Οὐδὲ γὰρ οὕτως ἐλεγχόμενοι παρ᾽ ἑτέρων ἀλγοῦμεν, ὡς ἐλέγχοντες ἑτέρους ὑπὲρ ἁμαρτημάτων ὧν ἐσμεν ὑπεύθυνοι. Βούλεσθε μαθεῖν ὅσον κατόρθωμα τὸ τῶν οἰκείων μεμνῆσθαι ἁμαρτημάτων; ἐπὶ τῆς τῶν χρημάτων δαπάνης εὐθέως ἀναστάντες ἀπὸ τῆς κλίνης, πρὶν εἰς ἀγορὰν ἐμβαλεῖν, ἢ μεταχειρίσαι τι τῶν ἰδιωτικῶν ἢ δημοσίων πραγμάτων, τὸν οἰκέτην καλέσαντες ἀπαιτοῦμεν τὸν λόγον τῶν δαπανηθέντων, ἵνα ἴδωμεν, τί μὲν κακῶς, τί δὲ εἰς δέον ἀνήλωται, πόσον δὲ ὑπολέλειπται· κἂν ἴδωμεν ὀλίγον τὸ ὑπολελειμμένον, παντὶ τρόπῳ προσόδων ἀφορμὰς ἐπινοοῦμεν, ἵνα μὴ λάθωμεν διαφθαρέντες λιμῷ. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν πράξεων τῶν ἡμετέρων ποιῶμεν, τὸ συνειδὸς τὸ ἡμέτερον κολάσαντες, ποιήσωμεν αὐτῷ λόγον τῶν ῥημάτων, τῶν πραγμάτων, τῶν ἐνθυμήσεων, ἐξετάσωμεν τί μὲν εἰς δέον ἠνήλωται, τί δὲ ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ· ποῖος λόγος ἐδαπανήθη κακῶς, εἰς λοιδορίας, εἰς αἰσχρολογίας, εἰς ὕβρεις· ποῖον ἐνθύμημα τὸν ὀφθαλμὸν εἰς ἀκολασίαν ἐκίνησε· τίς λόγος ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ εἰς ἔργον ἐξηνέχθη, ἢ διὰ χειρῶν, ἢ διὰ γλώττης, ἢ διὰ τῶν ὀμμάτων αὐτῶν· καὶ σπουδάσωμεν τῆς μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρόσοδον, ἀντὶ τῶν ῥημάτων τῶν εἰκῆ προσενεχθέντων εὐχὰς, ἀντὶ τῶν ὄψεων τῶν ἀκολάστως γενομένων ἐλεημοσύνας, νηστείας.