄνω ἀφέντες, περὶ τῆς γῆς διαλεχθῶμεν, τοῦ μεγέθους αὐτῆς, τῆς θέσεως, τῆς χρήσεως, τῆς φύσεως, τῶν ὠδίνων τῶν διηνεκῶν, τῶν γεννημάτων τῶν ἐξ αὐτῆς τῶν ποικίλων καὶ διαφόρων, τῶν σπερμάτων, τῶν βοτανῶν, τῶν φυτῶν, τῶν ἀνθέων, τῶν λειμώνων, τῶν παραδείσων. Ἀπὸ τούτων πάλιν τέμωμεν τῷ λόγῳ ἑκάστου δένδρου τὸ σχῆμα, τὴν θέσιν, τὸ ὕψος, τὴν εὐωδίαν, τὸν καρπὸν, τὸν καιρὸν, τὴν διακονίαν, τὰ ἄλλα πάντα ἀναλογιζόμενοι, αὐτῆς τῆς γῆς τὴν κάρπιμον, τὴν ἄκαρπον· οὐδὲν γὰρ αὐτῆς ἄχρηστον. Καὶ γὰρ ἡ μὲν σίδηρον, ἡ δὲ χαλκὸν, ἡ δὲ χρυσίον, ἡ δὲ ἄργυρον ἤνεγκεν· ἡ δὲ ἀρώματα, ἡ δὲ φάρμακα καὶ ποικίλα καὶ παντοδαπά.
Τί ἄν τις εἴποι τῶν ὑδάτων τὴν χρείαν, τῶν ποτίμων, τῶν ἁλμυρῶν, τῶν ὀρῶν τὴν χρῆσιν, τῶν ποικίλων μαρμάρων τὰ μέταλλα, τὰς πηγὰς τὰς ἐν αὐτοῖς, τὰ δένδρα τὰ πρὸς ὀρόφους ἐπιτήδεια καὶ οἰκοδομήν; Ταῦτα πάντα τῆς ἐρήμου καρπός· αὕτη καὶ ζῶα καὶ θηρία πάντα τρέφει. Τί ἄν τις εἴποι τὰς λίμνας, τὰς πηγὰς, τοὺς ποταμούς; Καθάπερ γὰρ αἱ τεκοῦσαι γυναῖκες, πηγὴν γάλακτος προχέουσαι, τοῖς ἐκγόνοις παρέχουσι τροφήν· οὕτω δὴ καὶ ἡ γῆ, κήποις καὶ παραδείσοις ὥσπερ μαστοὺς ἐκτείνουσα τοὺς ποταμοὺς καὶ τὰς πηγὰς, πολλὴν παρέχει τὴν ἀρδείαν. Ἀλλ᾽ ἐπὶ μὲν τῶν γυναικῶν, τὸ παιδίον δεῖ πρὸς τὴν θηλὴν ἐλθεῖν· ἐνταῦθα δὲ αὐτὴ τοὺς μαστοὺς ἐκτείνει πανταχοῦ ἀπὸ ὑψηλοῦ καταφέρουσα.
Ἔχει καὶ ἑτέραν χρῆσιν ἡ ἔρημος. Καὶ γὰρ πρὸς τὴν τοῦ σώματος ὑγίειαν ἐπιτηδειοτέρα, καθαρώτερον παρέχουσα ἀναπνεῖν τὸν ἀέρα, καὶ τὴν οἰκουμένην ἀφ᾽ ὑψηλοῦ πᾶσαν περισκοπεῖν, καὶ τῇ ἐρημίᾳ ἐμφιλοσοφεῖν, καὶ τῶν ἐν τῷ βίῳ φροντίδων ὀλίγον ἀναπνεῖν. Τί ἄν τις εἴποι τοὺς ὄρνιθας τοὺς ᾠδικοὺς, τῶν ἁλωσίμων ζώων τὴν διαγωγήν; Ἔχει καὶ ἑτέραν χρείαν ἡ ἔρημος. Πολλάκις γὰρ ἀντὶ τειχῶν ταῖς χώραις γέγονε, πρὸς ὕψος ἔχουσα ἀνατεταμένα ὄρη, καὶ φάραγγας, καὶ κρημνούς. Τί ἄν τις εἴποι τὰς βοτάνας τὰς ἐν αὐταῖς τικτομένας, σώμασι κάμνουσι πολλὴν εἰσφερούσας τὴν λειτουργίαν; Εἰ δὲ ἐρήμων καὶ ὀρῶν τοσαύτη ἡ χρεία, τοσαύτη τῶν ἀγαθῶν ἡ χορηγία· εἰ πρὸς τὴν ἀρόσιμον ἔλθοις, καὶ τὰ ὕπτια πεδία, ἐννόησον πόσας ὄψει τὰς πηγὰς τῶν διηγημάτων.
Καθάπερ γὰρ ἐν τῷ σώματι τῷ ἡμετέρῳ τὰ μέν ἐστιν ὀστᾶ, τὰ δὲ νεῦρα, τὰ δὲ σάρκες· οὕτω καὶ ἐν τῇ γῇ, τὰ μὲν ὄρη, τὰ δὲ φάραγγες, τὰ δὲ λιπαρὰ χωρία· πάντα δὲ ταῦτα χρήσιμα. Τί λέγω τὴν γῆν, τοσοῦτον στοιχεῖον; Ἑνὸς δένδρου μόνου εἰ βουληθείης εἰπεῖν τὸ σχῆμα, τὴν χρείαν, τὸν καρπὸν, τὰ φύλλα, τὸν καιρὸν, τὰ ἄλλα πάντα, πολὺ ὄψει τὸ διήγημα· εἰ τῶν ὀρῶν τὴν θέσιν, εἰ τὰ ἄλλα ἅπαντα, εἰ τὸν ἄνθρωπον αὐτὸν ἐπέλθοις τῷ λόγῳ, καὶ τὴν διάπλασιν αὐτοῦ τοῦ σώματος, μυρία πάλιν κἀνταῦθα πελάγη εὕροις διηγημάτων. Τούτοις τοίνυν ἐνδιατρίβωμεν, ἐντεῦθεν ἡμῖν ἔσται ἡδονὴ μεγίστη, ἐντεῦθεν κέρδος, ἐντεῦθεν φιλοσοφία ἄφατος. Διὸ καὶ τοῦτο δηλῶν ἐπήγαγεν· Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί. Ἄλλος, Καὶ γαυριάσω. Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. Ἄλλος, ᾌσω τὸ ὄνομά σου.
Οὐ μικρὸν τοῦτο φιλοσοφίας εἶδος, τὸ εὐφραίνεσθαι ἐπὶ τῷ Θεῷ. Ὁ γὰρ ἐπὶ τῷ Θεῷ εὐφραινόμενος, ὡς χρὴ, πᾶσαν ἐκβάλλει βιωτικὴν ἡδονήν. Τί δέ ἐστιν, Εὐφρανθήσομαι ἐν σοί; Τοιοῦτον, φησὶν, ἔχων Δεσπότην, τοῦτό μοι ἡδονὴ, τοῦτό μοι ἀγαλλίασις.
Εἴ τις οἶδε ταύτην τὴν ἡδονὴν ὡς εἰδέναι χρὴ, ἑτέρας ἡδονῆς οὐκ αἰσθάνεται. Τοῦτο γὰρ ἡδονὴ κυρίως· ὡς τάγε ἄλλα πάντα, ὀνόματα μόνον ἐστὶν ἡδονῆς, πράγματος ἔρημα. Αὕτη τὸν ἄνθρωπον μετάρσιον ἐργάζεται· αὕτη τοῦ σώματος ἀπαλλάττει τὴν ψυχήν· αὕτη πρὸς οὐρανὸν πτεροῖ· αὕτη τῶν βιωτικῶν ὑψηλότερον ποιεῖ· αὕτη κακίας ἀπαλλάττει· καὶ μάλα εἰκότως. Εἰ γὰρ οἱ σώματα λαμπρὰ φιλοῦντες, οὐδὲν ἐπαισθάνονται τῶν ἐν τῷ βίῳ, ἀλλ᾽ ἑνὸς μόνου εἰσὶ, τῆς ἐρωμένης ὄψεως· ὁ Θεὸν φιλῶν, καθὼς φιλεῖν δεῖ, τίνος αἰσθήσεται λοιπὸν ἢ χρηστοῦ τῶν ἐν τῷ βίῳ τούτῳ, ἢ λυπηροῦ; Οὐδενός· ἀλλ᾽ ἔσται πάντων ἀνώτερος, ἀθάνατα τρυφῶν, ἐπεὶ καὶ ὁ φιλούμενος τοιοῦτος. Οἱ μὲν γὰρ τὰ ἄλλα φιλοῦντες, ταχέως καὶ ἄκοντες εἰς λήθην μεταβάλλονται, ἀπολλυμένων τῶν φιλουμένων καὶ μαραινομένων· οὗτος δὲ ὁ ἔρως ἄπειρος, ἀτελεύτητος, καὶ τὴν ἡδονὴν μείζονα ἔχων, καὶ τὸ κέρδος πλέον· καὶ τούτῳ πάλιν ψυχαγωγῶν τὸν φιλοῦντα, τῷ μηδέποτε καταλύεσθαι. Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. Τοῦτο μάλιστα φιλοῦντος ἔθος.
Καὶ γὰρ οἱ ἐρῶντες εἰς τοὺς φιλουμένους ᾄσματα ᾄδουσι· κἂν μὴ ὁρῶσιν ἐκείνους, διὰ τῆς ᾠδῆς ἑαυτοὺς παραμυθοῦνται. Οὕτω δὴ καὶ ὁ Προφήτης ποιεῖ· ἐπεὶ τὸν Θεὸν ἰδεῖν οὐ δυνατὸν, ᾄσματα ποιεῖ εἰς αὐτὸν, διὰ τῶν ᾠδῶν αὐτῷ συγγινόμενος, καὶ τὸν πόθον ἀνάπτων, καὶ αὐτὸν δοκῶν ὁρᾷν· μᾶλλον δὲ διὰ τοῦ ᾄδειν καὶ ὑμνεῖν εἰς πόθον ἀνάπτει πολλούς.
Ὥσπερ γὰρ οἱ φιλοῦντες ἐγκώμια τῶν φιλουμένων λέγουσι, καὶ τὰ ὀνόματα αὐτῶν περιφέρουσιν· οὕτω δὴ καὶ οὗτος, Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. γʹ. Ὅρα πῶς ἑαυτὸν τῆς γῆς διήρτησε, καὶ πρὸς ἐκείνην ἀνεκρέμασεν ὅλην ἑαυτοῦ τὴν οὐσίαν, ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ. Διὰ τοῦτο συνεχῶς αὐτοῦ τὸ ὄνομα περιστρέφει· καὶ γὰρ καὶ τοῦτο τοῦ φιλοῦντος ἔθος.
Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι, καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. Ἄλλος, Ἀνατραπέντων τῶν ἐχθρῶν μου ὀπίσω, προσκοψάντων καὶ ἀπολομένων ἐκ προσώπου σου. Καὶ τοῦτο μάλιστα φιλοῦντός ἐστι, τὸ τὰς εὐεργεσίας λέγειν διὰ παντὸς, καὶ ἐγκαλλωπίζεσθαι ταύταις· ἀπό τε γὰρ φίλτρου τοῦτο γίνεται, καὶ αὐτὸ πάλιν ἀνάπτει τὸ φίλτρον. Οὐκ ἂν δέ τις ἁμάρτοι εἰπὼν καὶ νοητοὺς ἐχθροὺς ἐνταῦθα αὐτὸν λέγειν. Ἀποστρέφονται γὰρ καὶ οὗτοι, ὅταν ψυχὴν γενναίαν εὕρωσι. Καθάπερ γὰρ εἰς ἀσπίδα ἐμπεσὸν δόρυ, μαλακὴν μὲν οὖσαν διατέμνει, σκληρὰν δὲ καὶ ἀντίτυπον οὐδὲν ἐργάζεται, ἀλλὰ τῆς αἰχμῆς ἀνακαμφθείσης ἐκπίπτει· οὕτω δὴ καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνει. Ἂν μὲν γὰρ μαλακὴν εὕρῃ καὶ χαῦνον τὰ παρὰ τοῦ διαβόλου πεμπόμενα βέλη, διαδύεται εἰς τὸ βάθος· ἐὰν δὲ σκληρὰν καὶ ἰσχυροτέραν, αὐτός τε ἄπρακτος ἄπεισι, καὶ εἰς ταύτην οὐδὲν εἰργάσατο δεινόν· καὶ δύο γίνεται κέρδη, μᾶλλον δὲ καὶ τρία· αὐτήν τε γὰρ οὐδὲν ἔβλαψεν, ἀλλὰ καὶ ἰσχυροτέραν ἐποίησεν, αὐτός τε ἀσθενέστερος ἐντεῦθεν γέγονε.
Σκόπει δὲ πῶς ἀνακηρύττει τοῦ Θεοῦ τὴν ἰσχύν. Ἀσθενήσουσι, φησὶ, καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. Πάλιν πρόσωπον ἀκούων, μηδὲν σωματικὸν ὑποπτεύσῃς. Ἐνταῦθα γὰρ τὴν ἐνέργειαν, τὴν ἐπιφάνειαν αὐτοῦ δηλοῖ, τὴν εὐκολίαν αὐτοῦ τῆς ἰσχύος.
Ὡς ἀλλαχοῦ φησιν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· οὕτω δὴ καὶ ἐνταῦθα τὸ αὐτό φησιν. Ἀρκεῖ γὰρ μόνη ἡ ἐποπτεία ἀπολέσαι τοὺς πονηρούς. Εἰ γὰρ ἁγίων παρουσία ἀσθενῆ δαιμόνων ποιεῖ τὴν ἰσχὺν, πολλῷ μᾶλλον Θεοῦ. Εἰ ἡ ἀστραπὴ αὐτοῦ φαινομένη καταπλήττει πάντας, ἐννόησον τὴν δύναμιν τὴν ἀνώλεθρον ἐκείνην, πῶς καταπλήττει, πῶς ἀπόλλυσι τοὺς πονηρούς. Εἶδες ὕμνων εἶδος; εἶδες δοξολογίας τρόπον, καὶ πῶς περὶ τῆς δυνάμεως αὐτοῦ διηγεῖται; Οὐ μικρὸν κἀντεῦθεν παιδεύει φιλοσοφίας δόγμα, τῷ εἰπεῖν, Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω. Ποῖον δὴ τοῦτο; Ὅτι οὐ μόνον ἐν ταῖς θλίψεσιν, ἀλλὰ καὶ ἐν ταῖς ἀνέσεσιν ἔνηφε. Πολλοὶ μὲν γὰρ ὑπὸ τῶν κακῶν ταπεινούμενοι, σπουδαιότεροι γίνονται· ὑπὸ δὲ τῶν ἀγαθῶν, ῥᾳθυμότεροι καὶ χαυνότεροι· ὃ περὶ τῶν Ἰουδαίων προϊὼν λέγει· Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Ἀλλ᾽ οὐχ οὗτος τοιοῦτος· ἀλλὰ καὶ ἐν εὐημερίαις νήφει, καὶ διεγήγερται. Οὐ μικρὸν εἰς φιλοσοφίαν δὲ τοῦτο.
Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. Ἄλλος, Ὑπερεδίκασάς μου. Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Ἄλλος, Ἀπώλεσας. Τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ὅρα πάλιν τὴν φιλοσοφίαν τοῦ ἀνδρὸς, πῶς οὐκ αὐτὸς ἀμύνεται τοὺς ἐχθροὺς, ἀλλὰ τῷ Θεῷ παραχωρεῖ τῆς δίκης, τὸ ἀποστολικὸν τηρῶν παράγγελμα· Μὴ ἑαυτοὺς ἐκδικοῦντες. Οὐ τοῦτο δὲ μόνον ἔστιν ἰδεῖν, ἀλλ᾽ ὅτι καὶ ἀδίκως ταῦτα ἔπασχεν. Εἰ μὴ γὰρ ἀδίκως ἔπασχεν, οὐκ ἂν ὁ Θεὸς ἐπεξῆλθεν. Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἀνθρωπινώτερον φθέγγεται, θρόνον καὶ καθέδραν λέγων. Τὸ δὲ, Ὁ κρίνων δικαιοσύνην, τὸ σύνηθες τοῦ Θεοῦ, καὶ ἐξαίρετον αὐτοῦ τῆς οὐσίας φησίν. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων τοῦτο οὐκ ἔστιν εἰπεῖν. Οὐ γὰρ πάντως κρίνουσι δικαιοσύνην, κἂν μυριάκις ὦσι δίκαιοι, ποτὲ μὲν ἀγνοίᾳ, ποτὲ δὲ ῥᾳθυμίᾳ ἀγνοοῦντες τὸ δίκαιον· ὁ δὲ Θεὸς τούτων ἁπάντων ἀπηλλαγμένος, καὶ εἰδὼς καὶ βουλόμενος δικαίαν ἐκφέρει τὴν ψῆφον. Τὸ οὖν, Ἐκάθισας ἐπὶ θρόνου, ἐδίκασάς ἐστιν, ἐπεξῆλθες, ἤμυνας. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής.
Ὁρᾷς πῶς οὐχ ὅπλων αὐτῷ δεῖ, οὐ μαχαίρας, οὐ τόξων καὶ βελῶν, ἀλλ᾽ ἀνθρωπινώτερον ἐκεῖνα εἴρηται· ἀρκεῖ γὰρ ἐπιτιμῆσαι τῷ Θεῷ, καὶ ἀπολέσθαι τοὺς κολάζεσθαι μέλλοντας. Ἵνα δὲ μάθῃς αὐτοῦ τὴν ἰσχὺν, ἄκουε καὶ τῶν ἑξῆς· Τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Προῤῥίζους ἀπώλεσας, ἀνέσπασας, οὕτως ἠφάνισας, ὡς καὶ τὴν μνήμην αὐτῶν παραπολέσθαι. Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. Ἄλλος, Τὰ ἐρείπια. Ὁ δὲ Ἑβραῖος, Ἀρβώθ. Καὶ πόλεις καθεῖλες. Τί ἐστι τοῦτο; Ὅτι τὰς μηχανὰς αὐτοῦ καὶ τὰς βουλὰς ἀναλώσας, φησὶν, ἔρημον αὐτὸν τῶν οἰκείων ὅπλων ἐποίησας. Τοιοῦτον γὰρ ἡ ὀργὴ τοῦ Θεοῦ· πάντα ἀφανίζει καὶ ἀπόλλυσιν. Ἢ ὅπερ ἕτερος ἑρμηνευτὴς διδάσκει, Ἔρημα, εἰπών· ὅτι οὐ τὰς πόλεις αὐτῶν μόνον, ἀλλὰ καὶ τὰς ἐρήμους ἠφάνισας, καὶ πόλεις καθεῖλες. Οὕτω γὰρ ὁ δίκαιος ἐπολέμει, οὕτω κατέβαλλε τοὺς ἐναντίους, οὐχ ὅπλοις καὶ δόρασι κεχρημένος, ἀλλὰ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἔχων. Διὰ τοῦτο καὶ ὁ πόλεμος αὐτῷ λαμπρὸς καὶ περιφανὴς, καὶ κατὰ κράτος ἡ νίκη. Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ᾽ ἤχου. Ἄλλος, Σὺν αὐτοῖς.
Ὁ δὲ Ἑβραῖος, Ἔμ. Τί ἐστι, Μετ᾽ ἤχου; Ἢ τὴν πανωλεθρίαν φησὶν, ἢ τὸ διωλύγιον τῶν κακῶν. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας, τὸ μὴ λανθανόντως ταῦτα ποιεῖν, ἵνα ταῖς ἑτέρων συμφοραῖς καὶ ἕτεροι γένωνται βελτίους. Τὸ περιφανὲς οὖν δηλοῖ τῆς ἀπωλείας.
δʹ. Καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει. Ἄλλος, Καθεδεῖται. Τὸ γὰρ καθῆσθαι πολλαχοῦ ἐπὶ τοῦ μονίμου τῆς οὐσίας κεῖται· ὡς καὶ Ἱερεμίας δηλοῖ λέγων, Σὺ καθήμενος εἰς τὸν αἰῶνα. Καὶ ὁ Ἑβραῖος ἐνταῦθα Ἰησήβ φησι. Συνεχῶς τοῦτο λέγει ὁ προφήτης ἐπὶ τῆς ἀπωλείας τῶν ἀνθρώπων, δεικνὺς αὐτοῦ τὸ ἀτελεύτητον τῆς οὐσίας, καὶ ὅτι τὸ μὲν τῶν ἀνθρώπων γένος ἐπίκηρον. Ἡ δὲ ἐκείνου οὐσία καὶ ἡ μεγαλωσύνη ἀτελεύτητος. Τοῦτο δὲ ποιεῖ τὸν φόβον ἐπαρτῶν, ἵνα ἑκατέρωθεν ὦσιν αὐτὸν τρέμοντες, καὶ διὰ τὸ μέγεθος αὐτοῦ τῆς δόξης, καὶ διὰ τὸ ἀτελὲς τῆς οἰκείας οὐσίας, καὶ ὡς ἀεὶ μένοντα, καὶ ὡς ἀεὶ μεθ᾽ ὑπερβολῆς κολάζοντα. Εἰ δὲ χρή τι καὶ κατὰ ἀναγωγὴν εἰπεῖν, οὐ παραιτητέον. Τὰ μὲν γὰρ ἔστι καὶ θεωρῆσαι· τὰ δὲ οὕτω δεῖ νοεῖν, ὡς εἴρηται μόνον· ὡς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· τὰ δὲ ἀπεναντίας ταῖς λέξεσιν· ὡς τὸ, Ἔλαφος φιλίας, καὶ πῶλος σῶν χαρίτων, ὁμιλείτω σοι. Καὶ πάλιν· Ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοί. Ἡ πηγή σου τοῦ ὕδατός σοι ἔστω μόνῳ. Τοῦτο γὰρ, ἂν τὸ κείμενον νοήσῃς, καὶ μὴ φύγῃς μὲν τὸ ῥῆμα, διώκῃς δὲ τὸ νόημα, καὶ πολλῆς ἀπανθρωπίας ἐστὶ, τὸ μηδὲ ὕδατός τινι μεταδοῦναι· ἀλλ᾽ ἐνταῦθα περὶ γυναικὸς ὁ λόγος, ὥστε αὐτῆς ἀπολαύειν μετὰ σωφροσύνης, πηγὴν καλῶν αὐτὴν, καὶ ἔλαφον, διὰ τὸ καθαρὸν τῆς τοῦ γάμου συνουσίας.
Καὶ ἐνταῦθα μὲν οὕτως· ἀλλαχοῦ δὲ δεῖ καὶ τὸ κείμενον δέχεσθαι, καὶ τὸ ἐξ αὐτοῦ δηλούμενον· ὡς ἔχει τὸ, Καθὼς τὸν ὄφιν ὕψωσε Μωϋσῆς. Καὶ γὰρ τοῦτο δεῖ πιστεύειν ὅτι ἐγένετο (ἐγένετο γὰρ), καὶ τὸ ἐξ αὐτοῦ, εἰς τύπον τοῦ Χριστοῦ.
Οὕτω καὶ ἐνταῦθα οὐκ ἄν τις ἁμάρτοι εἰς τὰ Ἰουδαϊκὰ ἐκλαμβάνων τὰ εἰρημένα. Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες. Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ᾽ ἤχου. Ἥ τε γὰρ συμφορὰ αὐτῶν τῶν τὸν Χριστὸν σταυρωσάντων πανταχοῦ τῆς οἰκουμένης κατάδηλος, αἵ τε πόλεις αὐτῶν καθῃρέθησαν, τοῦ τε διαβόλου ἐξέλιπε τὰ μηχανήματα, τῆς τοῦ Χριστοῦ κηδεμονίας τὰ πάντα καταλαβούσης. Ἀλλὰ ταῦτα τοῖς φιλομαθέσι καταλιπόντες ἁρμόζειν, τῶν προκειμένων ἐχώμεθα. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Ἄλλος, Ἥδρασεν εἰς κρίσιν. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. Εἶδες πῶς κατὰ μικρὸν ἀνάγει τὸν λόγον; Ἐπειδὴ γὰρ θρόνου ἐμνημόνευσε, δείκνυσι τοῦ θρόνου τὴν φύσιν, οὐκ ἀπὸ ξύλων συγκειμένην, οὐδέ τινος ὕλης, ἀλλ᾽ ἀπὸ δικαιοσύνης. Ἐν γὰρ τῇ δικαιοσύνῃ, φησὶν, ἵδρυται. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Καὶ τὰ παρόντα καὶ τὰ μέλλοντα προαναφωνεῖ. Ἡ μὲν γὰρ καθόλου κρίσις ἐκεῖ τεταμίευται· ἡ δὲ ἐκ μέρους καὶ ἐνταῦθα· πολλὰ γὰρ καὶ νῦν ἐργάζεται, ὥστε μὴ τοὺς ἀναισθήτους ἀπρονόητα εἶναι νομίζειν τὰ ὄντα. Εἰ δὲ μὴ πάντες ἐνταῦθα τοὺς στεφάνους ἀπολαμβάνουσι, μὴ θαυμάσῃς.
Ἡτοίμασε γὰρ ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην· τὸ δὲ παρὸν, στάδιον, καὶ ἀγὼν, καὶ παλαίσματα. Διὰ δὴ τοῦτο οὐ πάντες τὰ κατ᾽ ἀξίαν ἀπολαμβάνουσιν, ἀλλὰ τοῖς τε κατορθοῦσιν ἐκεῖ τεταμίευται τὰ δῶρα, τοῖς τε καταπίπτουσιν αἱ κολάσεις· ἐνταῦθα δὲ ἀνοχὴ καὶ μακροθυμία ὥστε διὰ μετανοίας ἀπονίψασθαι τὰ ἡμαρτημένα· ἀλλ᾽ οὐκ ἐκεῖ τοῦτο. Ἐπεὶ καὶ ἀνδροφόνος, ἕως μὲν ἂν ᾖ ἐν ταῖς ὁδοῖς, κύριός ἐστι μεταβαλέσθαι, καὶ ἀπαλλαγῆναι κολάσεως· ἐπειδὰν δὲ ὑπὸ τὴν ψῆφον ἔλθοι τοῦ δικαστοῦ, ξίφος λοιπὸν, καὶ δήμιος, καὶ βάραθρα. Οὕτω καὶ ἐνταῦθα. Ἕως μὲν ἂν ἐν τῷ βίῳ τούτῳ ὦμεν τῷ παρόντι, δυνατὸν διαφυγεῖν τὴν τιμωρίαν μεταβαλομένους· ἐκεῖ δὲ ἀπελθόντες, ἀνήνυτα οἰμώξομεν· Ἡτοίμασε γὰρ ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Εἰ δέ τις καὶ τὸ, Ἡτοίμασεν, οὕτως ἐκλάβοι, ὡς εἴρηται, οὐχ ἁμαρτήσεται· πάντα γὰρ παρεσκευασμένα, καὶ τὰ τῶν κολάσεων, καὶ τὰ τῶν στεφάνων, καὶ τὰ τῆς ψήφου. Οὐκ ἔστι μέλλησις, οὐδὲ χρόνος, οὐδὲ βραδύτης παρὰ τῷ Θεῷ, ὅταν οἱ ζῶντες οὐ μὴ φθάνωσι τοὺς κοιμηθέντας, ὥσπερ ὁ Παῦλος λέγει, ὅτι Ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Ὅρα σοφίαν Προφήτου, πῶς λέγει τὰ παρόντα, πῶς τὰ μέλλοντα. Τὰ παρόντα· Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὰ μέλλοντα· Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.
Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Τοῦτο δὲ ποιεῖ, ἵνα οἱ ἐκείνοις ἀπιστοῦντες ἀπὸ τῶν παρόντων λάβωσι τὴν ἀπόδειξιν. Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι. Ἄλλος, Τῷ ἐπιτρίπτῳ. Ἄλλος, Τῷ τεθλασμένῳ. Συνεχῶς ἑαυτὸν καὶ πένητα καὶ πτωχὸν καλεῖ, καίτοι γε ἐν βασιλείοις ὤν. Οὕτω καὶ ἀλλαχοῦ· Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι τὰ ἀνθρώπινα πάντα σκιᾶς ἀδρανέστερα, καὶ ὅτι οὐδὲν ἡμῖν οὕτως οἰκεῖον ὡς ἀρετὴ, τὰ δὲ ἄλλα πάντα φύλλοις ἔοικεν ἔξωθεν προσκειμένοις. Ὅτι γὰρ ἀρετὴ οἰκεῖον, δῆλον ἐντεῦθεν. Ὅπου ἐὰν ἀπέλθωμεν, ταύτην περιφέρομεν· ἐκεῖνα δὲ οὐκ ἔτι. Οὐκοῦν τοῦτο ἡμῖν οἰκειότερον, τὰ δὲ ἄλλα πόῤῥωθεν. Ὥσπερ οὖν οἰκεῖον λέγομεν τὸν πλησίον ἡμῖν ὄντα· οὕτω δὴ καὶ ταύτην τῶν χρημάτων οἰκειοτέραν καλοῦμεν, ἐπειδὴ πλησίον ἡμῖν ἀεί.
εʹ. Θέα δέ μοι αὐτοῦ καὶ τὴν εὐγνωμοσύνην, καὶ τὴν φιλόσοφον ψυχήν. Καὶ γὰρ ἵππους ἔχων, καὶ στρατόπεδα, καὶ μυρία ὅσα, πάντα ἐκεῖνα ἀφεὶς, τὴν ἄνωθεν ἐπισπᾶται ῥοπὴν, καὶ αὐτῷ τὴν σωτηρίαν ἀνατίθησιν. Οὐ γὰρ εἶπεν, Ἐγένετό μοι στρατόπεδα καταφυγή σου, οὐδὲ χρήματα, οὐδὲ τείχη· ἀλλ᾽, Ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι. Αὐτός με, φησὶν, ἐν ἀσφαλείᾳ κατέστησεν· οὐδὲν γὰρ ταύτης ἴσον τῆς καταφυγῆς, καὶ εἰς εὐκολίας καὶ ἀσφαλείας λόγον. Τὰς μὲν γὰρ ἄλλας καταφυγὰς καὶ ἐπιβουλεύεσθαι ἔνι, καὶ ταχέως εὑρεῖν οὐκ ἔνι καὶ ἐξ ἑτοίμου, ἀλλὰ καὶ χρόνῳ καὶ τόπῳ καὶ μυρίαις κωλύονται περιστάσεσι· ταύτην δὲ πλησίον οὖσαν εὑρίσκεις, μόνον ἐὰν μετὰ ἀκριβείας ἐπιζητήσῃς. Ἔτι γὰρ λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Καὶ, Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν. Οὐ τοίνυν δεῖ δρόμου ἡμῖν, οὐδὲ ἀποδημίας, ἀλλὰ καὶ οἴκοι καθημένους ταύτην ἐπισπᾶσθαι τὴν καταφυγὴν ἔνι.
Καὶ ποτὲ μὲν ἐξαιρεῖ τῶν κινδύνων· ποτὲ δὲ καὶ αὐτοὺς ποιεῖ λαμπροτέρους καὶ τῶν ἐχθρῶν δυνατωτέρους, καὶ ἀμφότερα ἐν καιρῷ τῷ προσήκοντι. Ὅταν γὰρ μετριάζωσιν οἱ ἀπολαύοντες, ἀμφότερα δίδωσιν. Εἰ δὲ μὴ σφόδρα τοῦτο ἔχοιεν τὸ κατόρθωμα, μέχρι τοῦ ἑνὸς ἵσταται, ὥστε μὴ τῇ προσθήκῃ τοῦ δευτέρου εἰς ἀπόνοιαν αὐτοὺς ἐλθεῖν. Ἵνα δὲ μάθῃς ὅτι πολλάκις τοῦτο εἰς ἀπόνοιαν αἴρει, ὁ Ἐζεκίας ἐντεῦθεν ἐπήρθη· ἀλλ᾽ ὅμως οὐδὲ οὕτως αὐτὸν παρεῖδεν, ἀλλ᾽ ἐπειδὴ ἡ τῆς νίκης εὐημερία ἐπῆρεν αὐτοῦ τὴν διάνοιαν, τὴν ἀπὸ τῆς ἀῤῥωστίας αὐτῷ διόρθωσιν ἐπήγαγε· Βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψεσι. Τί ἐστιν, Ἐν εὐκαιρίαις; Εἰς καιρὸν, φησὶν, ἐπικαίρως.
Διπλῆν λέγει τὴν εὐκαιρίαν, ὅτι καὶ βοηθεῖ, καὶ ὅτι εἰς καιρόν. Εὐκαιρίαν γὰρ ἐνταῦθα τὴν θλίψιν λέγει. Τί δήποτε; Ὅτι φιλοσοφίας μήτηρ ἐστὶ, καὶ τοῦ θανάτου ἐξελεῖται τὸν ἄνθρωπον, καὶ τοῦ Θεοῦ μάλιστα ἐπισπᾶται τὴν ῥοπήν. Τότε ῥᾳθυμία ἀνῄρηται, καὶ διάχυσις· τότε σπουδαιότεροι περὶ τὰς ἱκετηρίας γινόμεθα.
Καὶ καθάπερ ὁ χειμὼν ἐπιτήδειος καιρὸς πρὸς γεωργίαν ἐστὶ τῆς γῆς· οὕτως ἡ θλίψις πρὸς ἐπιμέλειαν τῆς ψυχῆς. Ἀεὶ μὲν γὰρ δεόμεθα αὐτοῦ τῆς βοηθείας, καὶ ἐν εὐημερίαις ὄντες· τότε δὲ μάλιστα, ὅταν ἐν θλίψεσιν ὦμεν. Βοηθός. Ἐνταῦθα καὶ ἕτερόν τι ᾐνίξατο· ὅτι δεῖ καὶ ἡμᾶς ἐνεργοὺς εἶναι. Ὁ γὰρ βοηθῶν τῷ ἐργαζομένῳ βοηθεῖ. Οὐ τοί νυν ἡμᾶς ἀναπεπτωκέναι δεῖ, ἀλλὰ καὶ ἱκετηρίαν εἰσφέρειν, καὶ ἐλεημοσύνας, καὶ τὰ παρ᾽ ἑαυτῶν ἅπαντα. Ἐπεὶ καὶ σύμμαχοι τοῖς πολεμοῦσι βοηθοῦσιν, οὐχὶ τοῖς ἀναπεπτωκόσι καὶ ἀργοῦσιν. Εἰ τοίνυν βούλει τῆς τοῦ Θεοῦ συμμαχίας ἀπολαύειν, μηδέποτε τὰ παρὰ σεαυτοῦ προδῷς. Οὕτω καὶ ὁ Ἰὼβ ἐβοηθεῖτο, ἑστὼς καὶ παγκρατιάζων. Οὕτω καὶ οἱ ἀπόστολοι, ἐνεργοὶ ὄντες. Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου. Ἄλλος, Καὶ πεποιθήσουσιν.
Συνεχῶς τοῦτο ποιεῖ ὁ Προφήτης, ἀπὸ εὐχῆς εἰς παραίνεσιν τρέπων τὸν λόγον, κοινὸς διδάσκαλος ὢν τῆς οἰκουμένης, καὶ τὸν θησαυρὸν εἰς τὸ μέσον προτιθεὶς τῆς φιλοσοφίας. Καλῶς εἶπεν, Ἐλπισάτωσαν οἱ γινώσκοντες τὸ ὄνομά σου. Οἱ γὰρ εἰδότες σε, φησὶ, καὶ τὴν ἀντίληψίν σου, καὶ τὴν συμμαχίαν, ἱκανὴν ἄγκυραν ἔχουσι τὴν ἐλπίδα τὴν ἐπὶ σὲ, ἱκανὴν συμμαχίαν, καὶ πύργον ἀῤῥαγῆ, οὐ τὴν λύσιν μόνον ἐπαγγελλόμενον τῶν δεινῶν, ἀλλ᾽ οὐδὲ παροῦσι τοῖς δεινοῖς θορυβεῖσθαι συγχωροῦντα. Ὁ γὰρ τῶν ἀνθρωπίνων ἀπηλλαγμένος, καὶ τῆς ἄνωθεν ἐλπίδος ἑαυτὸν ἀπαρτῶν, οὐ μόνον ταχίστην ἐπάγεται τὴν ἀπαλλαγὴν τῶν δεινῶν, ἀλλ᾽ οὐδ᾽ ἐν αὐτοῖς τοῖς δεινοῖς θορυβεῖται καὶ ταράττεται, τῇ ἐλπίδι τῆς ἀγκύρας ἐκείνης βοηθούμενος. Οὕτω γοῦν καὶ οἱ τρεῖς παῖδες οὐ μόνον ἀπηλλάττοντο τῆς καμίνου, ἀλλ᾽ οὐδὲ ἐν τῇ καμίνῳ διατρίβοντες ἐθορυβοῦντο. ᾜδεισαν γὰρ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν. Διά τοι τοῦτο καὶ ἕτερός φησι· Καὶ πεποιθήσουσι, ἀντὶ τοῦ, θαῤῥήσουσι. Πολλῷ γὰρ μείζων τῆς ἀρχῆς τῆς ἀπὸ τῶν θορύβων ἡ ἀσφάλεια ἡ ἀπὸ τῆς ἐλπίδος τῆς εἰς τὸν Θεόν. Τὰ μὲν γὰρ ἀνθρώπινα, ἡ δὲ θεία καὶ ἄμαχος. Ἐπειδὴ εἶπεν, ὅτι ἐγένετο βοηθὸς, ὅτι ἐγένετο καταφυγὴ, δείκνυσι καὶ πῶς γίνεται. Πῶς οὖν γίνεται; Ὅταν μένωμεν διηνεκῶς εἰς αὐτὸν ἐλπίζοντες. Εἰ δὲ μὴ εὐθέως λύει τὰ δεινὰ, καὶ τοῦτο ὑπὲρ τῆς σῆς γίνεται δοκιμῆς.
Ὥσπερ γὰρ δυνάμενος μὴ ἀφεῖναι ἐπελθεῖν, ἀφίησιν, ἵνα στεῤῥότερον ἐργάζηται· οὕτω καὶ δυνάμενος ἐκ προοιμίων λῦσαι, μέλλει καὶ ἀναβάλλεται πάλιν, ἐπιτείνων σου τὴν εὐτονίαν, καὶ τὴν ἐλπίδα γυμνάζων, καὶ τὴν πρὸς αὐτὸν διάθεσιν σπουδαιοτέραν ποιῶν, καὶ οὔτε ἀεὶ θλίβεσθαι συγχωρεῖ, ἵνα μὴ ἀποκάμωμεν, οὔτε ἀεὶ ἀνίεσθαι, ἵνα μὴ ἀναπέσωμεν. Ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε. Ἄλλος, Οὐ γὰρ ἐγκατέλιπες. Οὕτω καὶ ἕτερός φησιν, Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ἐγκατέλιπεν αὐτόν; Καὶ πῶς ζητεῖται ὁ Θεὸς, φησὶν, ὁ πανταχοῦ ὤν; Σπουδῇ καὶ προθυμίᾳ, καὶ ἀπαλλαγῇ τῶν βιωτικῶν ἁπάντων. Πολλὰ γὰρ πρὸ ὀφθαλμῶν καὶ ἐν χερσὶν ἔχοντες οὐκ ἴσμεν, ἀλλὰ περιερχόμεθα ζητοῦντες πολλάκις ἃ κατέχομεν, ὅταν πρὸς ἕτερον ἡ διάνοια τετραμμένη ᾖ.
ϛʹ. Πῶς οὖν ἔστι ζητεῖν τὸν Θεόν; Ὅταν ἐκεῖ τὴν διάνοιαν συντείνωμεν, ὅταν τῶν βιωτικῶν ἀπαλλαγῶμεν. Καὶ γὰρ ὁ ζητῶν, πάντα ἐκβαλὼν τῆς ψυχῆς, πρὸς ἐκεῖνο τὸ ζητούμενον ἔρχεται. Καὶ οὐχ ἁπλῶς ζητεῖν χρὴ, ἀλλὰ καὶ ἐκζητεῖν. Ὁ ἐκζητῶν οὐκ αὐτὸς ζητεῖ μόνον, ἀλλὰ καὶ ἑτέρους λαμβάνει βοηθοὺς, ὥστε εὑρεῖν τὸ ζητούμενον. Ἀλλ᾽ ἐπὶ μὲν τῶν βιωτικῶν πολλάκις ζητήσαντες, οὐχ εὕρομεν· ἐπὶ δὲ τῶν πνευματικῶν οὐκ ἔνι τοῦτο, ἀλλὰ ἀνάγκη πᾶσα τὸν ζητοῦντα εὑρεῖν. Ἂν γὰρ ἐξέλθωμεν μόνον ἐπὶ τὸ ζητῆσαι, οὐκ ἀφίησιν ἡμᾶς πολλὰ κόπτεσθαι ὁ Θεός· διὰ τοῦτο λέγει· Πᾶς ὁ ζητῶν εὑρίσκει. Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. Ἄλλος, Τῷ καθημένῳ.
Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Ἄλλος φησὶν, Ἐν τοῖς λαοῖς τὰ μηχανήματα αὐτοῦ. Τί λέγεις; Οὗ ὁ οὐρανὸς θρόνος καὶ ἡ γῆ ὑποπόδιον, οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς, οὗτος ἐν Σιὼν οἰκεῖ; Ναί· οἴκησιν γὰρ ἐνταῦθα οὐ τὸ περικλείεσθαι λέγει (ἀπέραντος γὰρ αὐτοῦ ἡ μεγαλωσύνη), ἀλλὰ τὴν οἰκειότητα τὴν πρὸς τὸν τόπον, καὶ τὸ οἰκείως ἔχειν πρὸς αὐτὸν, διὰ τὸ τοὺς Ἰουδαίους διὰ τῆς συγκαταβάσεως ταύτης πρὸς αὐτὸν ἐπισπᾶσθαι· ἐπεὶ καὶ οἰκία διὰ τοῦτο λέγεται ἐφ᾽ ἡμῶν, διὰ τὸ οἰκείως ἡμᾶς ἔχειν πρὸς αὐτήν. Καὶ ἐν ἡμῖν δὲ οἰκεῖν λέγεται, οὐ περιεχόμενος ὑφ᾽ ἡμῶν, ἀλλ᾽ οἰκείως πρὸς ἡμᾶς ἔχων. Σιὼν δὲ κατὰ ἀναγωγὴν ἡ Ἐκκλησία λέγεται. Προσεληλύθατε γὰρ ὄρει Σιὼν, καὶ Ἐκκλησίᾳ πρωτοτόκων. Καὶ εἰκότως ὄρος ἡ Ἐκκλησία, διὰ τὸ βέβαιον, καὶ πάγιον, καὶ ἄσειστον. Καθάπερ γὰρ ὄρος σαλεῦσαι οὐ δυνατὸν, οὕτως οὐδὲ τοῦ Θεοῦ τὴν Ἐκκλησίαν. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Κήρυκας εἶναι βούλεται τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, καὶ μηδέποτε αὐτοῦ κατακρύπτειν τὰς εὐεργεσίας. Καὶ τοῦτο πανταχοῦ ζητεῖ, διά τε τοὺς λέγοντας, διά τε τοὺς ἀκούοντας. Καὶ γὰρ καὶ τούτοις κέρδος, κἀκείνοις, ἐὰν προσέχωσιν. Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη. Εἶδες τὰ ἐπιτηδεύματα ποῖα λέγει; Τὰς εὐεργεσίας.
Ἐνταῦθα καὶ μέγα τι αἰνίττεται δόγμα· ὅτι οὐκ ἔστι φόνος ἀτιμωρητὶ τολμώμενος, ἀλλ᾽ ἐκδικεῖται πάντως· ὃ καὶ ἐν τῇ Γενέσει Μωϋσῆς δείκνυσι, λέγων· Τὸ αἷμα ὑμῶν ἐκζητήσω. Τοῦτο τῆς ἀπείρου προνοίας δεῖγμα, τῆς ἐκτεταμένης αὐτοῦ κηδεμονίας. Εἰ δὲ μὴ κατὰ πόδας ἐκζητεῖ, μὴ θαυμάζῃς· δίδωσι γὰρ τοῖς ἁμαρτάνουσι μετανοίας ἀφορμήν.
Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. Ὅρα πάλιν τοὺς πένητας εὐδοκιμοῦντας. Οὐχ ἁπλῶς δὲ λέγει τοὺς πένητας, ἀλλ᾽ ἐκείνους τοὺς πτωχοὺς τῷ πνεύματι, καθὼς ὁ Χριστός φησιν. Οὗτοι γὰρ μάλιστα ἀκούονται εὐχόμενοι, οἱ ταπεινοὶ τῇ καρδίᾳ, καὶ συντετριμμένοι.
Δύο δὲ ἐνταῦθα τίθησι, καὶ εὐχὴν, καὶ ταπεινοφροσύνην. Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Καὶ πανταχοῦ ὄχημα εὐχῆς εὑρίσκεται ταπεινοφροσύνη. Ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ. Ὥστε φλεγμονῆς δεῖ μάλιστα ἀπηλλάχθαι τὸν εὐχόμενον, ὃ καὶ Παῦλος ζητεῖ, λέγων· Χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Καλῶς εἶπε, Τῆς κραυγῆς τῶν πενήτων, κραυγὴν λέγων τὴν διάθεσιν τῆς διανοίας, οὐ τὸν τόνον τῆς φωνῆς· τῷ δὲ εἰπεῖν, Οὐκ ἐπελάθετο, ἐδήλωσεν ὅτι συνεχῶς ἐκάλουν ἐκεῖνοι, καὶ οὐκ ἐκ προοιμίων ἐτύγχανον. Τί τοίνυν ἐστὶν ὃ λέγει; Μὴ νομίσητε ὅτι ἐπελάθετο ὁ Θεὸς, καὶ διὰ τοῦτο οὐκ ἐπεξῆλθε· καὶ γὰρ αὐτοῦ ἴδιον τὸ τὰ τοιαῦτα ζητεῖν, καὶ μηδενὸς παρακαλοῦντος· ὅταν δὲ παρακαλῶσι, καὶ ταπεινοὶ οἱ παρακαλοῦντες ὦσι, πολλῷ πλέον. Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου. Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Ἄλλος, Τὰς ὑμνήσεις σου. Ἄλλος, Τοὺς ἐπαίνους σου. Ὅρα αὐτὸν διηνεκῶς τῇ εὐχῇ προσηλωμένον. Καὶ γὰρ ἀπαλλαγεὶς τῶν δεινῶν, καὶ ἐν ἀσφαλείᾳ γενόμενος, οὐκ ἀφίσταται τοῦ πάλιν εὔχεσθαι, λέγων, Ἐλέησόν με, καὶ ὑπὲρ τῶν μελλόντων αὐτὸν παρακαλῶν. Ἀεὶ μὲν γὰρ δεόμεθα τῆς τοῦ Θεοῦ προνοίας, μάλιστα δὲ ἐν τῇ τῶν κακῶν ἀπαλλαγῇ.
Ἕτερος γὰρ διαδέχεται πόλεμος τοῦ προτέρου χαλεπώτερος, ὁ τῆς ῥᾳθυμίας, ὁ τῆς ἀπονοίας· καὶ σφοδρότερον τότε ὁ διάβολος πνεῖ. Ὥστε μάλιστα μετὰ τὸ ἀπαλλαγῆναι τῶν κακῶν, δεόμεθα τῆς ῥοπῆς ἐκείνης, ἵνα εὐκόλως τὰς εὐημερίας ἐνέγκωμεν. Ἐπεὶ καὶ Ἰουδαῖοι τῶν Αἰγυπτίων ἀπαλλαγέντες, ἐν χαλεπῷ ἦσαν πολέμῳ, τῇ ἀπονοίᾳ καὶ τῇ ῥᾳθυμίᾳ. Τότε γοῦν μάλιστα καὶ ἀπέθανον, μὴ δυνηθέντες στρατηγῆσαι καλῶς. Ἐπειδὴ γὰρ οὔτε πρὸς λαιμαργίαν, οὔτε πρὸς μικροψυχίαν ἔστησαν γενναίως, ἀλλὰ τῶν Αἰγυπτίων τὰ πάθη ἐζήλωσαν, ταῦτα αὐτοὺς ἀπώλεσε. Καὶ ὁ Δαυῒδ ἐπὶ τοῦ Σαοὺλ ἀπαλλαγεὶς τῶν δεινῶν καὶ τῶν ἄλλων πολεμίων, ἐπειδὴ ἀνέσεως ἀπέλαυσε, χαλεπώτερον ὑπέστη πόλεμον, τὸν τῆς ἀκολάστου ἐπιθυμίας, ὃς δὴ καὶ μειζόνως αὐτὸν ἐκόλασε. Διὸ δὴ μάλιστα τότε χρὴ φοβεῖσθαι, ὅταν τῶν δεινῶν ἀπαλλαγῶμεν.
ζʹ. Καθάπερ γὰρ θηρίον δεδεμένον οὐχ οὕτω φοβούμεθα, ὡς ἀφεθέν· οὕτω δὴ καὶ τὴν κακίαν οὐχ οὕτως ἐν θλίψει δεδοικέναι χρή· τότε γὰρ δέδεται τῇ ἀθυμίᾳ καὶ τοῖς ἄλλοις δεσμοῖς· ἀλλὰ μετὰ τὴν ἄνεσιν, τότε χρὴ δεδοικέναι. Διὰ δὴ τοῦτο ὄψει πολλάκις τὰς εὐπραγίας μείζονα τῶν κακῶν ἐργαζομένας δεινά. Οὕτω καὶ Ἐζεκίας μετὰ τὸ τρόπαιον ἔμελλεν ἀπόλλυσθαι.
Διὸ καὶ οὗτος ἀλλαχοῦ φησιν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Καὶ τὸν ἔλεον ζητεῖ πάλιν μετὰ τὴν ἀπαλλαγὴν, καὶ τίθησι δικαίωμα τοῦ ἐλέους, τὸ παθεῖν κακῶς. Ἴδε γὰρ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου· καὶ ἕτερον πάλιν· Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Καὶ γὰρ πρὸς τὸν προστάτην καὶ κηδεμόνα καταφεύγω, καὶ ἀεί μοι χεῖρα παρέχοντα.
Εἶδες αὐτὸν ἐν τῇ αἰτήσει τῶν μελλόντων εὐχάριστον ὑπὲρ τῶν παρελθόντων γινόμενον, καὶ διπλῆν λέγοντα εὐεργεσίαν; Οὐ γὰρ εἶπεν, Ὁ ἀπαλλάττων με τῶν πυλῶν τοῦ θανάτου, ἀλλ᾽, Ὁ ὑψῶν με. Οὐ γὰρ μέχρι τοῦ λῦσαι τὰ δεινὰ ἵστατο ἡ εὐεργεσία τοῦ Θεοῦ, ἀλλὰ καὶ θαυμαστοὺς ἐποίει, καὶ ἐπιδόξους, καὶ λαμπροτέρους, καὶ ὑψηλούς. Καὶ οὐκ εἶπεν, Ἐκ τῆς πύλης, ἀλλ᾽, Ἐκ τῶν πυλῶν, τὸ πολὺ τῶν κινδύνων δηλῶν. Ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Ὃ ποιεῖν τοῖς ἄλλοις παρῄνεσε, τοῦτο καὶ αὐτὸς ποιεῖ· Ἀναγγείλατε γὰρ, φησὶν, ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Τοῦτο καὶ ἐγὼ νῦν ἐργάσομαι· καὶ οὐκ ἐργάσομαι ἁπλῶς, ἑνὸς παρόντος, καὶ δύο, καὶ τριῶν, ἀλλ᾽ ἐν μέσῳ θεάτρῳ.
Ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου. Τοῦτό μοι στέφανος, τοῦτό μοι διάδημα, τὸ διὰ σοῦ στῆσαι τρόπαιον, τὸ διὰ σοῦ σωτηρίας ἀπολαῦσαι. Οὕτω δὴ καὶ ἡμεῖς μὴ πάντως σωθῆναι ζητήσωμεν, μὴ πάντως ἀπαλλαγῆναι τῶν δεινῶν παντὶ τρόπῳ, ἀλλὰ κατὰ Θεόν. Τοῦτο δὲ λέγω, διὰ τοὺς ἐπαοιδαῖς χρωμένους ἐν ταῖς νόσοις, καὶ ἑτέρας μαγγανείας ἐπιζητοῦντας εἰς παραμυθίαν τῆς ἀῤῥωστίας. Τοῦτο γὰρ οὐχὶ σωθῆναί ἐστιν, ἀλλ᾽ ἀπολέσθαι. Ἡ γὰρ μεγίστη σωτηρία τὸ διὰ τοῦ Θεοῦ σωθῆναι. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν. Ἄλλος, Ἐβαπτίσθησαν.
Διαφθορὰν τὴν κακίαν λέγει· οὐδὲν γὰρ οὕτω διαφθείρει, ὡς κακία. Οὐδὲν γὰρ ἀσθενέστερον τοῦ πονηροῦ. Τοῖς οἰκείοις ὅπλοις ἁλίσκεται, ὥσπερ ὁ σίδηρος ὑπὸ τοῦ ἰοῦ, καὶ τὸ ἔριον ὑπὸ τοῦ σητός· οὕτω καὶ ὁ πονηρὸς ὑπὸ τῆς κακίας. Ὥστε καὶ πρὸ τῆς παρὰ τοῦ Θεοῦ τιμωρίας, αὐτὴ ἡ κακία τὸν ἐργάτην ἀπαιτεῖ δίκην. Ἐπειδὴ γὰρ πολλὰ περὶ τῆς ἄνω δίκης διελέχθη καὶ περὶ τῆς τοῦ Θεοῦ ῥοπῆς, αὕτη δὲ οὐ κατὰ πόδας ἔπεισιν, ἀλλὰ μέλλει πολλάκις καὶ ἀναβάλλεται, καὶ τοῦτο τοὺς πολλοὺς ῥᾳθυμοτέρους ποιεῖ, δείκνυσιν ἐπὶ θύραις τὴν τιμωρίαν οὖσαν, καὶ ταύτην τοὺς πονηροὺς ὑπομένειν, καθάπερ καὶ ὁ Παῦλός φησι· Καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Καὶ ὅρα πῶς κυρίως κέχρηται ταῖς λέξεσιν. Ἐνεπάγη, φησί· τουτέστι, κατὰ κράτος κατεσχέθη, ἄφευκτος αὐτῷ γέγονεν ἡ ἐπιβουλή. Καὶ πάλιν· Ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν. Δεσμοῖς ἀλύτοις, φησὶν, οἱ πονηροὶ περιπείρονται. Ταῦτα ἐπὶ τῶν ἀποστόλων καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονεν. Ὅτε γὰρ τοῖς ἀποστόλοις ἐπολέμουν, ἐκείνους μὲν οὐδὲν ἔβλαπτον, ἑαυτοὺς δὲ μυρίοις περιέβαλλον κακοῖς, πόλεως, καὶ ἐλευθερίας, καὶ τῶν ἄλλων ἁπάντων ἐκπίπτοντες, καὶ τὸ μὲν κήρυγμα ηὐξάνετο, οἱ δὲ ἐπιβουλεύοντες κατελύοντο.
Καὶ οἱ τοὺς τρεῖς παῖδας ἐμβαλόντες εἰς τὴν Βαβυλωνίαν κάμινον, ὑπ᾽ αὐτῆς πάλιν ἑάλωσαν· ὃ δὴ καὶ ἐπὶ τοῦ Δανιὴλ γέγονεν.
Ἀλλ᾽ ἐπὶ μὲν τοῦ Δανιὴλ τοῦτο εἰκότως γέγονεν, αὐτοὶ γὰρ αὐτὸν ἐνέβαλον· ἐπὶ δὲ τῶν τριῶν παίδων τί δήποτε, τοῦ βασιλέως ἁμαρτόντος, οἱ πρὸ τῆς καμίνου ἑστῶτες οὗτοι κολάζονται; Ὅτι καὶ οἱ καταφλεχθέντες οὗτοι ἦσαν τῷ ἐπιτάγματι τοῦ τυράννου ὑπηρετήσαντες, καὶ τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσαντες.
Ἐν παγίδι, ᾗ ἔκρυψαν. Ὅρα πῶς ἔδειξεν ἄφατον οὖσαν αὐτῶν τὴν κατηγορίαν. Ἐπειδὴ γὰρ αἰσχύνης γέμον ἦν τὸ γινόμενον, διὰ τοῦτο κρύπτουσι, καὶ λανθάνειν πειρῶνται. Γινώσκεται Κύριος κρίματα ποιῶν. Ἄλλος, Ἐγνώσθη κρῖμα ποιήσας· τουτέστι, κολάζων, ἐκδικῶν, ἐπεξιών. Εἶδες ἕτερον εἶδος εὐεργεσίας ἀπὸ κολάσεως; Οὐ γὰρ δὴ μόνον, φησὶ, τοὺς κολαζομένους σπουδαιοτέρους ποιεῖ, ἀλλὰ καὶ τῆς αὐτοῦ θεογνωσίας ἐκλάμπειν παρασκευάζει τὸν λόγον· καὶ ἴδοι τις ἂν μᾶλλον αὐτὸν ἐντεῦθεν ἐπιστρέφοντα τοὺς ἀνθρώπους. Ὅτε γοῦν κατὰ τῶν κρημνῶν εἴασεν ἐνεχθῆναι τὴν ἀγέλην τῶν χοίρων, καὶ καταποντισθῆναι εἰς τὴν θάλασσαν, τότε μάλιστα ἐξεπλάγησαν. Καὶ ἐν τῇ Παλαιᾷ οἱ Ἰουδαῖοι, Ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καθώς φησιν ὁ Προφήτης. Καὶ τί δήποτε τοῦτο οὐ συνεχῶς ποιεῖ μᾶλλον; Ὅτι οὐ βούλεται βιαιότερον, ἀλλὰ καὶ προαιρετικώτερον τὰ τῆς ἀρετῆς κατορθοῦσθαι, καὶ μᾶλλον εὐεργετουμένους ἢ κολαζομένους.
Καὶ πόσῳ, φησὶ, βέλτιον ἀνάγκῃ εἶναι ἀγαθὸν ἢ προαιρέσει κακόν; Οὐκ ἔστιν ἀγαθὸν εἶναι ἀνάγκῃ. Ὁ μὲν γὰρ τῷ δεσμῷ γινόμενος καλὸς, οὐκ ἔσται ἀεί ποτε καλὸς, ἀλλὰ τῆς ἀνάγκης ἀπαλλαγεὶς, ἐπανήξει πρὸς τὴν κακίαν· ὁ δὲ παιδαγωγούμενος ὥστε προαιρέσει γενέσθαι καλὸς, γενόμενος, πάγιος μένει.
Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Οὐ τῶν χειρῶν τοῦ Θεοῦ εἶπεν, ἀλλὰ τῶν χειρῶν τοῦ ἁμαρτωλοῦ. ηʹ. Εἶδες πῶς ποικίλλει τὸν λόγον, καὶ τὴν ἄνωθεν φέρων τιμωρίαν, καὶ τὴν ἀπὸ τῆς κακίας ἐπάγων δίκην;
Πῶς τὴν ἄνωθεν τιμωρίαν; Γινώσκεται Κύριος, φησὶ, κρίματα ποιῶν. Πῶς τὴν ἀπὸ τῆς κακίας δίκην; Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν. Καὶ πάλιν τὴν ἀπὸ τῆς πονηρίας· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός.
Οὔτε γὰρ μόνην τὴν παρὰ τοῦ Θεοῦ λέγει τιμωρίαν, ἐπειδὴ μέλλει πολλάκις καὶ βραδύνει· οὔτε μόνην τὴν ἀπὸ τῆς κακίας, ἐπειδὴ πολλοὶ ταύτῃ καὶ ἐμφιλοχωροῦσιν· ἀλλ᾽ ἑκατέρωθεν ἀσφαλίζεται τὸν λόγον. Διό φησιν· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη. Ἄλλος, Ταρσῶν αὐτοῦ. Μὴ τοίνυν νόμιζε ἑτέρῳ κατασκευάζειν τὰ μηχανήματα, ὅταν ἐπιβουλεύῃς· σεαυτῷ γὰρ πλέκεις τὰ δίκτυα. ᾨδὴ διάψαλμα. Ἄλλος, Φθογγὴ ἀεί. Ἄλλος, Μελῴδημα ἀεί. Ὁ δὲ Ἑβραῖος, Ἐγγαὼν σέλ. Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Ἄλλος, Ἀναστρέψουσι. Πάλιν τοῖς αὐτοῖς ἐπιμένει, δεικνὺς ὅτι ἡ κακία τὴν κόλασιν ἔχει συγκεκληρωμένην, καὶ ἡ ἀσέβεια θάνατον τίκτει, καὶ ἡ ἁμαρτία κινδύνους.
Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος. Ἄλλος ἑρμηνευτής φησιν· Οὐ γὰρ εἰς τέλος ἡ προσδοκία τῶν πράων ἐπιλησθήσεται. Καλῶς εἶπεν, Εἰς τέλος, δεικνὺς ὅτι οὐκ ἀεὶ ἄνεσίν τις ἐπιζητεῖ.
Ποῦ γὰρ δειχθήσεται τὰ τῆς ὑπομονῆς, εἰ ἀεὶ ἄνεσις μέλλοι εἶναι; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Δίκην δώσουσιν οἱ πονηροὶ, καὶ τὰ ἔσχατα πείσονται. Οὐ γὰρ ἀνέξεται ὁ Θεὸς διὰ παντὸς τοὺς ἀδικουμένους ἐν ἐπιβουλαῖς εἶναι. Ἐντεῦθεν καὶ τούτους παραμυθεῖται, κἀκείνους φοβεῖ, καὶ τοῦ Θεοῦ δείκνυσι τὴν φιλανθρωπίαν, ὅτι καὶ ἡ μέλλησις τοὺς μὲν δοκιμωτέρους ἐργάζεται, τοὺς δὲ εἰς μετάνοιαν ἕλκει. Ὅρα πάλιν τοὺς πένητας εὐδοκιμοῦντας· πένητας οὐχ ἁπλῶς, ἀλλὰ τοὺς συντετριμμένους τῇ καρδίᾳ. Οὗτοι γὰρ μάλιστά εἰσι καὶ πρὸς ὑπομονὴν ἐπιτήδειοι· μᾶλλον δὲ ἄλληλα συγκατασκευάζει ταῦτα, ἡ ταπεινοφροσύνη τὴν ὑπομονὴν, ἡ ὑπομονὴ τὴν ταπεινοφροσύνην.
Εἰ δέ τις εἴποι· Καὶ πῶς πενία ἡ ταπεινοφροσύνη; ἐκεῖνο ἐροῦμεν, ὅτι αὕτη ἐπιτηδειοτέρα πρὸς ἀρετήν. Ὁ μὲν γὰρ πλουτῶν ἀλύει, καὶ θορυβεῖται· ὁ δὲ πένης πάντα ῥᾳδίως φέρει, καθάπερ ἐν παλαίστρᾳ τῇ πενίᾳ πολλάκις γυμναζόμενος. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν, ὅτι δύσκολον μετὰ πλούτου εἰς τὴν βασιλείαν εἰσελθεῖν. Τί ἐστιν, Ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος; Οὐδέποτε, φησὶν, ἀλλὰ πάντως ἀπολήψεται τὸν οἰκεῖον καρπόν. Ὅπερ ἐπὶ τῶν βιωτικῶν οὐκ ἔνι, ἀλλ᾽ ἐκπίπτει τοῦ τέλους πολλάκις, τῶν πόνων ἀπολωλότων. Καὶ γὰρ καὶ γεωργὸς ἀναμένει, καὶ ἔμπορος· πολλάκις δὲ ὑπὸ τῆς τῶν ἀέρων ἀνωμαλίας ἀμφότεροι τοῦ καρποῦ τῶν πόνων ἐκπίπτουσιν. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔνι τοῦτο, ἀλλὰ ἀνάγκη πάντως ἀπολαῦσαι τοῦ τέλους. Οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον, τὸ θαῤῥεῖν ἀεὶ περὶ τοῦ τέλους. Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. Ἄλλος, Μὴ θρασυνέσθω. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Ἄλλος, Καὶ κατὰ πρόσωπόν σου. Εἰπὼν τὴν κακίαν τὴν κατέχουσαν τοὺς πλείους τῶν ἀνθρώπων, καὶ διηγησάμενος τὴν πονηρίαν, τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς ἀνδροφονίας, παρακαλεῖ τὸν Θεὸν ὑπὲρ τῆς τῶν ἀδικουμένων βοηθείας. Τοιαῦτα γὰρ τῶν ἁγίων τὰ σπλάγχνα, μὴ τὰ ἑαυτῶν μεριμνᾷν μόνον, ἀλλ᾽ ὥσπερ περὶ μιᾶς οἰκίας, τῆς οἰκουμένης, ἢ σώματος ἑνὸς, τοῦ τῶν ἀνθρώπων πλήθους, οὕτω παρακαλεῖν τὸν Θεόν.
Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. Τί δέ ἐστιν, Ἀνάστηθι, Κύριε; Ἐπέξελθε, φησὶ, βοήθησον, κόλασον τοὺς ἀδικοῦντας. Καὶ καλῶς τοῖς ὀνόμασι γυμνοῖς ἐχρήσατο, εἰπὼν, Ἀνάστηθι, καὶ, Μὴ κραταιούσθω ἄνθρωπος· ὥστε δηλῶσαι, ὅτι ὁ εὐτελὴς, ὁ ἀπὸ γῆς, ὁ τέφρα καὶ, σποδός. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου.
Τί ἐστι τοῦτο; Δότωσαν δίκην, φησὶ, τῶν ἁμαρτημάτων. Οὐ γεγόνασι τῇ μακροθυμίᾳ βελτίους· ἀπαίτησον εὐθύνας τῶν τετολμημένων. Κατάστησον, Κύριε, νομοθέτην ἐπ᾽ αὐτοῖς. Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσι. Διάψαλμα. Ἄλλος, Ἀεί. Τί ἐστι, Κατάστησον νομοθέτην αὐτοῖς; Ἐπεὶ, φησὶ, καθάπερ ἐν αὐτονομίᾳ πάντα πράττουσι, μὴ θέλοντες διδόναι δίκην, ἐπέξελθε, καὶ γενέσθω αὐτοῖς ἡ τιμωρία ἀντὶ νουθεσίας. Τοῦτο καὶ ἕτερος δηλῶν εἶπε, Κατάστησον, Κύριε, φόβημα αὐτοῖς. Ὅρα πῶς οὐ κόλασιν αὐτῶν ἐπιζητεῖ, ἀλλὰ νουθεσίαν καὶ διόρθωσιν, καὶ τὸ μὴ παρανόμως ζῇν. Ἔσται γὰρ ἡ τιμωρία αὐτοῖς, φησὶν, ἀντὶ νουθεσίας· οὐκ αὐτοῖς δὲ μόνον, ἀλλὰ καὶ ἑτέροις. Καὶ ἵνα μάθῃς ὅσον τὸ κέρδος, καὶ πῶς καταστέλλει νόσημα, ἄκουε τοῦ ἑξῆς. Γνώτωσαν ἔθνη, φησὶν, ὅτι ἄνθρωποί εἰσιν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Πολλοὶ καὶ τοῦτο ἀπολωλέκασιν, ἐπελάθοντο τῆς φύσεως, εἰς μανίαν ἐξώκειλαν, ἠγνόησαν ἑαυτούς. Καὶ καλῶς προσέθηκε τὸ, Ἀεὶ, ἵνα δηλώσῃ, ὅτι οὐκ ἐν ταῖς δυσπραγίαις μόνον, ἀλλὰ καὶ ἐν ταῖς εὐημερίαις. Ἀλλὰ γάρ, ἂν κολάσῃς αὐτοὺς νῦν, ἔχοντες τὸν φόβον ἀκμάζοντα, καὶ τὴν μνήμην τῶν συμβεβηκότων δεινῶν, κἂν εἰς εὐημερίαν ἔλθωσιν, εἴσονται τὴν ἑαυτῶν φύσιν.
θʹ. Ὁρᾷς πῶς ὑπὲρ αὐτῶν ποιεῖται τὴν δέησιν, καὶ τὴν μανίαν ἀξιοῖ διορθωθῆναι; Τὸ γὰρ ἑαυτοὺς ἀγνοεῖν, ἐσχάτης μανίας καὶ φρενίτιδος χαλεπώτερον. Τὸ μὲν γὰρ ἀνάγκης νόσημα, τὸ δὲ διεφθαρμένης προαιρέσεως. Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσι; Ταῦτά φησιν ὁ Προφήτης, ἐκ προσώπου τῶν θλιβομένων παρακαλῶν καὶ δεόμενος, οὐκ ἐγκαλῶν· μὴ γένοιτο.
Ἐπεὶ καὶ πολλοὶ τῶν θλιβομένων ὑπὸ τῆς ὀδύνης πρὸ τοῦ προσήκοντος καιροῦ ἀξιοῦσι γενέσθαι τὴν κρίσιν· καθάπερ οἱ τεμνόμενοι, μηδέπω τελείας γενομένης τῆς τομῆς, παρακαλοῦσι τὸν ἰατρὸν ἀποστῆσαι τὴν χεῖρα· ἐπιβλαβῆ μὲν χάριν αἰτοῦντες, τῷ δὲ μὴ φέρειν τὰς ὀδύνας τοῦτο πάσχοντες. Καὶ πολλάκις πρὸς τοὺς ἰατροὺς βοῶσιν, Ἐβασάνισάς με, ἀπώλεσάς με, ἀνεῖλές με· ἀλλ᾽ οὐκ ἔστι ταῦτα τῆς διανοίας ῥήματα, ἀλλὰ τῆς ὀδύνης. Οὕτω δὴ πολλοὶ καὶ τῶν μικροψύχων ἐν ταῖς θλίψεσι λέγουσι, τοὺς πόνους οὐ φέροντες.
Καὶ ὁ Σοφονίας δὲ τοιοῦτόν τινα μεταχειρίζει λόγον. Ἀλλὰ ταῦτα ἐν τῇ Παλαιᾷ, ὅτε σύμμετρα ἦν τὰ σκάμματα· τῆς δὲ ἐν τῇ Καινῇ πόῤῥω ταῦτα φιλοσοφίας. Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ, ἐμπυρίζεται ὁ πτωχός· συλλαμβάνονται ἐν διαβουλίοις, οἷς διαλογίζονται. Ἄλλος, Συλληφθήτωσαν. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν εὐλογεῖται. Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. Ἱκέτου σχῆμα περιθεὶς ἑαυτῷ ὁ Προφήτης, καὶ ὑπὲρ τῶν ἀδικουμένων παρακαλῶν, λέγει καὶ τὰ πάθη τὰ συμβάντα, ἅπερ ἀσθενείας ἐστὶν ἀνθρωπίνης· ὅτι πρὸ τῆς κολάσεως καὶ τῆς τιμωρίας ὀδυνᾶται ὁ ἀδικούμενος, οὐ φέρων τὴν εὐημερίαν τοῦ πονηροῦ. Οὐ μικρὰ δὲ καὶ τοῦτο τιμωρία.
Εἶτα ἀξιοῖ δοῦναι αὐτοὺς δίκην, καὶ αὐτοῖς περιτραπῆναι τὰς ἐπιβουλὰς αὐτῶν· καὶ λέγει κακίας εἶδος ἀφόρητον. Ποῖον δὴ τοῦτο; Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ. Ἐφ᾽ οἷς ἐγκαλύπτεσθαι ἔδει, ἐφ᾽ οἷς, φησὶν, αἰσχύνεσθαι, ὑπὲρ τούτων θαυμάζεται, ἐπαινεῖται. Πῶς δ᾽ ἂν γένοιτο τούτου ἴασις λοιπὸν, ὅταν ἐπαινῆται ἡ κακία; Καὶ γὰρ καὶ νῦν τοῦτο γίνεται. Ὁ δεῖνα θαυμάζεται ὡς δυνάστης· ὁ δεῖνα ὡς ἐχθροὺς ἀμυνόμενος· ὁ δεῖνα ὡς φρόνιμος, ἐπειδὴ τὰ πάντων συνήγαγε· καὶ ὅτε ἀπολέσῃ ἑαυτὸν, λέγουσιν· Εὗρεν ἑαυτόν· καὶ ἕτεροι ἄλλα φασί· καὶ οὐδεὶς περὶ πνευματικῶν λόγος αὐτοῖς. Οὐδαμοῦ ἀπράγμων ἐπαινεῖται ταχέως, οὐδὲ ὁ πενίας ἐραστής· ἀλλ᾽ ὁ χρηματιστὴς, ὁ κάπηλος, ὁ κόλαξ, ὁ δουλοπρεπεῖς ὑπομένων διακονίας ὑπὲρ οὐδενὸς χρησίμου. Ταῦτα θρηνεῖ ὁ Προφήτης, ὅτι οὕτως ἐκράτησεν ἡ κακία, ὡς καὶ ἐγκαλλωπίζεσθαι, καὶ παῤῥησιάζεσθαι, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐκ αἰσχύνεται, οὐδὲ μόνον αὐτὸς ἑαυτὸν ἐπαινεῖ ἐπὶ τοῖς γινομένοις, ἀλλὰ καὶ ἑτέρους ἔχει τοὺς ἐπαινέτας.
Τί ταύτης γένοιτ᾽ ἂν χεῖρον τῆς μανίας; Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. Ἄλλος δέ φησιν, Ὅτι αἰνέσας ὁ παράνομος κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ, καὶ πλεονέκτης εὐλογήσας, παρώξυνε τὸν Κύριον. Ὅταν ὑψωθῇ ὁ θυμὸς αὐτοῦ, οὐκ ἐκζητεῖ. Ἄλλος, Ὅτι ὕμνησεν ἐπὶ πόθῳ ψυχῆς αὐτοῦ, καὶ πλεονέκτης εὐλογήσας, διέσυρε Κύριον. Ἀσεβὴς κατὰ μετεωρισμὸν θυμοῦ αὐτοῦ οὐ μὴ ἐκζητήσῃ. Οἱ δὲ Ἑβδομήκοντα, Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Εἶδες ποῦ προῆλθε τὰ τῆς κακίας; Τί λέγω, φησὶν, ὅτι τοὺς πτωχοὺς λυπεῖ; Αὐτὸν τὸν Θεὸν παροξύνει. Καὶ κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει, λέγει, τὸν Θεόν. Ἄλλος δὲ περὶ τοῦ ἀσεβοῦς τοῦτο δείκνυσιν ὂν, λέγων, Τοῦ μετεωρισμοῦ αὐτοῦ, τουτέστι, τῆς ἀπονοίας, τῆς ἀλαζονείας. Εἶδες μανίας ἐπίτασιν, καὶ διαφθοράν; Πρὸς τοὺς ὁμοφύλους ἐστὶν ἐχθρὸς καὶ πολέμιος, τῆς ἀρετῆς ἠλλοτριωμένος, τῆς κακίας ἐραστὴς καὶ ἐπαινέτης. Καὶ καλῶς ἕτερος εἶπεν Οὐκ ἔστι Θεὸς πάσαις ἐννοίαις αὐτοῦ· δηλῶν, ὅτι οὐκ ἐκζητεῖ τὸν Θεὸν, ὅτι σκότους ἐμπέπλησται, ὅτι οὐκ ἔχει τὸν φόβον ἐκείνου πρὸ ὀφθαλμῶν. Ἀλλ᾽ ὥσπερ ἡ λήμη σκοτοῖ τὴν κόρην, οὕτως ἡ πονηρία τὴν διάνοιαν, καὶ κατὰ κρημνῶν φέρει. Οὐκ ἔστι Θεὸς ἐνώπιον αὐτοῦ. Ἄλλος, Δι᾽ ὅλων τῶν ἐνθυμημάτων αὐτοῦ.
Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. Ἄλλος, Ἦρται ἡ κρίσις σου. Εἶδες τῆς κακίας τὸν καρπόν;
Σβέννυται αὐτοῦ τὸ φῶς, πηροῦνται οἱ διαλογισμοὶ, αἰχμάλωτος δίδοται τῇ πονηρίᾳ. Ὥσπερ γὰρ ὁ πεπηρωμένος εἰς βάραθρα πίπτει συνεχῶς, οὕτω δὴ καὶ αὐτὸς, ἐπειδὴ τοῦ Θεοῦ τὸν φόβον οὐκ ἔχει πρὸ τῶν ὀφθαλμῶν, διὰ παντὸς ἐν κακίᾳ διατρίβει· οὐχὶ νῦν μὲν ἐν ἀρετῇ, νῦν δὲ ἐν κακίᾳ, ἀλλ᾽ ἀεὶ ἐν κακίᾳ, καὶ οὐδὲ τῆς γεέννης μέμνηται, οὐδὲ τῆς μελλούσης κρίσεως, οὐδὲ τῶν εὐθυνῶν· ἀλλ᾽ ὥσπερ χαλινὸν ἅπαντα ταῦτα τὰ βοηθήματα ἐκβαλὼν, καθάπερ πλοῖον ἀνερμάτιστον πονηροῖς ἐκδίδοται πνεύμασι καὶ κύμασιν ἀγρίοις, οὐδενὸς ὄντος τοῦ παιδαγωγοῦντος αὐτοῦ τὴν διάνοιαν. Εἶδες τὸν πονηρὸν ἐν αὐτῇ τῇ κακίᾳ τὴν δίκην ὑπέχοντα; Τί γὰρ ἵππου ἀχαλινώτου, τί δὲ πλοίου ἀνερματίστου, τί δὲ ἀνθρώπου πεπηρωμένου χαλεπώτερον;
ιʹ. Ἀλλὰ τούτων ἁπάντων ἀθλιώτερος ὁ ἐν κακίᾳ ζῶν, τὸ ἀπὸ τοῦ φόβου τοῦ Θεοῦ φῶς σβέσας, καὶ αἰχμάλωτος ἐκδοθείς. Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.
Ἄλλος, Πάντας τοὺς ἐχθροὺς αὐτοῦ ἐκφυσᾷ, λέγων ἐν καρδίᾳ αὐτοῦ· Οὐ περιτραπήσομαι εἰς γενεὰν καὶ γενεάν. Οὐ γὰρ ἔσομαι ἐν κακώσει. Εἶδες τὴν ἀπόνοιαν; εἶδες τὴν ἄφατον ἀπώλειαν; εἶδες τὸν κατὰ μικρὸν αὐξανόμενον ὄλεθρον; εἶδες τὰ παρὰ τοῖς ἀνοήτοις μακάρια, τὰ πολλῆς ἀθλιότητος γέμοντα, καὶ πῶς καταδύεται; Ἐπαινεῖται ἐν τοῖς ἁμαρτήμασιν, εὐλογεῖται ἐν ταῖς ἀδικίαις. Πρῶτον βάραθρον τοῦτο, καὶ ἱκανὸν ἐκτραχηλίσαι τὸν μὴ προσέχοντα.
Διὸ δὴ μᾶλλον τοὺς αἰτιωμένους καὶ διορθουμένους ἀποδέχεσθαι χρὴ, ἢ τοὺς ἐπαινοῦντας καὶ ἐπ᾽ ὀλέθρῳ κολακεύοντας. Τοὺς γὰρ βλᾶκας οὗτοι διαφθείρουσι, καὶ πρὸς μείζονα ὠθοῦσι κακίαν· καθάπερ καὶ τοῦτον τὸν ἁμαρτωλὸν ἐμφυσήσαντες, ἐπαιδοτρίβησαν εἰς ἄνοιαν. Διὸ καὶ Παῦλος Κορινθίοις τοῦτο αὐτὸ λέγει ἐπὶ τῷ πορνούσαντι· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε.
Πολλὰ τὸν ἁμαρτάνοντα πενθεῖν, οὐκ ἐπαινεῖν δεῖ. Εἶδες διεστραμμένην κακίαν, ὅτι μὴ μόνον οὐκ ἐγκαλεῖται, ἀλλὰ καὶ εὐφημεῖται; Ἐντεῦθεν ἀπὸ τῆς οἰκείας ἀνοίας καὶ τῶν ἐπαίνων ἐπέτεινε τὴν πονηρίαν, ἐπελάθετο τοῦ φόβου τοῦ Θεοῦ, καὶ τῶν κριμάτων αὐτοῦ· ἐντεῦθεν ἐπελάθετο καὶ τῆς οἰκείας φύσεως. Ὁ γὰρ τῶν κριμάτων ἐπιλανθανόμενος τοῦ Θεοῦ, καὶ ἑαυτὸν λοιπὸν ἀγνοεῖ τῷ χρόνῳ. Ὅρα γοῦν οἷα λογίζεται· Οὐ μὴ σαλευθῶ εἰς γενεὰν καὶ γενεὰν, ἀλλ᾽ ἔσομαι ἄνευ κακοῦ. Τί ταύτης ἀνοητότερον τῆς διανοίας, ἄνθρωπον ὄντα, καὶ ἐπίκηρον, καὶ τοῖς προσκαίροις συμπεπλεγμένον πράγμασι, καὶ μυρίαις μεταβολαῖς ὑποκείμενον, τοιαῦτα φαντάζεσθαι; Πόθεν δὲ τοῦτο γίνεται; Ἐκ τῆς ἀνοίας.
Ὅταν γὰρ ἀνόητος ἀνὴρ πολλῆς ἀπολαύῃ τῆς εὐημερίας, καὶ τῶν ἐχθρῶν κρατῇ, καὶ ἐπαινῆται καὶ θαυμάζηται, πάντων ἀθλιώτερος γίνεται. Τῷ γὰρ μὴ προσδοκᾷν μεταβολὴν, οὔτε τὰς εὐημερίας σωφρόνως φέρει, εἴς τε δυσημερίαν ἐμπεσὼν, ἀγύμναστος καὶ ἀμελέτητος ὢν, ταράττεται καὶ θορυβεῖται.
Ἀλλ᾽ οὐχ ὁ Ἰὼβ οὕτως· ἀλλὰ καὶ ἐν τῇ εὐημερίᾳ καθ᾽ ἑκάστην ἡμέραν δυσημερίαν ἤλπιζε· διὸ καὶ ἔλεγε· Φόβος γὰρ, ὃν ἐφοβούμην, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι. Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην· ἦλθε δέ μοι ὀργή. Διὸ καὶ ἕτερος ἔλεγε· Μνήσθητι καιροῦ λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείας καὶ ἐνδείας ἐν ἡμέρᾳ πλούτου. Ἀλλ᾽ οὗτος καθάπαξ διαφθαρεὶς, οὐ τὰ ἀνθρώπινα ἐπισκέπτεται, ἀλλ᾽ ἀκίνητα αὐτῷ εἶναι νομίζει διὰ τῆς εὐπραγίας· ὅπερ ἐσχάτης ἀνοίας καὶ διαφθορᾶς ὑπόθεσις, καὶ ἐξωλείας ἐστὶν ἀφορμή. Μὴ δὴ μακάριζε τοὺς πλουτοῦντας, τοὺς τῶν ἐχθρῶν περιγινομένους, τοὺς ἐπαινουμένους ἐπὶ τούτοις. Μεγάλα γὰρ ταῦτα βάραθρα καὶ κρημνοὶ τοῖς οὐ προσέχουσι, πρὸς αὐτὸν καταῤῥίπτοντα τῆς ἀσεβείας τὸν πυθμένα. Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει, καὶ πικρίας, καὶ δόλου. Ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. Ἄλλος, Ἀνωφελές. Ἐγκάθηται ἐνέδρα μετὰ πλουσίων ἐν ἀποκρύφοις, τοῦ ἀποκτεῖναι ἀθῶον. Ἄλλος, Ἐνεδρεύων παρὰ τὰς αὐλάς. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν. Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ. Ἄλλος, Ὡς ἐν τῷ περιφράγματι αὐτοῦ. Ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν. Ἄλλος, Ἐν ἑλκυσμῷ αὐτοῦ. Ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν. Ἄλλος, Ἐν τῇ σαγήνῃ. Κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.
Ἄλλος, Ὁ δὲ θλασθεὶς καμφθήσεται, ἐπιπεσόντος αὐτοῦ μετὰ τῶν ἰσχυρῶν αὐτοῦ τοῖς ἀσθενέσιν. Εἶδες καὶ θηρίον αὐτὸν γενόμενον; Καθάπερ γὰρ θηρίον ὑπογράφων ὁ Προφήτης, οὕτω περὶ αὐτοῦ διαλέγεται, τοὺς δόλους, τὰς ἐνέδρας, τὰς ἐπιβουλὰς ἐκπομπεύων. Τί τούτου γένοιτ᾽ ἂν ἀθλιώτερον, τί δὲ πενέστερον, ὅταν τῶν τοῦ πένητος δέηται χρημάτων;
Τοῦτον οὖν, εἰπέ μοι, πλούσιον φήσομεν; Οὐκοῦν καὶ τὸν κλέπτην, καὶ τὸν τοιχωρύχον. Ἄπαγε, φησί. Τί γὰρ εἰ καὶ μὴ διορύττει δικαστήρια; τί γὰρ εἰ καὶ μὴ νυκτὸς ἔπεισιν, ἀλλὰ μετὰ δόλου κατασβεννὺς τὸ φῶς τοῦ δικάζοντος; Τί γὰρ εἰ μὴ καθευδόντων ἐπέρχεται, ἀλλ᾽ ἐγρηγορότων ἁπάντων; Οὗτος γὰρ ἰταμώτερος. Ἐπεὶ καὶ τῶν λῃστῶν τοὺς μεθ᾽ ἡμέραν κλέπτοντας μᾶλλον κολάζουσιν οἱ νόμοι. Εἶδες πενίαν; εἶδες ὠμότητα; Πενίαν, ὅτι τῶν τοῦ πένητος ἐπιθυμεῖ· ὠμότητα, ὅτι οὐδὲ τῇ συμφορᾷ ἐπικλᾶται, ἀλλ᾽ ἢν ἐλεεῖν δεῖ καὶ διορθοῦσθαι πενίαν, ταύτην ἐπιτρίβει. Ἀλλ᾽ ὅμως οὐκ ἀτιμώρητα ταῦτα ἐργάζεται· ἀλλ᾽ ὅταν κρατήσῃ, ὅταν δόξῃ περιγενέσθαι, ὅταν ἀχείρωτος εἶναι νομίσῃ, τότε ἀπολεῖται· ἵνα καὶ τοῦ Θεοῦ τὸ εὐμήχανον φαίνηται, καὶ τῶν πενήτων ἡ ὑπομονὴ, καὶ τούτου τὸ ἀδιόρθωτον, καὶ τῆς τοῦ Θεοῦ μακροθυμίας ἡ ἀνεξικακία. Διὰ τοῦτο οὐ παρὰ πόδας ἡ δίκη ἕπεται, τοῦ Θεοῦ διὰ τῆς μακροθυμίας καλοῦντος αὐτὸν εἰς μετάνοιαν· ἀλλ᾽ ὅταν μηδὲν ἀπὸ τῆς μακροθυμίας κερδάνῃ, τότε αὐτὸν ἀπὸ τῆς τιμωρίας νουθετεῖ.
Οὗτοι μὲν γὰρ ἀδικηθέντες, οὐδὲν ἐβλάβησαν· ἀλλὰ καὶ βελτίους ἐγένοντο καὶ λαμπρότεροι ἀπὸ τῆς θλίψεως· ὁ δὲ Θεὸς τὴν μακροθυμίαν τὴν ἑαυτοῦ ἐπεδείξατο, ἀνασχόμενος καὶ ἀνεξικακήσας, μετὰ δὲ τῆς μακροθυμίας καὶ τὴν ἰσχὺν, καὶ τὸ εὔπορον· ὅτι ὅταν ἑαυτοῦ ᾖ δυνατώτερος, τότε αὐτοῦ περιγίνεται· οὗτος δὲ ἀδιόρθωτος μείνας, τὴν ἐσχάτην δίδωσι δίκην. Οὐ μικρὸς δὲ οὗτος σωφρονισμὸς τοῖς εὐημεροῦσι.
ιαʹ. Μὴ τοίνυν, ὅταν κρατήσῃς τῶν ἐχθρῶν, καὶ πάντα σοι ἐξ οὐρίας φέρηται, θάῤῥει ζῶν ἐν πονηρίᾳ, ἀλλὰ τότε μᾶλλον δέδιθι. Καὶ γὰρ αὔξεται τὰ τῆς πονηρίας, ἀναιρεῖταί σοι τὰ τῆς ἀπολογίας, ἐκκόπτεταί σοι τὰ τῆς συγγνώμης μένοντι πονηρῷ. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεός· ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ βλέπειν εἰς τέλος.
Ἴδε πρὸς ὅσον βάραθρον ἀπωλείας κάτεισιν, οἷα δόγματα συνάγει, ἃ διὰ τὸ ἀναίσχυντον ἐξενεγκεῖν μὲν οὐ τολμᾷ, παρ᾽ ἑαυτῷ δὲ στρέφει, πρὸς τὴν ἀλήθειαν μαχόμενος, καὶ τὰ ἡλίου φανερώτερα συσκιάζων διὰ τὴν πήρωσιν τῆς ἑαυτοῦ διανοίας.
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου. Μὴ ἐπιλάθῃ τῶν πενήτων. Ἄλλος, Ἔπαρον τὴν χεῖρά σου. Ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἐκζητήσει. Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖράς σου.
Ἄλλος, Εἶδες ὅτι σὺ πόνον καὶ παροργισμὸν ἐπιβλέψεις, τοῦ δοῦναι ἐν χειρί σου. Ἄλλος, Ἵνα δοθῶσιν εἰς χεῖράς σου. Ὁ μὲν παράνομος ταῦτά φησιν, ὁ ἁρπάζων, ὁ πλεονεκτῶν, ὡς μὴ διδοὺς δίκην· ὁ δὲ Προφήτης ἀναιρῶν αὐτοῦ τὰ δόγματα, τὸν περὶ τῆς μακροθυμίας ἀναπληροῖ λόγον. Ἐκεῖνος μὲν γάρ φησιν· Ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ βλέπειν εἰς τέλος· αὐτὸς δὲ ἀπεναντίας· Καὶ βλέπεις, καὶ κατανοεῖς, καὶ μακροθυμεῖς, ἕως ἂν αὐτοὶ ἐμπέσωσιν εἰς χεῖράς σου. Τί ἐστιν, Ἕως ἂν αὐτοὶ δοθῶσιν εἰς χεῖράς σου; Ἀνθρωπινώτερον εἴρηκεν· ὃ δὲ λέγει τοῦτό ἐστιν· Ἀναμένεις, ἀνεξικακεῖς, ὥστε τῇ ὑπερβολῇ τῆς πονηρίας αὐτοὺς παραδοθῆναι.
Δυνατὸς μὲν γὰρ εἶ καὶ ἐξ ἀρχῆς ἑλεῖν, καὶ χειρώσασθαι· ἀλλ᾽ ἄφατόν σου τῆς ἀνεξικακίας τὸ πέλαγος, ὁρῶντος, καὶ οὐκ ἐπεξιόντος, ἀλλ᾽ ἀναμένοντος αὐτοὺς εἰς μετάνοιαν. Εἰ δὲ μὴ βούλονται, τότε κολάζεις, ὅταν μηδὲν ἐκ τῆς μακροθυμίας κερδαίνωσιν. Ὅτι γὰρ πολὺς αὐτῷ τῶν ἀδικουμένων ὁ λόγος, ἄκουσον πῶς αὐτὸ διὰ τῶν ἑξῆς κατασκευάζει· Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός.
Ἄλλος, Σὺ ἐγένου. Ἄλλος, Σὺ ἔσῃ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Τοῦτο ἔργον σὸν, τοῦτο ἐξαίρετον σόν. Οὐκ ἂν δὲ τὸ ἑαυτοῦ εἴασε, καὶ προὔδωκεν. Ὡς γὰρ τεχνίτου τὸ οἰκοδομεῖν, καὶ κυβερνήτου τὸ εὐθύνειν τὸ σκάφος, καὶ ἡλίου τὸ φωτίζειν· οὕτω δὴ καὶ σὸν τὸ ὀρφανῶν προΐστασθαι, τὸ πτωχοῖς χεῖρα ὀρέγειν.
Οὐδεὶς οὕτω προστάτης τούτων, ἀλλὰ σὺ μόνος. Τὸ γὰρ, Ἐγκαταλέλειπται, τοῦτο παρίστησιν. Οὐδεὶς, φησὶν, ἄλλος, ἀλλὰ σὺ μόνος ὀρφανῶν καὶ πτωχῶν προστάτης. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι᾽ αὐτήν. Ἄλλος, Ἐκζητηθήτω ἡ ἀσέβεια αὐτοῦ, ἵνα μὴ εὑρεθῇ αὐτός.
Οὐχ ἁπλῶς τὸν ἁμαρτωλὸν ἀξιοῖ συντριβῆναι, ἀλλὰ τὴν ἰσχὺν, τὴν δυναστείαν, τὸ ὑπέκκαυμα αὐτοῦ τῆς πονηρίας· εἶτα ἀξιοῖ εὐθύνας αὐτὸν ὑποσχεῖν, καὶ λόγον δοῦναι τῶν πεπραγμένων, καὶ δεικνὺς τὸ μέγεθος τῆς ἀδικίας φησίν· Ἂν τοῦτο γένηται, οὐδὲ στῆναι δυνήσεται, οὐδὲ φανεῖται, ἀλλ᾽ ἀπολεῖται, οἰχήσεται, πρόῤῥιζος ἀφανισθήσεται, τῶν πεπραγμένων αὐτῷ ἐξεταζομένων. Μηδεὶς οὖν ὀρφανίαν θρηνείτω, μηδεὶς πτωχείαν. Ὅσῳ γὰρ ἂν ἐπιτείνηται ταῦτα, τοσούτῳ τὰ τῆς βοηθείας αὐξηθήσεται τοῦ Θεοῦ. Μηδεὶς ἐπὶ δυναστείᾳ μεγαλοφρονείτω, μηδὲ φυσάσθω. Ἐπισφαλὲς γὰρ τοῦτο τὸ χωρίον καὶ κατάκρημνον, καὶ τοὺς μὴ προσέχοντας περιτρέπει μετ᾽ εὐκολίας πολλῆς.
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐνταῦθα πρὸς τοὺς θορυβουμένους καὶ ταραττομένους, διὰ τὸ μὴ δοῦναι δίκην εὐθέως τοὺς ἁμαρτάνοντας, ἀποκρίνεται. Τί, φησὶ, φοβῇ; τί δέδοικας; Μὴ γὰρ πρόσκαιρος ὁ δικαστής; μὴ γὰρ τέλος ἔχει τὰ τῆς βασιλείας αὐτοῦ; Κἂν μὴ νῦν δῷ, δώσει πάντως. Μένει γὰρ ὁ ἀπαιτῶν, καὶ βασιλεύει διηνεκῶς. Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε· τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου. Ἄλλος, Τὴν πρόθεσιν τῆς καρδίας αὐτῶν ἠκροάσατο τὸ οὖς σου. Ἄλλος, Ἑτοιμάσεις καρδίας αὐτῶν προσέχειν οὖς σου. Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς. Ἄλλος, Κρῖναι ὀρφανῷ καὶ τεθλασμένῳ.
Ὁρᾷς τὸν προφήτην τὸν πλείονα λόγον ὑπὲρ τῆς τῶν πονηρῶν ἐπιμελείας ποιούμενον; Τούτων γὰρ μάλιστα τὸ κακῶς πάσχειν. Τῷ μὲν γὰρ ἀδικουμένῳ χρημάτων ἡ ζημία, τῷ δὲ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος. Τί γὰρ, εἰ καὶ μὴ αἰσθάνονται τῆς ἀῤῥωστίας ἔνθα εἰσίν; Ἐπίτασις τοῦτο ἀναισθησίας καὶ διὰ τοῦτο μάλιστα αὐτοὺς χρὴ ἐλεεῖν· τοῦτο ἀτελοῦς διανοίας. Ἐπεὶ καὶ τὰ παιδία τῶν μὲν φοβερῶν οὐδένα ποιοῦνται λόγον, ἀλλὰ καὶ πυρὶ πολλάκις ἐπαφιᾶσι τὰς χεῖρας, προσωπεῖα δὲ διάκενα δεδίττονται καὶ τρέμουσιν ὁρῶντα. Τούτοις ἐοίκασιν οἱ πλεονέκται, πενίαν μὲν δεδιότες, ὅπερ οὐκ ἔστι φοβερὸν, ἀλλὰ καὶ ἀσφαλείας ὑπόθεσις· πλοῦτον δὲ ἄδικον καὶ πλεονεξίαν περὶ πολλοῦ ποιούμενοι, ὃ πυρός ἐστι παντὸς φοβερώτερον. Πανταχοῦ γὰρ ἡ πλεονεξία κακόν. Ταύτην τοίνυν διὰ παντὸς ἐκκοπῆναι παρακαλεῖ ὁ Προφήτης, ἀπειλῶν, φοβῶν, τὸν Θεὸν παρακαλῶν ἐπὶ τὴν κόλασιν ἀναστῆναι τῆς τοιαύτης ἀναλγησίας. Διὸ καὶ ἐπάγει λέγων· Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ, πανωλεθρίαν αὐτοῖς ἀπειλῶν, καὶ ἀξιῶν γενέσθαι βοηθὸν καὶ ἔκδικον τῶν ἀδικουμένων, ὥστε καὶ τούτους ἀναπνεῦσαι, κἀκείνους σωφρονισθῆναι. Μηδεὶς τοίνυν διωκέτω χρημάτων περιουσίαν. Πολλὰ ἐντεῦθεν τοῖς μὴ προσέχουσι τίκτεται κακά· ἀπόνοια, ῥᾳθυμία, φθόνος, κενοδοξία, καὶ ἕτερα πολλῷ πλείονα τούτων.
Ἀλλ᾽ ἵνα ἀπαλλαγῆτε τούτων ἁπάντων, τὴν ῥίζαν ἐκκόψατε· μὴ μενούσης γὰρ αὐτῆς, οὐ βλαστάνει τὰ πονηρὰ βλαστήματα. Διὰ τοῦτο καὶ ταῦτα εἴρηται, οὐχ ἵνα ἀκούωμεν μόνον, ἀλλ᾽ ἵνα καὶ διορθώμεθα, καὶ πολλὴν τὴν ἀρετὴν ἐν Χριστῷ Ἰησοῦ ἐπιδειξώμεθα· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.