Θαυμάζεται Δαυῒδ τὸν Γολιὰθ καταφέρων ἀπὸ λίθου μόνον ἑνός· ἀλλ᾽ εἰ τὰ Παύλου κατορθώματά τις ἐξετάσειε, παιδὸς ἔργον ἐκεῖνο, καὶ ὅσον ποιμένος καὶ στρατηγοῦ τὸ μέσον, τοσοῦτον τούτου κἀκείνου τὸ διάφορον. Οὗτος γὰρ οὐ λίθον ῥίπτων, τὸν νοητὸν Γολιὰθ κατέφερεν, ἀλλὰ φθεγγόμενος μόνον ἅπασαν κατέλυε τοῦ διαβόλου τὴν φάλαγγα. Καὶ καθάπερ λέων βρυχώμενος, καὶ φλόγα ἀπὸ τῆς γλώττης ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος ἦν ἐπιὼν, καὶ πανταχοῦ μετεπήδα συνεχῶς· ἔδραμεν ἐπὶ τούτους, ἦλθεν ἐπ᾽ ἐκείνους, μετέστη πρὸς τούτους, ἀπεπήδησε πρὸς ἑτέρους· ἀνέμου ταχύτερον ἐπιὼν, καὶ καθάπερ μίαν οἰκίαν, ἢ πλοῖον ἓν τὴν οἰκουμένην ἅπασαν κυβερνῶν· καὶ τοὺς μὲν βαπτιζομένους ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην μεταχειρίζων, ἱστίον ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης, καὶ κυβερνήτης, καὶ πρωρεὺς, καὶ ἱστίον, καὶ πλοῖον, καὶ πάντα πάσχων, ἵνα τὰ ἑτέρων λύσῃ κακά. Καὶ καθάπερ τις ἀθλητὴς αὐτὸς παλαίων, τρέχων, πυκτεύων, ἢ στρατιώτης τειχομαχῶν, πεζομαχῶν, ναυμαχῶν· οὕτω πᾶν εἶδος μετῄει μάχης, καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν, ἑνὶ σώματι καταλαμβάνων τὴν οἰκουμένην, καὶ μιᾷ γλώττῃ πάντας τροπούμενος.