Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολαὶ πρὸς Ὀλυμπιάδα
Επιστολή Δ΄
Πληροφορίες για την άφιξή του στην Καισάρεια, τη λήψη ιατρικής φροντίδας, και παραινέσεις προς τα οικεία πρόσωπα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολή Δ΄
Πληροφορίες για την άφιξή του στην Καισάρεια, τη λήψη ιατρικής φροντίδας, και παραινέσεις προς τα οικεία πρόσωπα.
ΕΠΙΣΤΟΛΗ Δʹ Τὴν ἀρρωστίαν διαφυγὼν ἣν κατὰ τὴν ὁδὸν ὑπέμεινα, ἧς καὶ τὰ λείψανα εἰς Καισάρειαν ἐκόμισα, καὶ πρὸς ὑγίειαν ἐπανελθὼν λοιπὸν καθαράν, ἐπιστέλλω σου τῇ εὐλαβείᾳ ἀπὸ Καισαρείας αὐτῆς, ἐν ᾗ πολλῆς ἀπολαύσας θεραπείας ῥᾷον διετέθην, ἰατρῶν ἀριστῶν καὶ σφόδρα εὐδοκιμωτάτων καὶ συμπαθείᾳ καὶ φίλτρῳ μᾶλλον οὐχὶ τέχνῃ μόνῃ θεραπευόντων ἡμᾶς ἐπιτυχών, ὧν θάτερος καὶ συναπελθεῖν ἡμῖν ὑπέσχετο καὶ ἕτεροι δὲ πλείους τῶν ἐν ἀξιώμασι.
Καὶ ἡμεῖς μὲν πολλάκις ἐπιστέλλομεν τὰ καθ᾽ ἡμᾶς, αὐτὴ δέ, ὃ καὶ ἔμπροσθεν ἐνεκάλεσα, σπανιάκις τοῦτο ποιεῖς. Καὶ ἵνα μάθῃς ὅτι ῥᾳθυμίας σῆς ἐστι τοῦτο, καὶ οὐχὶ ἡ σπάνις τῶν γραμματηφόρων τοῦτο ποιεῖ, ὁ κύριός μου ὁ ἀδελφὸς τοῦ μακαρίου Μαξίμου τοῦ ἐπισκόπου πρὸ δύο τούτων ἀπήντησεν ἡμερῶν καὶ αἰτηθεὶς παρ᾽ ἡμῶν γράμματα ἔφησε μηδένα βουληθῆναι δοῦναι αὐτῷ· ἀλλὰ καὶ τὸν Τίγριον τὸν πρεσβύτερον αἰτηθέντα παρ᾽ αὐτοῦ μὴ παρασχεῖν. Παρακαλῶ, ὀνείδισον αὐτῷ τοῦτο καὶ τῷ γνησίῳ καὶ θερμῷ ἡμῶν ἐραστῇ καὶ τοῖς ἄλλοις δὲ πᾶσιν τοῖς περὶ Κυριακὸν τὸν ἐπίσκοπον.
Τοῦ γὰρ τόπου ἕνεκεν ὥστε ἐναλλαγῆναι, μήτε αὐτοῖς μηδὲ ἄλλῳ μηδενὶ ἐνοχλήσητε. Δεδέγμεθα τὴν χάριν. Ἴσως γὰρ ἠβουλήθησαν καὶ οὐκ ἠδυνήθησαν. Δόξα τῷ Θεῷ πάντων ἕνεκεν· οὐ γὰρ παύσομαι τοῦτο ἐπιλέγων ἀεὶ ἐπὶ πᾶσί μοι τοῖς συμβαίνουσιν. Ἔστω τοῦτο· οὐκ ἠδυνήθησαν. Μὴ καὶ γράφειν οὐκ ἠδύναντο;
Πολλὰ εὐχαρίστησον ταῖς κυρίαις μου ταῖς ἀδελφαῖς τοῦ κυρίου μου τοῦ τιμιωτάτου ἐπισκόπου Περγαμίου, πολλὴν ὑπὲρ ἡμῶν ποιουμέναις σπουδήν. Καὶ γὰρ τὸν κύριόν μου τὸν δοῦκα τὸν γαμβρὸν αὐτοῦ σφόδρα παρεσκεύασαν περὶ ἡμᾶς διακεῖσθαι, ὡς σφόδρα κἀκεῖνον ἐπιθυμεῖν ἡμᾶς ἐκεῖσε εἶναι.
Καὶ αὐτὴ δὲ συνεχῶς ἡμῖν δήλου τὰ περὶ τῆς ὑγιείας τῆς σῆς καὶ τῶν ἀγαπώντων ἡμᾶς. Ἡμῶν δὲ ἕνεκεν ἄφροντις ἔσο. Καὶ γὰρ ἐν ὑγιείᾳ ἐσμὲν καὶ εὐθυμίᾳ καὶ πολλῆς ἀπολαύομεν τῆς ἀνέσεως, μέχρι τῆς σήμερον ἡμέρας. Ἐπιθυμοῦμεν δὲ μαθεῖν περὶ τῶν κατὰ Κυριακὸν τὸν ἐπίσκοπον εἰ ἀφέθησαν· καὶ οὐδεὶς ἡμῖν σαφὲς οὐδὲν ἀπήγγειλεν· καὶ τοῦτο ἡμῖν δηλώσατε. Εἰπὲ Κυριακῷ τῷ ἐπισκόπῳ ὅτι λυπούμενος αὐτῷ οὐκ ἐπιστέλλω.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.