Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολαὶ πρὸς Ὀλυμπιάδα

Ἰωάννης ὁ Χρυσόστομος

Επιστολή Γ΄

Προτροπή προς την Ολυμπιάδα να αντιμετωπίσει τις δοκιμασίες με καρτερία, με αφορμή τη θλίψη όσων συναντά στην πορεία του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 17

ΕΠΙΣΤΟΛΗ Γʹ Ὅταν ἴδω δήμους ἀνδρῶν καὶ γυναικῶν κατὰ τὰς ὁδούς, κατὰ τοὺς σταθμούς, κατὰ τὰς πόλεις ἐκχεομένους καὶ ὁρῶντας ἡμᾶς καὶ δακρύοντας, ἐννοῶ ἐν τίσι τὰ ὑμέτερα. Εἰ γὰρ οὗτοι νῦν πρῶτον ἡμᾶς ἑωρακότες οὕτω κατακλῶνται ὑπὸ τῆς ἀθυμίας ὡς μηδὲ ἀνενεγκεῖν ῥᾳδίως, ἀλλὰ ἱκετευόντων ἡμῶν καὶ παρακαλούντων καὶ συμβουλευόντων, θερμοτέρους ἤφιον δακρύων κρουνούς, εὔδηλον ὅτι παρ᾽ ὑμῖν σφοδρότερος ὁ χειμών. Ἀλλ᾽ ὅσῳ σφοδρότερος ὁ χειμών, τοσούτῳ καὶ μείζονα τὰ βραβεῖα, εἰ διηνεκῶς αὐτὸν εὐχαρίστως ἐνέγκοιτε καὶ μετὰ τῆς προσηκούσης ἀνδρείας, ὥσπερ οὖν καὶ φέρετε. Ἐπεὶ καὶ κυβερνῆται ἀνέμου σφοδροῦ πνέοντος, ἂν μὲν πέρα τοῦ μέτρου τὰ ἱστία ἀναπετάσωσιν, περιτρέπουσι τὸ σκάφος· ἂν δὲ συμμέτρως καὶ ὡς προσῆκεν, ἰθύνουσιν αὐτὸ μετὰ ἀσφαλείας πολλῆς.

Ταῦτ᾽ οὖν εἰδυῖα, δέσποινά μου θεοφιλεστάτη, μὴ ἐκδῷς σεαυτὴν τῇ τῆς ἀθυμίας τυραννίδι, ἀλλὰ κράτει τῷ λογισμῷ τοῦ χειμῶνος· δύνασαι γάρ, καὶ οὐ μεῖζόν σου τῆς τέχνης τὸ κλυδώνιον· καὶ πέμπε γράμματα ἡμῖν τοῦτο ἀπαγγέλλοντα ἵνα καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες πολλὴν καρπωσώμεθα τὴν εὐφροσύνην, μαθόντες ὅτι μετὰ τῆς προσηκούσης σοι συνέσεως καὶ φιλοσοφίας ἤνεγκας τὴν ἀθυμίαν ταύτην.

Ταῦτα ἐγγὺς Καισαρείας λοιπὸν ἐλθὼν ἐπέσταλκά σου τῇ τιμιότητι.