Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐκλογαὶ ἐκ διαφόρων ὁμιλιῶν

Ἰωάννης ὁ Χρυσόστομος

Λόγοι ΜΓ'-ΜΕ': Περί καταφρονήσεως των εγκοσμίων, κατανύξεως, θανάτου και πένθους

Η πνευματική αξία της αυταπάρνησης, η προσδοκία της αιώνιας δόξας έναντι των πρόσκαιρων αγαθών και η ορθή εκκλησιαστική αντιμετώπιση του πένθους και των κεκοιμημένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 17 από 18

ΛΟΓΟΣ ΜΓʹ. Περὶ τοῦ, ὅτι ὁ τῶν παρόντων καταφρονῶν, ἀμφοτέρων ἐξουσιάζει· καὶ ὅτι παντὸς βορβόρου καὶ ἀκαθαρσίας ἡ πλεονεξία χείρων. Ἐπειδὴ μεγάλη τις ἐξ ἀρχῆς ἔμελλε δίδοσθαι χάρις, ἀγαπητὲ, τοῖς ἀνθρώποις, βουλόμενος ὁ Θεὸς μὴ χάριτι τοῦτο ποιῆσαι, ἀλλ᾽ ὡς ὀφειλὴν παρασχεῖν, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ προστάγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν τὸν ἑαυτοῦ ἐπιδιδοὺς Υἱὸν, εἴ γε ἄνθρωπος πρὸ αὐτοῦ τοῦτο ἐποίησεν· ἵνα μὴ χάριτι μόνον νομισθῇ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ὀφειλῇ.

Οὓς γὰρ ἂν φιλῶμεν, καὶ τοῦτο αὐτοῖς χαρίζεσθαι βουλόμεθα, τὸ δοκεῖν παρ᾽ αὐτῶν τι πρότερον λαβόντας μικρὸν, οὕτως αὐτοῖς τὸ πᾶν διδόναι, καὶ καυχώμεθα ἐπὶ τῇ λήψει μᾶλλον, ἢ ἐπὶ τῇ δόσει, καὶ οὐ λέγομεν, Τόδε ἐδώκαμεν αὐτῷ, ἀλλὰ, Τόδε ἐλάβομεν παρ᾽ αὐτοῦ. Ὅθεν αὐτὸν, φησὶ, καὶ ἐν παραβολῇ ἐκομίσατο, τουτέστιν, ὡς ἐν αἰνίγματι (ὥσπερ γὰρ παραβολὴ ἦν ὁ κριὸς τοῦ Ἰσαὰκ), ἢ ὡς ἐν τύπῳ.

Ἐπειδὴ γὰρ ἀπήρτιστο ἡ θυσία, καὶ ἔσφακτο ὁ Ἰσαὰκ τῇ προαιρέσει, διὰ τοῦτο αὐτὸν χαρίζεται τῷ πατριάρχῃ. Ὁρᾷς ὅτι ὃ ἀεὶ λέγω, τοῦτο καὶ νῦν δείκνυται; ὅταν παραστήσωμεν ἡμῶν τὴν διάνοιαν ἀπηρτισμένην, καὶ δείξωμεν ὅτι ὑπερορῶμεν τῶν γηΐνων πραγμάτων, τότε ἡμῖν καὶ τὰ γήϊνα χαρίζεται, πρότερον δὲ οὔ, ἵνα μὴ τὸ λαβεῖν ἡμᾶς προσδεδεμένους ἔτι προσδήσῃ. Λύε, φησὶ, σαυτὸν τῆς δουλείας, καὶ τότε λάβε, ἵνα μηκέτι ὡς δοῦλος λάβῃς, ἀλλ᾽ ὡς δεσπότης.

Καταφρόνησον πλούτου, καὶ ἔσῃ πλούσιος· καταφρόνησον δόξης, καὶ ἔσῃ ἔνδοξος· καταφρόνησον τῆς τιμωρίας τῶν ἐχθρῶν, καὶ τότε αὐτῆς ἐπιτεύξῃ· καταφρόνησον ἀνέσεως, καὶ τότε αὐτὴν λήψῃ· ἵνα λαβὼν μὴ ὡς δέσμιος λάβῃς, μηδὲ ὡς δοῦλος, ἀλλ᾽ ὡς ἐλεύθερος. Καθάπερ γὰρ ἐπὶ τῶν παίδων τῶν μικρῶν, ὅταν μὲν ἐπιθυμῇ τὸ παιδίον παιδικῶν ἀθυρμάτων, μετὰ πολλῆς σπουδῆς ἐκεῖνα κρύπτομεν, οἷον, σφαῖραν, καὶ ὅσα τοιαῦτα, ἵνα μὴ ἐμποδίζηται τῶν ἀναγκαίων· ὅταν δὲ αὐτῶν καταφρονήσῃ καὶ μηκέτι ἐπιθυμῇ, ἀδεῶς αὐτὰ μεταδιδόαμεν, εἰδότες ὡς οὐδεμία βλάβη λοιπὸν αὐτῷ ἐντεῦθεν γίνεται, τῆς ἐπιθυμίας ἐκείνης οὐκέτι ἰσχυούσης ἀπάγειν αὐτὸν τῶν ἀναγκαίων· οὕτω καὶ ὁ Θεὸς, ὅταν ἴδῃ μηκέτι ἐπιθυμοῦντας τῶν ἐνταῦθα λοιπὸν, ἀφίησιν αὐτοῖς κεχρῆσθαι· ὡς γὰρ ἐλεύθεροι καὶ ἄνδρες αὐτὰ ἔχομεν, οὐχ ὡς παῖδες. Ὅτι γὰρ ἐὰν καταφρονήσῃς τῆς τιμωρίας τῶν ἐχθρῶν, τότε ἐπιτεύξῃ, ἄκουε τί φησιν· Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, καὶ ἐὰν διψᾷ, πότιζε αὐτόν· καὶ ἐπήγαγε· Τοῦτο γὰρ ποιῶν ἄνθρακα πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

Καὶ πάλιν ὅτι, ἐὰν καταφρονήσῃς τοῦ πλούτου, τότε αὐτοῦ ἐπιτεύξῃ, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἔστιν ὃς ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ οἰκίας, ἢ ἀδελφοὺς, ὃς οὐχὶ ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ὅτι, ἐὰν καταφρονήσῃς δόξης, τότε αὐτῆς ἐπιτεύξῃ, ἄκουε πάλιν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ὑμῶν διάκονος· καὶ πάλιν, Ὃς γὰρ ἂν ταπεινώσῃ ἑαυτὸν, οὗτος ὑψωθήσεται. Τί λέγεις; ἐὰν ποτίσω τὸν ἐχθρὸν, τότε αὐτὸν κολάζω; ἐὰν ἀφῶ τὰ ὑπάρχοντα, τότε αὐτὰ ἔχω; ἐὰν ταπεινώσω ἑαυτὸν, τότε ὑψηλὸς ἔσομαι;

Ναὶ, φησί· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις, διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν. Εὔπορός εἰμι καὶ εὐμήχανος· μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις, οὐκ ἐγὼ τῇ φύσει ἕπομαι· ἐγὼ πάντα ἐργάζομαι, οὐκ ἐγὼ ὑπ᾽ ἐκείνων ἄγομαι· διὸ καὶ μεταπλάττειν καὶ μεταῤῥυθμίζειν αὐτὰ βούλομαι.

Καὶ τί θαυμάζεις ἐν τούτοις; τὸ αὐτὸ γὰρ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν εὑρήσεις. Ἐὰν ἀδικήσῃς, ἠδικήθης· ἐὰν ἀδικηθῇς, τότε οὐκ ἠδικήθης. Ἐὰν ἀμύνῃ, τότε οὐκ ἠμύνω, ἀλλὰ σαυτὸν ἠμύνω· Ὁ γὰρ ἀγαπῶν τὴν ἀδικίαν, φησὶ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁρᾷς ὅτι οὐκ ἠδικήθης, ἀλλ᾽ ἀδικεῖς; Διὰ τοῦτο καὶ Παῦλός φησι· Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Εἶδες ὅτι οὐκ ἔστι τοῦτο ἀδικεῖσθαι; Ὅταν ὑβρίσῃς, τότε ὑβρίσθης· καὶ τοῦτο ἐκ μέρους ἴσασιν οἱ πολλοὶ, ὡς ὅταν λέγωσι πρὸς ἀλλήλους, ἄγωμεν ἐντεῦθεν, μὴ ὑβρίσῃς σαυτόν. Διὰ τί; Ὅτι πολὺ τὸ μέσον σοῦ κἀκείνου· ὅσα γὰρ ἂν ὑβρίσῃς, ἐκεῖνος δόξαν ἡγεῖται. Τοῦτο ἐπὶ πάντων ἐννοῶμεν, καὶ γενώμεθα ὑψηλότεροι τῶν ὕβρεων. Πῶς, ἐγὼ λέγω. Ἂν πρὸς αὐτὸν τὸν τὴν ἁλουργίδα ἔχοντα μάχην ἔχωμεν, τῷ ὑβρίζειν αὐτὸν ἡμᾶς αὐτοὺς ὑβρίζειν ἡγούμεθα· τοῦ γὰρ πλύνεσθαι ἄξιοι ἡγούμεθα. Τί λέγεις, εἰπέ μοι; τῶν οὐρανῶν πολίτης ὢν, καὶ τὴν ἄνω φιλοσοφίαν ἔχων, μετὰ τοῦ γήϊνα φρονοῦντος πλύνεις σαυτόν; Κἂν γὰρ μυρία χρήματα κέκτηται, κἂν ἐν δυναστείᾳ ᾖ, οὔπω οἶδε τὸ καλὸν τὸ σόν. Μὴ ὑβρίσῃς σαυτὸν, ἐκεῖνον ὑβρίζων· σαυτοῦ φεῖσαι, μὴ ἐκείνου· σαυτὸν τίμησον, μὴ ἐκεῖνον. Οὐχὶ παροιμία τοιαύτη ἐστὶν, ὁ τιμῶν, ἑαυτὸν τιμᾷ; Εἰκότως· οὐ γὰρ ἐκεῖνον τιμᾷ, ἀλλ᾽ ἑαυτόν. Ἄκουε σοφοῦ τινος λέγοντος· Ποίησον τῇ ψυχῇ σου τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς. Κατὰ τὴν ἀξίαν αὐτῆς, τί ἐστιν;

Εἰ ἐπλεονέκτησε, φησὶ, μὴ πλεονεκτήσῃς, εἰ ὕβρισε, μὴ ὑβρίσῃς. Εἰπέ μοι, παρακαλῶ, εἴ τις πένης πηλὸν ἐῤῥιμμένον ἀπὸ τῆς αὐλῆς ἔλαβε τῆς σῆς, ἆρα ἂν ὑπὲρ τούτου δικαστήριον συνεκρότησας; οὐδαμῶς. Διὰ τί; Ἵνα μὴ ὑβρίσῃς σαυτὸν, ἵνα μὴ πάντες σου καταγνῶσι. Τοῦτο καὶ νῦν γίνεται. Πένης γάρ ἐστιν ὁ πλούσιος, καὶ ὅσῳ πλουτεῖ, τοσούτῳ πένης γίνεται τὴν ὄντως πενίαν. Πηλός ἐστιν ὁ χρυσὸς ἐν αὐλῇ ἐῤῥιμμένος, οὐκ ἐν τῇ οἰκίᾳ σου κείμενος· ἡ γὰρ οἰκία σου οὐρανός ἐστιν. Ὑπὲρ τούτου οὖν συγκροτήσεις δικαστήριον; καὶ οὐ καταγνώσονταί σου οἱ ἄνω πολῖται; οὐκ ἐκβαλοῦσί σε τῆς ἑαυτῶν πατρίδος τὸν οὕτω ταπεινὸν, τὸν οὕτως εὐτελῆ, ὡς ὑπὲρ ὀλίγου πηλοῦ μάχεσθαι αἱρεῖσθαι;

Εἰ γὰρ ὁ κόσμος ἦν σὸς, εἶτα αὐτόν τις ἔλαβεν, ἐπιστραφῆναι ἐχρῆν; Οὐκ οἶδας ὅτι δεκάκις τὴν οἰκουμένην ἐὰν θῇς, καὶ ἑκατοντάκις, καὶ μυριάκις, καὶ δὶς τοσοῦτον, οὐδὲ πρὸς τὸ πολλοστὸν τῶν ἐν τοῖς οὐρανοῖς ἐστιν ἀγαθῶν; Ὁ τοίνυν τὰ ἐνταῦθα θαυμάζων, ἐκεῖνα ὕβρισεν, εἴ γε ὅσον αὐτὰ ἄξια σπουδῆς ἡγεῖται, τοσοῦτον ἐκείνων ἀπολιμπάνεται, μᾶλλον δὲ οὐδὲ θαυμάσαι ἐκεῖνα δυνήσεται· πῶς γὰρ, πρὸς ταῦτα ἐπτοημένος; Διατέμνωμεν τὰ σχοινία καὶ τὰς πλεκτάνας· τοῦτο γὰρ τὰ γήϊνα πράγματα.

Μέχρι πότε κάτω κύπτομεν; μέχρι τίνος ἀλλήλοις ἐπιβουλεύομεν, καθάπερ τὰ θηρία, καθάπερ οἱ ἰχθύες; Μᾶλλον δὲ τὰ θηρία οὐκ ἐπιβουλεύει ἀλλήλοις, ἀλλὰ τοῖς ἀλλοφύλοις· οἷον ἄρκος ἄρκον οὐ ταχέως ἀναιρεῖ, οὐδὲ ὄφις ὄφιν οὐκ ἀναιρεῖ, τὸ ὁμόφυλον αἰδούμενος· σὺ δὲ μετὰ τοῦ ὁμοφύλου καὶ μυρία ἔχων δικαιώματα, τὸ συγγενὲς, τὸ λογικὸν, τὸ τὸν Θεὸν εἰδέναι, μυρία ἄλλα ἕτερα, τῆς φύσεως τὴν ἰσχὺν, τὸν συγγενῆ καὶ τῆς φύσεως κεκοινωνηκότα, τοῦτον ἀναιρεῖς καὶ μυρίοις περιβάλλεις κακοῖς; Τί γὰρ, εἰ μὴ τὸ ξίφος ὠθεῖς, καὶ βαπτίζεις εἰς τὴν δέρην τὴν δεξιάν; ἕτερα χαλεπώτερα τούτου ποιεῖς, λύπαις διηνεκέσι περιβάλλων. Ἐκεῖνο γὰρ εἰ εἰργάσω, ἀπήλλαξας ἂν αὐτὸν φροντίδος· νῦν δὲ λιμῷ δουλείας περιβάλλεις, ἀποδυσπετήσεσιν, ἁμαρτίαις πολλαῖς.

Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, οὐχὶ φονᾷν ὑμᾶς παρασκευάζων, οὐδὲ ὡς ἐπὶ ἔλαττον ἐκείνου κακὸν ἔρχεσθαι προτρεπόμενος, ἀλλὰ μὴ θαῤῥεῖν ὡς μὴ μέλλοντας δώσειν δίκην. Φονεύων γὰρ, φησὶ, τὸν πλησίον ὁ ἀφαιρούμενος συμβίωσιν. Κατάσχωμεν ἑαυτοῖς τὰς χεῖράς ποτε· μᾶλλον δὲ μὴ κατάσχωμεν, ἀλλὰ ἐκτείνωμεν αὐτὰς καλῶς, μὴ πρὸς πλεονεξίαν, ἀλλὰ πρὸς ἐλεημοσύνην. Μὴ ἄκαρπον ἔχωμεν τὴν χεῖρα, μηδὲ ξηράν· ἡ μὲν γὰρ μὴ ποιοῦσα ἐλεημοσύνην, ξηρά· ἡ δὲ καὶ πλεονεκτοῦσα, μιαρὰ καὶ ἀκάθαρτος.

Μηδεὶς μετὰ τοιούτων ἐσθιέτω χειρῶν· ὕβρις γὰρ τῶν κεκλημένων τοῦτο. Εἰπὲ γάρ μοι, εἴ τις ἐπὶ ταπήτων καὶ στρωμνῆς ἁπαλῆς καὶ χρυσοπάστων σινδόνων κατακλίνας ἡμᾶς ἐν οἴκῳ λαμπρῷ καὶ μεγάλῳ, καὶ πολὺ πλῆθος διακόνων παραστησάμενος, εἶτα πίνακα ἐξ ἀργύρου παρασκευασάμενος καὶ χρυσοῦ, καὶ πολλῶν ἐμπλήσας ἐδεσμάτων καὶ πολυτελῶν καὶ παντοδαπῶν, ἠνάγκαζεν ἐσθίειν, εἰ μόνον ἀνεξόμεθα αὐτοῦ τὰς χεῖρας εἰς βόρβορον χρίοντος ἢ καὶ κόπρον ἀνθρωπίνην, καὶ οὕτω συγκατακλινομένου; ἆρα ἄν τις ταύτην ἠνέσχετο τὴν κόλασιν, ἀλλ᾽ οὐχ ὕβριν τὸ πρᾶγμα ἐνόμισεν ἄν; Ἔγωγε οἶμαι, καὶ εὐθέως ἂν ἀπεπήδησε. Νῦν δὲ βορβόρου τοῦ ὄντως οὐχὶ τὰς χεῖρας ὁρᾷς ἐμπεπλησμένας, ἀλλὰ καὶ αὐτὰ τὰ ἐδέσματα, καὶ οὐκ ἀποπηδᾷς; οὐκ ἀποφεύγεις; οὐκ ἐπιτιμᾷς; ἀλλ᾽ ἐὰν ἐν δυναστείᾳ ᾖ, μέγα τὸ πρᾶγμα τίθεσαι, καὶ τὴν ψυχὴν ἀπολλύεις τὴν σαυτοῦ τοιαῦτα σιτούμενος; Παντὸς γὰρ βορβόρου πλεονεξία χείρων· ψυχὴν γὰρ, οὐ σῶμα μολύνει καὶ ποιεῖ δυσέκπλυτον. Σὺ τοίνυν ὁρῶν τοῦ βορβόρου τούτου ἀνακεχρωσμένον μὲν τὸν κατακλινόμενον καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν, ἐμπεπλησμένην δὲ καὶ τὴν οἰκίαν καὶ τὴν τράπεζαν (βολβίτων γὰρ καὶ ἔτι τούτων ἀκαθαρτότερα ἐκεῖνα καὶ μιαρώτερα τὰ ἐδέσματα)· ὡς δὴ τιμηθεὶς διάκεισαι, καὶ ὡς μέλλων τρυφᾷν;

Καὶ οὐδὲ τὸν Παῦλον δέδοικας, εἰς μὲν Ἑλλήνων τράπεζαν, εἰ βουλοίμεθα, ἀκωλύτως συγχωροῦντα ἀπελθεῖν, εἰς δὲ τὰς τῶν πλεονεκτῶν οὐδὲ βουλομένους ἐῶντα; Ἐὰν γάρ τις ἀδελφὸς ὀνομαζόμενος ᾖ, φησὶ, πόρνος· ἀδελφὸν ἐνταῦθα λέγων πάντα τὸν πιστὸν ἁπλῶς, οὐ τὸν μονάζοντα.

Τί γάρ ἐστι τὸ ποιοῦν τὴν ἀδελφότητα; τὸ λουτρὸν τῆς παλιγγενεσίας, τὸ δυνηθῆναι καλέσαι πατέρα τὸν Θεόν. Ὥστε ὁ μὲν μοναχὸς ὢν, ἂν κατηχούμενος ᾖ, οὐκ ἀδελφός· ὁ δὲ πιστὸς, κἂν κοσμικὸς εἴη, ἀδελφός ἐστιν. Εἴ τις, φησὶν, ἀδελφὸς ὀνομαζόμενος.

Οὐδὲ γὰρ ἴχνος μονάζοντος τότε ἦν, ἀλλὰ πάντα πρὸς κοσμικοὺς διελέγετο ὁ μακάριος οὗτος. Ἐάν τις, φησὶν, ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἀλλ᾽ οὐκ ἐπὶ τῶν Ἑλλήνων οὕτως, ἀλλ᾽, Ἐάν τις ὑμᾶς καλέσῃ τῶν ἀπίστων, τοὺς Ἕλληνας λέγων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. Ἐὰν δέ τις ἀδελφὸς ὀνομαζόμενος, φησὶ, μέθυσος. Βαβαὶ, πόση ἡ ἀκρίβεια! Ἡμεῖς δὲ οὐ μόνον οὐ φεύγομεν τοὺς μεθύσους, ἀλλὰ καὶ ἀπερχόμεθα πρὸς αὐτοὺς, μεθέξοντες τῶν παρ᾽ αὐτῶν.

Διὰ τοῦτο πάντα ἄνω καὶ κάτω γεγένηται, πάντα συγκέχυται καὶ ἀνατέτραπται καὶ ἀπόλωλεν. Εἰπὲ γάρ μοι, εἰ καλέσει σέ τις τῶν τοιούτων ἐπὶ ἑστίασιν, σὲ τὸν πένητα καὶ εὐτελῆ νομιζόμενον, εἶτα ἀκούσειε παρὰ σοῦ, ὅτι, ἐπειδὴ ἀπὸ πλεονεξίας ἐστὶ τὰ παρατιθέμενα, οὐκ ἀνέξομαι μολύνειν τὴν ἐμαυτοῦ ψυχὴν, οὐκ ἂν ᾐδέσθη; οὐκ ἂν ἐνετράπη; οὐκ ἂν κατῃσχύνθη; Τοῦτο μόνον ἱκανὸν ἦν διορθῶσαι, καὶ ποιῆσαι ταλανίσαι μὲν ἐπὶ τῷ πλούτῳ ἑαυτὸν, θαυμάσαι δὲ ἐπὶ τῇ πενίᾳ σε, εἴ γε ἑώρα ἑαυτὸν μετὰ τοσαύτης σπουδῆς καταφρονούμενον παρὰ σοῦ. Ἀλλὰ γεγόναμεν δοῦλοι ἀνθρώπων, οὐκ οἶδα πόθεν, τοῦ Παύλου ἄνω καὶ κάτω βοῶντος, Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Πόθεν οὖν γεγόναμεν δοῦλοι, εἰπέ μοι;

Ἐπειδὴ πρότερον γαστρὸς γεγόναμεν δοῦλοι καὶ χρημάτων καὶ δόξης καὶ τῶν ἄλλων ἁπάντων· προεδώκαμεν τὴν ἐλευθερίαν, ἣν ἐχαρίσατο ἡμῖν ὁ Χριστός. Τί οὖν μένει τὸν γενόμενον δοῦλον, εἰπέ μοι; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. Ἔχεις ἀπόφασιν αὐτοτελῆ, ὅτι οὐδέποτε εἰς βασιλείαν εἰσέρχεται. Ἡ γὰρ οἰκία τοῦτό ἐστιν. Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου, φησὶ, μοναὶ πολλαί εἰσιν. Ὁ τοίνυν δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· δοῦλον ἐκεῖνον λέγει, τὸν τῆς ἁμαρτίας δοῦλον. Ὁ δὲ μὴ μένων ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ἐν τῇ γεέννῃ μένει εἰς τὸν αἰῶνα, οὐδαμόθεν ἔχων παραμυθίαν. Ἀλλὰ γὰρ εἰς τοσοῦτον κακίας τὰ πράγματα ἦλθεν, ὡς καὶ ἐλεημοσύνας αὐτοὺς ἀπὸ τούτων ποιεῖν, καὶ πολλοὺς δέχεσθαι. Διὰ τοῦτο ἡ παῤῥησία ἡμῶν ἐκκέκοπται καὶ οὐδὲ ἐπιτιμῆσαί τινι δυνάμεθα. Ἀλλ᾽ ὅμως κἂν ἀπὸ τοῦ νῦν φεύγωμεν τὴν ἐντεῦθεν βλάβην, ὑμεῖς τε οἱ τὸν βόρβορον τοῦτον ἀνελίττοντες, παύσασθε τῆς τοιαύτης λύμης. Ὥσπερ δὲ τὸ νεκρὸν σῶμα πρὸς οὐδεμίαν αἴσθησίν ἐστι χρήσιμον, ἀλλὰ καὶ λυπεῖ τοὺς πλησιάζοντας· οὕτω καὶ ἡ ἁμαρτία εὐθέως τὸ λογιστικὸν πλήττει, καὶ οὐκ ἀφίησιν οὐδὲ αὐτὴν τὴν διάνοιαν ἠρεμεῖν, ἀλλὰ θορυβεῖ καὶ ταράττει. Λέγεται δὲ καὶ λοιμὸς τικτόμενος διαφθείρειν τὰ σώματα.

Τοιαύτη ἐστὶ καὶ ἡ ἁμαρτία· λοιμοῦ οὐδὲν διενήνοχεν, οὐ τὸν ἀέρα διαφθείρουσα πρῶτον, εἶτα τὰ σώματα, ἀλλ᾽ εὐθέως εἰς τὴν ψυχὴν εἰσπηδῶσα. Οὐχ ὁρᾷς τοὺς λοιμώττοντας, πῶς φλεγμαίνουσι, πῶς περιστρέφονται, πῶς δυσωδίας εἰσὶν ἐμπεπλησμένοι, πῶς αὐτῶν αἰσχρὰ ἡ ὄψις, πῶς ὅλοι ἀκάθαρτοι; Τοιοῦτοί εἰσι καὶ οἱ ἁμαρτάνοντες, κἂν μὴ βλέπωσιν. Εἰπὲ γάρ μοι· παντὸς πυρέττοντος οὐκ ἔστι χείρων ὁ τῇ ἐπιθυμίᾳ τῶν χρημάτων, ἢ τῶν σωμάτων ἀλούς; οὐχὶ ἀκαθαρτότερος τούτων πάντων ἐστὶ, πάντα τὰ ἀναίσχυντα καὶ ποιῶν καὶ πάσχων; Τί γὰρ αἰσχρότερον ἀνδρὸς χρημάτων ἐρῶντος; ὅσα αἱ ἑταιριζόμεναι γυναῖκες, ὅσα αἱ ἐπὶ τῆς σκηνῆς οὐ παραιτοῦνται ποιεῖν, τοσαῦτα οὐδὲ οὗτος· μᾶλλον δὲ ἐκείνας εἰκός ἐστι παραιτήσασθαι, ἢ τοῦτον· καὶ δουλοπρεπῆ πράγματα ὑπομένει κολακεύων οὓς οὐ δεῖ, πανταχοῦ ἀνώμαλος· πονηροὺς ἄνδρας καὶ γέροντας πολλάκις διεφθαρμένους, πολλῷ καὶ πενεστέρους αὐτοῦ καὶ εὐτελεστέρους, παρακάθηται κολακεύων, καὶ ἑτέρους ἀγαθοὺς καὶ πάντοθεν ἐναρέτους ὑβρίζων καὶ θρασυνόμενος. Εἶδες ἑκατέρωθεν τὴν ἀσχημοσύνην; τὴν ἀναισχυντίαν; καὶ ταπεινός ἐστι πέρα τοῦ μέτρου, καὶ ἀλαζών. Ἀλλ᾽ ἑστήκασιν ἐπὶ οἰκήματος αἱ πόρναι· καὶ τοῦτό ἐστι τὸ ἔγκλημα, ὅτι τὸ σῶμα πωλοῦσι χρημάτων ἕνεκεν.

Ἀλλὰ πενία, φησὶ, καὶ λιμὸς καταναγκάζει. Εἰ καὶ τὰ μάλιστα, οὐδὲ τοῦτο ἱκανὸν εἰς ἀπολογίαν· ἐξῆν γὰρ ἐργαζομένας διατρέφεσθαι. Ἐνταῦθα δὲ ἕστηκεν ὁ πλεονέκτης, οὐκ ἐπὶ οἰκήματος, ἀλλ᾽ ἐπὶ τῆς πόλεως μέσης· οὐ σῶμα, ἀλλὰ τὴν ψυχὴν προδιδοὺς τῷ διαβόλῳ, ὥστε καὶ συγγίνεσθαι καὶ εἰσέρχεσθαι πρὸς αὐτὸν, ὥσπερ ὄντως πρὸς πόρνην, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ πᾶσαν πληρώσας, ἐξέρχεται· καὶ ὁρῶσι πᾶσα ἡ πόλις, οὐ δύο ἄνδρες καὶ τρεῖς. Καὶ τοῦτο δὲ τῶν πορνῶν ἴδιόν ἐστιν, ὅτι τοῦ τὸ χρυσίον διδόντος εἰσί· κἂν δοῦλος ᾖ, κἂν μοναχὸς, κἂν ὁστισοῦν, προτείνῃ δὲ τὸν μισθὸν, καταδέχονται· τοὺς δὲ ἐλευθέρους, κἂν πάντων ὦσιν εὐγενέστεροι, χωρὶς τοῦ ἀργυρίου οὐ προσίενται. Τοῦτο καὶ ἐνταῦθα οὗτοι ποιοῦσι· τοὺς μὲν ὀρθοὺς λογισμοὺς, ὅταν ἀργύριον μὴ ἔχωσιν, ἀποστρέφονται· τοῖς δὲ μιαροῖς καὶ ὄντως θεομάχοις συγγίνονται διὰ τὸ χρυσίον, καὶ ἀσχημόνως συγγίνονται, καὶ τὸ κάλλος ἀπολλύουσι τῆς ψυχῆς. Καθάπερ γὰρ ἐκεῖναι φύσει μὲν εἰδεχθεῖς καὶ μέλαιναι καὶ ἀγροικίδες καὶ ἄμορφοι καὶ κακόπλαστοι, καὶ πάντοθεν αἰσχραί· οὕτως αἱ τούτων γίνονται ψυχαὶ, οὐδὲ τοῖς ἔξωθεν ἐπιτρίμμασι τὴν ἀμορφίαν συγκαλύψαι δυνάμεναι. Ὅταν γὰρ ἐσχάτη ᾖ δυσείδεια, ὅσα ἂν ἐπινοήσωσιν, οὐδὲ ὑποκρίνασθαι δύνανται. Ὅτι γὰρ ἀναισχυντία πόρνας ποιεῖ, ἄκουσον τοῦ προφήτου λέγοντος. Ἀπηνῃσχύντησας πρὸς πάντας, ὄψις πόρνης ἐγένετό σοι.

Τοῦτο καὶ πρὸς τοὺς πλεονέκτας ἐστὶν εἰπεῖν· ἀπηνῃσχύντησας πρὸς πάντας· οὐ πρὸς τούσδε, καὶ τούσδε, ἀλλὰ πρὸς πάντας. Πῶς;

Οὐ πατέρα, οὐχ υἱὸν, οὐ γυναῖκα, οὐ φίλον, οὐκ ἀδελφὸν, οὐκ εὐεργέτην, οὐδένα ἁπλῶς αἰδεῖται ὁ τοιοῦτος. Καὶ τί λέγω φίλον καὶ ἀδελφὸν καὶ πατέρα; αὐτὸν οὐκ αἰδεῖται τὸν Θεὸν, ἀλλὰ πάντα μῦθος εἶναι αὐτῷ δοκεῖ, καὶ γελᾷ ὑπὸ τῆς πολλῆς ἐπιθυμίας μεθύων, καὶ οὐδὲ τῇ ἀκοῇ παραδεχόμενός τι τῶν ὠφελεῖν αὐτὸν δυναμένων. Ἀλλ᾽ ὢ τῆς ἀτοπίας, καὶ ὅσα φθέγγονται· οὐαί σοι, μαμωνᾶ, καὶ τῷ μὴ ἔχοντί σε.

Ἐνταῦθα διακρίομαι ὑπὸ τοῦ θυμοῦ· οὐαὶ γὰρ τοῖς ταῦτα λέγουσι, κἂν ἐν γέλωτι λέγωσιν. Εἰπὲ γάρ μοι, οὐ τοιαύτην ἀπειλὴν ἠπείλησεν ὁ Θεὸς, λέγων· Οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν; σὺ δὲ ἐκλύεις τὴν ἀπειλήν; Οὐχὶ εἰδωλολατρείαν αὐτὴν εἶναί φησιν ὁ Παῦλος, καὶ τὸν πλεονέκτην εἰδωλολάτρην καλεῖ; σὺ δὲ ἕστηκας γελῶν κατὰ τὰς βιωτικὰς γυναῖκας, γελωτοποιῶν κατὰ τὰς ἐν τῇ σκηνῇ; Τοῦτο πάντα ἀνέτρεψε καὶ κατέβαλε· γέλως γέγονε τὰ ἡμέτερα καὶ πολιτισμὸς καὶ ἀστειότης· οὐδὲν εὐσταθὲς, οὐδὲν βαρύ. Οὐ πρὸς τοὺς βιωτικοὺς ἄνδρας λέγω μόνον ταῦτα, ἀλλ᾽ οἶδα οὓς αἰνίττομαι· γέλωτος γὰρ ἐμπέπλησται ἡ ἐκκλησία· ἂν ὁ δεῖνα ἀστεῖον εἴπῃ, γέλως εὐθέως ἐν τοῖς καθημένοις γίνεται. Καὶ τὸ θαυμαστὸν, ἐν αὐτῷ τῷ καιρῷ τῆς εὐχῆς οὐ παύονται πολλοὶ τοῦ γέλωτος. Πανταχοῦ χορεύει ὁ διάβολος, πάντας ἐνεδύσατο, πάντων κρατεῖ· ἠτίμασται ὁ Χριστὸς παρέωσται, ἐν οὐδενός ἐστι μέρει ἡ Ἐκκλησία.

Οὐκ ἀκούετε Παύλου λέγοντος. Αἰσχρότης καὶ μωρολογία καὶ εὐτραπελία ἀρθήτω ἀφ᾽ ὑμῶν; Μετὰ τῆς αἰσχρότητος τὴν εὐτραπελίαν τίθησι, σὺ δὲ γελᾷς; Τί ἐστι μωρολογία; Τὰ μηδὲν ἔχοντα χρήσιμον. Γελᾷς δὲ ὅλως καὶ διαχεῖς τὸ πρόσωπον ὁ μονάζων, ὁ ἐσταυρωμένος, ὁ πενθῶν; γελᾷς, εἰπέ μοι; Ποῦ τοῦ Χριστοῦ τοῦτο ποιοῦντος ἤκουσας; οὐδαμοῦ· ἀλλὰ κατηφοῦντος μὲν πολλάκις· καὶ γὰρ ὅτε τὴν Ἱερουσαλὴμ εἶδεν, ἐδάκρυσε, καὶ ὅτε τὸν προδότην ἐνενόησεν, ἐταράχθη, καὶ ὅτε τὸν Λάζαρον ἐγείρειν ἔμελλεν, ἔκλαυσε· σὺ δὲ γελᾷς; Εἰ ἐπὶ τοῖς ἑτέρων ἁμαρτήμασιν ὁ μὴ ἀλγῶν κατηγορίας ἄξιος, ὁ ἐπὶ τοῖς αὑτοῦ ἀναλγήτως διακείμενος καὶ γελῶν, ποίας ἔσται συγγνώμης ἄξιος; Πένθους ὁ καιρὸς καὶ θλίψεως, ὑπωπιασμοῦ καὶ δουλαγωγίας, ἀγώνων καὶ ἱδρώτων· σὺ δὲ γελᾷς; Οὐχ ὁρᾷς πῶς ἐπετιμήθη Σάῤῥα; οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος, Οὐαὶ οἱ γελῶντες, ὅτι κλαύσετε; Ταῦτα ψάλλεις καθ᾽ ἑκάστην ἡμέραν.

Τί γὰρ λέγεις, εἰπέ μοι; ὅτι ἐγέλασα; οὐδαμῶς· ἀλλὰ τί; Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Ἀλλὰ τάχα τινές εἰσιν οὕτω διακεχυμένοι καὶ χαῦνοι, ὡς καὶ ἐν τῇ ἐπιτιμήσει ταύτῃ γελᾷν, ὅτι δὴ περὶ γέλωτος ταῦτα διαλεγόμεθα. Καὶ γὰρ τοιοῦτόν ἐστιν ἡ παραφορὰ, τοιαύτη ἡ παραπληξία· οὐδὲ αἰσθάνεται τῆς ἐπιτιμήσεως. Ἕστηκεν ὁ ἱερεὺς τοῦ Θεοῦ τὴν πάντων εὐχὴν ἀναφέρων, σὺ δὲ γελᾷς οὐδὲν δεδοικώς; καὶ ἐκεῖνος μὲν ὑπὲρ σοῦ τὰς εὐχὰς ἀναφέρει, σὺ δὲ καταφρονεῖς; Οὐκ ἀκούεις τῆς Γραφῆς λεγούσης· Οὐαὶ οἱ καταφρονηταί; οὐ φρίττεις; οὐ συστέλλεις σαυτόν; Καὶ εἰς μὲν βασίλεια εἰσιὼν, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι καὶ πᾶσι τοῖς ἄλλοις κοσμεῖς σαυτόν· ἐνταῦθα δὲ, ἔνθα τὰ ὄντως εἰσὶ βασίλεια, καὶ τοιαῦτα οἷα τὰ οὐράνια, γελᾷς; Σὺ μὲν οὖν οἶδα ὅτι οὐχ ὁρᾷς· ἄκουε δὲ ὅτι ἄγγελοι πάρεισι πανταχοῦ, καὶ μάλιστα ἐν τῷ οἴκῳ τοῦ Θεοῦ παρεστήκασι τῷ βασιλεῖ, καὶ πάντα ἐμπέπλησται τῶν ἀσωμάτων ἐκείνων δυνάμεων. Οὗτος ἐμοὶ καὶ πρὸς γυναῖκας ὁ λόγος, αἳ ἐπὶ μὲν τῶν ἀνδρῶν οὐ τολμῶσι τοῦτο ποιεῖν ταχέως· κἂν ποιῶσι δὲ, οὐκ ἀεὶ, ἀλλὰ παρὰ τὸν καιρὸν τῆς ἀνέσεως· ἐνταῦθα δὲ ἀεί. Κατακαλύπτεις, εἰπέ μοι, τὴν κεφαλὴν, καὶ γελᾷς, ὦ γύναι, ἐν ἐκκλησίᾳ καθημένη; εἰσῆλθες ἐξομολογήσασθαι τὰ ἁμαρτήματα, προσπεσεῖν τῷ Θεῷ, δεηθῆναι καὶ ἱκετεῦσαι ὑπὲρ τῶν κακῶς σοι πεπλημμελημένων, καὶ μετὰ γέλωτος τοῦτο ποιεῖς;

πῶς οὖν αὐτὸν ἐξιλεώσασθαι δυνήσῃ; Καὶ τί κακὸν ὁ γέλως, φησίν; Οὐ κακὸν ὁ γέλως, ἀλλὰ κακὸν τὸ παρὰ μέτρον, τὸ ἄκαιρον. Ὁ γέλως ἔγκειται ἐν ἡμῖν, ἵνα, ὅταν φίλους ἴδωμεν διὰ μακροῦ χρόνου, τοῦτο ποιῶμεν· ὅταν τινὰς καταπεπληγμένους καὶ δεδοικότας, ἀνῶμεν αὐτοὺς τῷ μειδιάματι, οὐχ ἵνα ἀνακαγχάζωμεν καὶ ἀεὶ γελῶμεν· γέλως ἔγκειται τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ἵνα ἀνῆταί ποτε ἡ ψυχὴ, οὐχ ἵνα διαχέηται· ἐπεὶ καὶ ἐπιθυμία ἡμῖν ἔγκειται σωμάτων, καὶ οὐ πάντως ἀνάγκη διὰ τὸ ἐγκεῖσθαι καὶ αὐτῇ χρῆσθαι ἢ μὴ χρῆσθαι ἀμέτρως· ἀλλὰ καὶ κρατοῦμεν αὐτῆς, καὶ οὐ λέγομεν, Ἐπειδὴ ἔγκειται, χρησώμεθα. Μετὰ δακρύων δούλευε τῷ Θεῷ, ἵνα δυνηθῇς ἀπονίψασθαι τὰ ἡμαρτημένα. Οἶδα ὅτι πολλοὶ διαμωκῶνται ἡμᾶς λέγοντες, Εὐθέως δάκρυα. Διὰ τοῦτο δακρύων καιρός.

Οἶδα ὅτι καὶ οἰωνίζονται οἱ λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Οὐκ ἐγὼ λέγω, ἀλλ᾽ αὐτὸς ὁ τὴν πεῖραν τῶν πραγμάτων πάντων λαβὼν ταῦτά φησιν. ᾨκοδόμησά μοι οἰκίας, ἐφύτευσα ἀμπελῶνας, κολυμβήθρας ὑδάτων, ἐποίησά μοι οἰνοχόους καὶ οἰνοχοούσας· καὶ τί δὴ μετὰ ταῦτα πάντα; Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Πενθήσωμεν τοίνυν, ἀγαπητοὶ, πενθήσωμεν, ἵνα ὄντως γελάσωμεν, ἵνα ὄντως ἡσθῶμεν ἐν τῷ καιρῷ τῆς χαρᾶς τῆς εἰλικρινοῦς. Ταύτῃ μὲν γὰρ τῇ χαρᾷ πάντως λύπη ἀναμέμικται, καὶ οὐδέποτε καθαρὰν αὐτὴν ἔστιν εὑρεῖν· ἐκείνη δὲ εἰλικρινής τίς ἐστι καὶ ἄδολος, καὶ οὐδὲν ὕπουλον ἔχουσα, οὐδὲ ἀναμεμιγμένον· ἐκείνην ἡσθῶμεν τὴν χαρὰν, ἐκείνην μεταδιώξωμεν. Ἄλλως δὲ, οὐκ ἔστι ταύτης ἐπιτυχεῖν, ἢ διὰ τοῦ ἐνταῦθα μὴ τὰ ἡδέα, ἀλλὰ τὰ ὠφελοῦντα αἱρεῖσθαι, καὶ μικρὸν θλίβεσθαι ἑκόντας, καὶ μετὰ εὐχαριστίας ἅπαντα φέροντας. Οὕτω γὰρ δυνησόμεθα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΜΔʹ. Περὶ κατανύξεως καὶ ὑπομονῆς καὶ ἐπιθυμίας τῶν μελλόντων ἀγαθῶν· καὶ περὶ τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, μὴ μόνον ἀπὸ τῶν παρόντων περὶ τῆς τοῦ Θεοῦ ψηφίζεσθαι προνοίας, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων. Τὰ μὲν γὰρ παρόντα ἀγών ἐστι καὶ σκάμματα καὶ στάδιον· τὰ δὲ μέλλοντα, ἔπαθλα καὶ στέφανοι καὶ βραβεῖα. Ὥσπερ γοῦν τὸν ἀθλητὴν ἐν τῷ σκάμματι καὶ ἱδρῶτι καὶ κόνει καὶ θέρμῃ πολλῇ καὶ πόνοις καὶ ταλαιπωρίαις μάχεσθαι δεῖ· οὕτω καὶ τὸν δίκαιον ἐνταῦθα πολλὰ ὑπομένειν χρὴ, καὶ φέρειν ἅπαντα γενναίως, εἰ μέλλει λαμπροὺς ἀπολήψεσθαι τοὺς στεφάνους ἐκεῖ. Διὰ τοῦτο καὶ ὁ Παῦλος συνεχῶς ἡμῖν τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον; καθάπερ ἠκούσατε αὐτοῦ βοῶντος καὶ λέγοντος· Πιστεύομεν γὰρ ὅτι ὁ ἐγείρας τὸν Κύριον, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Διὸ οὐκ ἐκκακοῦμεν, φησὶ, μεγίστην παράκλησιν ἔχοντες ἐν τοῖς ἀγῶσι, τὴν τῶν μελλόντων ἐλπίδα. Καὶ οὐκ εἶπε πρὸς αὐτοὺς, Διὸ μὴ ἐκκακεῖτε, ἀλλὰ τί; Διὸ οὐκ ἐκκακοῦμεν· δεικνὺς καὶ ἑαυτὸν ἐν τοῖς ἀγῶσιν ὄντα διηνεκῶς. Ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Πῶς ἀνακαινοῦται;

Τῇ πίστει, τῇ ἐλπίδι, τῇ προθυμίᾳ, τῷ κατατολμᾷν τῶν δεινῶν. Ὅσῳ γὰρ ἂν μυρία πάσχῃ τὸ σῶμα, τοσούτῳ χρηστοτέρας ἔχει τὰς ἐλπίδας ἡ ψυχὴ, καὶ λαμπροτέρα γίνεται, καθάπερ χρυσίον πυρούμενον ἐπὶ πλέον. Καὶ ὅρα πῶς καθαιρεῖ τὰ λυπηρὰ τοῦ παρόντος βίου. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, φησὶ, καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα, εἰς τὴν ἐλπίδα τὸ πρᾶγμα κατακλείσας. Καὶ ὅπερ ἀλλαχοῦ ἔλεγεν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν· καὶ, Ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· τοῦτο καὶ ἐνταῦθα κατασκευάζων, τίθησι παράλληλα τὰ παρόντα τοῖς μέλλουσι, τὸ παραυτίκα πρὸς τὸ αἰώνιον, τὸ ἐλαφρὸν πρὸς τὸ βαρὺ, τὴν θλῖψιν πρὸς τὴν δόξαν.

Καὶ οὐδὲ τούτοις ἀρκεῖται, ἀλλὰ καὶ ἑτέραν τίθησι λέξιν, διπλασιάζων ταύτην, καὶ λέγων· Καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολήν. Εἶτα καὶ τὸν τρόπον δείκνυσιν, εἰπὼν πῶς ἐλαφρὸν τὸ τῶν τοιούτων θλίψεων. Πῶς οὖν ἐλαφρόν; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα.

Οὕτω καὶ τοῦτο κοῦφον τὸ παρὸν, κἀκεῖνο μέγα τὸ μέλλον, ἂν τῶν ὁρωμένων ἀπάγωμεν ἑαυτούς. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα· οὐκοῦν καὶ αἱ θλίψεις τοιαῦται· τὰ δὲ μὴ βλεπόμενα αἰώνια· οὐκοῦν καὶ οἱ στέφανοι τοιοῦτοι. Καὶ οὐκ εἶπε μόνον, αἱ θλίψεις τοιαῦται, ἀλλὰ, καὶ τὰ βλεπόμενα ἅπαντα, κἂν κόλασις ᾖ, κἂν ἀνάπαυσις, ὥστε μηδὲ ἐκεῖθεν χαυνοῦσθαι, μηδὲ ἐντεῦθεν βαπτίζεσθαι. Διὰ τοῦτο οὐδὲ περὶ τῶν μελλόντων εἶπε, βασιλεία αἰώνιος, ἀλλὰ, Τὰ μὴ βλεπόμενα αἰώνια, κἂν βασιλεία, κἂν κόλασις ᾖ πάλιν, ὥστε καὶ ἐκεῖθεν φοβῆσαι, καὶ ἐντεῦθεν προτρέψασθαι. Ἐπεὶ οὖν τὰ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια, πρὸς ἐκεῖνα βλέπωμεν, τὰ αἰώνια. Ποίαν γὰρ καὶ σχοίημεν ἀπολογίαν, τὰ πρόσκαιρα ἀντὶ τῶν αἰωνίων αἱρούμενοι;

Εἰ γὰρ καὶ τὸ παρὸν ἡδὺ, ἀλλ᾽ οὐ διηνεκές· τὸ μέντοι ὀδυνηρὸν αὐτοῦ, διηνεκὲς καὶ ἀσύγγνωστον. Ποίαν γὰρ ἔχουσιν ἀπολογίαν οἱ Πνεύματος ἁγίου καταξιωθέντες, καὶ τοσαύτης ἀπολαύσαντες δωρεᾶς, χαμαίζηλοι γινόμενοι, καὶ καταπίπτοντες εἰς τὴν γῆν; Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων τὰ καταγέλαστα ταῦτα ῥήματα· δός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον.

Εἰ μὲν γὰρ τοιαῦτα ᾖ, φησὶν, οἷα καὶ φατὲ, τὰ ἐκεῖ, ἓν ἀνθ᾽ ἑνὸς γέγονεν· ἂν δὲ μηδὲν ὅλῳς ᾖ, δύο ἀντ᾽ οὐδενός. Τί τῶν ῥημάτων τούτων παρανομώτερον; τί ληρωδέστερον; Ἡμεῖς περὶ οὐρανῶν διαλεγόμεθα καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων, καὶ σὺ τὰ τῶν ἱπποδρομίων ἡμῖν ἄγεις εἰς μέσον, καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐγκαλύπτῃ τοιαῦτα φθεγγόμενος, ἃ τῶν παραπαιόντων ἐστίν; οὐκ ἐρυθιᾷς οὕτω προσηλωμένος τοῖς παροῦσιν; οὐ παύσῃ παραφρονῶν, καὶ ἐξεστηκὼς, καὶ ἐν νεότητι ληρῶν; Καὶ τὸ μὲν Ἕλληνας τοιαῦτα λέγειν, οὐδὲν θαυμαστόν· τὸ δὲ πιστοὺς ἀνθρώπους τοιαῦτα ληρεῖν, ποίαν ἂν ἔχοι συγγνώμην; ὅλως γὰρ ὑποπτεύεις τὰς ἀθανάτους ἐκείνας ἐλπίδας; ὅλως νομίζεις ἀμφίβολα ταῦτα; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; Ἀλλ᾽ οὐχ ὁρᾷς τὰ ἐκεῖ; Οὐδὲ γὰρ τὸν Θεὸν βλέπεις· ἆρα οὖν οὐχ ἡγήσῃ εἶναι Θεὸν, ἐπειδὴ μὴ ὁρᾷς Θεόν; Καὶ σφόδρα ἡγοῦμαι, φησίν.

Ἂν οὖν ἔρηταί τίς σε πάλιν, καὶ τίς ἦλθεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ταῦτα ἀπήγγειλε; τί ἐρεῖς; πόθεν οἶσθα ὅτι ἔστι Θεός; Ἀπὸ τῶν ὁρωμένων, φησὶν, ἀπὸ τῆς εὐταξίας τῆς ἐν πάσῃ τῇ κτίσει, ἀπὸ τοῦ πᾶσιν εἶναι τοῦτο κατάδηλον. Οὕτως οὖν καὶ τὸν περὶ κρίσεως δέχου λόγον. Πῶς, φησίν· Ἐρήσομαί σε, σὺ δέ μοι ἀπόκριναι. Δίκαιός ἐστιν αὐτὸς ὁ Θεὸς, καὶ τὰ κατ᾽ ἀξίαν ἀπονέμει ἑκάστῳ, ἢ τοὐναντίον, τοὺς μὲν ἀδίκους βούλεται εὐημερεῖν καὶ τρυφᾷν, τοὺς δὲ ἀγαθοὺς ἐν τοῖς ἐναντίοις εἶναι; Οὐδαμῶς, φησίν· οὐδὲ γὰρ ἄνθρωπος τοῦτο πάθοι. Ποῦ οὖν οἱ καλῶς ἐνταῦθα πράξαντες τῶν ἀγαθῶν ἀπολαύσονται; ποῦ δὲ οἱ πονηροὶ τῶν ἐναντίων, εἰ μὴ μέλλει τις μετὰ ταῦτα ζωὴ καὶ ἀντίδοσις εἶναι; Ὁρᾷς, ὅτι ἓν ἀνθ᾽ ἑνὸς, καὶ οὐχὶ δύο ἀνθ᾽ ἑνός; μᾶλλον δὲ δύο ἀντ᾽ οὐδενὸς ἔσται τοῖς δικαίοις, τοῖς δὲ ἁμαρτωλοῖς καὶ ἐνταῦθα τρυφῶσι τοὐναντίον ἅπαν; Οἱ μὲν γὰρ ἐνταῦθα τρυφήσαντες, εἶτα ἐκεῖ κολασθέντες, οὐδὲ ἓν ἀνθ᾽ ἑνὸς ἔλαβον· οἱ δὲ ἐν ἀρετῇ διάγοντες δύο ἀντ᾽ οὐδενός. Τίνες γὰρ ἐν ἀνέσει; οἱ τῷ παρόντι ἀποχρησάμενοι βίῳ, ἢ οἱ φιλοσοφήσαντες; Σὺ μὲν ἴσως ἐκείνους ἐρεῖς, ἐγὼ δὲ τούτους δείκνυμι, μάρτυρας αὐτοὺς ἐκείνους καλῶν τοὺς ἀπολελαυκότας τῶν παρόντων, καὶ οὐκ ἀναισχυντήσουσι πρὸς ἃ μέλλω λέγειν.

Καὶ γὰρ προμνηστρίαις τινὲς ἐπηράσαντο πολλάκις, καὶ τῇ ἡμέρᾳ, καθ᾽ ἣν ἐπλάκησαν αἱ παστάδες, καὶ τοὺς μὴ γεγαμηκότας ἐμακάρισαν· πολλοὶ δὲ δι᾽ οὐδὲν ἕτερον παρῃτήσαντο, ἀλλ᾽ ἢ διὰ τὸ φορτικὸν τοῦ πράγματος.

Καὶ ταῦτα λέγω, οὐ τὸν γάμον διαβάλλων, τίμιος γὰρ, ἀλλὰ διὰ τοὺς κακῶς αὐτῷ χρωμένους. Εἰ δὲ οἱ γάμῳ ὡμιληκότες ἀβίωτον πολλάκις τὸν βίον ἐνόμισαν, τί ἂν εἴποιμεν περὶ τῶν εἰς πορνικὰ βάραθρα κατενεχθέντων, καὶ παντὸς αἰχμαλώτου δουλικώτερον καὶ ἀθλιώτερον διακειμένων; περὶ τῶν ἐν τρυφῇ κατασαπέντων, καὶ μυρία τῷ σώματι νοσήματα περιβεβληκότων;

Ἀλλὰ τὸ ἐν δόξῃ εἶναι ἡδύ. Οὐδὲν μὲν οὖν ταύτης τῆς δουλείας πικρότερον. Καὶ γὰρ ἁπάντων ἀνδραπόδων μᾶλλόν ἐστι δουλικώτερος ὁ κενόδοξος, καὶ τοῖς τυχοῦσιν ἀρέσαι βουλόμενος· ὁ δὲ ταύτην καταπατήσας, πάντων ἐστὶν ἀνώτερος, καὶ μόνος ἐλεύθερος, ὁ μὴ φροντίζων τῆς παρ᾽ ἑτέρων δόξης.

Ἀλλὰ τὸ χρήματα ἔχειν ἐπέραστον; Ἀλλὰ πολλάκις ἀπεδείξαμεν, ὅτι ἐν πλείονι πλούτῳ καὶ ἀνέσει οἱ τούτων ἀπηλλαγμένοι καὶ μηδὲν ἔχοντες μᾶλλόν εἰσιν. Ἀλλὰ τὸ μεθύειν ἡδύ; Καὶ τίς ἂν εἴποι τοῦτο; Οὐκοῦν τὸ μὴ πλουτεῖν τοῦ πλουτεῖν ἥδιον, καὶ τὸ μὴ γῆμαι τοῦ γῆμαι, καὶ τὸ μὴ κενοδοξεῖν τοῦ κενοδοξεῖν, καὶ τὸ μὴ τρυφᾷν τοῦ τρυφᾷν· καὶ ἐνταῦθα τὸ πλέον ἔχουσιν οἱ τοῖς παροῦσι μὴ προσηλωμένοι. Καὶ οὕπω λέγω, Ἐκεῖνος μὲν κἂν μυρίοις βασάνοις κατατείνηται, ἔχει τὴν χρηστὴν ἐλπίδα διαβαστάζουσαν αὐτόν· οὗτος δὲ κἂν μυρίας ἀπολαύῃ τρυφῆς, ἔχει τὸν φόβον τοῦ μέλλοντος ἐκταράττοντα αὐτοῦ τὴν ἡδονὴν καὶ συγχέοντα· καὶ γὰρ καὶ οὗτος οὐ μικρὸς τρόπος κολάσεως, ὥσπερ οὖν ὁ ἐναντίος τρυφῆς καὶ ἀνέσεως. Καὶ τρίτος δὲ μετὰ τοῦτόν ἐστι τρόπος.

Ποῖος δὴ οὗτος; Ὅτι τὰ μὲν τῆς τρυφῆς τῆς βιωτικῆς οὐδὲ ἡνίκα ἐστὶ φαίνεται, τῇ τε φύσει καὶ τῷ χρόνῳ ἐλεγχόμενα· ἐκεῖνα δὲ οὐ μόνον ἐστὶν, ἀλλὰ καὶ ἀκίνητα μένει. Ὅρα ὅτι οὐ δύο ἀντ᾽ οὐδενὸς μόνον, ἀλλὰ καὶ τρία, καὶ πέντε, καὶ δέκα, καὶ μυρία ἀντ᾽ οὐδενὸς δυνησόμεθα εἶναι. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος αὐτὸ τοῦτο μάθῃς, πρόσεχε· Ὁ πλούσιος καὶ ὁ Λάζαρος, ὁ μὲν τῶν παρόντων, ὁ δὲ τῶν μελλόντων ἀπήλαυσεν· ἆρα οὖν σοι δοκεῖ ἓν εἶναι καὶ τὸ ἐν παντὶ χρόνῳ κολάζεσθαι καὶ τὸ ἐν βραχείᾳ ὥρᾳ πονεῖν; τὸ νοσεῖν ἐν φθαρτῷ σώματι, καὶ τὸ ἀθάνατα ἀποτηγανίζεσθαι χαλεπῶς; τὸ στεφανοῦσθαι καὶ τὸ τρυφᾷν ἀθάνατα μετὰ τὴν μικρὰν ἀῤῥωστίαν ἐκείνην, καὶ βασανίζεσθαι ἀπέραντα μετὰ τὴν βραχεῖαν τῶν παρόντων ἀπόλαυσιν; Καὶ τίς ἂν ταῦτα εἴποι;

Τί γὰρ βούλει εἴπωμεν, τὴν ποσότητα; τὴν ποιότητα; τὴν κατ᾽ ἀξίαν τοῦ Θεοῦ περὶ ἑκατέρων ψῆφον; Μέχρι τίνος τὰ κανθάρων φθέγγεσθε ῥήματα τῶν βορβόρῳ διηνεκῶς ἐγκαλινδουμένων; οὐδὲ γὰρ ἀνθρώτων ταῦτα λογικῶν ψυχὴν οὕτω τιμίαν ἀντ᾽ οὐδενὸς προέσθαι, δέον ὀλίγου πόνου τοὺς οὐρανοὺς λαβεῖν.

Βούλει σε καὶ ἑτέρωθεν διδάξω, ὅτι ἔστιν ἐκεῖ κριτήριον φοβερόν; Ἄνοιξόν σου τὰς θύρας τοῦ συνειδότος, καὶ βλέπε τὸν ἐν τῇ διανοίᾳ σου ἐγκαθήμενον δικαστήν· εἰ δὲ σὺ σαυτὸν κατακρίνεις, καίτοι φίλαυτος ὢν, καὶ οὐκ ἂν ἀνάσχοιο μὴ δικαίαν τὴν κρίσιν ἐνεγκεῖν, οὐ πολλῷ μᾶλλον ὁ Θεὸς πολλὴν ποιήσεται τοῦ δικαίου τὴν πρόνοιαν, καὶ τὴν ἀδέκαστον περὶ πάντων οἴσει ψῆφον, ἀλλ᾽ ἁπλῶς καὶ εἰκῆ πάντα φέρεσθαι ἐάσει; καὶ τίς ἂν ταῦτα εἴποι; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ καὶ Ἕλληνες καὶ βάρβαροι, καὶ ποιηταὶ καὶ φιλόσοφοι, καὶ πᾶν γένος ἀνθρώπων συμφωνοῦσιν ἐν τούτοις ἡμῖν, εἰ καὶ μὴ ὁμοίως, καί φασιν εἶναί τινα δικαστήρια ἐν ᾅδου· οὔτω φανερὸν καὶ ὡμολογημένον τὸ πρᾶγμά ἐστι. Καὶ τίνος ἕνεκεν ἐνταῦθα οὐκ εὐθέως κολαζόμεθα, φησίν; Ἵνα τὴν μακροθυμίαν ἐπιδείξηται τὴν ἑαυτοῦ, καὶ τὴν ἐκ μετανοίας ἡμῖν παράσχῃ σωτηρίαν, καὶ μήτε τὸ γένος ἡμῶν ἀνάρπαστον ἐργάζηται, τούς τε ἐκ μεταβολῆς ἀρίστης δυναμένους σωθῆναι μὴ προεξαρπάσῃ τῆς σωτηρίας.

Εἰ γὰρ εὐθέως ἐκόλαζε παρ᾽ αὐτὰ τὰ ἁμαρτήματα καὶ ἀνῄρει, πῶς ἂν ἐσώθη Παῦλος; πῶς δὲ Πέτρος, οἱ κορυφαῖοι τῆς οἰκουμένης διδάσκαλοι; πῶς ἂν ὁ Δαυῒδ τὴν ἀπὸ τῆς μετανοίας ἐκαρπώσατο σωτηρίαν; πῶς οἱ Γαλάται; πῶς ἕτεροι πλείους; Διὰ δὴ ταῦτα οὐδὲ πάντας ἐνταῦθα ἀπαιτεῖ δίκην, ἀλλ᾽ ἐκ πάντων ἐνίους· οὔτε ἐκεῖ πάντας, ἀλλὰ τὸν μὲν ἐνταῦθα, τὸν δὲ ἐκεῖ, ἴνα καὶ τοὺς σφόδρα ἀναισθήτους διεγείρῃ δι᾽ ὧν κολάζει, καὶ τὰ μέλλοντα προσδοκᾷν ποιήσῃ δι᾽ ὧν οὐ κολάζει. Ἢ οὐχ ὁρᾷς πολλοὺς ἐνταῦθα κολαζομένους, ὡς τοὺς τῷ πύργῳ καταχωσθέντας· ὡς ἐκείνους, ὧν τὸ αἷμα ταῖς θυσίαις ἔμιξεν ὁ Πιλᾶτος· ὡς τοὺς ἀώρῳ θανάτῳ παρὰ Κορινθίοις τελευτήσαντας διὰ τὸ τῶν μυστηρίων ἀναξίως μετασχεῖν· ὡς τὸν δῆμον τῶν Ἰουδαίων ὑπὸ τῶν βαρβάρων κατασφαγέντα· ὡς ἑτέρους πολλοὺς καὶ τότε καὶ νῦν διηνεκῶς; Καὶ ἕτεροι δὲ πολλὰ ἀμαρτόντες ἀπῆλθον μὴ δόντες ἐνταῦθα δίκην, ὡς ὁ πλούσιος ἐπὶ τοῦ Λαζάρου, ὡς ἕτεροι πολλοί. Ταῦτα δὲ ποιεῖ, καὶ τοὺς ἀπιστοῦντας τοῖς μέλλουσι διεγείρων, καὶ τοὺς πιστεύοντας ἐργαζόμενος προθυμοτέρους, καὶ τοὺς ῥᾳθυμοῦντας σπουδαιοτέρους ποιῶν. Ὁ γὰρ Θεὸς δίκαιος κριτὴς καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ᾽ ἑκάστην ἡμέραν. Ἂν δὲ τῇ μακροθυμίᾳ εἰς ῥᾳθυμίαν χρησώμεθα, ἔσται καιρὸς, ὅτε οὐδὲ βραχὺ μακροθυμήσει λοιπὸν, ἀλλ᾽ εὐθέως ἐπάξει τὴν δίκην.

Μὴ τοίνυν, ἵνα μίαν ῥοπὴν τρυφήσωμεν (τοῦτο γὰρ ὁ παρὼν βίος), ἀπείρων αἰώνων ἐπισπασώμεθα κόλασιν, ἀλλὰ ῥοπὴν πονέσωμεν, ἵνα διηνεκῶς στεφανωθῶμεν. Οὐχ ὁρᾶτε ὅτι καὶ ἐν τοῖς βιωτικοῖς οὕτως οἱ πλείους τῶν ἀνθρώπων ποιοῦσι, καὶ τὸν ὀλίγον πόνον αἱροῦνται ὑπὲρ τῆς μακρᾶς ἀναπαύσεως, εἰ καὶ τοὐναντίον αὐτοῖς ἐκβαίνει; Ἐνταῦθα μὲν γὰρ ἰσομοιρία καὶ πόνων καὶ κέρδους, πολλάκις δὲ τὸ ἔμπαλιν· ἡ δὲ τῆς βασιλείας ἀντιστρόφως· ὀλίγον μὲν τὸ ἐπίπονον, πολὺ δὲ τὸ ἡδὺ καὶ ἄπειρον.

Σκόπει δέ· Ὁ γεωργὸς δι᾽ ὅλου πονεῖται τοῦ ἔτους, καὶ πρὸς αὐτῷ τῷ τέλει τῆς ἐλπίδος ἐκπίπτει πολλάκις τοῦ καρποῦ τῶν πολλῶν πόνων· ὁ κυβερνήτης πάλιν καὶ ὁ στρατιώτης μέχρις ἡλικίας ἐσχάτης ἐν πολέμοις καὶ πόνοις, καὶ πολλάκις ἑκάτερος αὐτῶν ἀπῆλθε κενὸς, ὁ μὲν τοῦ πλούτου τῶν φορτίων, ὁ δὲ πρὸ τῆς νίκης καὶ τῆς ζωῆς αὐτῆς ἐκπεσών. Τίνα οὖν ἕξομεν ἀπολογίαν, εἰπέ μοι, ἐν μὲν τοῖς βιωτικοῖς τὰ ἐπίπονα προτιμῶντες, ἵνα μικρὸν ἀναπαυσώμεθα, ἢ οὐδὲ μικρὸν, καὶ γὰρ ἄδηλος ἡ ἐλπίς· ἐν δὲ τοῖς πνευματικοῖς ἀντιστρόφως ποιοῦντες, καὶ ἄφατον κόλασιν ἐπισπώμενοι διὰ μικρὰν ῥᾳθυμίαν; Διὸ παρακαλῶ πάντας ὑμᾶς, ὀψὲ γοῦν ποτε ἐκ τῆς παραπληξίας ταύτης ἀνενεγκεῖν. Οὐδεὶς γὰρ ἡμᾶς ἐξαιρήσεται ἐν ἐκείνῳ τῷ καιρῷ, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ παῖδες, οὐ φίλοι, οὐ γείτων, οὐκ ἄλλος οὐδείς· ἀλλ᾽ ἐὰν ἀπὸ τῶν ἔργων προδοθῶμεν, πάντα οἰχήσεται καὶ ἀπολούμεθα πάντως. Πόσα ὁ πλούσιος ἐθρήνησεν ἐκεῖνος, καὶ τὸν πατριάρχην παρεκάλεσε, καὶ πεμφθῆναι τὸν Λάζαρον ᾔτησεν; ἀλλ᾽ ἄκουσον τί πρὸς αὐτὸν ἔλεγεν ὁ Ἀβραάμ· Χάος μέγα μεταξὺ ἡμῶν καὶ ὑμῶν, ὥστε μηδὲ βουλομένοις ἐξεῖναι διαβῆναι.

Πόσα παρεκάλεσαν αἱ παρθένοι ἐκεῖναι τὰς ὁμήλικας ὑπὲρ ὀλίγου ἐλαίου, ἀλλ᾽ ἄκουσον καὶ ἐκεῖναι τί λέγουσι· Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· καὶ οὐδεὶς αὐτὰς ἴσχυσεν εἰς τὸν νυμφῶνα εἰσαγαγεῖν. Ταῦτα δὴ λογιζόμενοι καὶ ἡμεῖς ἐπιμελώμεθα τῆς ἡμετέρας ζωῆς. Ὅσους γὰρ ἂν εἴπῃς πόνους, καὶ ὅσας ἂν προσενέγκῃς τιμωρίας, οὐδὲν ἅπαντα ταῦτα ἔσται πρὸς τὰ μέλλοντα ἀγαθά. Τίθει γοῦν, εἰ βούλει, πῦρ καὶ σίδηρον καὶ θηρία, καὶ εἴ τι τούτων χαλεπώτερον· ἀλλ᾽ ὅμως οὐδὲ σκιὰ ταῦτα πρὸς ἐκεῖνα τὰ βασανιστήρια. Ταῦτα μὲν γὰρ ὅταν ἐπιτεθῇ σφοδρότερον, τότε μάλιστα κοῦφα, ταχεῖαν ποιοῦντα τὴν ἀπαλλαγὴν, τοῦ σώματος οὐκ ἀρκοῦντος καὶ εἰς σφοδρότητα καὶ εἰς μῆκος κολάσεως· ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ᾽ ἀμφότερα συνέρχεται, καὶ παράτασις καὶ ὑπερβολὴ καὶ ἐν τοῖς χρηστοῖς καὶ ἐν τοῖς λυπηροῖς. Ἕως οὖν ἐστι καιρὸς, προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα ἥμερον αὐτὸ ἴδωμεν τότε καὶ γαληνὸν, ἵνα τὰς ἀπειληφόρους δυνάμεις ἐκείνας διαφύγωμεν. Οὐχ ὁρᾷς τοὺς ἐνταῦθα στρατιώτας, τοὺς τοῖς ἄρχουσι διακονουμένους, πῶς ἕλκουσι, πῶς δεσμοῦσι, πῶς μαστιγοῦσι, πῶς τὰς πλευρὰς διορύττουσι, πῶς τὰς λαμπάδας ταῖς βασάνοις προσάγουσιν;

Ἀλλὰ ταῦτα πάντα παίγνια καὶ γέλως πρὸς ἐκείνας τὰς τιμωρίας· καὶ γὰρ πρόσκαιροι αὖται αἱ κολάσεις, ἐκείνων δὲ οὔτε ὁ σκώληξ τελευτᾷ, οὔτε τὸ πῦρ σβέννυται· καὶ γὰρ τὸ σῶμα πάντως ἄφθαρτον ἔσται τὸ ἀνιστάμενον τότε. Ἀλλὰ μὴ γένοιτό ποτε πείρᾳ ταῦτα ἡμᾶς μαθεῖν, ἀλλὰ μέχρι ῥήματος στῆναι ἡμῖν τὰ φοβερὰ, μηδὲ παραδοθῆναι τοῖς βασανισταῖς ἐκείνοις, ἀλλ᾽ ἐντεῦθεν σωφρονισθῆναι. Πόσα τότε ἐροῦμεν ἑαυτῶν κατηγοροῦντες, πόσα ὀλοφυρούμεθα; πόσα οἰμώξομεν; ἀλλ᾽ οὐδὲν ὄφελος λοιπόν. Ἐπεὶ οὐδὲ ναῦται, τοῦ πλοίου διαλυθέντος καὶ καταδύντος, ὠφελῆσαι δυνήσονται λοιπὸν, οὔτε ἰατροὶ, τοῦ κάμνοντος ἀπελθόντος· ἀλλ᾽ ἐροῦσι μὲν πολλάκις, ὅτι τὸ καὶ τὸ ἐχρῆν ποιῆσαι, πάντα δὲ εἰκῆ καὶ μάτην. Ἕως μὲν γὰρ ἐκ τῆς διορθώσεως ἐλπίδες μένουσι, καὶ λέγειν ἅπαντα καὶ ποιεῖν χρή· ἐπειδὰν δὲ μηκέτι κύριοι μηδενὸς ὦμεν, τοῦ παντὸς διαφθαρέντος, εἰκῆ καὶ λέγεται πάντα καὶ γίνεται. Καὶ γὰρ καὶ Ἰουδαῖοι ἐροῦσι τότε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἀλλ᾽ οὐδὲν ἀπὸ ταύτης ἀπόνασθαι δύνανται τῆς φωνῆς εἰς τὸ τὴν κόλασιν διαφυγεῖν· ὅτε γὰρ ἔδει εἰπεῖν, οὐκ εἶπον. Ἵν᾽ οὖν μὴ καὶ ἡμεῖς τοῦτο πάθωμεν, ἐντεῦθεν ἤδη μεταβαλώμεθα, καὶ σπουδάσωμεν εἰς ἐκείνην εἰσελθεῖν τὴν κατάπαυσιν, καθὼς εἶπεν ὁ Ἀπόστολος.

Ὄντως γὰρ ἐκείνη ἐστὶν ἀνάπαυσις, ἕνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς, ἔνθα οὔτε φροντίδες, οὕτε πόνοι, οὔτε ἀγωνία, οὔτε φόβος καταπλήττων καὶ σείων τὴν ψυχὴν, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ φόβος, ἡδονῆς πλήρης ὤν. Οὐκ ἔστιν ἐν ἱδρῶσι τοῦ προσώπου φαγεῖν τὸν ἄρτον ἐκεῖ, οὐδὲ ἄκανθαι καὶ τρίβολοι· οὐκ ἔστιν ἐν λύπαις τεκεῖν τέκνα, οὐδὲ Πρὸς τὸν ἄνδρα ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· πάντα εἰρήνη, χαρὰ, εὐφροσύνη, ἡδονὴ, ἀγαθωσύνη, πραότης. Οὐκ ἔστιν ἐκεῖ ζηλοτυπία, οὐδὲ βασκανία, οὐ νόσος, οὐ θάνατος, οὐχ οὗτος ὁ τοῦ σώματος, οὐκ ἐκεῖνος ὁ τῆς ψυχῆς· οὐκ ἔστιν ἐκεῖ σκότος, οὐδὲ νύξ· πάντα ἡμέρα, πάντα φῶς, πάντα λαμπρά. Οὐκ ἔστι καμεῖν, οὐκ ἔστι κόρον λαβεῖν, ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν. Βούλεσθε δώσω τινὰ εἰκόνα ὑμῖν τῆς ἐκεῖ καταπαύσεως; Οὐκ ἔστι δυνατόν· πλὴν ἀλλ᾽ ὅμως, ὡς δυνατὸν, πειράσομαι δοῦναι ὑμῖν τινα εἰκόνα.

Ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, ὅταν, μηδενὸς ἐνοχλοῦντος νέφους, φαίνῃ τὸν ἑαυτοῦ στέφανον· εἶτα πρὸς τὸ κάλλος τῆς ὄψεως αὐτοῦ πολλὴν διατρίψαντες χρόνον, ἐννοήσωμεν ὅτι καὶ ἔδαφος ἕξομεν, καὶ οὐ τοιοῦτον μόνον, ἀλλὰ τοσοῦτον γινόμενον κάλλιον [ἴδωμεν], ὅσον τῶν πηλίνων ὀρόφων ἐστὶν ὁ χρυσοῦς· καὶ μετ᾽ ἐκεῖνον πάλιν τὸν ἀνώτερον ὄροφον, εἶτα τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τοὺς ἀπείρους δήμους τῶν ἀσωμάτων δυνάμεων, αὐτὰ τὰ τοῦ Θεοῦ βασίλεια, τὸν θρόνον τὸν πατρικόν.

Ἀλλ᾽ οὐκ ἰσχύει, ὅπερ ἔφθην, ὁ λόγος δηλῶσαι τὸ πᾶν· πείρας γὰρ χρεία καὶ τῆς διὰ πείρας γνώσεως. Πῶς οἴεσθε, εἰπέ μοι, τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ εἶναι; Πολὺ ἐκείνης βελτίων ἐστὶν ἡ διαγωγὴ αὕτη, ὅσῳ τῆς γῆς οὐρανός. Πλὴν καὶ ἑτέραν εἰκόνα ἐπιζητήσωμεν. Εἰ συμβῇ τὸν βασιλεύοντα νῦν πάσης κρατῆσαι τῆς γῆς, εἶτα μήτε ὑπὸ πολέμων, μήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιμᾶσθαι μόνον καὶ τρυφᾷν καὶ πολλοὺς ἔχειν φόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι· ποίαν οἴεσθε ἔχειν αὐτὸν ψυχὴν, εἰ τοὺς πολέμους τοὺς πανταχοῦ τῆς γῆς πεπαυμένους ἑώρα; Τοιοῦτόν τί ἐστι· μᾶλλον δὲ οὔπω τῆς εἰκόνος ἐφικόμην ἐκείνης· διὸ χρὴ ἑτέραν ἐπιζητῆσαι. Ἐννόησον δή μοι. Ὥσπερ γὰρ παιδίον βασιλικὸν, ἕως μὲν ἂν ἐν τῇ μήτρᾳ ᾖ, οὐδενὸς ἐπαισθάνεται· εἰ δὲ συμβῇ ἄφνω ἐξελθεῖν ἐκεῖθεν, καὶ ἐπὶ τὸν θρόνον ἀνελθεῖν τὸν βασιλικὸν, μὴ ἠρέμα, ἀλλ᾽ ἀθρόον πάντα προσλαβεῖν· οὕτως ἐστὶν ἡ κατάπαυσις αὕτη κἀκείνη. Ἢ εἴ τις δεσμώτης μυρία παθὼν κακὰ, ἀθρόον ἐπὶ τὸν βασιλικὸν ἁρπαγῇ θρόνον.

Ἀλλ᾽ οὐδὲ οὕτως ἐφικόμην ἀκριβῶς τῆς εἰκόνος. Ἐνταῦθα μὲν γὰρ ὧν ἄν τις ἐπιτύχῃ καλῶν, κἂν αὐτὴν εἴπῃς τὴν βασιλείαν, παρὰ μὲν τὴν πρώτην ἡμέραν ἀκμάζοντα ἔχει τὸν πόθον, καὶ παρὰ τὴν δευτέραν καὶ τὴν τρίτην, χρόνου δὲ προϊόντος, μένει μὲν ἐν ἡδονῇ, οὐ τοσαύτῃ δέ· λήγει γὰρ ἀπὸ τῆς συνηθείας, οἵα ἂν ᾗ. Ἐκεῖ δὲ οὐ μόνον οὐ μειοῦται, ἀλλὰ καὶ ἐπιδίδωσιν.

Ἐννόησον γὰρ ὅσον ἐστὶ ψυχὴν ἀπελθοῦσαν ἐκεῖ, μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλ᾽ ἐπίδοσιν καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, καὶ ζωὴν παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν. Εἰ γὰρ εἰς πεδίον ἐξιόντες ἐνταῦθα, ἔνθα σκηνὰς ὁρῶμεν στρατιωτῶν ἐκ παραπετασμάτων πηγνυμένας, καὶ δόρατα καὶ κράνη καὶ ὀμφαλοὺς ἀσπίδων λάμποντας, μετέωροι γινόμεθα τῷ θαύματι· εἰ δὲ καὶ τὸν βασιλέα συμβῇ εἰς μέσον ἰδεῖν τρέχοντα μετὰ ὅπλων χρυσῶν, τὸ πᾶν ἔχειν νομίζομεν· τί οἴει, ὅταν τῶν ἁγίων ἴδῃς τὰς σκηνὰς τὰς αἰωνίους ἐν τῷ οὐρανῷ πεπηγυίας; Δέξονται γὰρ ὑμᾶς εἰς τὰς αἰωνίους, φησὶ, σκηνάς· ὅταν αὐτῶν ἕκαστον ὑπὲρ τὰς ἀκτῖνας τὰς ἡλιακὰς ἴδῃς ἀπολάμποντα, οὐκ ἀπὸ χαλκοῦ καὶ σιδήρου, ἀλλ᾽ ἀπὸ τῆς δόξης ἐκείνης, ἧς τὰς μαρμαρυγὰς ἀνθρώπινος οὐ δύναται ὀφθαλμὸς ἰδεῖν; Καὶ ταῦτα μὲν ἐπὶ τῶν ἀνθρώπων.

Τί δ᾽ ἄν τις εἴποι τὰς χιλιάδας τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, ὧν τὸ κάλλος ἀμήχανον, πάντα νοῦν ὑπερβαῖνον; Ἀλλὰ γὰρ μέχρι τίνος οὐ στήσομα. διώκων ἀκίχητα; Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, φησὶν, οὐδὲ οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν. Τί τοίνυν μακαριώτερον τῶν ἐπιτυγχανόντων τῆς δόξης ἐκείνης; τί τῶν ἀποτυγχανόντων ἀθλιώτερον; Εἰ γὰρ πατρίδος τις ἐκβεβλημένος ὑπὸ πάντων ἐλεεῖται, καὶ ὁ κληρονομίαν ἀπολέσας, δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι· ὁ καὶ τοῦ οὐρανοῦ ἐκπίπτων καὶ τῶν ἀποκειμένων ἀγαθῶν, πόσοις ὀφείλει δάκρυσι καταῤῥαίνεσθαι; Δακρύει γάρ τις, ὅταν τι πάθῃ τῶν ἀβουλήτων, ὧν οὐκ αὐτός ἐστιν αἴτιος· ὅταν δὲ ἐξ οἰκείας γνώμης ἑαυτὸν περιπείρῃ τῇ κακίᾳ, οὐδὲ δακρύων, ἀλλὰ θρήνων ἐστὶν ἄξιος, μᾶλλον δὲ καὶ τότε πένθους· ἐπεὶ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν Ἱερουσαλὴμ, καίτοι ἀσεβοῦσαν, ἐπένθησε καὶ ἐδάκρυσεν. Ὄντως μυρίων ὀδυρμῶν ἄξιοί ἐσμεν καὶ μυρίων θρήνων.

Ἐὰν πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν, καὶ λίθοι καὶ ξύλα καὶ δένδρα καὶ θηρία καὶ ὄρνιθες καὶ ἰχθύες ὀδύρηται ἡμᾶς τοὺς ἐκπεπτωκότας τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ᾽ ἀξίαν ὀδυρεῖται, οὐδὲ θρηνήσει. Ποῖος γὰρ λόγος παραστῆσαι δυνήσεται, ποῖος νοῦς ἐκείνην τὴν μακαριότητα, καὶ τὴν ἀρετὴν ἐκείνην, τὴν δόξαν, τὴν εὐφροσύνην, τὴν λαμπρότητα, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη; Οὐκ εἶπεν, ὅτι ὑπερβαίνει ἁπλῶς, ἀλλ᾽, οὐδὲ ἐνενόησέ ποτέ τις, Ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν γὰρ ἑτοιμαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ὁποῖα εἰκὸς εἶναι ταῦτα; Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως, οὐδενὸς παρ᾽ ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ᾽ αὐτοῦ, ἀθανασίαν, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον· τοῖς τοσαῦτα πεπονηκόσι καὶ ἠθληκόσι καὶ ὑπὲρ αὐτοῦ ὑπομείνασι τί οὐ χαρίσεται; Τοῦ Μονογενοῦς οὐκ ἐφείσατο δι᾽ ἡμᾶς, τὸν Υἱὸν τὸν γνήσιον εἰς θάνατον ἔδωκε δι᾽ ἡμᾶς τοὺς ἐχθροὺς ὄντας· τίνος οὐκ ἀξιώσει γενομένους φίλους; τίνος οὐ μεταδώσει καταλλάξας ἑαυτῷ; Καὶ πλούσιός ἐστι σφόδρα ἀπείρως, καὶ ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας φιλίας τυχεῖν, ἡμεῖς δὲ οὐ σπουδάζομεν οὕτως, ἀγαπητοί.

Καὶ τί λέγω, οὐ σπουδάζομεν; οὐ θέλομεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον ἡμῶν θέλει, ὃ ἐποίησεν ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν αὐτῶν μόλις καταφρονοῦμεν ὀλίγου χρυσίου, αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὐτοῦ. Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Χριστοῦ· ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας. Ὑμεῖς γὰρ φίλοι μού ἐστε, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑμῖν.

Βαβαί· τοὺς ἐχθροὺς, τοὺς ἀπείρως αὐτοῦ διεστηκότας, ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους ἐποίησε, καὶ καλεῖ φίλους. Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ὑπὲρ ἀνθρώπων φιλίας πολλάκις κινδυνεύομεν· ὑπὲρ δὲ τῆς τοῦ Χριστοῦ ἀγάπης οὐ χρήματα προησόμεθα;

Πένθους ὄντως ἄξια τὰ ἡμέτερα, πένθους καὶ ὀδυρμῶν καὶ ὀλοφυρμῶν μεγάλων καὶ κοπετῶν· τῆς ἐλπίδος ἡμῶν ἐξεπέσαμεν, ἐταπεινώθημεν ἀπὸ τοῦ ὕψους ἡμῶν, ἀνάξιοι τῆς τιμῆς ἐφάνημεν τοῦ Θεοῦ, ἀγνώμονες μετὰ τὰς εὐεργεσίας γεγόναμεν καὶ ἀχάριστοι· ἐγύμνωσεν ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν· οἱ καταξιωθέντες εἶναι υἱοὶ, ἀδελφοὶ, καὶ κληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαμεν τῶν ὑβριζόντων. Τίς ἡμῖν ἔσται παραμυθία λοιπόν;

Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν οὐρανὸν, ἡμεῖς δὲ ἑαυτοὺς εἰς τὴν γέενναν ὠθήσαμεν. Ἀρὰ καὶ ψεῦδος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· οἱ μὲν αἵματα ἐφ᾽ αἵμασι μίσγουσιν, οἱ δὲ πράγματα πράττουσιν αἱμάτων χείρω. Πολλοὶ γὰρ τῶν πλεονεκτουμένων μυρίους εὔχονται θανάτους, ἢ ταῦτα παθεῖν· καὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἑαυτοὺς, οὕτω φονῶντες καθ᾽ ἑαυτῶν.

Ταῦτα οὖν οὐχ αἱμάτων χείρω; Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν καὶ ἡμεῖς βοήσωμεν περὶ ἡμῶν πρῶτον. Ἀλλά μοι τοῦ θρήνου συλλάβεσθε. Τάχα τινὲς καὶ ὀνειδίζουσι καὶ γελῶσι. Διὰ γὰρ τοῦτο ἐπιτείνειν χρὴ τὸν θρῆνον, ὅτι οὕτω μαινόμεθα καὶ παραπαίομεν, καὶ οὐδ᾽ ὅτι μαινόμεθα ἴσμεν, ἀλλ᾽ ἐφ᾽ οἷς ἐχρῆν στένειν, γελῶμεν. Ἀποκαλύπτεται, ἄνθρωπε, ὀργὴ ἀπὸ Θεοῦ, ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Ὁ Θεὸς ἐμφανῶς ἤξει, πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά.

Ἡμέρα Κυρίου, ὡς κλίβανος καιόμενος. Καὶ οὐδεὶς ταῦτα εἰς νοῦν βάλλεται, ἀλλὰ μύθων μᾶλλον καταπεφρόνηται τὰ φρικώδη καὶ φοβερὰ πράγματα ταῦτα· καὶ ὁ ἀκούων οὐδεὶς, οἱ δὲ γελῶντες καὶ χλευάζοντες πάντες. Τίς ἐστιν ἡμῖν πόρος; πόθεν σωτηρίαν εὕρωμεν; Ἀπολώλαμεν, παρανηλώμεθα, γεγόναμεν τῶν ἐχθρῶν ἡμῶν κατάγελως, καὶ χλευασμὸς τῶν Ἑλλήνων καὶ τῶν δαιμόνων. Μέγα φρονεῖ νῦν ὁ διάβολος καὶ γαυροῦται καὶ χαίρει ἐν τῇ αἰσχύνῃ ἡμῶν· οἱ πιστευθέντες ἡμᾶς ἄγγελοι πάντες ἐν κατηφείᾳ, οὐδεὶς ὁ ἐπιστρέφων, εἰκῆ πάντα ἡμῖν ἀνάλωται, καὶ ἡμεῖς ὑμῖν δοκοῦμεν ληρεῖν. Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησε. Χεῖρα ὀρέξατε, οἱ μηδέποτε καταβαπτισθέντες, τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ νήφοντες τοῖς μαινομένοις, οἱ σπουδαῖοί τε καὶ ἑδραῖοι τοῖς περιφερομένοις. Μηδεὶς, παρακαλῶ, χάριν τῆς σωτηρίας τοῦ φίλου προτιμάτω· καὶ ἡ ὕβρις καὶ ἡ ἐπιτίμησις εἰς ἓν ὁράτω μόνον, αὐτοῦ τὴν ὠφέλειαν.

Ὅταν πυρετὸς καταλάβῃ, καὶ δοῦλοι κρατοῦσι δεσποτῶν. Ὅταν γὰρ ἐκεῖνος ἐπικαίηται τὴν ψυχὴν συγχέων, ἀνδραπόδων δὲ ἑσμὸς παρεστήκῃ, οὐκ ἐπιγινώσκει τὸν νόμον τὸν δεσποτικὸν ἐν τῇ βλάβῃ τοῦ δεσπότου. Συστρέφωμεν ἑαυτοὺς, παρακαλῶ. Πόλεμοι καθημερινοὶ, καταποντισμοὶ, ἀπώλειαι μυρίαι κύκλῳ, καὶ πάντοθεν ἡ ὀργὴ τοῦ Θεοῦ ἡμᾶς περιστοιχίζεται.

Ἡμεῖς δὲ ὡς εὐαρεστοῦντες, οὕτως ἐσμὲν ἐν ἀδείᾳ· πάντες τὰς χεῖρας εἰς πλεονεξίαν εὐτρεπίζομεν, οὐδεὶς εἰς βοήθειαν· πάντες εἰς ἁρπαγὴν, οὐδεὶς εἰς προστασίαν· ἕκαστος πλείονα τὰ ὄντα σπουδάζει ποιῆσαι, οὐδεὶς δὲ πρὸς τὸ βοηθῆσαι τῷ δεομένῳ· ἕκαστος πῶς προσθήσει τοῖς χρήμασι, πολλὴν ἔχει τὴν μέριμναν οὐδεὶς δὲ ὅπως τὴν ψυχὴν αὐτοῦ διασώσῃ.

Φόβος εἷς ἔχει πάντας, μὴ πένητες, φησὶ, γενώμεθα· μὴ εἰς γέενναν δὲ ἐμπέσωμεν, οὐδεὶς ἀγωνιᾷ καὶ τρέμει. Ταῦτα θρήνων, ταῦτα διαβολῆς ἄξια. Ἀλλὰ ταῦτα οὐκ ἐβουλόμην λέγειν, ἀλλὰ ὑπὸ τῆς ὀδύνης βιάζομαι. Διὸ σύγγνωτε· ὑπὸ γὰρ τοῦ πένθους ἀναγκάζομαι πολλὰ καὶ ἃ οὐ βούλομαι φθέγγεσθαι.

Χαλεπὴν ὁρῶ τὴν πληγὴν, ἀπαραμύθητον τὴν συμφορὰν, παρακλήσεως μείζονα τὰ καταλαβόντα ἡμᾶς δεινά· ἀπολώλαμεν· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων; Κλαύσωμεν, ἀγαπητοὶ, κλαύσωμεν, στενάξωμεν.

Τάχα τινές εἰσιν ἐνταῦθα λέγοντες, Πάντοτε θρήνους ἡμῖν λέγεις, πάντοτε δάκρυα. Οὐκ ἐβουλόμην, πιστεύσατε, οὐκ ἐβουλόμην, ἀλλ᾽ ἐγκώμια καὶ ἐπαίνους διεξιέναι· νυνὶ δὲ τούτων ὁ καιρός. Οὐ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν· οὐ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρμῶν ἄξια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ· μὴ ἀποθάνῃς, καὶ οὐ κλαίω. Σὺ δὲ ἂν μὲν τὸ σῶμά σου ἀλγῇ, πάντας παρακαλεῖς συναλγεῖν, καὶ ἀσυμπαθεῖς ἡγῇ τοὺς μὴ συναλγοῦντάς σοι· τῆς δὲ ψυχῆς ἀπολλυμένης, λέγεις μὴ πενθεῖν; Ἀλλ᾽ οὐ δύναμαι· πατὴρ γάρ εἰμι, καὶ πατὴρ φιλόστοργος. Ἀκούετε οἷα βοᾷ ὁ Παῦλος, Τεκνία μου, οὓς πάλιν ὠδίνω.

Ποία γὰρ μήτηρ κύουσα οὕτω δεινὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος; Εἴθε ἐνῆν νῦν αὐτῆς τῆς διανοίας τὴν πυρὰν ἰδεῖν, καὶ εἶδες ἂν, ὅτι πάσης γυναικὸς καὶ κόρης χηρείαν ἄωρον ὑποστάσης πλέον καίομαι. Οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ τὸν ἑαυτῆς, οὐδὲ πατὴρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ᾽ ἡμῖν.

Οὐδεμίαν γὰρ ὁρῶ προκοπήν· πάντας εἰς διαβολὰς καὶ κατηγορίας, οὐδεὶς εἰς ἔργον τίθεται ἀρέσκειν Θεῷ, ἀλλὰ, Τὸν δεῖνα, φησὶ, λέγωμεν κακῶς, καὶ τὸν δεῖνα· ὁ δεῖνα ἀνάξιος τοῦ κλήρου, ὁ δεῖνα ἀσόμνως βιοῖ. Ὀφείλοντες τὰ ἡμέτερα πενθεῖν, κατακρίνομεν ἑτέρους· οὐδὲ, εἰ καθαροὶ ὦμεν ἁμαρτημάτων, ὀφείλομεν τοῦτο ποιεῖν. Τίς γάρ σε διακρίνει, φησί; Τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Τί δὲ κρίνεις τὸν ἀδελφόν σου μυρίων γέμων κακῶν; Ὅταν εἴπῃς, ὁ δεῖνα μοχθηρός ἐστι καὶ λυμεὼν καὶ πονηρὸς, ἐννόησον σαυτὸν, καὶ ἐξέτασον τὰ σαυτοῦ ἀκριβῶς, καὶ μεταμεληθήσῃ ἐπὶ τοῖς λεχθεῖσιν. Οὐ γάρ ἐστιν, οὐκ ἔστι πρὸς ἀρετὴν προτροπή τις τοιαύτη, οἷον ἁμαρτημάτων ἀνάμνησις Ἐὰν ταῦτα τὰ δύο στρέφωμεν παρ᾽ ἑαυτοῖς, δυνησόμεθα τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, δυνησόμεθα καθαίρειν ἑαυτοὺς καὶ ἀποσμήχειν· μόνον λάβωμεν ἔννοιάν ποτε, μεριμνήσωμεν τὸ πρᾶγμα, ἀγαπητοί· ἀλγήσωμεν ἐνταῦθα τῷ λογισμῷ, ἵνα μὴ ἀλγήσωμεν ἐκεῖ τῇ κολάσει, ἀλλ᾽ ἵνα ἀπολαύσωμεν τῶν αἰωνίων ἀγαθῶν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἵνα τύχωμεν τῶν ὑπερβαινόντων τὸν ἀνθρώπινον νοῦν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΜΕʹ. Περὶ τοῦ μὴ πενθεῖν σφοδρῶς τοὺς τελευτῶντας. Μὴ πενθῶμεν πικρῶς, ἀγαπητοὶ, τοὺς τελευτῶντας καὶ τοὺς ἐνθένδε ἀπιόντας, ἀλλὰ μᾶλλον θρηνήσωμεν καὶ κλαύσωμεν τοὺς κακῶς τὸν ἑαυτῶν βίον καταλύσαντας. Ἐπεὶ καὶ γεωργὸς, ὅταν ἴδῃ τὸν σῖτον διαλυόμενον, οὐ θρηνεῖ, ἀλλ᾽ ἕως μὲν ἂν βλέπῃ στερεὸν ἐν τῇ γῇ μένοντα, δέδοικε καὶ τρέμει· ἐπὰν δὲ ἴδῃ διαλυθέντα, χαίρει· ἀρχὴ γὰρ τῆς μελλούσης σπορᾶς ἡ διάλυσις. Οὕτω καὶ ἡμεῖς τότε χαίρωμεν, ὅταν πέσῃ ἡ οἰκία ἡ φθαρτὴ, ὅταν σπαρῇ ὁ ἄνθρωπος. Καὶ μὴ θαυμάσῃς, εἰ σπορὰν τὴν ταφὴν ἐκάλεσε· καὶ γὰρ αὕτη βελτίων ἡ σπορά. Ἐκείνην μὲν γὰρ διαδέχονται θάνατοι καὶ πόνοι καὶ κίνδυνοι καὶ φροντίδες, ταύτην δὲ, ἂν ὀρθῶς βιῶμεν, στέφανοι καὶ βραβεῖα· καὶ τὴν μὲν φθορὰ καὶ θάνατος, τὴν δὲ ἀφθαρσία καὶ ἀθανασία καὶ τὰ μυρία ἀγαθά. Ἐπ᾽ ἐκείνης τῆς σπορᾶς συμπλοκαὶ καὶ ἡδοναὶ καὶ ὕπνος, ἐπὶ ταύτης δὲ φωνὴ μόνον ἐκ τῶν οὐρανῶν καταβαίνουσα, καὶ πάντα ἀθρόως τελεσφορεῖται· καὶ ὁ ἀνιστάμενος οὐκέτι λοιπὸν ἐπὶ βίον ἄγεται πολύμοχθον, ἀλλ᾽ ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Εἰ δὲ καὶ προστασίαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο θρηνεῖς τὸν ἄνδρα, ἐπὶ τὸν κοινὸν πάντων προστάτην καὶ σωτῆρα καὶ εὐεργέτην κατέφυγε τὸν Θεὸν, ἐπὶ τὴν ἄμαχον συμμαχίαν, ἐπὶ τὴν εὔκολον βοήθειαν, ἐπὶ τὴν διαρκῆ σκέπην, τὴν πανταχοῦ παροῦσαν καὶ πανταχόθεν ἡμᾶς τειχίζουσαν.

Ἀλλ᾽ ἡ συνήθεια ποθεινὸν καὶ ἐπέραστον. Οἶδα κἀγώ· ἀλλ᾽ ἐὰν ἐπιτρέψῃς τῷ λογισμῷ τὸ πάθος, καὶ λογίσῃ πρὸς ἑαυτὸν, τίς ὁ λαβὼν, καὶ ὅτι γενναίως ἐνεγκὼν θυσίαν τὴν γνώμην ἀναφέρεις τῷ Θεῷ, καὶ τοῦτο τὸ κῦμα δυνήσῃ διαδραμεῖν· καὶ ὅπερ ὁ χρόνος οὐκ ἐργάζεται, τοῦτο ἡ φιλοσοφία ποιήσει· ἂν δὲ καταμαλακισθῇς, λήξει μὲν τῷ χρόνῳ τὸ πάθος, σοὶ δὲ οὐδένα τὸν μισθὸν οἴσει. Μετὰ δὲ τῶν λογισμῶν τούτων καὶ παραδείγματα σύλλεγε, τὰ ἐν τῷ παρόντι βίῳ, τὰ ἐν ταῖς θείαις Γραφαῖς· ἐννόησον ὅτι ὁ Ἀβραὰμ κατέσφαξε τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὔτε ἐδάκρυσεν, οὔτε πικρὸν ῥῆμα ἐξέβαλεν. Ἀλλ᾽ ἐκεῖνος Ἀβραὰμ, φησὶν, ἦν. Καὶ μὴν σὺ ἐπὶ μείζονα ἐκλήθης σκάμματα.

Ὁ δὲ Ἰὼβ ἤλγησε μὲν, τοσοῦτον δὲ, ὅσον εἰκὸς πατέρα φιλόπαιδα καὶ σφόδρα κηδόμενον τῶν ἀπελθόντων· ὡς ἅ γε νῦν ποιοῦμεν ἡμεῖς, ἐχθρῶν καὶ πολεμίων ἐστίν. Οὐδὲ γὰρ, εἴ τινος εἰς βασίλεια ἀπενεχθέντος καὶ στεφανωθέντος, ἔκοπτες σεαυτὸν καὶ ἐθρήνεις, φίλον ἄν σε τοῦ στεφανωθέντος ἔφην εἶναι, ἀλλ᾽ ἐχθρὸν σφόδρα καὶ πολέμιον. Ἀλλ᾽ οὐδὲ νῦν ἐκεῖνον θρηνῶ, φησὶν, ἀλλ᾽ ἐμαυτόν. Ἀλλ᾽ οὐδὲ τοῦτο φιλοῦντος, τὸ θέλειν ἔτι ἐναγώνιον εἶναι ἐκεῖνον διὰ σαυτὸν, καὶ ὑποκεῖσθαι τῇ ἀδηλίᾳ τοῦ μέλλοντος, παρὸν στεφανοῦσθαι καὶ προσορμεῖν, ἢ πελάγιον σαλεύειν, ἐξὸν ἐν λιμένι εἶναι. Ἀλλ᾽ οὐκ οἶδα ποῦ κεχώρηκε, φησί. Διὰ τί οὐκ οἶδας, εἰπέ μοι; εἴτε γὰρ ὀρθῶς ἐβίου, εἴτε ἑτέρως, δῆλον ποῦ χωρήσει. Δι᾽ αὐτὸ γὰρ τοῦτο κόπτομαι, φησὶν, ὅτι ἁμαρτωλὸς ἀπῆλθε. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ γὰρ διὰ τοῦτο τὸν ἀπελθόντα ἐθρήνεις, ζῶντα διαπλάσαι ἐχρῆν καὶ ῥυθμίσαι· ἀλλὰ τὰ σαυτοῦ σὺ πανταχοῦ σκοπεῖς, οὐ τὰ ἐκείνου. Εἰ δὲ καὶ ἁμαρτωλὸς ἀπῆλθε, καὶ διὰ τοῦτο δεῖ χαίρειν, ὅτι ἐνεκόπη τὰ ἁμαρτήματα, καὶ οὐ προσέθηκε τῇ κακίᾳ, καὶ βοηθεῖν, ὡς ἂν οἷόν τε ᾖ, οὐ τῷ δακρύειν, ἀλλ᾽ εὐχαῖς καὶ ἱκετηρίαις καὶ ἐλεημοσύναις καὶ προσφοραῖς.

Οὐ γὰρ ἁπλῶς ταῦτα ἐπινενόηται, οὐδὲ εἰκῆ μνήμην ποιούμεθα τῶν ἀπελθόντων ἐπὶ τῶν θείων μυστηρίων, καὶ ὑπὲρ αὐτῶν προσίεμεν δεόμενοι τοῦ ἀμνοῦ τοῦ κειμένου, τοῦ λαβόντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλ᾽ ἵνα τις αὐτοῖς ἐντεῦθεν γένηται παραμυθία· οὐδὲ μάτην ὁ παρεστὼς τῷ θυσιαστηρίῳ τῶν φρικτῶν μυστηρίων τελουμένων βοᾷ, ὑπὲρ πάντων τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελούντων. Εἰ γὰρ μὴ ὑπὲρ αὐτῶν αἱ μνεῖαι ἐγένοντο, οὐδ᾽ ἂν ταῦτα ἐλέχθη. Οὐ γάρ ἐστι σκηνὴ τὰ ἡμέτερα, μὴ γένοιτο· Πνεύματος γὰρ διατάξει ταῦτα γίνεται. Βοηθῶμεν τοίνυν αὐτοῖς, καὶ μνείαν ὑπὲρ αὐτῶν ἐπιτελῶμεν.

Εἰ γὰρ τοὺς παῖδας τοῦ Ἰὼβ ἐκάθαιρεν ἡ τοῦ πατρὸς θυσία, τί ἀμφιβάλλεις, εἰ καὶ ἡμῶν ὑπὲρ τῶν ἀπελθόντων προσφερόντων, γίνεταί τις αὐτοῖς παραμυθία; Εἴωθε γὰρ ὁ Θεὸς καὶ ἑτέροις ὑπὲρ ἑτέρων χαρίζεσθαι· καὶ τοῦτο ἐδείκνυτο ὁ Παῦλος λέγων· Ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Μὴ δὴ ἀποκάμωμεν τοῖς ἀπελθοῦσι βοηθοῦντες, καὶ προσφέροντες ὑπὲρ αὐτῶν εὐχὰς τελείας. Καὶ γὰρ τὸ κοινὸν τῆς οἰκουμένης κεῖται καθάρσιον. Διὰ τοῦτο θαῤῥοῦντες ὑπὲρ τῆς οἰκουμένης δεόμεθα τότε καὶ μετὰ μαρτύρων αὐτοὺς καλοῦμεν, μετὰ ὁμολογητῶν, μετὰ ἱερέων. Καὶ γὰρ ἓν σῶμά ἐσμεν ἅπαντες, κἂν λαμπρότερα μέλη μελῶν· καὶ δυνατὸν πάντοθεν συγγνώμην αὐτοῖς συναγαγεῖν ἀπὸ τῶν εὐχῶν, ἀπὸ τῶν ὑπὲρ αὐτῶν δώρων, ἀπὸ τῶν μετ᾽ αὐτῶν καλουμένων. Τί τοίνυν ἀλγεῖς, τί δὲ θρηνεῖς, ὁπότε τοσαύτην δυνατὸν συγγνώμην συναγαγεῖν τῷ ἀπελθόντι; Ἀλλ᾽ ὅτι σὺ γέγονας ἔρημος, καὶ προστάτην ἀπώλεσας; Ἀλλὰ μηδέποτε τοῦτο εἴπῃς· οὐδὲ γὰρ τὸν Θεὸν ἀπώλεσας· ὥστε, ἕως ἂν τοῦτον ἔχῃς, καὶ αὐτὸς ἔσται σοι μείζων καὶ πατρὸς, καὶ παιδὸς, καὶ κηδεστοῦ. Καὶ γὰρ καὶ ζώντων ἐκείνων, οὗτος ἦν ὁ τὰ πάντα ποιῶν. Ταῦτα τοίνυν ἐννόει, καὶ λέγε κατὰ τὸν Δαυΐδ· Κύριος φωτισμός μου, καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;

Εἰπὲ, Σὺ εἶ ὁ Πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν, καὶ ἐπίσπασαι αὐτοῦ τὴν βοήθειαν, καὶ μᾶλλον αὐτὸν ἕξεις νῦν προνοοῦντα, ἢ πρότερον, ὅσον ἐν μείζονι κατέστης ἀπορίᾳ. Ἀλλὰ παιδίον ἀπώλεσας; Οὐκ ἀπώλεσας, μὴ λέγε· ὕπνος τὸ πρᾶγμά ἐστιν, οὐ θάνατος, μετάστασις, οὐκ ἀπώλεια, ἀποδημία ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ βελτίω. Μὴ δὴ παρόξυνε τὸν Θεὸν, ἀλλ᾽ ἵλεων ποίει. Ἂν γὰρ ἐνέγκῃς γενναίως, ἔσται τις κἀντεῦθεν τῷ ἀπελθόντι καὶ σοὶ παραμυθία· ἂν δὲ τοὐναντίον ποιῇς, μᾶλλον ἐξάπτεις τὴν ὀργὴν τοῦ Θεοῦ.

Καὶ γὰρ εἰ, παιδὸς μαστιχθέντος ὑπὸ τοῦ δεσπότου, σὺ παρεστὼς ἐδυσχέρανας, μειζόνως ἂν παρώξυνας κατὰ σαυτοῦ τὸν δεσπότην. Μὴ δὴ ποίει τοῦτο, ἀλλ᾽ εὐχαρίστει, ἵνα σοι καὶ ταύτῃ σκεδασθῇ τὸ νέφος τῆς ἀθυμίας· εἰπὲ κατὰ τὸν μακάριον ἐκεῖνον· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ἐννόησον ὅσοι μᾶλλον σοῦ εὐχαριστοῦντες, οὐδὲ ἔλαβον τὴν ἀρχὴν παῖδας, οὐδὲ πατέρες ἐκλήθησαν. Οὐδὲ γὰρ ἐγὼ, φησὶν, ἐβουλόμην· καὶ γὰρ βέλτιον ἦν μηδὲ πεῖραν σχεῖν, ἢ μετὰ τὸ γεύσασθαι τῆς ἡδονῆς ἐκπεσεῖν.

Μὴ, παρακαλῶ, μὴ λέγε ταῦτα, μὴ παροργίσῃς καὶ ταύτῃ τὸν Δεσπότην, ἀλλὰ ὑπὲρ μὲν ὧν ἔλαβες εὐχαρίστησον, ὑπὲρ δὲ ὧν οὐκ εἰς τέλος ἔχεις δόξαζε. Οὐκ εἶπεν ὁ Ἰὼβ, ὅτι βέλτιον ἦν μὴ λαβεῖν, τοῦτο ὃ σὺ λέγεις ἀγνωμόνως· ἀλλὰ καὶ ὑπὲρ ἐκείνων ηὐχαρίστει λέγων· Ὁ Κύριος ἔδωκε· καὶ ὑπὲρ τούτων ηὐλόγει, λέγων· Ὁ Κύριος ἀφείλετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Καὶ τὴν γυναῖκα οὕτως ἐπεστόμιζε δικαιολογούμενος πρὸς αὐτὴν, καὶ τὰ θαυμαστὰ ἐκεῖνα φθεγγόμενος ῥήματα· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Καίτοι γε μετὰ ταῦτα χαλεπώτερος γέγονεν ὁ πειρασμός· ἀλλ᾽ ἐκεῖνος οὐδὲ οὕτως ἐξελύετο, ἀλλ᾽ ὁμοίως ἔφερε γενναίως, καὶ ἐδόξαζε. Τοῦτο καὶ σὺ ποίει καὶ λογίζου πρὸς ἑαυτὸν, ὅτι οὐκ ἄνθρωπος ἔλαβεν, ἀλλ᾽ ὁ Θεὸς ὁ ποιήσας, ὁ μᾶλλον σοῦ κηδόμενος, καὶ τὸ συμφέρον εἰδὼς, οὐ πολέμιός τις οὐδὲ ἐπίβουλος.

Ὅρα πόσοι ζῶντες ἀβίωτον τὸν βίον τοῖς γονεῦσιν ἐποίησαν. Τοὺς δὲ γενναίους οὐχ ὁρᾷς, φησίν; Ὁρῶ καὶ τούτους, ἀλλὰ καὶ τούτων ἀσφαλέστερα τὰ κατὰ τὸν παῖδα τὸν σόν. Εἰ γὰρ καὶ εὐδοκιμοῦσιν, ἀλλ᾽ ἐν ἀδήλῳ τὰ τοῦ τέλους αὐτῶν· ὑπὲρ δὲ ἐκείνου λοιπὸν οὐ δέδοικας οὐδὲ τρέμεις, μή τι πάθῃ, ἢ μεταβολήν τινα δέξηται. Ταῦτα καὶ ἐπὶ γυναικὸς λογίζου καλῆς καὶ οἰκουροῦ, καὶ ὑπὲρ πάντων εὐχαρίστει τῷ Θεῷ· κἂν ἀπολέσῃς γυναῖκα, δόξαζε· ἴσως σε εἰς ἐγκράτειαν ἀναγαγεῖν βούλεται ὁ Θεὸς, καὶ ἐπὶ μείζονα καλεῖ σκάμματα, ἐλευθερῶσαί σε τοῦ δεσμοῦ ἠθέλησεν.

Εἰπὲ δή μοι, εἰ καθημένων ἡμῶν ἔπεμψεν ὁ βασιλεύς τινα καλῶν εἰς τὰ βασίλεια, κλαίειν ἔδει καὶ θρηνεῖν, εἰπέ μοι; Ἄγγελοι πάρεισιν ἐξ οὐρανῶν ἀπεσταλμένοι, κἀκεῖθεν ἤκοντες, παρ᾽ αὐτοῦ πεμφθέντες τοῦ βασιλέως τὸν σύνδουλον καλέσαι τὸν αὐτῶν, καὶ σὺ κλαίεις, εἰπέ μοι; οὐκ οἶδας οἷον μυστήριόν ἐστι τὸ γινόμενον; πῶς φρικτὸν καὶ φοβερὸν καὶ ὕμνων ἄξιον ὄντως καὶ αἴνων; Βούλει μαθεῖν, ἵνα εἰδῇς ὅτι οὐχὶ δακρύων ὁ καιρός; τῆς γὰρ τοῦ Θεοῦ σοφίας μέγιστόν ἐστι μυστήριον. Ὥσπερ τινὰ οἰκίαν ἀφιεῖσα πρόεισιν ἡ ψυχὴ πρὸς τὸν ἑαυτῆς ἐπειγομένη Δεσπότην· σὺ δὲ πενθεῖς; Οὐκοῦν καὶ τικτομένου τοῦ παιδίου τοῦτο ποιεῖν ἐχρῆν· καὶ γὰρ τοῦτο τόκος ἐστὶν ἐκείνου πολλῷ βελτίων· πρόεισι γὰρ ἐφ᾽ ἕτερον φῶς, ἀπολύεται ὥσπερ ἀπὸ δεσμωτηρίου τινὸς, ὡς ἀπὸ ἀγῶνος ἔξεισι. Ναὶ, φησίν· ἐπὶ μὲν τῶν εὐδοκίμων καλῶς ταῦτα λέγεις. Τί οὖν πρὸς σὲ, ἄνθρωπε, ὅτι οὐδὲ ἐπὶ εὐδοκίμων τοῦτο ποιεῖς; Εἰπὲ γάρ μοι, τί τοῦ παιδίου καταγνῶναι ἔχοις ἂν τοῦ μικροῦ; τίνος ἕνεκεν πενθεῖς αὐτό; τί τοῦ νεοφωτίστου; καὶ γὰρ καὶ ἐκεῖνος εἰς τὸ αὐτὸ περιέστη. Τίνος ἕνεκεν πενθεῖς, εἰπέ μοι; Καθάπερ γὰρ ἥλιος καθαρὸς ἄνεισιν, οὕτω καὶ ψυχὴ σῶμα ἀπολείπουσα μετὰ καθαροῦ συνειδότος λάμπει φαιδρόν. Οὐχ οὕτω βασιλέα ἐπιβαίνοντα πόλεως μετὰ τοσαύτης σιγῆς ἔστιν ἰδεῖν, ὡς ψυχὴν ἀφεῖσαν σῶμα, καὶ μετ᾽ ἀγγέλων ἀπιοῦσαν.

Ἐννόησον τίς ἐστιν ἡ ψυχὴ, ἐν οἵᾳ τότε ἐκπλήξει γίνεται, ἐν οἵῳ θαύματι, ἐν οἵᾳ ἡδονῇ. Τί πενθεῖς, εἰπέ μοι; Ἀλλ᾽ ἐπὶ ἁμαρτωλῶν τοῦτο μόνον ποιεῖς; Εἴθε τοῦτο ἦν, καὶ οὐκ ἂν ἐκώλυσα τὰ πένθη· εἴθε τοιοῦτος ὁ σκοπὸς ἦν· οὗτος ὁ θρῆνος ἀποστολικὸς, οὗτος ὁ θρῆνος δεσποτικός· ἔκλαυσε γὰρ καὶ Ἰησοῦς τὴν Ἱερουσαλήμ. Ἐβουλόμην τούτῳ διῃρῆσθαι τῷ νόμῳ τὰ πένθη· ὅταν δὲ ἀνακαλουμένου ῥήματα λέγῃς, καὶ συνήθειαν, καὶ προστασίαν, οὐχὶ διὰ τοῦτο πενθεῖς, ἀλλὰ σκέπτῃ. Πένθησον, στέναξον τὸν ἁμαρτωλόν· καὶ ἐγὼ κατάξω δάκρυα, καὶ ἐγὼ σοῦ μᾶλλον, ὅσῳ καὶ μείζονι τιμωρίᾳ ὑπεύθυνος ὁ τοιοῦτος· ἐγὼ θρηνήσω μετὰ τοιούτου σκοποῦ. Οὐ σὲ δὲ μόνον τὸν τοιοῦτον δεῖ θρηνεῖν, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν καὶ τοὺς ἀπαντῶντας, καθάπερ τοὺς ἐπὶ θάνατον ἀπαγομένους.

Ὄντως γὰρ θάνατος οὗτός ἐστι πονηρὸς, ὁ τῶν ἁμαρτωλῶν. Ἀλλὰ τὰ ἄνω κάτω γεγένηται. Οὗτος ὁ θρῆνος καὶ φιλοσοφίας ἐστὶ, καὶ διδασκαλίαν ἔχει πολλὴν, ἐκεῖνος δὲ μικροψυχίαν. Εἰ ἐθρηνοῦμεν τὸν θρῆνον τοῦτον ἅπαντες, ζῶντας ἂν αὐτοὺς διωρθώσαμεν.

Ὥσπερ γὰρ, εἰ κύριος ἦς φάρμακα ἐπενεγκεῖν κωλύοντα τὸν θάνατον ἐκεῖνον τὸν σωματικὸν, ἐποίησας ἄν· οὕτω καὶ νῦν, εἰ τοῦτον ἐθρήνεις τὸν θάνατον, ἐκώλυσας ἂν καὶ ἐπὶ σοῦ καὶ ἐπ᾽ ἐκείνου τοῦτο γενέσθαι. Νῦν δὲ αἴνιγμά ἐστι τὸ γινόμενον, κυρίους μὲν ὄντας μὴ συγχωρῆσαι τοῦτο ἐπελθεῖν, ἀφεῖναι γενέσθαι, γενόμενον δὲ πενθεῖν. Ὄντως θρήνων ἄξιοι, ὅταν παραστῶσι τῷ βήματι τοῦ Χριστοῦ, οἷα ἀκούσονται ῥήματα; οἷα πείσονται πράγματα; Εἰκῆ ἔζησαν οὗτοι· μᾶλλον δὲ οὐκ εἰκῆ, ἀλλὰ καὶ ἐπὶ κακῷ. Καὶ ἐπὶ τούτων εὔκαιρον εἰπεῖν· συμφέρον ἦν αὐτοῖς, εἰ οὐκ ἐγεννήθησαν. Τί γὰρ ὄφελος, εἰπέ μοι, τοσοῦτον ἀναλῶσαι χρόνον ἐπὶ καλῷ τῆς ἑαυτῶν κεφαλῆς; εἰ γὰρ εἰκῆ μόνον ἀνήλωτο, οὐκ ἂν ἤρκεσεν ἡ ζημία; Εἰπέ μοι, εἴ τις μισθωτὸς γενόμενος εἴκοσιν ἔτη κατακόπτοιτο εἰκῆ, οὐ κλαύσεται καὶ θρηνήσει, καὶ δόξει πάντων ἐλεεινότερος εἶναι; Οὗτος πᾶσαν τὴν ζωὴν εἰκῆ κατεκόπη, οὐδεμίαν ἡμέραν ἔζησεν ἑαυτῷ, ἀλλὰ τῇ τρυφῇ, τῇ ἀσελγείᾳ, τῇ πλεονεξίᾳ, τῇ ἁμαρτίᾳ, τῷ διαβόλῳ· τοῦτον οὖν οὐ θρηνήσομεν, εἰπέ μοι; οὐ πειρασόμεθα τῶν κινδύνων ἐξαρπάσαι; Ἔστι γὰρ, ἔστιν, ἐὰν μόνον θέλωμεν, ἥμερον αὐτῷ γενέσθαι τὴν κόλασιν. Εὐχὰς ὑπὲρ αὐτοῦ ποιῶμεν συνεχεῖς, ἐλεημοσύνην διδῶμεν, κἂν ἐκεῖνος ἀνάξιος ᾖ, ἡμᾶς ὁ Θεὸς δυσωπηθήσεται. Εἰ γὰρ Παῦλος ἕτερον ἠλέησε, καὶ δι᾽ ἄλλους ἄλλου ἐφείσατο, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο δεῖ ποιεῖν.

Ἐκ τῶν ἐκείνου χρημάτων, ἐκ τῶν σῶν, ὅθεν ἂν θέλῃς, βοήθησον, ἐπίσταξον ἔλαιον, μᾶλλον δὲ ὕδωρ. Οὐκ ἔχει ἐλεημοσύνας οἰκείας ἐπιδείξασθαι; κἂν συγγενικάς. Οὐκ ἔχει τὰς ὑπ᾽ αὐτοῦ γεγενημένας; κἂν τὰς ὑπὲρ αὐτοῦ, ἵνα μετὰ παῤῥησίας αὐτὸν ἐξαιτῆται τότε ἡ γυνὴ, λύτρον ὑπὲρ αὐτοῦ καταθεμένη.

Ὅσῳ πλειόνων γέγονεν ἁμαρτημάτων ὑπεύθυνος, τοσούτῳ μείζονος αὐτῷ δεῖ τῆς ἐλεημοσύνης· οὐ διὰ τοῦτο μόνον, ἀλλ᾽ ὅτι οὐδὲ ἴσην ἔχει τὴν ἰσχὺν νῦν, ἀλλ᾽ ἐλάττω πολλῷ. Οὐ γάρ ἐστιν ἴσον αὐτόν τινα ποιῆσαι, καὶ ἕτερον ὑπὲρ αὐτοῦ. Ὡς οὖν ἐλάττονος οὔσης, οὕτω καὶ τῷ πλήθει μεγίστην ποιῶμεν αὐτήν.

Μὴ περὶ σήματα, μὴ περὶ ἐντάφια ἀσχολώμεθα· τοῦτο ἐντάφιον μέγιστον· περίστησον χήρας, εἰπὲ τοὔνομα, πάσας κέλευσον ὑπὲρ αὐτοῦ ποιεῖσθαι τὰς δεήσεις καὶ τὰς ἱκετηρίας· δυσωπήσει τοῦτο τὸν Θεόν. Εἰ καὶ μὴ ὑπ᾽ αὐτοῦ γεγένηται, ἀλλὰ δι᾽ αὐτὸν ἕτερος γίνεται αἴτιος τῆς ἐλεημοσύνης· καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐστί. Χῆραι περιεστῶσαι καὶ δακρύουσαι, οὐχὶ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος ἴσασιν ἐξαρπάσαι θανάτου. Πολλοὶ καὶ τῶν ὑφ᾽ ἑτέρων δι᾽ αὐτοὺς γεγενημένων ἐλεημοσυνῶν ἀπώναντο· εἰ γὰρ καὶ μὴ τέλεον, ἀλλ᾽ ὅμως παραμυθίαν εὗρόν τινα. Εἰ μὴ τοῦτό ἐστι, πῶς τὰ παιδία σώζεται; καίτοι γε ἐκεῖ οὐδὲν αὐτὰ εἰσφέρει, ἀλλ᾽ οἱ γονεῖς τὸ πᾶν. Καὶ γυναιξὶν εὐχαρίσθη παιδία πολλάκις, οὐδὲν αὐτὰ εἰσενεγκόντα. Πολλὰς ἡμῖν ὁ Θεὸς τοῦ σώζεσθαι δίδωσιν ὁδοὺς, μόνον μὴ ἀμελῶμεν. Τί οὖν, ἂν πένης ᾖ, φησί; Πάλιν ἐρῶ, τὸ πολὺ τῆς ἐλεημοσύνης οὐκ ἐν τῷ διδομένῳ κρίνεται μόνον, ἀλλὰ καὶ ἐν τῇ προαιρέσει· μόνον μὴ δῷς ἐλάττω τῆς δυνάμεως, καὶ τὸ πᾶν ἐξέτισας. Τί οὖν, φησὶν, ἂν ἕρημος ᾖ καὶ ξένος, καὶ μηδένα ἔχῃ; Διὰ τί γὰρ μηδένα ἔχει, εἰπέ μοι; τούτῳ αὐτῷ δίδως δίκην, ὅτι μηδένα ἔχεις σαυτῷ φίλον οὕτως ἐνάρετον.

Τοῦτο οὖν γίνεται, ἵνα, κἂν αὐτοὶ μὴ ὦμεν ἐνάρετοι, σπουδάζωμεν ἑταίρους καὶ φίλους ἐναρέτους ἔχειν, καὶ γυναῖκα, καὶ υἱὸν, καὶ φίλον, ὡς καρπούμενοί τι καὶ δι᾽ αὐτῶν, μικρὸν μὲν, καρπούμενοι δὲ ὅμως. Ἂν σπουδάσῃς μὴ πλουτοῦσαν, ἀλλ᾽ εὐλαβῆ γυναῖκα ἀγαγέσθαι, ταύτης ἀπολαύσῃ τῆς παραμυθίας· ἂν σπουδάσῃς μὴ πλουτοῦντα υἱὸν καταλιπεῖν, ἀλλ᾽ εὐλαβῆ, καὶ θυγάτριον σεμνὸν, καὶ ταύτης ἀπολαύσῃ τῆς παραμυθίας. Ἂν ταῦτα σπουδάσῃς, καὶ αὐτὸς ἔσῃ τοιοῦτος. Καὶ τοῦτο μέρος ἀρετῆς, τοιούτους αἱρεῖσθαι καὶ φίλους καὶ γυναῖκα καὶ παιδία. Οὐκ εἰκῆ προσφοραὶ ὑπὲρ τῶν ἀπελθόντων γίνονται, οὐκ εἰκῆ ἱκετηρίαι, οὐκ εἰκῆ ἐλεημοσύναι· ταῦτα πάντα τὸ Πνεῦμα διέταξε, δι᾽ ἀλλήλων ἡμᾶς ὠφελεῖσθαι βουλόμενον. Ὅρα· ὠφελεῖται ἐκεῖνος διὰ σοῦ, ὠφελῇ σὺ δι᾽ ἐκεῖνον.

Κατεφρόνησας χρημάτων προαχθεὶς ἐργάσασθαί τι γενναῖον; καὶ σὺ αὐτῷ τῆς σωτηρίας, καὶ αὐτός σοι τῆς ἐλεημοσύνης γέγονεν αἴτιος. Μὴ ἀμφίβαλλε, ὅτι καρπώσεταί τι χρηστόν· οὐχ ἁπλῶς ὁ διάκονος βοᾷ, ὑπὲρ τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελούντων. Οὐχ ὁ διάκονός ἐστιν ὁ ταύτην ἀφιεὶς τὴν φωνὴν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ χάρισμα λέγω. Τί λέγεις; ἐν χερσὶν ἡ θυσία, καὶ πάντα πρόκειται ηὐτρεπισμένα, πάρεισιν ἄγγελοι, ἀρχάγγελοι, πάρεστιν ὁ Υἱὸς τοῦ Θεοῦ, μετὰ τοσαύτης φρίκης ἑστήκασιν ἅπαντες, παρεστήκασιν ἐκεῖνοι βοῶντες πάντων σιγώντων, καὶ ἡγῇ ἁπλῶς γίνεσθαι τὰ λεγόμενα; Οὐκοῦν καὶ τὰ ἄλλα ἁπλῶς, καὶ τὰ ὑπὲρ τῆς Ἐκκλησίας, καὶ τὰ ὑπὲρ τῶν ἱερέων προσφερόμενα, καὶ τὰ ὑπὲρ τοῦ πληρώματος;

Μὴ γένοιτο, ἀλλὰ πάντα μετὰ πίστεως γίνεται. Τί οἴει τὸ ὑπὲρ μαρτύρων προσφέρεσθαι; τὸ κληθῆναι ἐν ἐκείνῃ τῇ ὥρᾳ; Κἂν μάρτυρες ὦσι, κἂν ὑπὲρ μαρτύρων, μεγάλη τιμὴ τὸ ὀνομασθῆναι, τοῦ Δεσπότου παρόντος, τῆς μνείας ἐπιτελουμένης ἐκείνης, τῆς φρικτῆς θυσίας, τῶν ἀφάτων μυστηρίων.

Καθάπερ γὰρ, καθημένου τοῦ βασιλέως, ὅσα ἄν τις βούληται, ἀνύει, ἐγερθέντος δὲ, ὅσα ἂν λέγῃ, εἰκῆ ἐρεῖ· οὕτω καὶ τότε, ἕως ἂν προκέηται τὰ τῶν μυστηρίων, πᾶσι τιμὴ μεγίστη, τὸ μνήμης ἀξιοῦσθαι. Ὅρα γάρ· καταγγέλλεται τότε τὸ μυστήριον τὸ φρικτὸν, ὅτι ὑπὲρ τῆς οἰκουμένης ἔδωκεν ἑαυτὸν ὁ Θεός· μετὰ τοῦ θαύματος ἐκείνου εὐκαίρως ὑπομιμνήσκει αὐτὸν τῶν ἡμαρτηκότων. Καθάπερ γὰρ ὅταν ἐπινίκια τῶν βασιλέων ἄγηται, τότε εὐφημοῦνται μὲν καὶ ὅσοι τῆς νίκης ἐκοινώνησαν, ἀφίενται δὲ καὶ ὅσοι ἐν δεσμοῖς εἰσι διὰ τὸν καιρόν· παρελθόντος δὲ τοῦ καιροῦ, ὁ μὴ τυχὼν, οὐκέτι τινὸς ἀπολαύει· οὕτω δὴ καὶ ἐνταῦθα· τῶν ἐπινικίων οὗτος ὁ καιρός.

Ὁσάκις γὰρ ἂν, φησὶν, ἐσθίητε τὸν ἄρτον τοῦτον, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Μηδὲ ἁπλῶς προσίωμεν, μηδὲ ὡς ἔτυχε ταῦτα γίνεσθαι νομίζωμεν. Ἄλλως δὲ, μαρτύρων μεμνήμεθα, καὶ τοῦτο εἰς πίστιν, ὅτι τέθνηκεν ὁ Κύριος· καὶ τοῦτο τοῦ τεθανατῶσθαι τὸν θάνατον σημεῖον, τοῦ νεκρὸν αὐτὸν γεγενῆσθαι. Ταῦτα εἰδότες, ἐπινοῶμεν ὅσας δυνάμεθα παραμυθίας τοῖς ἀπελθοῦσιν, ἀντὶ δακρύων, ἀντὶ θρήνων, ἀντὶ μνημείων τὰς ἐλεημοσύνας, τὰς εὐχὰς, τὰς προσφοράς· ἵνα κἀκεῖνοι καὶ ἡμεῖς τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.