Καὶ ἵνα τοῦτο σαφέστερον ἴδῃς, ποιήσωμεν, εἰ δοκεῖ, δύο πόλεις, τὴν μὲν πλουσίων μόνων, τὴν δὲ πενήτων· καὶ μήτε ἐν τῇ τῶν πλουτούντων ἔστω τις πένης, μήτε ἐν τῇ τῶν πενήτων ἔστω τις πλούσιος ἀνήρ· καὶ ἴδωμεν ποία μᾶλλον ἀρκέσαι ἑαυτῇ δυνήσεται. Οὐκοῦν ἐν μὲν ἐκείνῃ, τῇ τῶν εὐπόρων, οὐδεὶς ἔσται δημιουργὸς, οὐκ οἰκοδόμος, οὐ τέκτων, οὐχ ὑποδηματοῤῥάφος, οὐκ ἀρτοποιὸς, οὐ γεωργὸς, οὐ χαλκοτύπος, οὐ σχοινοστρόφος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Τίς γὰρ ἂν ἕλοιτο τῶν πλουτούντων ταῦτα μετιέναι ποτὲ, ὅπου γε καὶ αὐτοὶ οἱ ταῦτα μεταχειρίζοντες, ὅταν εὐπορήσωσιν, οὐκ ἀνέχονται τῆς ἀπὸ τῶν ἔργων τούτων ταλαιπωρίας; Πῶς οὖν ἡ πόλις στήσεται ἡμῖν αὕτη; Δόντες, φησὶν, ἀργύριον οἱ πλουτοῦντες, ταῦτα ὠνήσονται παρὰ τῶν πενήτων. Πῶς δὲ οἰκίας οἰκοδομήσονται, ἢ καὶ τοῦτο ὠνήσονται; Ἀλλ᾽ οὐκ ἂν ἔχοι τοῦτο φύσιν. Οὐκοῦν ἀνάγκη τοὺς τεχνίτας ἐκεῖ καλεῖν, καὶ διαφθείρειν τὸν νόμον ὃν ἐθήκαμεν ἐξ ἀρχῆς, τὴν πόλιν οἰκίζοντες. Ἴδωμεν οὖν καὶ τὴν τῶν πενήτων πόλιν, εἰ καὶ αὕτη ὁμοίως ἐνδεῶς διακείσεται τῶν πλουτούντων ἐστερημένη· πρότερον διακαθάραντες τῷ λόγῳ τὸν πλοῦτον, οἷον χρυσὸν, ἄργυρον, λίθους τιμίους, καὶ ἱμάτια σηρικὰ καὶ ἁλουργὰ καὶ διάχρυσα, καὶ τοῦτο ἐκεῖθεν ἀπελάσαντες. Τί οὖν; παρὰ τοῦτο ἐνδεῶς σχήσει τὰ τῆς πόλεως ταύτης, εἰπέ μοι; Οὐδαμῶς.