Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐκλογαὶ ἐκ διαφόρων ὁμιλιῶν

Ἰωάννης ὁ Χρυσόστομος

Λόγοι ΙΣΤ'-ΙΗ': Περί αλαζονείας, φθόνου, μίσους και έχθρας

Η πνευματική φθορά που προκαλούν η κενοδοξία και ο φθόνος, και η ύψιστη αξία της ανεξικακίας και της συγχώρησης των εχθρών με πρότυπο τον Δαβίδ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 18

ΛΟΓΟΣ Ιϛʹ. Περὶ ἀλαζονείας καὶ κενοδοξίας. Βουλόμενος τὸν πεφυσιωμένον ἄνθρωπον καταστεῖλαι, μὴ μακροὺς κίνει λόγους, ἀλλ᾽ ἀναμίμνησκε αὐτὸν τῆς φύσεως μόνον, καὶ ἐπιτίμα σφοδρῶς, οὑτωσὶ λέγων· Τί ὑπερηφανεύεται γῆ καὶ σποδός;

Εἰ δὲ μετὰ τὸν θάνατον εἶναι ταῦτα λέγει, κατάστειλον αὐτὸν ζῶντα, καὶ δίδαξον ὅτι γῆ καὶ σποδός ἐστι· νῦν γὰρ οὐκ οἶδεν ὅτι ταῦτά ἐστιν. Ὁρᾷ τὴν εὐπρέπειαν τοῦ σώματος, ὁρᾷ τὴν δυναστείαν, τὴν θεραπείαν τῶν κολάκων, τοὺς παρασίτους ἀκολουθοῦντας· ἱμάτια περίκειται πολυτελῆ, ὄγκον ἀρχῆς περιβέβληται μέγαν· ἡ φαντασία αὐτὸν ἀπατᾷ, καὶ ἐπιλανθάνεσθαι ποιεῖ τῆς φύσεως· αὐτὴν ἀναμένει μόνην τὴν ἀπὸ τοῦ τέλους ἀπόδειξιν· οὐκ ἔρχεται πρὸς τὰς σοροὺς καὶ τὰς θήκας τῶν προγόνων· πρὸς τὰ παρόντα βλέπει μόνον, καὶ οὐδὲν τῶν μελλόντων ἐννοεῖ.

Δίδαξον τοίνυν αὐτὸν ἐντεῦθεν ἤδη, ὅτι γῆ καὶ σποδός ἐστιν, ἵνα ζῶν λάβῃ τὸ φάρμακον. Εἰπὼν γὰρ, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ἐπήγαγεν, Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ· ἐνδόσθια ἔγκατα λέγων, τὴν γαστέρα τὴν γέμουσαν σκυβάλων καὶ πολλῆς ἀκαθαρσίας καὶ δυσωδίας. Ἴδε τὸ εὐτελὲς καὶ ἐπίκηρον τῆς οὐσίας.

Μὴ ἀναμείνῃς σου τὴν ἡμέραν τῆς τελευτῆς, ἵνα μάθῃς σου τὴν ἀσθένειαν· ἔτι μοι ζῶντα τὸν ἄνθρωπον διερεύνησον, καὶ εἰς τὰ ἔγκατα αὐτοῦ διάβηθι τῷ λόγῳ, καὶ πᾶσαν ἡμῶν τὴν οὐθένειαν ὄψει. Ἀλλὰ μὴ καταπέσῃς· οὐδὲ γὰρ μισῶν ἡμᾶς, ἀλλὰ φειδόμενος οὕτως ἐποίησεν ὁ Θεὸς, προφάσεις ἡμῖν ταπεινοφροσύνης παρέχων μεγάλας. Εἰ γὰρ ἄνθρωπος γῆ ὢν καὶ σποδὸς ἐτόλμησεν εἰπεῖν, ὅτι Εἰς τὸν οὐρανὸν ἀναβήσομαι· εἰ μὴ τὸν τῆς φύσεως χαλινὸν εἶχε, ποῦ οὐκ ἂν ἐξέπεσε τῇ διανοίᾳ; Ὅταν οὖν ἴδῃς τινὰ πεφυσιωμένον, τὸν αὐχένα ἀνατείνοντα, τὰς ὀφρῦς ἀνασπῶντα, ἐπὶ ὀχήματος φερόμενον, ἀπειλοῦντα, εἰς δεσμωτήριον ἐμβάλλοντα, ἐπηρεάζοντα, θανάτῳ παραδιδόντα, εἰπὲ πρὸς αὐτὸν, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ. Ταῦτα οὐ περὶ ἀνθρώπου μόνον ἰδιώτου εἴρηται, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ. Μὴ γὰρ τὴν ἁλουργίδα ἴδῃς, μηδὲ τὸ διάδημα, μηδὲ τὰ ἱμάτια τὰ χρυσᾶ· ἀλλ᾽ αὐτὴν τὴν φύσιν ἐρεύνησον, καὶ τούτων ὄψει τὴν γῆν τὴν οὖσαν ὑπόθεσιν. Πᾶσα γὰρ δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Τίνος ἕνεκα μέγα φρονεῖς, ἄνθρωπε, καὶ διὰ τί; κατάβηθι ἀπὸ τοῦ φυσήματος τοῦ κενοῦ, διάσκεψαι τῆς φύσεως τὸ εὐτελές· γῆ καὶ σποδὸς εἶ, τέφρα καὶ κόνις, καπνὸς καὶ σκιὰ, χόρτος καὶ ἄνθος χόρτου. Τοιαύτῃ δὲ φύσει συζῶν μέγα φρονεῖς, εἰπέ μοι;

καὶ τί τούτου γένοιτ᾽ ἂν καταγελαστότερον; Ἀλλὰ πολλῶν ἄρχεις ἀνθρώπων; καὶ τί τούτου τὸ ὄφελος, ὅταν ἀνθρώπων μὲν ἄρχῃς, τῶν δὲ παθῶν αἰχμάλωτος ᾖς καὶ δοῦλος; ὥσπερ ἂν εἴ τις οἴκοι μὲν ὑπὸ τῶν οἰκετῶν τύπτοιτο καὶ τραύματα λαμβάνοι, ἔξω δὲ εἰς τὴν ἀγορὰν ἐμβαλὼν μέγα φρονῇ ἐπὶ τῇ τῶν ἄλλων ἀρχῇ. Πάντων παθῶν δοῦλος εἶ, καὶ μέγα φρονεῖς ὅτι τῶν ὁμοφύλων ἄρχεις; Εἴθε ἐκείνων ἦρχες, καὶ τούτων ἦς ἰσότιμος.

Εἰ γὰρ ἐπὶ τοῖς ὄντως καλοῖς ὁ ἀλαζονευόμενος κατηγορίας ἄξιος, καὶ πάντων ἐκείνων τὸν μισθὸν ἀπόλλυσιν· ὁ ἐν τοῖς μηδὲν οὖσιν ἐπαιρόμενος, καὶ διὰ τὴν παροῦσαν δόξαν φυσῶν ἑαυτὸν, πῶς οὐκ ἂν εἴη πάντων καταγελαστότερος; Ἄθλιε καὶ ταλαίπωρε, τῆς ψυχῆς σου διαφθειρομένης χαλεπωτάτῃ νόσῳ, καὶ τὴν ἐσχάτην πενόμενος πενίαν, μέγα φρονεῖς, ὅτι χρυσοῦ τάλαντα ἔχεις τόσα καὶ τόσα; ὅτι πλῆθος ἀνδραπόδων; Ἀλλὰ ταῦτα οὐ σά· καὶ εἰ μὴ πείθῃ τοῖς ἐμοῖς ῥήμασιν, ἀπὸ τῆς πείρας τῶν προλαβόντων μάνθανε. Ἐὰν δὲ οὕτω μεθύῃς, ὡς μήτε ἐκ τῶν ἑτέροις συμβαινόντων ταῦτα παιδεύεσθαι, μικρὸν ἀνάμεινον, καὶ εἴσῃ διὰ τῶν εἰς σὲ, ὅτι σοι τούτων ὄφελος οὐδὲν, ὅτι ψυχοῤῥαγῶν καὶ οὐδεμιᾶς ὥρας οὐδὲ ῥοπῆς βραχείας κύριος ὢν, ἄκων, εἰς τοὺς παρόντας αὐτὰ παραπέμπεις, καὶ τούτους πολλάκις, οἷς οὐκ ἐθέλεις, ἀλλὰ μετὰ βίας παραχωρῶν, οἷς οὐδὲ καθορᾷν αὐτὰ ἐβούλου τὸ πρότερον. Ἡ γὰρ τῶν ἀνθρωπίνων πραγμάτων ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν, ἀλλ᾽ ἢ τέφρα καὶ κόνις καὶ καπνὸς καὶ σκιὰ καὶ τὸ ἔτι τούτων οὐδαμινώτερον. Τί γὰρ, εἰπέ μοι, μέγα νομίζεις; ποῖον ἡγῇ μέγα ἀξίωμα εἶναι; τὸ τοῦ ὑπάτου; οὐδὲν γὰρ τούτου τοῦ ἀξιώματος μεῖζον εἶναι νομίζουσιν οἱ πολλοί.

Τοῦ ἐν τοσαύτῃ τοίνυν λαμπρότητι γεγενημένου, τοῦ μεγάλως θαυμασθέντος, ὁ μὴ ὕπατος ἔλαττον ἔχει οὐδέν· ἐν τῷ αὐτῷ κἀκεῖνος καὶ οὗτός ἐστιν ἀξιώματι· ὁμοίως γὰρ ἑκάτεροι μετ᾽ ὀλίγον οὐκ εἰσί. Πότε ἐγένετο, πόσον χρόνον, εἰπέ μοι; ἡμερῶν δύο; τοῦτο καὶ ἐν ὀνείροις γίνεται. Ἀλλ᾽ ὄναρ, φησὶν, ἐστί. Καὶ τί τοῦτο; τὰ γὰρ ἐν ἡμέρᾳ οὐκ ὄναρ, εἰπέ μοι; διὰ τί μὴ ταῦτα μᾶλλον λέγομεν ὄναρ; Ὥσπερ γὰρ τὰ ὀνείρατα τῆς ἡμέρας καταλαβούσης ἐλέγχεται οὐδὲν ὄντα, οὕτω τῆς νυκτὸς καταλαμβανούσης καὶ ταῦτα οὐδὲν ὄντα ἐλέγχεται· καὶ ὥσπερ ἐν ἡμέρᾳ τοῖς ἐν νυκτὶ γενομένοις οὐ γάννυταί τις, οὕτως οὐδὲ ἐν νυκτὶ τῶν μεθ᾽ ἡμέραν ἀπολαῦσαι δυνατόν. Γέγονας ὕπατος; κἀγὼ ἐν νυκτί. Ἀλλ᾽ ἐγὼ ἐν ἡμέρᾳ, καὶ σὺ ἐν νυκτί. Καὶ τί τοῦτο; οὐδὲ οὕτω μου πλέον τι ἔχεις, εἰ μὴ ἄρα τὸ λέγεσθαι, Ὁ δεῖνα ὕπατος, τέως, καὶ τὸ τὴν ἀπὸ τῶν ῥημάτων ἡδονὴν ἔχειν, πλέον ἔχειν ποιεῖ. [Πῶς ποιεῖ;] Ἐὰν εἴπω, Ὁ δεῖνα ὕπατός ἐστι, καὶ χαρίσωμαι τῷ ῥήματι, οὐχ ἅμα ἐλέχθη καὶ ἀπῆλθεν; Οὕτω καὶ τὰ πράγματά ἐστιν· ἅμα ἐφάνη ὕπατος, καὶ οὐκ ἔστι.

Θῶμεν δὲ καὶ ἐνιαυτὸν καὶ τρεῖς καὶ τέσσαρας· ποῦ εἰσιν οἱ δέκα ἔτη ὕπατοι γενόμενοι; οὐδαμοῦ. Ἀλλ᾽ ὁ Παῦλος οὐχ οὕτως· ἦν μὲν γὰρ καὶ ζῶν διαπαντὸς λαμπρὸς, οὐ μίαν ἡμέραν, οὐδὲ δύο, οὐδὲ δέκα καὶ εἴκοσιν, οὐδὲ ἐνιαυτοὺς δέκα καὶ εἴκοσιν, ἀλλὰ καὶ ἐτελεύτησε, καὶ τετρακοσιοστὸν λοιπὸν ἔτος παρελήλυθε, καὶ ἔτι καὶ νῦν ἐστι λαμπρὸς, καὶ πολλῷ λαμπρότερος ἢ ὅτε ἔζη. Καὶ ταῦτα μὲν ἐν τῇ γῇ· τὴν δὲ ἐν τοῖς οὐρανοῖς λαμπρότητα τίς ἂν καὶ παραστήσειε λόγος; Καὶ καθάπερ ἔστιν ἰδεῖν τὰ τῆς θαλάττης κύματα, νῦν μὲν εἰς ὕψος ἄφατον αἰρόμενα, ἀθρόον δὲ πάλιν ταπεινούμενα· τὸν αὐτὸν δὴ τρόπον καὶ τοὺς τὴν ἀλαζονείαν μετιόντας ὁρῶμεν, νῦν μὲν μέγα φρονοῦντας, καὶ τὰς ὀφρῦς ἀνασπῶντας, καὶ περὶ τὰ τοῦ παρόντος βίου πράγματα ἐπτοημένους· ἀθρόον δὲ ταπεινουμένους, καὶ εἰς ἐσχάτην ἐλαύνοντας πενίαν. Τούτους καὶ ὁ μακάριος Δαυῒδ αἰνιττόμενος ἔλεγε· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ.

Καλῶς εἶπε, Μὴ φοβοῦ. Μή σε θορυβείτω, φησὶν, ἡ τοῦ πλούτου περιουσία, καὶ ἡ τῆς δόξης περιφάνεια· ὄψει γὰρ μετ᾽ οὐ πολὺ χαμαὶ κείμενον, ἀνενέργητον, νεκρὸν, ἐῤῥιμμένον, σκωλήκων γενόμενον τροφὴν, γυμνὸν τούτων ἁπάντων καθιστάμενον, καὶ οὐδὲν ὅλως μεθ᾽ ἑαυτοῦ ἀπενεγκεῖν δυνηθέντα (οὐδὲ γὰρ συναποδημοῦσι τοῖς ἐντεῦθεν μεθισταμένοις), ἀλλ᾽ ἐνταῦθα ἅπαντα καταλιπόντα, καὶ μόνην τὴν κακίαν περιβεβλημένον, καὶ τὰ ἐκ ταύτης αὐτῷ τῶν ἁμαρτημάτων συλλεγέντα φορτία. Εἰκότως ἄρα εἴρηται παρὰ τῶν παλαιῶν κενοδοξία· διάκενος γάρ ἐστιν ἔνδον, οὐδὲν ἔχουσά τι χρήσιμον· ἀλλ᾽ ὥσπερ τὰ προσωπεῖα δοκεῖ μὲν εἶναι λαμπρὰ καὶ ἐπέραστα, κενὰ δὲ ἔνδοθέν ἐστι, διὸ καὶ τῶν σωματικῶν ὄψεων εὐπρεπέστερα ὄντα, οὐδένα οὐδέποτε πρὸς τὸν ἔρωτα ἰδεῖν ἔπεισε τὸν ἑαυτῶν· οὕτω, μᾶλλον δὲ ἀθλιώτερον, καὶ ἡ παρὰ τῶν πολλῶν δόξα. Οὐδὲν γὰρ οὕτω τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀλλοτριοῖ, καὶ τῷ τῆς γεέννης παραδίδωσι πυρὶ, ὡς ἡ τῆς ὑπερηφανίας τυραννίς. Ταύτης γὰρ ἡμῖν παρούσης, κἂν σωφροσύνην, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν εὐχὰς, κἂν ἐλεημοσύνην, κἂν ὁτιοῦν ἐπιτελῶμεν, ἅπας ἡμῶν ὁ βίος ἀκάθαρτος γίνεται· Ἀκάθαρτος γὰρ, φησὶν, παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος.

Τοσοῦτόν ἐστιν ἡ κενοδοξία κακὸν, ὅτι οὐ μόνον πρὸς κακίαν ὠθεῖ τοὺς ἁλόντας, ἀλλὰ καὶ ταῖς ἀρεταῖς παρυφέστηκε· καὶ ὅταν ἡμᾶς ἐκεῖθεν ἐκβαλεῖν μὴ δυνηθῇ, ἐν αὐτῇ τῇ ἀρετῇ πολλὴν τὴν ζημίαν ἐργάζεται, τοὺς μὲν πόνους ὑποστῆναι ἀναγκάζουσα, τῶν δὲ καρπῶν ἀποστεροῦσα.

Οὐ γὰρ ἔστιν ἀμφοτέρων ἐφιέμενον, ἀμφοτέρων τυχεῖν· τυχεῖν μὲν γὰρ ἔστιν ἀμφοτέρων, ὅταν μὴ ἀμφοτέρων, ἀλλὰ τῆς μιᾶς ἐπιθυμῶμεν, τῆς ἐκ τῶν οὐρανῶν· ἀμφοτέρων δὲ ἐρῶντα οὐκ ἔστιν ἀμφοτέρων τυχεῖν. Ὁ γὰρ διὰ τὸ θηρᾶσθαι τὴν παρὰ τῶν ἀνθρώπων δόξαν ἐργαζόμενός τι τῶν ἀγαθῶν, κἄν τε ταύτης ἀπολαῦσαι δυνηθῇ, κἄν τε μὴ, ἀρκοῦσαν ἐνταῦθα εἴληφε τὴν ἀμοιβὴν, καὶ οὐδεμίαν λήψεται ἐκεῖ ὑπὲρ τούτου τὴν ἀντίδοσιν. Διὰ τί; Ἐπειδὴ προλαβὼν ἑαυτὸν ἀπεστέρησε τῆς παρὰ τοῦ κριτοῦ φιλοτιμίας, προτιμήσας τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τῆς ψήφου τοῦ δικαίου κριτοῦ. Ὁ δὲ δι᾽ αὐτὸ τοῦτο μόνον ἐργαζόμενός τι τῶν πνευματικῶν, ὥστε μόνῳ ἐκείνῳ ἀρέσαι τῷ ἀκοιμήτῳ ὀφθαλμῷ, καὶ ὁ θησαυρὸς αὐτῷ ἀνάλωτος μένει, καὶ τὰ τῆς ἀρετῆς ἀκέραια, καὶ ἡ χρηστὴ προσδοκία ἐντεῦθεν ἤδη πολλὴν αὐτῷ παρέχει τὴν παραμυθίαν· καὶ μετὰ τοῦ ἐν ἀσύλῳ ταμιείῳ ἐκείνην αὐτῷ διαφυλάττεσθαι τὴν ἀμοιβὴν καὶ ἡ παρὰ τῶν ἀνθρώπων ἀκολουθήσει δόξα. Τότε γὰρ αὐτῆς μᾶλλον μετὰ δαψιλείας ἀπολαύομεν, ὅταν αὐτῆς ὑπερορῶμεν, ὅταν αὐτὴν μὴ ζητῶμεν, ὅταν αὐτὴν μὴ διώκωμεν.

Καὶ γὰρ ἐν ταῖς ἱπποδρομίαις οἱ τοὺς ἵππους ἐλαύνοντες, παντὸς τοῦ δήμου κροτοῦντος, καὶ μυρίας εὐφημίας καταχέοντος, οὐκ ἐπιστρέφονται, οὔτε ἡδονήν τινα ἐκ τῆς ἐκείνων εὐφημίας καρποῦνται, ἀλλὰ πρὸς ἕνα μόνον ὁρῶσι, τὸν βασιλέα τὸν ἐν μέσῳ καθήμενον, καὶ τῷ νεύματι ἐκείνου προσέχοντες παντὸς ὑπερορῶσι τοῦ πλήθους, καὶ τότε μέγα φρονοῦσιν, ἐπειδὰν ἐκεῖνος αὐτοὺς στεφανώσας δοξάσῃ. Τί οὖν γένοιτ᾽ ἂν ἐκείνων ἀθλιώτερον, τῶν πρὸς ἐπίδειξιν ἀνθρώπων τὴν ἀρετὴν μετιόντων, καὶ ταῖς νηστείαις ἀφανιζόντων τὰ πρόσωπα, καὶ τὰς εὐχὰς ἐν ταῖς ἀμφόδοις ποιουμένων, ὅταν τοὺς μὲν πόνους ὑπομένωσι, τῆς δὲ ἀμοιβῆς ἀποστερῶνται πάσης; Τί ποιεῖς, ἄνθρωπε; ἑτέρῳ μέλλεις εὐθύνας διδόναι τῶν πεπραγμένων, καὶ ἕτερον μάρτυρα καλεῖς τῶν γινομένων; ἕτερον ἔχεις δικαστὴν, καὶ ἕτερον καθίζεις θεατήν;

Οὐχ ὁρᾷς τοὺς ἡνιόχους, οἳ τῆς πόλεως ἁπάσης ἄνω καθημένης, ἐν ταῖς τῶν ἵππων ἁμίλλαις ἅπαν τοῦ σταδίου περιτρέχοντες τὸ μέρος, ἐκεῖ φιλονεικοῦσι τὰ τῶν ἀντιτέχνων ἅρματα καταστρέφειν, ἔνθα ἂν ἴδωσι τὸν βασιλέα καθήμενον; καὶ τοσούτων ὄψεων ἕνα νομίζουσιν ἀξιοπιστότερον ὀφθαλμόν. Σὺ δὲ αὐτὸν τὸν τῶν ἀγγέλων βασιλέα τοῖς σοῖς δρόμοις ἀγωνοθετοῦντα ὁρῶν, ἐκεῖνον ἀφεὶς ἐπὶ τὰς τῶν ὁμοδούλων καταφεύγεις ὄψεις; Διά τοι τοῦτο μετὰ μυρίας πάλας, μετὰ τοὺς πολλοὺς ἱδρῶτας ἀστεφάνωτος ἀναχωρεῖς, καὶ χωρὶς βραβείων πρὸς τὸν ἀγωνοθέτην ἀπέρχῃ. Πῶς γὰρ οὐκ ἄτοπον, τὸν μὲν οἰκέτην πάντα ὅσαπερ ἂν ποιῇ, εἰς ἀρέσκειαν τοῦ δεσπότου ποιεῖν, καὶ μηδὲν πλέον ἐπιζητεῖν τῆς θεωρίας τῆς τούτου, μηδὲ ἑτέρων ὀφθαλμοὺς ἐφέλκεσθαι πρὸς τὴν πρᾶξιν, κἂν μεγάλοι οἱ θεωροῦντες ὦσιν, ἀλλ᾽ ἓν μόνον σκοπεῖν ὅπως ὁ δεσπότης θεάσηται· ἡμᾶς δὲ τοιοῦτον ἔχοντας κύριον, ἑτέρους ἐπιζητεῖν θεατὰς, τοὺς ὠφελῆσαι μὲν οὐδὲν, βλάψαι δὲ ἐκ τῆς θεωρίας δυναμένους, καὶ κενῶσαι πάντα τὸν πόνον ἡμῖν; Εἰ δὲ ἐπὶ τῷ κατορθώματι φυσώμενός τις τὸ πᾶν ἀπώλεσεν· ὁ μετὰ ἁμαρτημάτων τοῦτο ποιῶν, πόσης οὐκ ἂν εἴη τιμωρίας ἄξιος; τοῦ γὰρ ἁμαρτάνειν τὸ καὶ ἁμαρτάνοντα μέγα φρονεῖν πολὺ χαλεπώτερον.

Εἰ τὸ ἐπὶ τοῖς ὄντως ἀγαθοῖς καυχᾶσθαι ἀφροσύνη, τὸ ἐπὶ τοῖς μηδὲν οὖσι, πόσῳ μᾶλλον; Καὶ γὰρ οὐδὲν οὕτω παρανόμους ποιεῖ καὶ ἀνοήτους, ὡς τὸ πρὸς τὴν τῶν πολλῶν κεχηνέναι δόξαν· καὶ οὐδὲν εὐδοκίμους καὶ ἀδαμαντίνους ποιεῖ, ὡς τὸ αὐτῆς ὑπερορᾷν.

Διὸ καὶ σφόδρα νεανικῆς δεῖ ψυχῆς τῷ μέλλοντι πρὸς τοσαύτην ἀντέχειν ῥύμην καὶ βίαν πνεύματος. Καὶ γὰρ ὅταν μὲν εὐημερῇ, πάντων ἑαυτὸν τῶν ἄλλων προτίθησιν· ὅταν δὲ τἀναντία ὑπομένῃ, κατορύξαι ἑαυτὸν βούλεται, ὑποβρύχιος ὑπὸ τοῦ πάθους γινόμενος. Καὶ πρόσεχε ᾧ λέγω. Ὁ βασιλεὺς Ὀζίας ποτὲ τὰ ἴδια σκάμματα ὑπερβὰς, καὶ τὸ μέτρον διαπηδήσας τῆς βασιλείας, εἰσῆλθεν εἰς τὸ ἱερὸν μετὰ αὐθεντίας θυμιᾶσαι θέλων. Τί οὖν ὁ ἱερεύς; Οὐκ ἔξεστί σοι, βασιλεῦ, θυμιᾶσαι· ὑπερβαίνεις τὰ σκάμματα· τὰ μὴ δεδομένα ζητεῖς· διὰ τοῦτο καὶ ἃ ἔλαβες, ἀπολεῖς· οὐκ ἔστι σὸν τοῦτο, ἀλλ᾽ ἐμόν. Μὴ ἥρπασά σου τὴν πορφυρίδα; μὴ ἁρπάσῃς μου τὴν ἱερωσύνην. Ὁ δὲ οὐκ ἠνέσχετο, ἀλλὰ τῇ ἀπονοίᾳ φυσιούμενος ἐπεισῆλθεν εἰς τὸ ἱερὸν, ἀνεπέτασε τὰ Ἅγια τῶν ἁγίων θέλων θυμιᾶσαι. Ἐπεὶ οὖν ὁ ἱερεὺς κατεφρονήθη, καὶ λόγος ἱερωσύνης ἐπατεῖτο, καὶ οὐδὲν ἠδύνατο οὐκέτι λοιπὸν, ἢ μόνον ἐλέγχειν, καὶ παῤῥησίαν ἐπιδείκνυσθαι, ὁ δὲ καὶ ὅπλα ἐκίνει, καὶ περιουσίᾳ ἐκέχρητο τῇ ἑαυτοῦ, ὁ ἱερεύς φησιν· Ἐγὼ τὸ ἐμαυτοῦ ἐποίησα, οὐδὲν πλέον δύναμαι· βοήθησον ἱερωσύνῃ, Κύριε, πατουμένῃ, ἧς νῦν οἱ νόμοι ἀδικοῦνται καὶ θεσμοὶ ἀνατρέπονται. Καὶ ὅρα τί γίνεται· Εὐθέως ἐξήνθησε λέπρα εἰς τὸ μέτωπον αὐτοῦ. Ὅπου ἡ ἀναισχυντία, ἐκεῖ καὶ ἡ τιμωρία.

Εἶδες φιλανθρωπίαν τῆς τοῦ Θεοῦ τιμωρίας; οὐ κεραυνὸν ἀφῆκεν, οὐ γῆν ἔσεισεν, οὐ συνετάραξε τὸν οὐρανὸν, ἀλλ᾽ ἐξήνθησεν ἡ λέπρα· καὶ οὐκ ἐν ἄλλῳ τόπῳ, ἀλλ᾽ ἐπὶ τοῦ μετώπου, ἵνα ὡς ἐν στήλῃ τὰ γράμματα ᾖ κείμενα, καθάπερ νόμος ἐν ὑψηλῷ τινι τόπῳ, λέγοντα· Μὴ ποιεῖτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα. Τί τοίνυν τὸν αὐχένα ἀνατείνεις, εἰπέ μοι; τί δὲ βαδίζεις ἐπ᾽ ἄκρων ὀνύχων; τί τὰς ὀφρῦς ἀνασπᾷς; τί τὸ στῆθος φυσᾷς; τρίχα οὐ δύνασαι ποιῆσαι λευκὴν ἢ μέλαιναν, καὶ ὡς πάντων κρατῶν οὕτως ἀεροβατεῖς; τάχα ἐβούλου σοι πτερὰ φῦναι, ἵνα μὴ βαδίζῃς ἐπὶ τῆς γῆς. Τί σε καλέσω καὶ καθελῶ σου τὴν ἀπόνοιαν; εἴπω σε τέφραν καὶ κόνιν καὶ καπνὸν καὶ κονιορτόν; ἀλλ᾽ οὐδέπω ἀκριβῶς τῆς εἰκόνος ἐπελαβόμην. Ἐμοὶ δοκεῖς στυππείῳ καταφλεγέντι προσεοικέναι· καὶ γὰρ ἐκεῖνο δοκοῦν οἰδεῖν μετὰ τὸν ἐμπρησμὸν, καὶ διανεστηκέναι, μικρὰν χειρὸς ἁφὴν ἂν ὑπομένῃ, κατηνέχθη τε ἅπαν καὶ τέφρας ἁπάσης εὐτελέστερον ἐφάνη. Καὶ ὥσπερ αἱ πομφόλυγες εἰς ὕψος αἰρόμεναι μέγα εὐκόλως ῥήγνυνται, οὕτω καὶ οἱ τῇ κενοδοξίᾳ φυσώμενοι ῥᾳδίως ἀπόλλυνται.

Οὐδὲν γὰρ ἀπονοίας ἴσον κακόν. Ὅ τε γὰρ διάβολος οὐκ ὢν πρὸ τούτου τοιοῦτος, οὕτω διάβολος γέγονεν· ὅ τε πρῶτος ἄνθρωπος ταύταις παρὰ τοῦ διαβόλου φυσηθεὶς ταῖς ἐλπίσιν, ἐξετραχηλίσθη καὶ θνητὸς ἐγένετο· προσδοκήσας γὰρ ἔσεσθαι θεὸς, καὶ ὅπερ εἶχεν ἀπώλεσεν. Ὅπερ οὖν καὶ ὁ Θεὸς ὀνειδίζων αὐτῷ, καὶ τὴν ἄνοιαν αὐτοῦ κωμῳδῶν, ἔλεγεν· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν. Καὶ ἐπὶ τοῦ μακαρίου δὲ Ἰὼβ, εἰ μικράν τινα λαβὼν ἐπιτροπὴν ὁ διάβολος, πρόῤῥιζον αὐτοῦ τὸν οἶκον ἀνέσπασε, τὸ σῶμα διεμασήσατο, τοσαύτην τραγῳδίαν εἰργάσατο, τὴν οὐσίαν διέφθειρε, τοὺς παῖδας κατέχωσε, τὴν σάρκα διέτρησε, τὴν γυναῖκα ἐπέστησε, τοὺς φίλους, τοὺς ἐχθροὺς, τοὺς οἰκέτας τοιαῦτα εἰπεῖν παρεσκεύασεν· εἰ μὴ μυρίοις κατείχετο δεσμοῖς, πῶς οὐκ ἂν πάντας ἐλυμήνατο; Πονηρὸν γὰρ τὸ θηρίον τοῦτο καὶ ἀκόρεστον· καὶ εἰ μὴ συνεχῶς ἐχαλινοῦτο, πάντα ἂν ἀνέτρεψε καὶ συνέχεε. Διὰ τοῦτο χώραν αὐτῷ κατὰ πάντων ὁ Δεσπότης οὐ δίδωσιν, ὡς φιλάνθρωπος· ᾧ πρέπει δόξα καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΙΖʹ. Περὶ φθόνου. Οὐδὲν οὕτω μερίζειν καὶ διασπᾷν ἡμᾶς ἀπ᾽ ἀλλήλων εἴωθεν, ὡς φθόνος καὶ βασκανία, τὸ χαλεπὸν τοῦτο νόσημα καὶ πάσης ἀπεστερημένον συγγνώμης, καὶ τῆς τῶν κακῶν ῥίζης, τῆς φιλαργυρίας, κατὰ πολὺ χαλεπώτερον. Ὁ μὲν γὰρ φιλάργυρος τότε ἥδεται, ὅταν αὐτὸς λάβῃ· ὁ δὲ βάσκανος τότε ἥδεται, ὅταν ἕτερος μὴ λάβῃ, εὐεργεσίαν οἰκείαν νομίζων τὴν ἑτέρων κακοπραγίαν· οὗ τί γένοιτ᾽ ἂν μανικώτερον; Τῶν γὰρ οἰκείων κακῶν ἀμελῶν, ἐπὶ τοῖς ἀλλοτρίοις τήκεται καλοῖς, ἄβατον ἑαυτῷ κατασκευάζων τὸν οὐρανὸν, καὶ πρὸ τοῦ οὐρανοῦ δὲ καὶ τὸν παρόντα βίον ἀβίωτον. Οὐδὲ γὰρ οὕτω ξύλον καὶ ἔριον σὴς ἐγκαθήμενος καὶ σκώληξ διατρώγειν εἴωθεν, ὡς ὁ τῆς βασκανίας πυρετὸς αὐτὰ κατεσθίει τὰ ὀστᾶ τῶν βασκαινόντων, καὶ τῆς ψυχῆς τὴν σωφροσύνην λυμαίνεται. Οὐκ ἄν τις ἁμάρτοι, καὶ θηρίων καὶ δαιμόνων χείρους τοὺς βασκαίνοντας προσειπών. Τὰ μὲν γὰρ ἢ τροφῆς δεόμενα, ἢ πρότερον ὑφ᾽ ἡμῶν παροξυνθέντα, τότε καθ᾽ ἡμῶν καθοπλίζεται· οὗτοι δὲ καὶ εὐεργετηθέντες πολλάκις τὰ τῶν ἀδικούντων τοὺς εὐεργέτας διέθηκαν.

Καὶ οἱ μὲν δαίμονες πρὸς μὲν ἡμᾶς ἄσπονδον ἔχουσιν ἔχθραν, τοῖς δὲ ὁμογενέσιν οὐκ ἐπιβουλεύουσιν· οὗτοι δὲ οὐδὲ τὴν κοινωνίαν αἰδοῦνται τῆς φύσεως, οὐδὲ τῆς οἰκείας φείδονται σωτηρίας, ἀλλὰ πρὸ τῶν φθονουμένων τὰς ἑαυτῶν ψυχὰς κολάζουσι, θορύβου παντὸς καὶ ἀθυμίας πληροῦντες αὐτὰς εἰκῆ καὶ μάτην. Τοιοῦτον ἡ βασκανία, ἧς οὐκ ἂν γένοιτο κακία χείρων. Ὁ μὲν γὰρ μοιχὸς καὶ ἡδονὴν καρποῦταί τινα, καὶ ἐν βραχεῖ χρόνῳ τὴν ἁμαρτίαν ἀπαρτίζει τὴν ἑαυτοῦ· ὁ δὲ βάσκανος πρὸ τοῦ φθονουμένου ἑαυτὸν κολάζει καὶ τιμωρεῖται, καὶ οὐδέποτε παύσεται τῆς ἁμαρτίας, ἀλλ᾽ ἐν τῷ πράττειν αὐτήν ἐστι διηνεκής. Καθάπερ γὰρ χοῖρος βορβόρῳ, καὶ δαίμων βλάβῃ χαίρει τῇ ἡμετέρᾳ, οὕτω καὶ οὗτος τοῖς τοῦ πλησίον χαίρει κακοῖς· κἂν γένηταί τι ἀηδὲς, τότε ἀναπαύεται καὶ ἀναπνεῖ, τὰς ἀλλοτρίας συμφορὰς οἰκείας εὐθυμίας ἡγούμενος, καὶ οἰκεῖα κακὰ τὰ τῶν ἄλλων ἀγαθά. Καὶ καθάπερ οἱ κάνθαροι τρέφονται κόπρῳ, οὕτω καὶ οὗτοι ταῖς ἑτέραις δυσημερίαις, κοινοί τινες ἐχθροὶ καὶ πολέμιοι τῆς φύσεως ὄντες. Καὶ οἱ μὲν ἄλλοι ἄλογον σφαττόμενον ἐλεοῦσιν· οὗτοι δὲ ἄνθρωπον ὁρῶντες εὐεργετούμενον, ἐκθηριοῦνται καὶ τρέμουσι καὶ ὠχριῶσι. Καὶ τί ταύτης τῆς μανίας χεῖρον γένοιτ᾽ ἄν;

Τί ὠχριᾷς, εἰπέ μοι, καὶ τρέμεις, καὶ περιδεὴς ἕστηκας; τί γέγονε δεινόν; ὅτι λαμπρὸς ὁ ἀδελφὸς καὶ περιφανὴς καὶ εὐδόκιμος; Οὐκοῦν στεφανοῦσθαί σε ἔδει καὶ χαίρειν καὶ τὸν Θεὸν δοξάζειν, ὅτι τὸ μέλος τὸ σὸν ὁρᾷς λαμπρὸν καὶ περιφανές. Ἀλλὰ ἀλγεῖς ὅτι ὁ Θεὸς δοξάζεται; Ὅρα ποῦ ὁ πόλεμος τείνει. Οὐχὶ τοῦτό με λυπεῖ, φησὶν, ἀλλὰ δι᾽ ἐμοῦ τὸν Θεὸν ἐβουλόμην δοξάζεσθαι.

Οὐκοῦν χαῖρε εὐδοκιμοῦντος τοῦ ἀδελφοῦ, καὶ δοξάζεται διὰ σοῦ πάλιν ὁ Θεός. Εἰ γὰρ καὶ πολέμοις ἦν καὶ ἐχθρὸς, ὁ δὲ Θεὸς δι᾽ αὐτοῦ ἐδοξάζετο, φίλον ἔδει ποιήσασθαι διὰ τοῦτο· σὺ δὲ τὸν φίλον ἐχθρὸν ποιεῖς, ἐπειδὴ ὁ Θεὸς δοξάζεται δι᾽ αὐτῆς εὐδοκιμήσεως ἐκείνου. Καὶ πῶς ἂν ἑτέρως τὸν πρὸς Χριστὸν ἐπεδείξω πόλεμον; Διὰ τοῦτο, κἂν σημεῖά τις ποιῇ, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν χαμευνίαν ἐπιδείξηται, καὶ πρὸς τοὺς ἀγγέλους διὰ ταύτης φθάσῃ τῆς ἀρετῆς, τῷ δὲ τῆς βασκανίας ὑποκείμενος ᾖ πάθει, πάντων ἐστὶν ἐναγέστερος. Εἰ γὰρ τὸ φιλεῖν τοὺς φιλοῦντας οὐδὲν ἡμᾶς πλέον ἔχειν ἀφίησι τῶν ἐθνικῶν· ὁ τοῖς φιλοῦσι βασκαίνων, ποῦ στήσεται; Καὶ γὰρ τοῦ πολεμεῖν χεῖρόν ἐστι τὸ βασκαίνειν. Ὁ μὲν γὰρ πολεμῶν, τῆς αἰτίας λυθείσης, δι᾽ ἣν ὁ πόλεμος, καὶ τὴν ἔχθραν κατέλυσεν· ὁ δὲ βάσκανος οὐδέποτε ἂν γένοιτο φίλος. Καὶ ὁ μὲν φανερὰν τὴν μάχην ἐπιδείκνυται, ὁ δὲ συνεσκιασμένην· καὶ ὁ μὲν αἰτίαν ἔχει πολλάκις εἰπεῖν εὔλογον τοῦ πολέμου, ὁ δὲ οὐδὲν ἕτερον ἢ μανίαν καὶ γνώμην σατανικήν. Καὶ ὥσπερ ὁ ἀδικῶν οὐκ ἀδικεῖ, ἀλλ᾽ ἀδικεῖται· οὕτω καὶ ὁ τῷ πλησίον ἐπιβουλεύων, ἑαυτὸν ἀναιρεῖ. Καὶ ὥσπερ, εἰ ἀδικοῦμεν τοὺς πλησίον, ἑαυτοὺς ἀδικοῦμεν, οὕτως εὖ ποιοῦντες αὐτοῖς, ἑαυτοῖς εὖ ποιοῦμεν. Ὁ γὰρ κακῶς ἀκούων ψευδῆ, οὐ μόνον οὐκ ἠδίκηται, ἀλλὰ καὶ μισθὸν ἔχει μέγιστον.

Οὐ γὰρ ὁ πάσχων, ἀλλ᾽ ὁ δρῶν κακῶς, οὗτός ἐστιν ὁ τῆς τιμωρίας ἄξιος, ἂν μὴ παράσχῃ λαβὰς τῆς κακηγορίας εὐλόγους ἐκεῖνος. Καὶ ὥσπερ ἀμήχανον παρὰ πάντων ἀκούειν καλῶς τὸν ἐνάρετον, οὕτως ἀμήχανον παρὰ πάντων ἀκούειν κακῶς, ἂν μὴ πολλὰς πολλαχόθεν αὐτὸς ἑαυτῷ παράσχῃ τὰς ἀφορμάς. Αἱ δημοσίᾳ δὲ γινόμεναι κακηγορίαι πολλάκις ἰταμοὺς καὶ ἀναισχυντοτέρους τοὺς ἀνθρώπους ποιοῦσιν. Ἕως μὲν γὰρ ἂν ἴδωσιν οἱ πολλοὶ τῶν ἁμαρτανόντων, ὅτι δυνατὸν αὐτοὺς λαθεῖν, ἐπανελθεῖν ῥᾳδίως αἱροῦνται· ὅταν δὲ τὴν παρὰ τῶν πολλῶν ἀπολέσωσι δόξαν, εἰς ἀπόγνωσίν τε ἐμπίπτουσι, καὶ εἰς ἀναισχυντίαν ἐξολισθαίνουσιν. Ἀλλ᾽ ἠδικήθης τι παρ᾽ αὐτοῦ· τί τοίνυν καὶ σαυτὸν ἀδικεῖς;

Ὁ γὰρ ἀμυνόμενος καθ᾽ ἑαυτοῦ τὸ ξίφος ὠθεῖ. Εἰ τοίνυν βούλει καὶ σαυτὸν εὐεργετῆσαι κἀκεῖνον ἀμύνασθαι, εἰπὲ καλῶς τὸν ἠδικηκότα· ἂν δὲ κακῶς εἴπῃς, οὐ πιστευθήσῃ, τῆς ἔχθρας τὴν ὑποψίαν δεχόμενος. Ἡ γὰρ ἔχθρα προσαπαντῶσα ταῖς τῶν ἀκουόντων διανοίαις, οὐκ ἀφίησιν αὐτῶν ἐντεθῆναι ταῖς ἀκοαῖς τὰ λεγόμενα. Μὴ τοίνυν λέγε κακῶς, ἵνα μὴ καὶ σαυτὸν μολύνῃς· μηδὲ βόρβορον ὕφαινε μετὰ πηλοῦ καὶ πλινθείας, ἀλλὰ στεφάνους ἀπὸ ῥόδων πλέκε καὶ ἴων καὶ τῶν λοιπῶν ἀνθέων· μηδὲ κόπρον ἀπὸ τοῦ στόματος φέρε, καθάπερ οἱ κάνθαροι· τοῦτο γὰρ οἱ κακηγοροῦντες· αὐτοὶ τῆς δυσωδίας ἀπολαύουσι πρῶτον. Τὸν μὲν γὰρ λοίδορον πάντες ἀποστρέφονται, ὡς σαπρὸν ὄζοντα, καθάπερ τινὰ βδέλλαν ἢ κάνθαρον κόπρῳ τρεφόμενον, τοῖς ἑτέρων κακοῖς· τὸν δὲ εὔφημον ἔχοντα στόμα, ὡς κοινὸν προσίενται μέλος καὶ ὡς ἀδελφὸν γνήσιον. Τί γὰρ τὸν Ἄβελ ἠδίκησεν ὁ Κάϊν; οὐκ ἐκεῖνον μὲν ταχύτερον ἄκων εἰς βασιλείαν παρέπεμψεν, ἑαυτὸν δὲ μυρίοις περιέπειρε κακοῖς; Τί τὸν Ἰακὼβ ἔβλαψεν Ἡσαῦ; οὐχ ὁ μὲν ἐπλούτει, καὶ μυρίων ἀπέλαυεν ἀγαθῶν· αὐτὸς δὲ καὶ τῆς πατρῴας οἰκίας ἐξέπιπτεν, καὶ εἰς τὰ ἀλλότρια ἐπλανᾶτο μετὰ τὴν ἐπιβουλὴν ἐκείνην; Οἱ δὲ ἀδελφοὶ τί τὸν Ἰωσὴφ ἐποίησαν χεῖρον, καὶ ταῦτα μέχρις αἵματος ἐλθόντες; οὐχὶ οὗτοι μὲν καὶ λιμὸν ὑπέμειναν, καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, ἐκεῖνος δὲ βασιλεὺς τῆς Αἰγύπτου γέγονε πάσης;

Ὅσῳ γὰρ ἂν φθονῇς, τοσούτῳ μειζόνων γίγνῃ πρόξενος ἀγαθῶν τῷ φθονουμένῳ. Θεὸς γάρ ἐστιν ὁ πάντα ἐφορῶν· καὶ ὅταν ἴδῃ τὸν οὐδὲν ἀδικοῦντα ἀδικούμενον, μᾶλλον ἐπαίρει καὶ ποιεῖ λαμπρὸν, καὶ ταύτῃ σε κολάζει.

Εἰ γὰρ τοὺς ἐφηδομένους τοῖς ἐχθροῖς οὐκ ἀφίησιν ἀτιμωρήτους παρελθεῖν, πολλῷ μᾶλλον τοὺς βασκαίνοντας τοῖς οὐδὲν ἠδικηκόσιν. Εἰ γὰρ ὁ τὸν φιλοῦντα ἀγαπῶν, οὐδὲν πλέον ἔχει τελωνῶν· ὁ τὸν οὐδὲν ἀδικοῦντα μισῶν, ποίας τεύξεται φιλανθρωπίας; Τίνος οὖν ἕνεκεν ἀλγεῖς, ἄνθρωπε, τοῖς τοῦ πλησίον καλοῖς;

Εἰ γὰρ ἀλγεῖν δεῖ, ἐφ᾽ οἷς αὐτοὶ πάσχομεν κακοῖς ἀλγεῖν ἐχρῆν, οὐκ ἐφ᾽ οἷς ἑτέρους εὐδοκιμοῦντας ὁρῶμεν. Ἢ οὐκ οἶδας, ὅτι πάσης ἀπεστέρηται συγγνώμης τουτὶ τὸ ἁμάρτημα; καὶ εἰκότως. Ὁ μὲν γὰρ πόρνος ἔχει τὴν ἐπιθυμίαν εἰπεῖν, καὶ ὁ κλέπτης τὴν πενίαν, καὶ ὁ ἀνδροφόνος τὸν θυμὸν, ψυχρὰς μὲν καὶ ἀλόγους, ὅμως δὲ ἔχουσί τινας προφάσεις εἰπεῖν· σὺ δὲ ποίαν αἰτίαν ἐρεῖς, εἰπέ μοι; οὐδεμίαν, ἀλλ᾽ ἢ πονηρίαν ἐπιτεταμένην μόνον. Εἰ γὰρ ἐχθροὺς ἀγαπᾷν κελευόμεθα, ὅταν καὶ τοὺς φιλοῦντας μισῶμεν, ποίαν τίσομεν δίκην; Εἰ γὰρ ὁ τοὺς φιλοῦντας ἀγαπῶν, οὐδὲν ἄμεινον τῶν ἐθνικῶν διακείσεται· ὁ τοῖς μηδὲν ἠδικηκόσιν ἐπηρεάζων, ποίαν ἕξει συγγνώμην; Ὁ δαίμων φθονεῖ μὲν, ἀνθρώποις δὲ, δαίμονι δὲ οὐδενί· σὺ δὲ ἄνθρωπος ὢν, ἀνθρώποις φθονεῖς; καὶ ποίας τεύξῃ συγγνώμης; Δεινὸν ἡ βασκανία, δεινὸν, καὶ τῆς οἰκείας ἀναπείθει καταφρονεῖν σωτηρίας· οὕτω γὰρ ὁ Σαοὺλ δαίμονα πονηρὸν ἐκάλεσε κατὰ τῆς ἑαυτοῦ ψυχῆς· καὶ καλέσας τῷ ἰατρῷ πάλιν ἐβάσκαινε.

Τοιοῦτον γὰρ ὁ φθόνος· ᾔδει ὅτι ἐσώθη, καὶ ἀπολέσθαι μᾶλλον ἤθελεν, ἢ τὸν σώσαντα εὐδοκιμοῦντα ἰδεῖν. Καὶ, εἰ βούλεσθε, διηγήσομαι ὑμῖν τίνας εὐεργεσίας εὐεργέτησεν ὁ Δαυῒδ τὸν Σαοὺλ, καὶ τίσιν αὐτὸν μετὰ ταῦτα ἐκεῖνος ἠμείψατο. Πολέμου ποτὲ τοὺς Ἰουδαίους καταλαβόντος χαλεπωτάτου, καὶ πάντων κατεπτηχότων καὶ δεδοικότων, καὶ οὐδενὸς προκύψαι τολμῶντος, ἀλλ᾽ ἐν ἐσχάτοις τῆς πόλεως οὔσης ἁπάσης, καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἑκάστου βλέποντος, καὶ καθ᾽ ἑκάστην ἀποθανεῖσθαι τὴν ἡμέραν προσδοκώντων ἁπάντων, εἰσελθὼν οὗτος ἀπὸ τῶν προβάτων ἐπὶ τὴν παράταξιν, τὸν ἁπάντων ἀνεδέξατο πόλεμον, καὶ οὐδεμίαν ὁρῶν ἀνάγκην ἐπικειμένην αὐτῷ, ἀλλὰ καὶ πολλοὺς τοὺς κωλύοντας ἔχων (καὶ γὰρ καὶ ὁ ἀδελφὸς ἐπετίμα, καὶ ὁ βασιλεὺς πρὸς τὸ τῆς ἡλικίας ἄωρον ἀφορῶν κατεῖχε καὶ μένειν ἐκέλευε), διαθερμανθεὶς οἴκοθεν ἐπὶ τοὺς βαρβάρους ἔτρεχε, καὶ τοσαύτην κηδεμονίαν περὶ τὸν βασιλέα ἐπεδείξατο, ὡς καὶ πρὸ τοῦ πολέμου καὶ τῆς νίκης ἐπ᾽ ὄψιν αὐτὸν κείμενον ἀναστήσας εἰπεῖν· Μὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου δι᾽ αὐτόν· ὅτι ὁ δοῦλός σου προελεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. Ἆρα μικρὸν τοῦτο, εἰπέ μοι, τὸ μηδεμίαν ἀνάγκην ἔχοντα τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτοῦ, καὶ ὑπὲρ τῆς ἐκείνων ὠφελείας εἰς μέσους πηδῆσαι τοὺς πολεμίους, μηδὲν μηδέποτε παρ᾽ αὐτῶν εὖ παθόντα;

ἆρα οὐκ ἔδει αὐτὸν μετὰ ταῦτα δεσπότην αὐτὸν ἐπιγράφεσθαι, καὶ σωτῆρα κοινὸν τῆς πόλεως ἀναγορεύειν, τὸν καὶ τὴν ἁπάντων ζωὴν μετὰ τὴν τοῦ Θεοῦ χάριν διατηρήσαντα; Ποία γὰρ ταύτης εὐεργεσίας μείζων ἑτέρα ἦν; Οὐ γὰρ εἰς χρήματα, οὐδὲ εἰς δόξαν καὶ δυναστείαν, ἀλλ᾽ εἰς αὐτὴν αὐτοῦ τὴν ψυχὴν τὴν εὐεργεσίαν κατέθετο, καὶ ἐξ αὐτῶν αὐτὸν ἀνεκαλέσατο τῶν τοῦ θανάτου πυλῶν, καὶ δι᾽ ἐκείνου ἔζη λοιπὸν ὁ βασιλεὺς, καὶ ἀπέλαυε τῆς ἀρχῆς. Τίσιν οὖν αὐτὸν μετὰ ταῦτα ἠμείψατο; Εἰ μὲν γὰρ αὐτό τις τῶν κατορθωμάτων τὸ μέγεθος ἴδοι, οὐδ᾽ εἰ τὸν στέφανον ἀπὸ τῆς αὐτοῦ λαβὼν κεφαλῆς ἐπὶ τὴν τοῦ Δαυῒδ ἔθηκεν, οὐδέπω τὴν ἀξίαν ἦν ἀποδεδωκὼς ἀμοιβὴν, ἀλλὰ τὸ πλέον ὀφείλων· ἐκεῖνος μὲν γὰρ καὶ ζωὴν καὶ βασιλείαν αὐτῷ ἐχαρίσατο· οὗτος δὲ βασιλείας αὐτῷ παραχωρεῖν ἔμελλε μόνης. Πλὴν ἀλλ᾽ ἴδωμεν αὐτοῦ τὰς ἀμοιβάς. Ἐπειδὴ τοῦ βαρβάρου τὴν κεφαλὴν ἔλαβε, καὶ τὰ λάφυρα ἔχων ἐπανῄει, ἐξῆλθον αἱ χορεύουσαι, φησὶν, ᾄδουσαι καὶ λέγουσαι, Ἐπάταξε Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυῒδ ἐν μυριάσι.

Καὶ ὠργίσθη Σαοὺλ, καὶ ἦν ὑποβλεπόμενος τὸν Δαυῒδ ἀπὸ τῆς ἡμέρας ἐκείνης. Τίνος ἕνεκεν, εἰπέ μοι; εἰ γὰρ χρή τι θαυμαστὸν εἰπεῖν, τῷ Σαοὺλ ἐχαρίσαντο μᾶλλον ἢ τῷ Δαυῒδ ταῦτα λέγουσαι· καὶ ἀγαπᾷν αὐτὸν ἐχρῆν, ὅτι τὰς χιλιάδας γοῦν ἔδωκαν αὐτῷ. Τί οὖν ἀγανακτεῖ, ὅτι ἔδωκαν τὰς μυριάδας ἐκείνῳ; Εἰ μὲν γὰρ ἦν τι συντελέσας εἰς τὸν πόλεμον, καὶ μικρὰν γοῦν τινα μοῖραν εἰσενεγκὼν, καλῶς ταῦτα ἐλέγετο, ὅτι Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυῒδ ἐν μυριάσιν· εἰ δὲ αὐτὸς μὲν δεδοικὼς καὶ τρέμων ἔσω ἐκάθητο, καθ᾽ ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκῶν, οὗτος δὲ τὸ πᾶν εἰργάσατο· πῶς οὐκ ἄτοπον ἦν, τὸν μηδὲν εἰς τοὺς κινδύνους συμβαλόμενον ἀγανακτεῖν, ὅτι μὴ τὸ πλέον τῆς εὐφημίας ἔλαβεν; Εἰ γὰρ ἀγανακτεῖν ἐχρῆν, τὸν Δαυῒδ ἀγανακτεῖν ἔδει, ὅτι τὸ πᾶν αὐτὸς κατορθώσας μεριστὴν ἕτερον ἔσχε τῆς εὐφημίας.

Ἀλλὰ τοιοῦτον ἡ βασκανία· οὐκ ἀνέχεται πράως ὁρᾷν τὴν ἑτέρων εὐπραγίαν, ἀλλὰ τὴν τοῦ πλησίον εὐημερίαν οἰκείαν δυσπραγίαν εἶναι νομίζει, καὶ τήκεται τοῖς τοῦ πλησίον ἀγαθοῖς· καθάπερ καὶ ὁ βασιλεὺς Γεράρων ὑπέμεινεν· ὁρῶν γὰρ τοῦ Ἰσαὰκ καθ᾽ ἑκάστην ἡμέραν αὐξανομένην τὴν εὐπορίαν ἐδεδοίκει, καὶ μεταναστῆναι ἐκεῖθεν καταναγκάζει τὸν δίκαιον.

Ἄξιον δὲ ἀκοῦσαι καὶ αὐτῶν τῶν ῥημάτων τῆς θείας Γραφῆς, ἵνα δι᾽ αὐτῶν θεασώμεθα τοῦ Θεοῦ τὴν εὔνοιαν, ἢν περὶ τοὺς αὐτοῦ οἰκέτας ἐπιδείκνυται. Ἔσπειρε δὲ, φησὶν, Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. Εἶδες φιλοτιμίαν Δεσπότου; εἶδες ἐπίτασιν εὐεργεσίας; Ἀλλ᾽ ἴδωμεν καὶ τοῦ βασιλέως τὸν ζῆλον, οἷος ἐγίνετο διὰ τὴν τοῦ δικαίου εὐπορίαν· Ἄπελθε, φησὶν, ἀφ᾽ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου. Καὶ ἀληθῶς δυνατώτερος ἦν, τὴν ἄνωθεν συμμαχίαν ἔχων ἐν ἅπασι, καὶ ὑπὸ τῆς τοῦ Θεοῦ δεξιᾶς φρουρούμενος. Ποῦ τοίνυν ἀπελαύνεις τὸν δίκαιον; οὐκ οἶσθα ὅτι ὅπου ἂν αὐτὸν συμβαίη ἀπελθεῖν, ἐν τοῖς τοῦ Δεσπότου τοῦ ἑαυτοῦ εἶναι αὐτὸν ἀνάγκη;

Κἂν γὰρ εἰς αὐτὴν τὴν ἔρημον ἀπελθεῖν καταναγκάσῃς, οὕτως εὐμήχανον Δεσπότην ἔχει, ὡς κἀκεῖ γενόμενον πολλῷ πλέον περιφανέστερον ἀποδεῖξαι. Διὰ γὰρ τῶν ἐναντίων μάλιστα τὰ ἐναντία πολλάκις οἰκονομεῖ. Αὐτῷ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΙΗʹ. Περὶ μίσους καὶ ἔχθρας. Εἴ τις παρὰ τοῦ πλησίον ἠδίκηται, εἰς μνήμην τὸν Δαυῒδ λαμβανέτω καὶ εἰς νοῦν βαλλέσθω, ἵνα, ὡς ἔτι ζῇ ἡ καρδία, τῇ μνήμῃ τοῦ πραοτάτου καὶ ἀνεξικάκου τούτου δυνηθῇ τὸ πέλαγος τῆς μήνιδος διαλῦσαι. Διὰ τί γάρ σου ἐχθρός ἐστιν ὁ ἀδελφός; Ὕβρισέ σε; ἀλλ᾽ οὐδὲν ἠδίκησεν. Ἀλλὰ χρημάτων ἕνεκεν τοῦτον περιορᾷς ἐχθραίνοντα; μὴ, παρακαλῶ. μὴ ἀναβάλῃ τὰ τῆς μήνιδος διακόψαι σχοινία· αἱ γὰρ ἀναβολαὶ μελλήσεις τίκτουσιν· ἂν σήμερον ὑπερθῇ, μᾶλλον ἐρυθριᾷς· κἂν αὔριον προσθῇς, μείζων ἡ αἰσχύνη· κἂν τὴν τρίτην, ἐπὶ πλέον αἰσχυνθήσῃ τὴν ἀναβολὴν μηκυνόμενος.

Δότε μοι, παρακαλῶ, μετὰ προθυμίας ταῦτα λέγειν· ποιήσατέ με ἀκοῦσαι ὅτι ἀπὸ τῆς συνεχοῦς ταύτης διδασκαλίας ἠνύσαμέν τι· ὅτι ἐχθρόν τις ἀπελθὼν εὐθέως περιέβαλεν ἄμφω τὼ χεῖρε, περιεχύθη, περιεπλάκη, κατεφίλησεν, ἐδάκρυσε· κἂν γὰρ θηρίον ἐκεῖνος ᾖ, κἂν λίθος, κἂν ὁτιοῦν, ὑπὸ τῆς τοιαύτης καταμαλαχθεὶς φιλοφροσύνης ἡμερωθήσεται· καὶ σαυτὸν μὲν ἀπαλλάξεις τῶν ἐγκλημάτων, ἐκεῖνον δὲ πρὸς εὔνοιαν ἐπισπασάμενος κερδανεῖς.

Καὶ μή μοι λέγε, ὅτι Μιαρὸν ἐχθρὸν ἔχω, πονηρὸν, διεφθαρμένον, ἀδιόρθωτον, καὶ καταλλάξαι αὐτὸν οὐ δύναμαι. Οἷον γὰρ ἂν εἴπῃς, οὐκ ἔστι τοῦ Σαοὺλ χείρων· ὃς καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις διασωθεὶς ὑπὸ τοῦ Δαυῒδ, αὐτὸς μυριάκις ἐπεβουλεύσατο· εἶτα ἀντὶ τούτων εὐεργετηθεὶς, ἔμενε τὴν ἑαυτοῦ πονηρίαν διατηρῶν. Τί γὰρ ἔχεις εἰπεῖν; ὅτι γῆν ἀπετέμετο, καὶ ἐν ἀγρῷ ἠδίκησε, καὶ οἰκίας ὅρια ὑπερέβη, καὶ ἀνδράποδα ἥρπασε, καὶ ὕβρισε, καὶ ἐπλεονέκτησε, καὶ εἰς πενίαν ἤγαγεν; Ἀλλ᾽ οὔπω τὴν ψυχὴν ἀφελέσθαι ἐσπούδασεν, οὐχὶ δὶς καὶ τρὶς καὶ πολλάκις, ἀλλ᾽ οὐδὲ τοσαῦτα εὐεργετηθεὶς, οὐδὲ εἰς τὰς χεῖρας τὰς σὰς πολλάκις ἐμπεσὼν καὶ διασωθείς. Εἰ δὲ καὶ τοῦτο, καὶ οὕτω πλεονεκτεῖ πάλιν ὁ Δαυῒδ, ὅτι ἀτελεστέροις ἐντρεφόμενος νόμοις, καὶ οὐδὲν ἀπαιτοῦσι τοιοῦτον, πρὸς αὐτὴν τὴν κορυφὴν τὴν ἐν τῇ χάριτι ἔφθασε.

Καὶ σὺ μὲν πολλάκις ὑπὲρ τῶν παρελθόντων ὀργιζόμενος μνησικακεῖς· οὗτος δὲ καὶ ὑπὲρ τῶν μελλόντων δεδοικὼς, καὶ εἰδὼς ἀκριβῶς ὅτι ἀοίκητος αὐτῷ ἔσται ἡ πόλις, καὶ ἀβίωτος ὁ βίος σώσαντι τὸν ἐχθρὸν, οὐκ ἀφίστατο τῆς ἐκείνου κηδεμονίας, ἀλλὰ πάντα ἔπραττε καθ᾽ ἑαυτοῦ τὸν πολέμιον τρέφων. Τί δήποτέ ἐστιν, εἰπέ μοι, ὅπερ ἐγκαλῶν τῷ ἐχθρῷ οὐ βούλει καταλλαγῆναι; τί γάρ σε τοσοῦτον ἠδίκησε; Χρήματά σε ἀφείλετο; ἀλλ᾽ ἐὰν ἐνέγκῃς γενναίως τὴν ἁρπαγὴν, τοσοῦτον λήψῃ μισθὸν, ὅσον ἂν εἰ ταῖς τῶν πενήτων χερσὶν ἐναπέθηκας. Καὶ γὰρ ὁ πένησι δεδωκὼς, καὶ ὁ τῷ πλεονεκτήσαντι μὴ ἐπιβουλευσάμενος ἢ καὶ καταρασάμενος διὰ τὸν Θεὸν, τὰ αὐτὰ πεποιήκασιν. Ὅταν οὖν ἡ ὑπόθεσις τῆς δαπάνης ᾖ μία, εὔδηλον ὅτι καὶ ὁ στέφανος εἷς. Ἀλλ᾽ εἰς ψυχὴν ἐπεβούλευσε καὶ ἀνελεῖν ἐπεχείρησε; μαρτύριόν σοι τὸ πρᾶγμα λογίζεται, ἂν τὸν ἐπίβουλον καὶ μέχρι τοσούτου τὴν ἔχθραν ἐξαγαγόντα, ἐν τοῖς εὐεργέταις ἀριθμῇς, καὶ διατελῇς εὐχόμενος ὑπὲρ αὐτοῦ, καὶ τὸν Θεὸν ἵλεων γενέσθαι παρακαλῶν. Μὴ δὴ τοῦτο ἴδωμεν, ὅτι διεκώλυσεν ὁ Θεὸς σφαγῆναι τὸν Δαυῒδ ὑπὸ τοῦ Σαοὺλ διωκόμενον, ἀλλ᾽ ὅτι διπλοῦν καὶ τριπλοῦν καὶ τετραπλοῦν στέφανον μαρτυρίου ἐδύσατο ἀπὸ τῆς ἐκείνου ἐπιβουλῆς.

Ὁ γὰρ διὰ τὸν Θεὸν τὸν πολέμιον σώσας, τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀκοντίσαντα, καὶ γενόμενος κύριος ἀνελεῖν, εἶτα φεισάμενος, καὶ ταῦτα εἰδὼς ὅτι μετὰ τὴν φειδὼ ταύτην πάλιν ἐπιθήσεται· εὔδηλον ὅτι μυριάκις ἐσφάγη τῇ προθέσει, μυριάκις δὲ σφαγεὶς διὰ τὸν Θεὸν, πολλοὺς ἔχει μαρτυρίου στεφάνους. Καὶ ὅπερ ὁ Παῦλος ἔλεγεν, τοῦτο καὶ αὐτὸς ἐλογίζετο, καὶ καθ᾽ ἡμέραν ἀπέθνησκε διὰ τὸν Θεόν. Δυνάμενος γὰρ ἀνελεῖν τὸν ἐπιβουλεύοντα, διὰ τὸν Θεὸν οὐκ ἠθέλησεν, ἀλλ᾽ εἵλετο κινδυνεύειν καθ᾽ ἑκάστην ἡμέραν μᾶλλον, ἢ δικαίαν ἐργασάμενος σφαγὴν, ἀπὸ τοσούτων ἀπαλλαγῆναι θανάτων. Εἰ δὲ τὸν μέχρι ζωῆς αὐτῆς ἐπιβουλεύοντα οὔτε ἀμύνεσθαι οὔτε μισεῖν χρὴ, πολλῷ μᾶλλον τὸν εἰς ὁτιοῦν ἄλλο ἀδικοῦντα τῶν ἔξω. Βούλει μαθεῖν ὅτι δυνατὸν, ἂν ἐθέλωμεν, πάντα ἄνθρωπον πρὸς ἡμᾶς ἀπεχθῶς ἔχοντα καταλλάξαι, κἂν πονηρός τις καὶ διεφθαρμένος καὶ ἀδιόρθωτος ᾖ; Τί λέοντος ἀγριώτερον; ἀλλ᾽ ὅμως τοῦτον ἡμεροῦσιν ἄνθρωποι, καὶ ἡ τέχνη τὴν φύσιν βιάζεται, καὶ γίνεται προβάτου παντὸς ἡμερώτερος καὶ ἐπιεικέστερος, ὁ πάντων θηρίων ἀγριώτερος καὶ βασιλικώτερος, καὶ διὰ τῆς ἀγορᾶς βαδίζει μηδένα φοβῶν ἡμερότητι. Τίνα οὖν ἕξομεν ἀπολογίαν, τίνα συγγνώμην, θηρία μὲν ἡμεροῦντες, ἀνθρώπους δὲ λέγοντες μὴ δύνασθαι καταπραΰνειν ποτὲ, μηδὲ πρὸς ἡμᾶς ἔχειν ἡδέως;

καίτοι γε τῷ θηρίῳ μὲν παρὰ φύσιν τὸ ἥμερον, τῷ ἀνθρώπῳ δὲ παρὰ φύσιν τὸ ἄγριον; Ὅταν οὖν τῆς φύσεως περιγινώμεθα, τίνα ἕξομεν ἀπολογίαν, προαίρεσιν λέγοντες μὴ δύνασθαι διορθοῦν; Εἰ δὲ καὶ ἀνίατα νοσεῖ, ὅσος σοι μείζων ὁ πόνος, τοσοῦτός σοι καὶ ὁ μισθὸς παραμένοντι καὶ θεραπεύοντι τὸν νοσοῦντα ἀνίατα. Τί δὲ τοσοῦτον ἡμάρτηται τῷ ἐχθρῷ, ὅτι ἀναδύῃ πρὸς τὴν ἐκείνου καταλλαγήν; Εἶπέ σε κακῶς, καὶ μοιχὸν καὶ πόρνον ἐκάλεσε; καὶ τί τοῦτο; εἰ μὲν ἀληθῆ λέγει, διόρθωσαι· εἰ δὲ ψευδῆ, καταγέλασον.

Εἰ σύνοιδας σαυτῷ τὰ εἰρημένα, σωφρόνησον· εἰ μὴ σύνοιδας, καταφρόνησον· μᾶλλον δὲ μὴ καταγελάσῃς, μηδὲ καταφρονήσῃς μόνον, ἀλλὰ χαῖρε καὶ σκίρτα κατὰ τὸν τοῦ Κυρίου λόγον· Ὅταν γὰρ, φησὶν, ὀνειδίσωσιν ὑμᾶς καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ψευδόμενοι, χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Εἰ δὲ ἀληθεύων εἴπῃ, σὺ δὲ μετ᾽ ἐπιεικείας ἐνέγκῃς τὰ ῥήματα, καὶ μὴ ἀνθυβρίσῃς μηδὲ λοιδορήσῃς, ἀλλὰ στενάξῃς πικρῶς καὶ καταγνῷς τῶν πεπλημμελημένων, οὐκ ἐλάττονα τοῦ προτέρου καρπώσῃ μισθόν. Πολλάκις γὰρ ἃ οὐκ ἐποίησαν φίλοι ἐπαινοῦντες καὶ χαριζόμενοι, ἐποίησαν ἐχθροὶ κακῶς λέγοντες, κἂν ἀληθεύωσι. Οἱ μὲν γὰρ ὡς εἰκὸς χαριζόμενοι, εἴτε καὶ κολακεύοντες, πρὸς μείζονα ὄγκον τὴν νόσον ἐπαίρουσιν· οἱ δὲ ὑπὸ τῆς ἔχθρας κινούμενοι, καὶ τὰ ἁμαρτήματα ὀνειδίζοντες, εἰς ἀνάγκην ἐνέβαλον διορθώσεως, καὶ γέγονεν ἡμῖν ἡ ἔχθρα μεγίστης ὠφελείας ὑπόθεσις. Μὴ τοίνυν λέγωμεν, ὅτι Ὁ δεῖνά με παρώξυνε, καὶ ὁ δεῖνά με προήγαγεν εἰπεῖν ῥήματα αἰσχρά· ἡμεῖς τούτων αἴτιοι πανταχοῦ· ἂν γὰρ θέλωμεν φιλοσοφεῖν, οὐ μόνον ἐχθρὸς, ἀλλ᾽ οὐδὲ αὐτὸς ὁ διάβολος ἡμᾶς δυνήσεται πρὸς ὀργὴν κινῆσαι. Καὶ τοῦτο ἀπὸ τῆς περὶ τὸν Δαυῒδ ἱστορίας δῆλον. Αὐτοῦ γὰρ εἰπόντος, Ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος ἐν τῇ χειρί μου, καὶ τὰ ἄλλα πάντα, ἃ μετὰ τούτων ἀπελογήσατο τῷ Σαούλ· ἐκεῖνός φησιν, Ἡ φωνή σου αὕτη, τέκνον Δαυΐδ; Ὢ πόση διὰ τῆς τῶν ἐκείνου ῥημάτων ἐπιεικείας τῷ τεθηριωμένῳ τούτῳ ἀθρόον γέγονεν ἡ μεταβολή!

ὁ γὰρ μηδὲ ἀπὸ ψιλοῦ τοῦ ὀνόματος ἀνεχόμενος αὐτὸν καλέσαι ποτὲ, ἀλλὰ καὶ αὐτὴν αὐτοῦ μισῶν τὴν προσηγορίαν, καὶ εἰς συγγένειαν αὐτὸν ἤγαγε, τέκνον αὐτὸν προσειπὼν, καὶ πρὸς αὐτὸν τὸν φθόγγον διεθερμαίνετο τῆς φωνῆς. Καὶ καθάπερ πατὴρ χρονίας ἀκούσας φωνῆς παιδὸς ἐπανελθόντος ποθὲν, οὐχὶ πρὸς τὴν ὄψιν μόνον, ἀλλὰ καὶ πρὸς τὴν φωνὴν αὐτὴν διεγείρεται· οὕτω καὶ ὁ Σαοὺλ, ἐπειδὴ τὰ ῥήματα τοῦ Δαυῒδ εἰσελθόντα τὴν ἔχθραν ἐξέβαλεν, ἐπέγνω λοιπὸν τὸν ἅγιον, καὶ πάθος ἀποθέμενος, πάθος ἐδέξατο· ἐκβαλὼν γὰρ θυμὸν, εὐθυμίαν ἐδέξατο καὶ συμπάθειαν.

Τί τοῦ Δαυῒδ μακαριώτερόν τε καὶ ὑψηλότερον; ὅτι τὸν ἀνδροφόνον πατέρα ἐποίησε, καὶ τὸν λύκον πρόβατον, καὶ τὴν κάμινον τῆς ὀργῆς δρόσου πολλῆς ἐνέπλησε, καὶ τὰ κύματα εἰς γαλήνην μετέβαλε, καὶ τὴν φλεγμονὴν τοῦ θυμοῦ κατέσβεσεν ἅπασαν. Μὴ τοῦτο τοίνυν μόνον σκοπῶμεν, ἀγαπητοὶ, ὅπως μηδὲν πάθωμεν παρὰ τῶν ἐχθρῶν κακὸν, ἀλλ᾽ ὅπως μηδὲν αὐτοὺς ἡμεῖς ἐργασώμεθα δεινόν· καὶ οὐδὲν πεισόμεθα κακὸν, κἂν μυρία πάσχωμεν δεινά· ὥσπερ οὖν οὐδὲ ὁ Δαυῒδ φυγαδευόμενος, ἐλαυνόμενος, μέχρι τῆς ψυχῆς αὐτῆς ἐπιβουλευόμενος, ἔπαθέ τι δεινὸν, ἀλλὰ τοῦ πολεμίου λαμπρότερος ἦν καὶ σεμνότερος, καὶ ποθεινότερος ἅπασιν, οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ Θεῷ. Τί γὰρ ἠδικήθη ὁ ἅγιος ἐκεῖνος τότε, τοσαῦτα παθὼν παρὰ τοῦ Σαούλ; οὐχὶ μέχρι τῆς σήμερον ἡμέρας ᾄδεται, καὶ λαμπρὸς μὲν ἐν γῇ, λαμπρὸς δὲ ἐν οὐρανῷ; οὐχὶ τὰ ἀπόῤῥητα αὐτὸν ἀγαθὰ μένει, καὶ ἡ τῶν οὐρανῶν βασιλεία;

Τί δὲ ὠφέλησεν ὁ ταλαίπωρος ἐκεῖνος καὶ ἄθλιος, τοσαῦτα ἐπιβουλεύσας; οὐχὶ καὶ τῆς βασιλείας ἐξέπεσε, καὶ ἐλεεινὸν ὑπέστη θάνατον μετὰ τοῦ παιδὸς, καὶ παρὰ πάντων κατηγορεῖται; καὶ τὸ δὴ χαλεπώτερον, τὰς ἀθανάτους ἐκδέχεται νῦν τιμωρίας. Ὅταν οὖν τὸν ἐχθρὸν ἴδῃς τὸν σὸν, ἢ καὶ εἰς νοῦν λάβῃς, μὴ τοῦτο λέγε, ὅτι Τὰ καὶ τὰ ἔπαθον, τὰ καὶ τὰ ἤκουσα, καὶ τὸν θυμὸν διὰ τούτων ἀνάψῃς, καὶ τὴν φλεγμονὴν εἰς ὄγκον ἐπάρῃς μείζονα· ἀλλ᾽ ὅσα μὲν ἤκουσας καὶ ἔπαθες λυπηρὰ, πάντα ἐπιλανθάνου· εἰ δὲ καὶ ἀναμνησθῇς, τῷ διαβόλῳ ταῦτα λογίζου· σύλλεγε δὲ εἴ τί σοι χρηστὸν εἶπε πώποτε καὶ ἐποίησε, καὶ ταχέως καταλύσεις τὴν ἔχθραν. Κἂν ἐγκαλεῖν καὶ διαλέγεσθαι μέλλῃς, πρότερον τὸ πάθος ἐκβαλὼν, καὶ τὸν θυμὸν σβέσας, οὕτως ἔλεγχε καὶ εὐθύνας ἀπαίτει, καὶ δυνήσῃ περιγενέσθαι ῥᾳδίως. Θυμούμενοι γὰρ οὔτε εἰπεῖν οὔτε ἀκοῦσαί τι δυνησόμεθα ὑγιές· ἀπαλλαγέντες δὲ τοῦ πάθους, οὔτε αὐτοὶ ῥῆμα ποτε ἐξοίσομεν τραχὺ, οὔτε ἑτέρων λεγόντων οὕτως ἀκουσόμεθα. Οὐ γὰρ οὕτως ἡ τῶν λεγομένων φύσις, ὡς ἡ τῆς ἔχθρας πρόληψις ἡμᾶς ἀγριοῦν εἴωθε.

Καθάπερ γὰρ νυκτὸς παρούσης, οὐδὲ παρόντα πολλάκις ἐπιγινώσκομεν φίλον, ἡμέρας δὲ γενομένης καὶ πόῤῥωθεν αὐτὸν ὁρῶντες γνωρίζομεν· οὕτω καὶ ἐπὶ τῆς ἔχθρας συμβαίνειν εἴωθεν· ἕως μὲν ἂν ὦμεν ἀηδῶς πρὸς ἀλλήλους ἔχοντες, καὶ φωνῆς ἑτέρων ἀκούομεν, καὶ ὄψιν μετὰ διεφθαρμένης βλέπομεν γνώμης· ἐπειδὰν δὲ ἀποθώμεθα τὴν ὀργὴν, ἡ πρὸ τούτου πολεμία ὄψις καὶ ἀηδὴς, ποθεινὴ καὶ ἐπίχαρις φαίνεται.

Ὅταν δὲ ὀνειδίσῃ σε ὁ ἐχθρὸς ἁμάρτημα ὃ σαυτῷ σύνοιδας, σὺ δὲ ἀκούσας ἐκεῖνον μὲν μὴ ὑβρίσῃς, στενάξῃς δὲ πικρὸν, καὶ τὸν Θεὸν παρακαλέσῃς, εὐθέως ἀπέθου τὴν ἁμαρτίαν ἅπασαν. Καὶ ἵνα μὴ νομίσῃς ἡμᾶς ἁπλῶς σε ψυχαγωγεῖν, ἀπὸ τῶν θείων Γραφῶν τὴν μαρτυρίαν παρέξομεν. Φαρισαῖός τις ἦν καὶ τελώνης, ὁ μὲν εἰς ἐσχάτην κακίαν ἐληλακὼς, ὁ δὲ δικαιοσύνης ἐπιμελόμενος· καὶ ἀνῆλθον ἀμφότερος εἰς τὸ ἱερὸν προσεύξασθαι. Εἶτα ἐκεῖνος στὰς ἔλεγεν, Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται, ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Ὁ δὲ τελώνης πόῤῥωθεν ἑστὼς, οὐκ ἀνθύβρισεν, οὐκ ἀντελοιδόρησεν, οὐκ εἶπέ τι τῶν ψυχρῶν ῥημάτων, ἃ καθ᾽ ἑκάστην ἡμέραν ἀλλήλους πλύνοντες λέγομεν, ἀλλὰ πικρὸν στενάξας, καὶ πατάξας τὸ στῆθος, τοῦτο μόνον εἶπεν· Ὁ Θεὸς, Ἱλάσθητί. μοι τῷ ἁμαρτωλῷ· καὶ κατῆλθε δεδικαιωμένος.

Εἶδες τάχος; κατεδέξατο ὄνειδος, καὶ ἀπενίψατο ὄνειδος· ἐπέγνω τὰ ἁμαρτήματα, καὶ ἀπέθετο τὰ ἁμαρτήματα, καὶ ἡ κατηγορία τῆς ἁμαρτίας γέγονεν ἀναίρεσις τῆς ἁμαρτίας, καὶ ὁ ἐχθρὸς ἄκων εὐεργέτης καθίσταται. Ἆρα τί τούτου γένοιτ᾽ ἂν μακαριώτερον; τί δὲ εὐκολώτερον πρὸς ἁμαρτημάτων ἀπαλλαγήν; πόσα γὰρ ἔδει καμεῖν τὸν τελώνην, νηστεύοντα, ἀγρυπνοῦντα, χαμευνοῦντα, τὰ ὄντα τοῖς δεομένοις παρέχοντα, ἐν σποδῷ καὶ σάκκῳ καθήμενον ἐν πολλῷ τῷ χρόνῳ, ὥστε δυνηθῆναι τὰ ἁμαρτήματα ἀποθέσθαι ἐκεῖνα; Καὶ νῦν οὐδὲν τούτων ποιήσας, διὰ ψιλοῦ ῥήματος πᾶσαν ἀπέθετο κακίαν καὶ τὰ ὀνείδη, καὶ αἱ λοιδορίαι τοῦ δόξαντος αὐτὸν ὑβρίζειν χωρὶς ἱδρώτων καὶ πόνων καὶ χρόνου μακροῦ στέφανον αὐτῷ δικαιοσύνης ἐκόμισαν. Διὰ τοῦτο καὶ ὑπερεύχεσθαι τῶν ἐχθρῶν προσέταξεν ὁ Θεὸς, ὡς μὴ μόνον ἀφιέναι αὐτοῖς τὰ ὀφε[ι]λήματα, ἀλλὰ καὶ εἰς τοὺς πρώτους τῶν φίλων αὐτοὺς ἀριθμεῖν. Ἐὰν δὲ ἀδικῇς μὲν μηδὲν, ἀποστρέφῃ δὲ καὶ οὐχ ἡδέως ὁρᾷς, καὶ τὸ τραῦμα ἔχῃς ἐνακμάζον σου τῇ ψυχῇ, οὔπω τὴν ἐντολὴν ἐποίησας, ἣν προσέταξεν ὁ Χριστός. Πῶς οὖν αὐτὸς ἵλεων γενέσθαι τὸν Θεὸν παρακαλεῖς, τοῖς εἰς σὲ πεπλημμεληκόσιν οὔπω γεγονὼς ἵλεως αὐτός;

Εἰ δὲ βούλει γνῶναι ὅτι, κἂν ἡμεῖς παρακαλέσωμεν ὑπὲρ τῶν ἐχθρῶν ἡμῶν καὶ ἠδικηκότων, ὁ Θεὸς οὐκ ἀφίησιν, ἐὰν μέλλωσι γενέσθαι χείρους διὰ τῆς ἡμετέρας ἀνεξικακίας, ἱστορίαν ὑμῖν ἐρῶ παλαιάν. Κατελάλησέ ποτε τοῦ Μωϋσέως ἡ Μαριάμ· τί οὖν ὁ Θεός; λέπραν ἐπαφῆκεν αὐτῇ, καὶ ἀκάθαρτον ἐποίησε, καίτοι γε τὰ ἄλλα οὖσαν ἐπιεικῆ τε καὶ σώφρονα. Εἶτα τοῦ Μωϋσέως αὐτοῦ ὑβρισμένου παρακαλοῦντος, ἱκετεύοντος ἀφεῖναι τὴν ὀργὴν, οὐκ ἠνέσχετο ὁ Θεὸς, ἀλλὰ τί ἔφη; Εἰ πατέρα εἶχε, καὶ ἐξ ὄψεως αὐτὴν ἐποίησεν, οὐκ ἂν ἤνεγκε τὴν ἐπιτίμησιν; Σὲ μὲν οὖν ἀποδέχομαι τῆς πραότητος καὶ τῆς ἀνεξικακίας, ἐμὲ δὲ οὐδέπω αὐτὴν ἀφεῖναι δεῖ τῆς κολάσεως. Ἀναμνήσθητι τοίνυν τῆς φοβερᾶς κρίσεως, καθ᾽ ἣν ἅπαντα γυμνὰ καὶ τετραχηλισμένα· ἐννόησον ὅτι τὰ κρυπτόμενα νῦν ἀνακαλύπτονται τότε. Ἂν τοίνυν ἀφῇς τῷ πλησίον τὰ ἁμαρτήματα ἅπερ ἀποκαλύπτεσθαι μέλλει τότε, ταῦτα ἐνταῦθα ἀφανίζεται πάντα, καὶ ἀπελεύσῃ μηδὲν ἐπισυρόμενος ὧν ἐπλημμέλησας. Ὥστε μείζονα λαμβάνεις, ἢ δίδως. Καὶ γὰρ πολλάκις ἡμαρτήκαμεν τοιαῦτα, ἃ μηδεὶς ἕτερος εἶδεν. Εἶτα ἐννοοῦντες ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην πρὸ τῶν ὀφθαλμῶν ἅπαντα κείσεται ἡμῶν τὰ ἁμαρτήματα ἐν τῷ κοινῷ τῆς οἰκουμένης θεάτρῳ, οὐ τῆς κολάσεως χαλεπώτερον ἀλγήσομεν πνιγόμενοι καὶ ἀγχόμενοι τῷ συνειδότι;

Ἀλλὰ τὴν τοσαύτην σου αἰσχύνην, τὰ τοσαῦτα ἁμαρτήματα ἔστιν ἀπονίψασθαι διὰ τῆς εἰς τὸν πλησίον συγχωρήσεως. Καὶ, εἰ βούλεσθε, ἀκούσατε ταύτης τῆς ἐντολῆς τὴν δύναμιν· Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, φησὶν, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς. Ἀλλ᾽ ὅμως, οὓς οὐκ ἠδύνατο Μωϋσῆς καὶ Σαμουὴλ ἐξαρπάσαι τῆς ὀργῆς τοῦ Θεοῦ, αὕτη δύναται ἐξαρπάσαι ἡ ἐντολή. Διὰ τοῦτο ἐκείνοις, οἷς ταῦτα εἶπε, συνεχῶς παρεκέλευε λέγων· Κακίαν ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν· καὶ, Τὴν κακίαν τοῦ πλησίον ὑμῶν μὴ λογίζεσθε. Εἰ δὲ τοὺς ἐχθροὺς ἀγαπᾷν κελευόμεθα, ὅταν καὶ τοὺς φιλοῦντας μισῶμεν, ποίαν τίσομεν δίκην; Εἰ ὁ τὸν φιλοῦντα ἀγαπῶν, οὐδὲν πλέον ἔχει τῶν τελωνῶν· ὁ τὸν οὐδὲν ἀδικοῦντα μισῶν, ποῦ στήσεται; πῶς δὲ ἐκφεύξεται γέενναν, τῶν ἐθνικῶν χείρων γενόμενος; Εἰ ὁ μὴ φιλῶν τὸν ἀδελφὸν, κἂν χρήματα κενώσῃ, κἂν ἐν μαρτυρίῳ διαλάμψῃ, οὐδὲν ἀνύει πλέον· ὁ πολεμῶν τῷ μηδὲν ἠδικηκότι, ἐννόησον πόσης ἂν εἴη τιμωρίας ἄξιος. Εἰ τοῖς τὰ εἰς αὐτοὺς μὴ συγχωροῦσιν ἁμαρτήματα, οὐκ ἀφίησιν ὁ Θεός· τοῖς τοὺς οὐδὲν ἠδικηκότας ἀδικεῖν ἐπιχειροῦσι, ποίαν ἄφεσιν δώσει; Τί τοίνυν μαχόμεθα πρὸς ἀλλήλους εἰκῆ, τί πολεμοῦμεν ἀλλήλοις, προστεταγμένοι καὶ τοὺς μισοῦντας φιλεῖν; τί λέγεις, ἄνθρωπε· ἐχθρὸν ἔχεις καὶ οὐ καταισχύνῃ; οὐ γὰρ ἀρκεῖ ἡμῖν ὁ διάβολος, ὅτι καὶ ὁμογενεῖς ἐπισπώμεθα;

Εἴθε μήτε ἐκεῖνος ἠθέλησεν ἡμῖν πολεμεῖν, εἴθε μηδὲ ἐκεῖνος διάβολος ἦν. Οὐκ οἶσθα πόση ἡδονὴ μετὰ τὰς καταλλαγάς;

Τί γὰρ, εἰ καὶ ἐν ἔχθρᾳ οὐ σφόδρα φαίνεται, Εἰ δὲ λέγεις ὅτι φλεγμαίνεις τῆς ὕβρεως μεμνημένος, ἀναμνήσθητι εἰ γέγονέ σοι καλὸν παρὰ τοῦ λελυπηκότος, καὶ ὅσα ἑτέροις σὺ διέθηκας κακὰ, καὶ ταχέως καταλύσεις τὴν ἔχθραν. Οὐδὲν γὰρ τοσοῦτον κακῶς ἔπαθες, ὅσον σαυτὸν ἐργάσῃ μνησικακῶν κακόν.

Πῶς γὰρ ἐπιτεύξῃ συγγνώμης, ἧς ἑτέροις οὐ μεταδίδως; Ἑλλήνων παῖδες οὐδὲν μέγα προσδοκῶντες, πολλάκις ἐπὶ ἀνεξικακίᾳ ἐφιλοσόφησαν· καὶ σὺ ὑπὲρ οὗ τὴν ψυχὴν ὁ Χριστὸς ἔδωκε, καὶ οὐδὲ σφαγῆναι παρῃτήσατο, ἐχθροῦ ὄντος, καὶ ἐπὶ τοιαύταις ἐλπίσι μέλλων ἀποδημεῖν, ἀναδύῃ καὶ ὀκνεῖς πρὸς τὸ καταλῦσαι τὴν ἔχθραν; Καὶ ὅπερ ὁ χρόνος ποιεῖ, τοῦτο οὐκ ἀνέχῃ πρὸ τοῦ χρόνου ποιῆσαι διὰ τὸν τοῦ Θεοῦ νόμον, ἀλλ᾽ ἀμισθὶ μᾶλλον ἢ ἐπὶ μισθῷ βούλει σβεσθῆναι τὸ πάθος; Οὐδὲ γὰρ, ἂν ἀπὸ τοῦ χρόνου γένηται τοῦτο, ἔσται σοί τι πλέον, ἀλλὰ καὶ πολλὴ ἡ κόλασις, ὅτι ὅπερ ὁ χρόνος εἰργάσατο, τοῦτο ὁ τοῦ Θεοῦ νόμος οὐκ ἔπεισέ σε ποιῆσαι· Διὰ γὰρ τοῦτο μάλιστά σοι μισθὸν ἄφατον πορίζει, ἵνα φθάσῃς ἐκεῖνον· ὡς, ἐὰν παρακληθεὶς καταλλαγῇς, οὐκ ἔτι τῆς τοῦ Θεοῦ προσταγῆς γέγονεν ἡ φιλία, ἀλλὰ τῆς ἐκείνου σπουδῆς· διὸ καὶ ἀστεφάνωτος ἀναχωρεῖς, ἐκείνου τὰ βραβεῖα λαμβάνοντος. Λῃσταὶ κοινωνοῦντές τισιν, οὐκέτι εἰσὶ λῃσταὶ πρὸς οὓς ἂν κοινωνήσωσιν, ἀλλὰ μεταβάλλει τὸν τρόπον ἡ τράπεζα, καὶ τοὺς τῶν θηρίων ἀγριωτέρους προβάτων ἡμερωτέρους ποιεῖ· ἡμεῖς δὲ τοιαύτης τραπέζης μετέχοντες, τοιαύτης κοινωνοῦντες τροφῆς, ὁπλιζόμεθα κατ᾽ ἀλλήλων; καὶ πῶς οὐκ ἂν εἴημεν καὶ τῶν θηρίων χείρους; Διά τοι τοῦτο ἡμεῖς μὲν ἀσθενέστεροι, ὁ δὲ πάντων ἡμῶν πολέμιος ἰσχυρότερος καθ᾽ ἑκάστην γίνεται τὴν ἡμέραν.

Οὐ γὰρ μετ᾽ ἀλλήλων κατ᾽ ἐκείνου φραττόμεθα, ἀλλὰ μετ᾽ ἐκείνου κατ᾽ ἀλλήλων ἱστάμεθα, καὶ αὐτῷ στρατηγῷ πρὸς τὰς τοιαύτας παρατάξεις κεχρήμεθα. Οὗ τὴν στρατηγίαν ἐκφύγοιμεν, χάριτι τοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας.

Ἀμήν.