Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολαί

Ἰωάννης ὁ Χρυσόστομος

Επιστολές 121 έως 139

Εκτενής αλληλογραφία, συμπεριλαμβανομένης της μακράς παραμυθητικής επιστολής προς τον επίσκοπο Κυριακό (Επιστολή 125). Θίγονται οι διώξεις της Εκκλησίας, οι κακουχίες του χειμώνα, οι επιδρομές και η προσδοκία της μελλοντικής κρίσης και ανταπόδοσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 11

ΡΚΑʹ. Ἀραβίῳ. Τὴν κάμινον τῆς ἀθυμίας, ἣν ἐπὶ τῆς ψυχῆς περιφέρεις ὑπὲρ τῶν εἰς ἡμᾶς γεγενημένων, σαφέστατα ἔδειξεν ἡμῖν τὸ γράμμα τὸ σὸν, καὶ πρὸ τούτου μὲν ἐπισταμένοις. Οὐ γὰρ δυνησόμεθα ἐπιλαθέσθαι τῆς πηγῆς τῶν δακρύων, ἣν ἐν ἀρχῇ τῶν κακῶν τούτων ὑφαινομένων ἠφίεις. Πλὴν ἀλλὰ καὶ ἡ ἐπιστολὴ τῶν δακρύων οὐκ ἔλαττον καὶ τῶν ὀδυρμῶν ἐκείνων ἀπεκάλυψε τὴν φλόγα τῆς λύπης ἡμῖν, τῆς ἐν τῇ καρδίᾳ τῇ σῇ. Τούτων προσδόκα τὰς ἀμοιβὰς παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Ἔστι γὰρ καὶ λύπης μισθὸς καὶ μέγας καὶ πολύς. Ἐπεὶ καὶ ἐπὶ Ἰουδαϊκῶν κακῶν ἦσάν τινες, οἳ τὰ γινόμενα παρ᾽ αὐτῶν διορθῶσαι μὲν οὐκ ἠδύναντο, ἔστενον δὲ μόνον καὶ ἐθρήνουν, καὶ τοιαύτην ἐκαρπώσαντο τὴν ἀμοιβὴν, ὡς τῶν ἄλλων ἁπάντων ἀπολλυμένων, καὶ πανωλεθρίᾳ παραδιδομένων, ἐκείνους διαφυγεῖν τὴν ὀργήν. Δὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων καὶ ὀδυρομένων. Καίτοι γε οὐκ ἐκώλυον τὰ γινόμενα, ἀλλ᾽ ἐπειδὴ οὗπερ κύριοι ἦσαν ἐποίουν, ἕστενον, ἐθρήνουν τὰ γινόμενα, μεγίστην ἐντεῦθεν τὴν ἀσφάλειαν ἐκτήσαντο. Μὴ οὖν διαλίπητε καὶ ὑμεῖς, δεσπόται μου, στένοντες ταῦτα καὶ τὸν φιλάνθρωπον Θεὸν παρακαλοῦντες δοῦναι λύσιν τῷ κοινῷ τῆς οἰκουμένης ναυαγίῳ.

Ἴστε γὰρ, ἴστε σαφῶς, ὡς πάντα θορύβων καὶ ταραχῆς πεπλήρωται, καὶ οὐχ ὑπὲρ Κωνσταντινουπόλεως χρὴ μόνον παρακαλεῖν, ἀλλ᾽ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης· ἐπειδήπερ ἐντεῦθεν ἀρξάμενον τὸ κακὸν, καθάπερ ῥεῦμα πονηρὸν ἐκχυθὲν, πανταχοῦ τῆς γῆς τὰς Ἐκκλησίας λυμαίνεται. Ὅπερ δὲ ἡμᾶς παρεκάλεσας, τοῦτο καὶ αὐτὸς παρ᾽ ἡμῶν παρακλήθητι, ἕως ἂν ὑμῶν ὦμεν κεχωρισμένοι τῷ σώματι (τῇ γὰρ ψυχῇ ἀεὶ καὶ τῇ σῇ εὐγενείᾳ καὶ τῷ οἴκῳ σου συνδεδέμεθα), συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας σου εὐαγγελίζεσθαι μὴ κατόκνει. Οἶδας γὰρ ἡλίκην ἡμῖν δώσεις τὴν χάριν. Ἐπειδὴ ἐκέλευσας ἡμᾶς ἐν τοῖς σοῖς καταχθῆναι, καθὼς ἔμαθον ἐξελθὼν, οὐκ ἔτι ἔδοξεν ἡμᾶς εἰς Σεβάστειαν ἀπενεχθῆναι, ἀλλ᾽ εἰς ἐρημότατον χωρίον τῆς Ἀρμενίας Κουκουσὸν, καὶ σφαλερώτατον τῆς τῶν Ἰσαύρων ἐπιδρομῆς ἕνεκεν. Χάριν μέντοι ἴσμεν τῇ εὐγενείᾳ τῇ σῇ, καὶ δεδέγμεθα τὴν τιμὴν, ὅτι καὶ ἀπόντων οὕτως ἐφρόντισας, ὥστε εὐτρεπίσαι τὸ καταγώγιον ἡμῖν, καὶ παρακαλέσαι ἐν τοῖς σοῖς ἡμᾶς καταχθῆναι. Ἀλλ᾽ εἴ τινες εἶέν σοι φίλοι κατὰ τὴν Κουκουσὸν, ἐκείνοις ἐπιστεῖλαι παρακλήθητι.

ΡΚΒʹ. Μαρκιανῷ. Μακάριος εἶ, καὶ τρισμακάριος, καὶ πολλάκις τοῦτο, ἐν οὕτω χειμῶνι χαλεπῷ, καὶ τοσαύτῃ τῶν πραγμάτων ζάλῃ, τοσαύτην ἐπιδεικνύμενος περὶ τοὺς δεομένους μεγαλοψυχίαν. Οὐ γὰρ ἔλαθεν ἡμᾶς τῆς φιλανθρωπίας σου τὸ μέγεθος, καὶ ὅτι καινὸς ἅπασι γέγονας λιμὴν, ὀρφανοῖς παριστάμενος, χήρας παντὶ τρόπῳ παραμυθούμενος, ἀνέχων αὐτῶν τὴν πενίαν, διορθούμενος τὴν πτωχείαν, οὐδὲ αἴσθησιν ἀφιεὶς λαμβάνειν τῆς στενοχωρίας ταύτης, ἀλλ᾽ ἀντὶ πάντων αὐτοῖς γινόμενος, καὶ δῆμον ὁλόκληρον διατρέφων σίτῳ, καὶ οἴνῳ, καὶ ἐλαίῳ, καὶ τοῖς ἄλλοις ἅπασιν.

Ὁ Θεός σοι τὸν μισθὸν ἀποδῷ καὶ ἐν τῷ παρόντι βίῳ καὶ ἐν τῷ μέλλοντι αἰῶνι τῆς μεγαλοψυχίας ταύτης, τῆς δαψιλείας, τῆς προθυμίας, τοῦ ζήλου, τῆς φιλοπτωχείας, τῆς γνησίας ἀγάπης· καὶ γὰρ ἐν ἅπασι τούτοις βρύεις καὶ κομᾷς, μέγιστα σεαυτῷ ἀποτιθέμενος βραβεῖα ἐν τῷ μέλλοντι αἰῶνι. Ταῦτα καὶ ἡμεῖς μανθάνοντες ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, καὶ πολλαῖς κυκλούμενοι περιστάσεσι· καὶ γὰρ Ἰσαυρικοῦ φόβου πολιορκία, καὶ χωρίου ἐρημία, καὶ χειμῶνος σφοδρότης ἡμᾶς θλίβει· ἀλλ᾽ ὅμως ταῦτα ἀκούοντες περὶ τῆς σῆς τιμιότητος, οὐδὲ αἴσθησιν τούτων λαμβάνομεν τῶν λυπηρῶν, ἀλλὰ καὶ πολλὴν καρπούμεθα τὴν παράκλησιν, σκιρτῶντες, εὐφραινόμενοι, χαίροντες ἐπὶ τοῖς τοσούτοις κατορθώμασιν, ἐπὶ τῷ πλούτῳ τῷ ἀφάτῳ, ὃν ἐν οὐρανοῖς συνάγεις σεαυτῷ. Ἵν᾽ οὖν καὶ ἐν ἑτέρῳ εὐφραινώμεθα, γράφειν ἡμῖν συνεχῶς μὴ κατόκνει, τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος. Σφόδρα γὰρ ἐπιθυμοῦμεν ἀκούειν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς. Καὶ τοῦτο οἶσθα καὶ αὐτὸς, ἐπειδήπερ κἀκεῖνο οἶσθα, ὅπως ἀεὶ τῆς ἀγάπης τῆς σῆς ἀντεχόμεθα.

ΡΚΓʹ. Πρὸς τοὺς ἐν Φοινίκῃ πρεσβυτέρους καὶ μονάζοντας, τοὺς κατηχοῦντας τοὺς Ἕλληνας. Οἱ κυβερνῆται ἐπειδὰν ἴδωσι τὴν θάλασσαν μαινομένην, καὶ ἐγειρομένην, καὶ πολὺν τὸν χειμῶνα, καὶ τὴν ζάλην, οὐ μόνον οὐκ ἀφιᾶσι τὸ πλοῖον, ἀλλὰ καὶ τότε πλείονι κέχρηνται τῇ σπουδῇ, καὶ μείζονι τῇ προθυμίᾳ, καὶ αὐτοὶ νήφοντες, καὶ τοὺς ἄλλους διεγείροντες. Καὶ ἰατροὶ πάλιν ὅταν ἴδωσι τὸν πυρετὸν ἐγερθέντα, καὶ σφοδρὸν γενόμενον, οὐ μόνον οὐ καταλιμπάνουσι τὸν νοσοῦντα, ἀλλὰ καὶ τότε καὶ αὐτοὶ πάντα ποιοῦσι, καὶ δι᾽ ἑαυτῶν, καὶ δι᾽ ἑτέρων μείζονι κεχρημένοι τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ, ὥστε λῦσαι τὸ κακόν. Τίνος ἕνεκεν ταῦτα λέγω; Ἵνα μή τις ὑμᾶς ἀπατήσῃ διὰ τὴν ταραχὴν τὴν γεγενημένην καταλιπεῖν τὴν Φοινίκην, καὶ ἀναχωρῆσαι ἐκεῖθεν· ἀλλὰ ὅσῳ πλείους αἱ δυσκολίαι, καὶ χαλεπώτερα τὰ κύματα, καὶ μείζων ἡ ταραχὴ, τοσούτῳ μᾶλλον ἐμμένετε σπουδάζοντες, νήφοντες, ἀγρυπνοῦντες, πλείονα προθυμίαν ἐπιδεικνύμενοι, ὥστε μὴ τὴν οἰκοδομὴν ὑμῶν τὴν καλλίστην καταλυθῆναι, μηδὲ τὸν τοσοῦτον πόνον ἀνωφελῆ γενέσθαι, μηδὲ τὴν γεωργίαν ὑμῶν ἀφανισθῆναι. Ἱκανὸς γὰρ ὁ Θεὸς καὶ τὴν ταραχὴν λῦσαι καὶ τῆς ὑπομονῆς ὑμῖν δοῦναι τὸν μισθόν. Οὐδὲ γὰρ τοσοῦτος ὑμῖν ὁ μισθὸς, ὅτε μετ᾽ εὐκολίας τὰ πράγματα ἠνύετο, ὅσος ἐστὶν ὑμῖν νῦν, ὅτε πολλὴ ἡ δυσκολία, πολλὴ ἡ ταραχὴ, πολλοὶ οἱ σκανδαλίζοντες.

Ἐννοοῦντες τοίνυν καὶ τὸν κάματον ὃν ἐκάμετε, καὶ τὸν πόνον ὃν ὑπεμείνατε, καὶ τὰ κατορθώματα ἃ κατωρθώσατε, καὶ ὅτι χάριτι Θεοῦ τοσοῦτον κατελύσατε τῆς ἀσεβείας τὸ μέρος, καὶ εἰς προκοπὴν τὰ πράγματα τῆς Φοινίκης ἦλθε, καὶ ὅτι πλείων ὁ μισθὸς νῦν ὑμῖν καὶ μείζων ἡ ἀμοιβὴ, καὶ ὅτι ταχέως ὁ Θεὸς καὶ τὰ κωλύματα καταλύσει, καὶ πολλὰς ὑμῖν τῆς ὑπομονῆς δώσει τὰς ἀντιδόσεις, παραμένετε, ἐνίστασθε. Οὐδὲν γὰρ ὑμῖν ἔχει λεῖψαι οὐδὲ νῦν, ἀλλὰ τῆς αὐτῆς ἀφθονίας καὶ δαψιλέας ἀπολαύειν ὑμᾶς ἐκέλευσα, εἴτε ἐν ἐνδύμασιν, εἴτε ἐν ὑποδήμασιν, εἴτε ἐν διατροφαῖς τῶν ἀδελφῶν. Εἰ δὲ ἡμεῖς ἐν τοσαύτῃ θλίψει ὄντες, καὶ περιστάσει, καὶ ἐρημίαν οἰκοῦντες τὴν Κουκουσὸν, τοσαύτην ποιούμεθα φροντίδα τῶν κατορθωμάτων τῶν ὑμετέρων, πολλῷ μᾶλλον καὶ ὑμᾶς δεῖ πολλῆς εὐπορίας ἀπολαύοντας, κατὰ τὴν χρείαν λέγω τῶν ἀναγκαίων, τὰ παρ᾽ ἑαυτῶν συνεισφέρειν.

Παρακαλῶ τοίνυν, μηδεὶς ὑμᾶς φοβήσῃ. Καὶ γὰρ καὶ τὰ πράγματα χρηστοτέρας ἔσχεν ἐλπίδας· καὶ δυνήσεσθε τοῦτο μαθεῖν ἀπὸ τῶν ἀντιγράφων τῶν ἀποσταλέντων παρὰ τοῦ κυρίου μου τοῦ εὐλαβεστάτου πρεσβυτέρου Κωνσταντίου. Καὶ ἐὰν παραμείνητε, κἂν μυρία ᾖ τὰ κωλύματα, πάντων περιέσεσθε.

Οὐδὲν γὰρ ὑπομονῆς ἴσον καὶ καρτερίας· πέτρᾳ γὰρ ἔοικεν· αἱ δὲ ταραχαὶ αὗται καὶ αἱ ἐπιβουλαὶ, αἱ κατὰ τῆς Ἐκκλησίας γινόμεναι, κύμασιν ἐοίκασι προσρηγνυμένοις τῇ πέτρᾳ, καὶ διαλυομένοις εἰς οἰκεῖον ἀφρόν. Ἐννοήσατε ὅσα μακάριοι ἀπόστολοι ἔπασχον καὶ παρὰ οἰκείων, καὶ παρὰ ἀλλοτρίων, καὶ ὅτι πάντα τὸν χρόνον τοῦ κηρύγματος διὰ πειρασμῶν, διὰ κινδύνων, δι᾽ ἐπιβουλῶν διήνυσαν, εἰς δεσμωτήρια, καὶ ἀλύσεις, καὶ ἀπαγωγὰς, καὶ μάστιγας καὶ λιμοὺς, καὶ γυμνότητας δαπανώμενοι.

Ἀλλ᾽ ὅμως καὶ ἐν αὐτοῖς τοῖς δεσμωτηρίοις οἰκοῦντες, τῆς ἐγχειρισθείσης αὐτοῖς οἰκονομίας οὐκ ἀφίσταντο· ἀλλ᾽ ὁ μακάριος Παῦλος καὶ δεσμωτήριον οἰκῶν, καὶ μεμαστιγωμένος, καὶ αἵματι περιῤῥεόμενος, καὶ ξύλῳ προσδεδεμένος, καὶ τοσαύτα πάσχων, καὶ ἐμυσταγώγει ἐν τῷ δεσμωτηρίῳ, καὶ τὸν δεσμοφύλακα ἐβάπτιζε, καὶ τὰ παρ᾽ ἑαυτοῦ πάντα ἐποίει. Ταῦτ᾽ οὖν ἅπαντα καὶ τὰ τοιαῦτα λογιζόμενοι, καθάπερ ὑμῶν παρεκάλεσα τὴν ἀγάπην, στήκετε ἑδραῖοι, ἀμετακίνητοι, ἀνεξαπάτητοι, τὴν τοῦ Θεοῦ ἐλπίδα ἀναμένοντες, καὶ τὴν ἐκεῖθεν συμμαχίαν, ἧς ἴσον οὐδέν· καὶ ἀντιγράψαι ἡμῖν περὶ πάντων σπουδάσατε ἐξ αὐτῆς. Διὰ γὰρ τοῦτο καὶ Ἰωάννην τὸν εὐλαβέστατον πρεσβύτερον εἰς τοῦτο ἀπεστείλαμεν, ὥστε παρακαλέσαι ὑμῶν τὴν διάνοιαν, καὶ μὴ ἀφεῖναι ὑπὸ μηδενὸς παρασαλευθῆναι. Ἐγὼ τὸ ἐμαυτοῦ πεποίηκα, καὶ λόγοις παρακαλῶν, καὶ συμβουλαῖς ἀνορθῶν, καὶ τῶν χρειῶν τὴν ἀφθονίαν παρέχων, ὥστε ἐν μηδενὶ ὑμᾶς ὑστερηθῆναι. Εἰ δὲ μὴ βουληθείητέ μου ἀνέχεσθαι, ἀλλ᾽ αὐτοῖς τοῖς ἀπατῶσιν ὑμᾶς καὶ ἀναπτεροῦσι πεισθῆναι, ἐγὼ ἀνεύθυνός εἰμι. Ἴστε δὲ καὶ ἡ κατάγνωσις αὕτη καὶ ἡ ζημία ἐπὶ τίνα ἔρχεται. Ἵν᾽ οὖν μηδὲν τοιοῦτον γένηται, παρακαλῶ ἀνέχεσθαί μου, τοῦ σφόδρα ὑμᾶς ἀγαπῶντος. Καὶ περὶ ὧν ἂν δέησθε, ἢ ἐπιστείλατε ἡμῖν, ἢ, εἰ βούλεσθε, ἕνα τινὰ πέμψατε πρὸς ἡμᾶς, καὶ οὐδὲν ὑμῖν ὑστερήσει καθόλου.

ΡΚΔʹ. Γεμέλλῳ. Ἄλλοι μὲν τῇ θαυμασιότητί σου συνήδονται τῆς ἀρχῆς, ἐγὼ δὲ τῇ πόλει, καὶ τῇ μεγαλοπρεπείᾳ δὲ τῇ σῇ, οὐ διὰ τὴν ἐντεῦθεν τιμὴν (ὑψηλότερος γὰρ τῶν τοιούτων μεμελέτηκας εἶναι), ἀλλὰ διὰ τὸ λαβεῖν ἀφορμὴν τὴν παρέχουσάν σοι μετὰ πολλῆς τῆς ἀδείας καὶ τοῖς πολλοῖς δεῖξαι τὴν σύνεσίν σου, καὶ τὴν ἡμερότητα, καὶ τὸ ἐντεῦθεν κέρδος συναγαγεῖν.

Εὖ γὰρ οἶδα ὅτι καὶ τοὺς σφόδρα τῇ γῇ προσηλωμένους, καὶ πρὸς τὰ ὀνείρατα ταῦτα κεχηνότας, λέγω δὴ τὴν παρὰ τῶν πολλῶν δόξαν, παιδεῦσαι δυνήσῃ, ὅτι οὐκ ἐν τῇ χλανίδι, καὶ τῇ ζώνῃ, οὐδὲ ἐν τῇ φωνῇ τοῦ κήρυκος ὁ ἄρχων, ἀλλ᾽ ἐν τῷ τὰ πεπονηκότα ἀνακτᾶσθαι, καὶ τὰ κακῶς ἔχοντα διορθοῦν, καὶ κολάζειν μὲν ἀδικίαν, μὴ συγχωρεῖν δὲ ὑπὸ δυναστείας τὸ δίκαιον ἀπελαύνεσθαι. Καὶ γὰρ οἶδά σου τὴν παῤῥησίαν, τὴν ἐλευθεροστομίαν, τῆς διανοίας τὸ ὕψος, τὴν τῶν βιωτικῶν ὑπεροψίαν, τὸ μισοπόνηρον, τὸ ἥμερον, τὸ φιλάνθρωπον, οὗ μάλιστα ἄρχοντι δεῖ. Διὸ κἀκεῖνο οἶδα σαφῶς, ὅτι λιμὴν ἔσῃ τῶν ναυαγούντων, βακτηρία τῶν ἐπὶ γόνυ κλιθέντων, πύργος τῶν ὑπὸ δυναστείας ἀδίκου πολεμουμένων· καὶ ἔσῃ ταῦτα ῥᾳδίως. Οὐδὲ γὰρ πόνου σοι δεῖ, οὐδὲ ἱδρῶτος, οὐδὲ χρόνου μακροῦ εἰς τὸ κατορθοῦν ταῦτα· ἀλλ᾽ ὥσπερ ὁ ἥλιος ὁμοῦ τε φαίνεται, καὶ πάντα λύει ζόφον· οὕτω καὶ αὐτὸς ἐπὶ τοῦ θρόνου φανεὶς, εὖ οἶδ᾽ ὅτι ἐκ πρώτης ἡμέρας τούς τε ἀδικεῖν ἐπιχειροῦντας ἀνέστειλας, τούς τε ἀδικουμένους, καὶ πρὶν εἰς τὸ δικαστήριον εἰσελθεῖν, πάσης ἐπηρείας ἀπήλλαξας· καὶ ἤρκεσεν εἰς τὴν τούτου διόρθωσιν ἡ τῆς φιλοσόφου σου ψυχῆς ὑπόληψις. Διὰ ταῦτα καίτοι ἐν ἐρημίᾳ καθήμενος, καὶ πολλαῖς συνεχόμενος περιστάσεσι, πολλῆς γέμω τῆς εὐφροσύνης, ἡμετέραν ἡδονὴν τὴν τῶν ἀδικουμένων συμμαχίαν ἡγούμενος.

ΡΚΕʹ. ΠΡΟΣ ΚΥΡΙΑΚΟΝ ΕΠΙΣΚΟΠΟΝ ΕΝ ΕΞΟΡΙΑ ΟΝΤΑ ΚΑΙ ΑΥΤΟΝ. Φέρε δὴ πάλιν ἀπαντλήσω τῆς ἀθυμίας τὸ ἕλκος, καὶ διασκεδάσω τοὺς λογισμοὺς τοὺς τὸ νέφος τοῦτο συνιστῶντας. Τί γάρ ἐστιν ὃ λυπῇ καὶ ἀδημονεῖς;

Διότι χαλεπὸς ὁ χειμὼν καὶ πικρὸν τὸ ναυάγιον τὸ τὴν Ἐκκλησίαν καταλαβόν; Τοῦτο οἶδα κἀγὼ, καὶ οὐδεὶς ἀντερεῖ· ἀλλ᾽ εἰ βούλει, εἰκόνα σοι ἀναπλάττω τῶν γινομένων. Θάλατταν ὁρῶμεν ἀπ᾽ αὐτῆς κάτωθεν ἀναμοχλευομένην τῆς ἀβύσσου, τοὺς ναύτας ἀντὶ τῶν οἰάκων καὶ τῶν κωπῶν τὰς χεῖρας τοῖς γόνασι περιπλέξαντα καὶ πρὸς τὴν ἀμηχανίαν τοῦ χειμῶνος ἀπορηθέντας, οὐκ οὐρανὸν βλέποντας, οὐ πέλαγος, οὐ ξηρὰν, ἀλλ᾽ ἐπὶ τῶν στρωμάτων κειμένους, καὶ ὀλοφυρομένους, καὶ κλαίοντας. Καὶ ταῦτα μὲν ἐπὶ τῆς θαλάσσης οὕτω συμβαίνει· νῦν δὲ ἐπὶ τῆς ἡμετέρας θαλάσσης χείρων ὁ θόρυβος, καὶ χείρω τὰ κύματα. Ἀλλὰ παρακάλει τὸν Δεσπότην ἡμῶν Χριστὸν, ὃς οὐ τέχνῃ περιγίνεται χειμῶνος, ἀλλὰ νεύματι λύει τὴν ζάλην. Ἀλλ᾽ εἰ καὶ πολλάκις παρεκάλεσας, καὶ οὐκ εἰσηκούσθης, μὴ ὀλιγωρήσῃς· τοιοῦτον γὰρ ἔθος ἔχει ὁ φιλάνθρωπος Θεός. Μὴ γὰρ οὐκ ἠδύνατο ἐκείνους τοὺς τρεῖς παῖδας λυτρώσασθαι, ἵνα μὴ εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμπέσωσιν;

Ἀλλ᾽ ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βάρβαρον χώραν ἀπεῤῥίφησαν, καὶ τῆς πατρῴας κληρονομίας ἐξέπεσον, καὶ παρὰ πάντων ἀπεγνώσθησαν, καὶ οὐδὲν λοιπὸν οὐκ ἀπελίπετο, τότε Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν τὴν θαυματοποιίαν εἰργάσατο, καὶ διεσκόρπισε τὸ πῦρ. Μὴ φέρον γὰρ τὴν ἀρετὴν τῶν δικαίων τὸ πῦρ, ἐξεπήδησεν ἔξω, καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. Καὶ λοιπὸν ἐκκλησία αὐτοῖς ἦν ἡ κάμινος, καὶ πᾶσαν τὴν κτίσιν προσεκαλοῦντο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, ἀγγέλους καὶ δυνάμεις, καὶ οὕτω πάντα συλλαβόμενοι ἔλεγον· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον.

Ὁρᾷς πῶς ἡ ὑπομονὴ τῶν δικαίων καὶ τὸ πῦρ εἰς δρόσον μετέβαλε, καὶ τὸν τύραννον ἐδυσώπησε, καὶ κατὰ πάσης τῆς οἰκουμένης ἐκπέμπει γράμματα; Μέγας ὁ Θεὸς, φησὶ, Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγώ. Καὶ ἰδοὺ πόσην ἀποτομίαν ἐνέθηκεν, εἴ τις λόγον εἴπῃ κατ᾽ αὐτῶν, τὸν οἶκον αὐτοῦ ταμιεύεσθαι, καὶ τὰ ὑπάρχοντα αὐτοῦ διαρπάζεσθαι. Μὴ οὖν ἀθυμήσῃς, μηδὲ ὀλιγωρήσῃς. Καὶ γὰρ ἐγὼ ὅτε ἐξηλαυνόμην ἀπὸ τῆς πόλεως, οὐδὲν τούτων οὐκ ἐφρόντιζον, ἀλλ᾽ ἔλεγον πρὸς ἐμαυτόν· Εἰ μὲν βούλεται ἡ βασίλισσα ἐξορίσαι, ἐξορίσῃ με· Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Καὶ εἰ βούλεται πρῖσαι, πρίσῃ με· τὸν Ἡσαΐαν ἔχω ὑπογραμμόν. Εἰ θέλει εἰς τὸ πέλαγος ἀκοντίσαι με, τὸν Ἰωνᾶν ὑπομιμνήσκομαι.

Εἴ με θέλει εἰς κάμινον ἐμβαλεῖν, τοὺς τρεῖς παῖδας ἔχω τοῦτο πεπονθότας. Εἴ με θέλει τοῖς θηρίοις βαλεῖν, τὸν Δανιὴλ ἐν λάκκῳ τοῖς λέουσι βεβλημένον ὑπομιμνήσκομαι. Εἰ θέλει με λιθάσαι, λιθάσῃ με· τὸν Στέφανον ἔχω τὸν πρωτομάρτυρα. Εἰ θέλει τὴν κεφαλήν μου λαβεῖν, λάβῃ· ἔχω Ἰωάννην τὸν Βαπτιστήν.

Εἰ θέλει τὰ ὑπάρχοντά μου λαβεῖν, λάβῃ αὐτά· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητέρος μου, γυμνὸς καὶ ἀπελεύσομαι. Ἐμοὶ παραινεῖ ὁ Ἀπόστολος· Πρόσωπον ἀνθρώπου ὁ Θεὸς οὐ λαμβάνει· καὶ, Εἰ ἔτι, φησὶν, ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Καὶ ὁ Δαυῒδ καθοπλίζει με λέγων, Ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Πολλὰ κατ᾽ ἐμοῦ ἐσκευάσαντο, καὶ λέγουσιν, ὅτι τινὰς ἐκοινώνησα μετὰ τὸ φαγεῖν αὐτούς. Καὶ εἰ μὲν τοῦτο ἐποίησα, ἐξαλειφθείη τὸ ὄνομά μου ἐκ τῆς βίβλου τῶν ἐπισκόπων, καὶ μὴ γραφείη ἐν τῇ βίβλῳ τῆς ὀρθοδόξου πίστεως, ὅτι ἰδοὺ ἐὰν τοιοῦτον ἐγὼ ἔπραξα, καὶ ἀποβαλεῖ με Χριστὸς ἐκ τῆς βασιλείας αὐτοῦ. Εἰ δὲ ἅπαξ καὶ τοῦτό μοι λέγουσι, καὶ φιλονεικοῦσι, καθελέτωσαν καὶ τὸν Παῦλον, ὃς μετὰ τὸ δειπνῆσαι ὁλόκληρον τὸν οἶκον ἐβάπτισε· καθελέτωσαν καὶ αὐτὸν τὸν Κύριον, ὃς μετὰ τὸ δειπνῆσαι τοῖς ἀποστόλοις τὴν κοινωνίαν ἔδωκε. Λέγουσιν, ὅτι μετὰ γυναικὸς ἐκοιμήθην. Ἀποδύσατέ μου τὸ σῶμα, καὶ εὑρήσετε τὴν νέκρωσιν τῶν μελῶν μου. Ἀλλὰ ταῦτα πάντα διὰ τὸν φθόνον ἐποίησαν. Ἀλλὰ πάντως λυπῇ, ἀδελφὲ Κυριακὲ, ὅτι ἐκεῖνοι οἱ ἡμᾶς ἐξορίσαντες ἐπὶ τῆς ἀγορᾶς παῤῥησιάζονται, καὶ πλῆθος ἀκολουθεῖ δορυφόρων αὐτοῖς; Ἀλλὰ πάλιν ὑπομνήσθητι τὸν πλούσιον καὶ τὸν Λάζαρον, ποῖος μὲν ἐν τῷ νῦν αἰῶνι ἐθλίβη, ποῖος δὲ ἀπήλαυσε. Τί ἔβλαψεν αὐτὸν ἡ πενία;

Οὐχὶ ὁ ἀθλητὴς καὶ νικητὴς εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπηνέχθη; Τί δὲ ὠφέλησεν ἐκεῖνον ὁ πλοῦτος τὸν ἐν πορφύρᾳ καὶ βύσσῳ ἀναπαυόμενον;

Ποῦ οἱ ῥαβδοῦχοι; ποῦ οἱ δορυφόροι; ποῦ οἱ χρυσοχάλινοι ἵπποι; ποῦ οἱ παράσιτοι, καὶ ἡ βασιλικὴ τράπεζα; Οὐχὶ ὡς λῃστὴς δεδεμένος ἀπήγετο ἐν τῷ μνήματι, γυμνὴν τὴν ψυχὴν ἐκ τοῦ κόσμου ἐκφέρων, καὶ κράζει κενῇ τῇ φωνῇ, Πάτερ Ἀβραὰμ, πέμψον Λάζαρον, ἵνα βρέξῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ, καὶ καταψύξῃ τὴν γλῶττάν μου, διότι δεινῶς ἀποτηγανίζομαι; Τί πατέρα καλεῖς τὸν Ἀβραὰμ, οὗ τὸν βίον οὐκ ἐμιμήσω; Ἐκεῖνος πάντα ἄνθρωπον εἰς τὸν οἶκον αὐτοῦ ἐξένιζεν, σὺ δὲ ἑνὸς πτωχοῦ φροντίδα οὐκ ἐποιήσω. Οὐκ ἔστι πενθῆσαι καὶ κλαῦσαι, ὅτι ὁ τοσοῦτον πλοῦτον ἔχων, σταγόνος ὕδατος ἄξιος οὐκ ἐγένετο. Ἐπειδὴ γὰρ ψιχίων οὐ μετέδωκε τῷ πτωχῷ, σταγόνα ὕδατος οὐ λαμβάνει. Τῷ χειμῶνι οὐκ ἔσπειρεν ἔλεος· ἦλθε τὸ θέρος, καὶ οὐκ ἐθέρισε. Καὶ τοῦτο τοῦ Δεσπότου οἰκονομία, ὅτι ἐξ ἐναντίας ἐποίησε τὴν κόλασιν τοῖς ἀσεβέσι, καὶ τὴν ἀνάπαυσιν τοῖς δικαίοις, ἵνα βλέπωσιν ἀλλήλους, καὶ ἀλλήλους γνωρίζωσι. Καὶ γὰρ ἕκαστος τότε μάρτυς τὸν ἴδιον τύραννον ἐπιγνώσεται, καὶ ἕκαστος τύραννος τὸν ἴδιον μάρτυρα, ὃν ἐκόλασε. Καὶ οὐκ ἐμὰ τὰ ῥήματα· ἄκουσον τῆς Σοφίας λεγούσης· Τότε ἐν πολλῇ παῤῥησίᾳ στήσεται ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτόν.

Ὥσπερ γὰρ ὁδοιπόρος ἐν καύματι περιπατῶν, ἡνίκα εὕρῃ καθαρὰν πηγὴν τῇ δίψῃ φλεγόμενος, καὶ πολλῷ τῷ λιμῷ συνεχόμενος παρακαθέζηται τραπέζῃ ἐχούσῃ παντοῖα τὰ ἐδέσματα, παρά τινος δὲ δυνατωτέρου κωλύηται μὴ ἅψασθαι τῆς τραπέζης, μηδὲ ἀπολαῦσαι τῶν ἐδεσμάτων, σφοδρὰν ἔχει τὴν ὀδύνην καὶ τὴν κόλασιν, ὅτι τῇ τραπέζῃ παρακαθέζεται, καὶ τῶν βρωμάτων ἀπολαῦσαι οὐ δύναται, καὶ ὁ τῇ πηγῇ παρακαθεζόμενος, τοῦ ὕδατος ἀπολαῦσαι οὐ δύναται· οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς, καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται. Καὶ γὰρ τὸν Ἀδὰμ ὁ Θεὸς κολάσαι βουλόμενος, ἐποίησεν αὐτὸν ἐξ ἐναντίας τοῦ παραδείσου ἐργάζεσθαι τὴν γῆν, ἵνα καθ᾽ ἑκάστην ἡμέραν καὶ ὥραν βλέπων ἐκεῖνο τὸ ποθητὸν χωρίον, ὅθεν ἐξῆλθεν, ἔχῃ πάντοτε τὴν ὀδύνην ἐν τῇ ψυχῇ. Εἰ δὲ καὶ ὧδε ἀλλήλοις μὴ συντύχωμεν, ἀλλ᾽ ἐκεῖ οὐδεὶς ὁ κωλύων ἡμᾶς τότε μετ᾽ ἀλλήλων διάγειν· καὶ ὀψόμεθα τοὺς ἐξορίσαντας ἡμᾶς, ὥσπερ ὁ Λάζαρος τὸν πλούσιον, καὶ οἱ μάρτυρες τοὺς τυράννους. Μὴ οὖν ἀθύμει, ἀλλὰ μνημόνευε τοῦ προφήτου λέγοντος· Μυκτηρισμὸν ἀνθρώπων μὴ φοβεῖσθε, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε· ὥσπερ γὰρ ἔριον ὑπὸ σητὸς, οὕτω βρωθήσονται, καὶ ὡς ἱμάτιον παλαιωθήσονται.

Κατανόησον δὲ τὸν Δεσπότην, πῶς εὐθὺς ἀπὸ τῶν σπαργάνων ἐδιώκετο, καὶ εἰς βάρβαρον γῆν ἀπεῤῥίπτετο, ὁ τὸν κόσμον κατέχων, τύπος ἡμῖν γενόμενος τοῦ μὴ ἐκκακεῖν ἐν τοῖς πειρασμοῖς. Ἀνάμνησαι τὸ πάθος τοῦ Σωτῆρος, ὅσας ὕβρεις δι᾽ ἡμᾶς ὑπέμεινεν.

Οἱ μὲν γὰρ αὐτὸν Σαμαρείτην ἐκάλουν, οἱ δὲ δαιμονιῶντα καὶ γαστρίμαργον καὶ ψευδοπροφήτην. Λέγουσι γάρ· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, καὶ, ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Τί δὲ ὅτε ἦγον αὐτὸν κρημνίσαι, καὶ ὅτε εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυον; τί δὲ ὅτε τὴν χλαμύδα αὐτῷ περιετίθουν, καὶ ὅτε ἀκάνθαις αὐτὸν ἐστεφάνουν, καὶ προσέπιπτον αὐτῷ ἐμπαίζοντες, καὶ πᾶν εἶδος χλεύης αὐτῷ ἐπάγοντες, τί δὲ ὅτε ῥαπίσματα αὐτῷ ἐδίδουν; ὅτε ὄξος καὶ τὴν χολὴν αὐτὸν ἐπότιζον; ὅτε τῷ καλάμῳ τὴν κεφαλὴν αὐτοῦ ἔτυπτον, καὶ ὅτε περιῆγον αὐτὸν οἱ αἱμοβόροι ἐκεῖνοι κύνες; τί δὲ ὅτε ἐπὶ τὸ πάθος ἤγετο γυμνὸς, καὶ πάντες αὐτὸν κατέλιπον οἱ μαθηταὶ, καὶ ὁ εἷς μὲν αὐτὸν προέδωκεν, εἷς δὲ ἠρνήσατο, οἱ δὲ ἄλλοι ἐδραπέτευσαν, καὶ μόνος εἱστήκει γυμνὸς ἐν μέσῳ τῶν ὄχλων ἐκείνων; ἑορτὴ γὰρ ἦν ἡ ἅπαντας συνάγουσα τότε· καὶ ὅτε ὡς πονηρὸν ἐν μέσῳ κακούργων αὐτὸν ἐσταύρωσαν, καὶ ἄταφος ἐκρέματο, καὶ οὔτε κατήνεγκαν αὐτὸν ἀπὸ τοῦ σταυροῦ, ἕως οὗ τις αὐτὸν ἐξῃτήσατο, ἵνα αὐτὸν θάψῃ; Μνήσθητι ὅτι ταφῆς οὐκ ἠξιώθη, καὶ ὅτι ψόγον πονηρὸν κατ᾽ αὐτοῦ ἀπεφήναντο, καὶ ὅτι οἱ μαθηταὶ αὐτοῦ ἔκλεψαν αὐτὸν, καὶ οὐκ ἀνέστη.

Ὑπομνήσθητι δὲ καὶ τοὺς ἀποστόλους, ὅτι πανταχόθεν ἐδιώκοντο, καὶ κατεκρύπτοντο, ἐν ταῖς πόλεσι μὴν δυνάμενοι φανῆναι· πῶς ὁ Πέτρος παρὰ Σίμωνι τῷ βυρσεῖ κατεκρύπτετο, καὶ ὁ Παῦλος παρὰ τῇ πορφυροπώλιδι γυναικὶ, ὅτι οὐκ εἶχον παρὰ τοῖς πλουσίοις παῤῥησίαν. Ἀλλ᾽ ὕστερον πάντα ὁμαλὰ ἐγένετο αὐτοῖς. Οὕτω καὶ νῦν μὴ ἀθυμήσῃς. Ἤκουσα γὰρ κἀγὼ περὶ τοῦ λήρου ἐκείνου τοῦ Ἀρσακίου, ὃν ἐκάθισεν ἡ βασίλισσα ἐν τῷ θρόνῳ, ὅτι ἔθλιψε τοὺς ἀδελφοὺς ὅλους μὴ θέλοντας αὐτῷ κοινωνῆσαι· πολλοὶ δὲ αὐτῶν δι᾽ ἐμὲ καὶ ἐν τῇ φυλακῇ ἐναπέθανον.

Ὁ γὰρ προβατόσχημος ἐκεῖνος λύκος, ὁ σχῆμα μὲν ἔχων ἐπισκόπου, μοιχὸς δὲ ὑπάρχων· ὡς γὰρ ἡ γυνὴ μοιχαλὶς χρηματίζει, ἡ ζῶντος τοῦ ἀνδρὸς ἑτέρῳ συναφθεῖσα· οὕτω καὶ οὗτος μοιχός ἐστιν, οὐ σαρκὸς, ἀλλὰ πνεύματος· ζῶντος γὰρ ἐμοῦ ἥρπασέ μου τὸν θρόνον τῆς Ἐκκλησίας. Καὶ ταῦτά σοι ἐπέστειλα ἀπὸ Κουκουσοῦ, ὅπου ἐκέλευσεν ἡμᾶς ἡ βασίλισσα ἐξορισθῆναι.

Πολλαὶ δὲ θλίψεις κατὰ τὴν ὁδὸν συνέβησαν ἡμῖν, ἀλλ᾽ οὐδενὸς ἐφροντίσαμεν. Ὅτε δὲ ἤλθομεν πρὸς τὴν χώραν τῶν Καππαδόκων, καὶ ἐν τῇ Ταυροκιλικίᾳ, πολλοὶ χοροὶ ἡμῖν ὑπήντων πατέρων ἁγίων ἀνδρῶν, οὐ μὴν ἀλλὰ καὶ πλήθη μοναχῶν καὶ παρθένων, τὰς ἀθανάτους πηγὰς τῶν δακρύων ἐκχέοντες. Καὶ ἔκλαιον θεωροῦντες ἡμᾶς ἐν τῇ ἐξορίᾳ ἀπερχομένους, καὶ ἔλεγον πρὸς ἐαυτοὺς, Συνέφερεν ἵνα ὁ ἥλιος συνέστειλε τὰς ἀκτῖνας αὐτοῦ, ἢ ἵνα τὸ στόμα Ἰωάννου ἐσιώπησε. Ταῦτά με ἐθορύβησε καὶ ἔθλιψεν, ἐπειδὴ ἔβλεπον πάντας κλαίοντας περὶ ἐμοῦ. Ἐπεὶ τῶν ἄλλων πάντων, ὅσα συνέβη μοι, φροντίδα οὐκ ἐποίησα.

Πάνυ δὲ ἡμᾶς ἐδεξιώσατο ὁ ἐπίσκοπος τῆς πόλεως ταύτης, καὶ πολλὴν ἀγάπην ἔδειξεν εἰς ἡμᾶς· ὥστε, εἰ δυνατὸν, καὶ τὸν θρόνον αὑτοῦ παρεχώρησεν ἡμῖν, εἰ μὴ τὸν ὅρον ἐφυλάττομεν. Δέομαι οὖν καὶ ἀντιβολῶ, καὶ τῶν γονάτων ἅπτομαι τῶν σῶν, ἀπόῤῥιψον τὸ πένθος τῆς ἀθυμίας σου, ὑπὲρ ἡμῶν μνείαν ἔχων πρὸς τὸν Θεὸν, καὶ ἀντιγράψαι ἡμῖν παρακλήθητι.

ΡΚϛʹ. Ῥουφίνῳ πρεσβυτέρῳ. Ἦλθεν εἰς ἡμᾶς, ὅτι πάλιν ἀνήφθη τὰ ἐν Φοινίκῃ κακὰ, καὶ ἡ τῶν Ἑλλήνων ηὐξήθη μανία, καὶ πολλοὶ τῶν μοναχῶν οἱ μὲν ἐπλήγησαν, οἱ δὲ καὶ ἀπέθανον. Διὰ τοῦτό σε μειζόνως ἐπείγω μετὰ πλείονος τοῦ τάχους ἅψασθαι τῆς ὁδοῦ, καὶ στῆναι ἐπὶ τῆς παρατάξεως.

Εὖ γὰρ οἶδα, ὅτι φανεὶς μόνον τροπώσῃ τοὺς ὑπεναντίους, καὶ εὐχῇ, καὶ ἐπιεικείᾳ, καὶ καρτερίᾳ, καὶ τῇ συνήθει κεχρημένος ἀνδρείᾳ· καὶ καταλύσεις αὐτῶν τὴν μανίαν, καὶ τοὺς μεθ᾽ ἡμῶν ὄντας ἀνακτήσῃ, καὶ πολλὰ ἐργάσῃ τὰ ἀγαθά. Μὴ τοίνυν μέλλε, μηδὲ ἀναβάλλου, ἀλλὰ πλείονι κέχρησο τῷ τάχει, καὶ ταῦτα τὰ ἀπαγγελθέντα προθυμότερόν σε ἐργαζέσθω.

Οὐδὲ γὰρ εἰ οἰκίαν εἶδες ἀναπτομένην, ἀνεχώρησας ἂν, ἀλλὰ τότε καὶ μειζόνως ἐπέθου, ὥστε καὶ προκαταλαβεῖν τὴν φλόγα, καὶ διὰ σαυτοῦ, καὶ δι᾽ ἑτέρων πάντα ἂν ἐποίησας ὑπὲρ τοῦ σβέσαι τὸ κακόν. Καὶ νῦν τοίνυν ἐπειδὴ τοιαύτη ἀνήφθη πυρὰ, ἀμελλητὶ τὰ αὐτόθι καταλαβεῖν σπούδασον, καὶ πάντως ἔσται τι χρηστὸν, καὶ πολλὴ τούτων διόρθωσις. Τὸ μὲν γὰρ ἐν ἡσυχίᾳ καὶ γαλήνῃ, καὶ μηδενὸς πολεμοῦντος, κατηχεῖν τινας καὶ τῶν τυχόντων ἐστίν· τὸ δὲ οὕτω τοῦ διαβόλου μαινομένου, καὶ τῶν δαιμόνων ὁπλιζομένων, στῆναι γενναίως, καὶ ἐξαρπάσαι τοὺς μετ᾽ ἐκείνου τεταγμένους τῶν ἀνθρώπων, καὶ τοὺς ἄλλους κωλῦσαι εἰς τὰς ἐκείνου χεῖρας ἐμπεσεῖν, τοῦτο ἀνδρὸς γενναίου, τοῦτο νηφούσης ψυχῆς, τοῦτο τῆς σῆς διανοίας τῆς ὑψηλῆς, καὶ διεγηγερμένης, τοῦτο μυρίων στεφάνων ἄξιον, τοῦτο βραβείων ἀφάτων, τοῦτο ἀποστολικὸν κατόρθωμα. Ἐννοήσας τοίνυν ὅτι ὁ καιρὸς οὗτος εὐδοκιμήσεώς σοι καιρός ἐστι, καὶ μυρίας ἐμπορίας, καὶ πραγματείας ὑπόθεσις, ἅρπασον τοσοῦτον πλοῦτον, καὶ πολλῇ ταχύτητι χρήσασθαι παρακλήθητι· καὶ διὰ τάχους ἡμῖν ἐπίστειλον, ἐπειδὰν ἀπαντήσῃς αὐτόθι. Ἂν γὰρ πυθώμεθα μόνον, ὅτι τῶν ὅρων ἐπέβης τῆς Φοινίκης, ἀμέριμνοι λοιπόν ἐσμεν, ἀναπαυόμεθα, ἐν ἀδείᾳ διάγομεν.

Τὰ γὰρ ἑξῆς ἴσμεν, ὅτι καθάπερ ἀριστεὺς γενναῖος, καὶ ἀνδραγαθεῖν εἰδὼς, οὕτως ἅπαντα ἐπελεύσῃ, τοὺς μὲν κειμένους ἀνεγείρων, τοὺς δὲ ἑστῶτας ἑδράζων καὶ πηγνὺς, τοὺς δὲ πλανωμένους ἐπανάγων, καὶ τοὺς ἀπολωλότας ἀναζητῶν καὶ εὑρίσκων, ἅπασαν τοῦ διαβόλου συγκόπτων τὴν φάλαγγα. Οἶδα γὰρ, οἶδα σαφῶς τὸ ἄγρυπνόν σου τῆς ψυχῆς, τὸ μεμεριμνημένον τῆς διανοίας, τὸ συνετὸν, τὸ ἐμμελὲς, τὸ προσηνὲς, τὸ ἀνδρεῖον, τὸ εὔτονον, τὸ καρτερικόν. Γράφε τοίνυν ἡμῖν συνεχῶς, καὶ πρὶν ἢ τὴν Φοινίκην ἰδεῖν, ἀπὸ τῆς ὁδοῦ πυκνὰ πέμπων τὰ γράμματα, ἐπεὶ καὶ νῦν ἐθαύμασα πῶς τῶν περὶ τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον Θεόδοτον τὸν πρεσβύτερον παραγινομένων, οὐκ ἐπέσταλκας. Ἵν᾽ οὖν μὴ πάλιν ἀλγῶμεν, μὴ δεχόμενοι γράμματα τῆς σῆς τιμιότητος, εἰ οἷόν τε ᾖ, καθ᾽ ἑκάστην μονὴν πέμπε ἡμῖν συνεχῶς ἐπιστολὰς, ἵνα μανθάνωμεν πόσον τε προέκοψας τῆς ὁδοῦ, καὶ εἰ πλησίον γέγονας τῶν μερῶν ἐκείνων. Πάνυ γὰρ μεριμνῶμεν, καὶ φροντίζομεν· καὶ βουλόμεθα ταῦτα καθ᾽ ἑκάστην ἡμέραν μανθάνειν.

Ταῦτ᾽ οὖν εἰδὼς, κύριέ μου τιμιώτατε, χάρισαι ταύτην ἡμῖν μεγίστην τὴν χάριν, καὶ πρὶν ἢ ἀπελθεῖν, καὶ ἐπειδὰν ἀπέλθῃς, συνεχεῖς πέμπων ἐπιστολὰς, καὶ πάντα ἡμῖν δηλῶν, ἵνα ἐὰν μὲν κατορθώματα ᾖ, χαίρωμεν, καὶ εὐφραινώμεθα· ἂν δὲ κωλύματα, παντὶ τρόπῳ, καὶ πάσῃ σπουδῇ πειρώμεθα αὐτὰ ἀνελεῖν.

Οὐ γὰρ ἡσυχάσομεν καὶ δι᾽ ἑαυτῶν, καὶ δι᾽ ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, τοῦτο ποιοῦντες, κἂν μυριάκις καὶ εἰς τὴν Κωνσταντινούπολιν ἀποστεῖλαι δέῃ, ὥστε πολλήν σοι γενέσθαι τὴν εὐκολίαν, οὐδὲ τοῦτο παραιτησόμεθα.

Ταῦτ᾽ οὖν εἰδὼς, τὰ παρὰ σαυτοῦ πάρεχε ἡμῖν, τὴν ἀγρυπνίαν, καὶ τὴν σπουδήν. Κἂν ἀδελφοὺς δεήσῃ ἀποσταλῆναι, καὶ τοῦτο δήλωσον ἡμῖν. Καὶ τῶν λειψάνων δὲ ἕνεκεν τῶν ἁγίων μαρτύρων ἀμέριμνος ἔσο· καὶ γὰρ εὐθέως ἀπέστειλα τὸν κύριόν μου τὸν εὐλαβέστατον πρεσβύτερον τὸν Τερέντιον πρὸς τὸν κύριόν μου τὸν εὐλαβέστατον ἐπίσκοπον Ὀτρήϊον τὸν Ἀραβισσοῦ. Αὐτὸς γὰρ ἔχει καὶ ἀναμφισβήτητα, καὶ πολλὰ, καὶ εἴσω ὀλίγων ἡμερῶν ἀποστελοῦμέν σοι ταῦτα εἰς τὴν Φοινίκην. Μηδὲν τοίνυν ἐλλιμπανέσθω τῶν παρὰ τῆς σῆς τιμιότητος. Τὰ γὰρ παρ᾽ ἡμῶν ὁρᾷς μεθ᾽ ὅσης πεπλήρωται τῆς προθυμίας.

Σπεῦσον, ἵνα πρὸ τοῦ χειμῶνος δυνηθῇς τὰς ἀστέγους ἐκκλησίας ἀπαρτίσαι.

ΡΚΖʹ. Πολυβίῳ. Ἄλλος μὲν ἄν τις τὸν ἀφόρητον κρυμὸν τὸν ἐνταῦθα, τὴν πολλὴν ἐρημίαν τοῦ χωρίου, τὴν χαλεπωτάτην ἀῤῥωστίαν (καὶ γὰρ καὶ ἀῤῥωστίᾳ ἐντεῦθεν περιπεπτώκαμεν) ἀπωδύρατο ἂν, καὶ ἐθρήνησεν· ἐγὼ δὲ ταῦτα ἀφεὶς, τὸν χωρισμὸν ἀποδύρομαι τὸν ὑμέτερον, ὃ καὶ ἐρημίας καὶ νόσου καὶ χειμῶνος ἐμοὶ βαρύτερον.

Καὶ νῦν αὐτὸ χαλεπώτερον ἢ πρότερον ἐποίησεν ὁ χειμών. Καὶ γὰρ ἣν μόνην εἶχον παραμυθίαν τοῦ πικροτάτου τούτου χωρισμοῦ, τὸ διὰ γραμμάτων ὑμῖν ὁμιλεῖν, καὶ ταύτην ἐπελθὼν ἡμᾶς ἀφείλετο, τὰς ὁδοὺς ἀποκλείσας τῇ πολλῇ τῆς χιόνος φορᾷ, καὶ οὔτε ἔξωθεν παραγενέσθαι καὶ συγγενέσθαι ἡμῖν, οὔτε ἐντεῦθεν ἀναστῆναι καὶ ἀποδημῆσαι πρὸς ὑμᾶς ἀφείς.

Καὶ νῦν δὲ οὐκ ἔλαττον τῶν Ἰσαύρων ὁ φόβος, ἀλλὰ καὶ πολλῷ πλέον τὸ αὐτὸ δὴ τοῦτο ποιεῖ, τὴν ἐρημίαν ἐπιτείνων, πάντας ἐλαύνων, φυγαδεύων, μετανάστας ποιῶν. Οὐδεὶς γὰρ οἴκοι λοιπὸν μένειν ἀνέχεται, ἀλλ᾽ ἕκαστος τὴν ἑαυτοῦ καταλιπὼν ἀποπηδᾷ. Καὶ αἱ μὲν πόλεις εἰσὶ λοιπὸν τοῖχοι καὶ ὄροφοι, αἱ δὲ φάραγγες καὶ αἱ νάπαι πόλεις. Καθάπερ γὰρ τὰ ἄγρια τῶν θηρίων, παρδάλεις καὶ λέοντες, τὴν ἔρημον τῶν οἰκουμένων πόλεων ἀσφαλεστέραν αὐτοῖς εἶναι νομίζει· οὕτω δὴ καὶ οἱ τὴν Ἀρμενίαν οἰκοῦντες ἄνθρωποι, καὶ καθ᾽ ἑκάστην ἡμέραν τόπους ἐκ τόπων ἀναγκαζόμεθα μεταπηδᾷν, Ἁμαξοβίων καὶ Νομάδων τινῶν βίον ζῶντες καὶ οὐδαμοῦ στῆναι θαῤῥοῦντες· οὕτω πάντα τὰ ἐνταῦθα θορύβων γέμει καὶ ταραχῆς. Καὶ τοὺς μὲν τῇ παρουσίᾳ σφάττουσι, καίουσι, δούλους ἀντ᾽ ἐλευθέρων ποιοῦσι· τοὺς δὲ τῇ φήμῃ δραπέτας ἐργάζονται καὶ ἀπόλιδας, μᾶλλον δὲ καὶ ἀναιροῦσιν.

Ὅσοι γὰρ νέοι κομιδῆ ἐν μέσῃ νυκτὶ πολλάκις καὶ κρυμῷ πάντα πηγνύντι ἀθρόον τῆς οἰκίας ἐκπηδῆσαι ἠναγκάσθησαν, ὥσπερ τινὸς καπνοῦ τοῦ φόβου τῆς φήμης αὐτοὺς ἐλαύνοντος, οὐκ ἐδεήθησαν μαχαίρας Ἰσαυρικῆς εἰς τὸ καταλῦσαι τὸν βίον, ἀλλ᾽ ἐν τῇ χιόνι παγέντες, οὕτως ἀπέπνευσαν, καὶ γέγονεν αὐτοῖς τῆς τοῦ θανάτου φυγῆς ἡ πρόφασις θανάτου πρόφασις χαλεπωτάτου· ἐν τούτοις τὰ ἡμέτερα. Καὶ ταῦτα εἰρήκαμεν, οὐχ ἵνα σε λυπήσωμεν (εὖ γὰρ οἶδα ὅτι καθάψεταί σου τὰ εἰρημένα), ἀλλ᾽ ἵνα τὴν αἰτίαν εἴπωμεν τῆς μακρᾶς ταύτης σιγῆς, καὶ τί δήποτε ὀψὲ καὶ βραδέως ἐπεστάλκαμεν. Οὕτω γὰρ πάντες ἡμᾶς ἀπέλιπον, ὡς μηδὲ εὑρεῖν τινα τὸν ἐκεῖσε ἀφικνούμενον, ἀλλ᾽ ἀναγκασθῆναι τὸν συνόντα ἡμῖν πρεσβύτερον ἀναστῆσαι ἐντεῦθεν, καὶ πέμψαι πρὸς τὴν ὑμετέραν θαυμασιότητα. Δεξάμενος τοίνυν αὐτὸν ὥς σοι πρέπον, ταχέως ἡμῖν ἔκπεμψον εὐαγγελιζόμενον τὴν ὑγείαν τῆς σῆς ἐμμελείας. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον τοῦτο μανθάνειν.

ΡΚΗʹ. Μαρινιανῷ. Τοῖς μὲν ἄλλοις ἅπασιν ἀνθρώποις ἡδὺ τὸ ἔαρ, ὅτι τὴν ὄψιν τῆς γῆς ἄνθεσι καλλωπίζει, καὶ πάντα δείκνυσι λειμῶνας· ἐμοὶ δὲ, ὅτι καὶ τοῖς ἐθάσι τοῖς ἐμοῖς συγγίνεσθαι διὰ γραμμάτων εὐκολίαν παρέχει πολλήν. Ἐβουλόμην μὲν γὰρ καὶ αὐταῖς ὄψεσιν ὑμᾶς θεωρεῖν· ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, ὅπερ ἔνι μετὰ πολλῆς ποιῶ τῆς προθυμίας, διὰ γραμμάτων ὑμῖν ὁμιλῶν.

Καὶ οὐχ οὕτω ναῦται καὶ πλωτῆρες μεθ᾽ ἡδονῆς τὰ θαλάττια τέμνουσι νῶτα, ἐκείνης τοῦ ἔτους τῆς ὥρας ἐπιστάσης, ὡς ἐγὼ κάλαμον, καὶ χάρτην, καὶ μέλαν μεταχειρίζομαι, μέλλων ἐπιστέλλειν ὑμῶν τῇ ἐμμελείᾳ. Παρὰ μὲν γὰρ τὸν τοῦ χειμῶνος καιρὸν τοῦ κρυμοῦ πάντα πηγνύντος, καὶ τῆς ἀφάτου χιόνος τὰς ὁδοὺς ἀποτειχιζούσης, οὔτε ἔξωθέν τις ἡμῖν ἐπιχωριάζειν ἠνείχετο, οὔτε ἐντεῦθεν ἀναστῆναι. Διόπερ καὶ ἡμεῖς, καθάπερ ἐν δεσμωτηρίῳ, τοῖς ἐνταῦθα δωματίοις καθειργμένοι, καὶ ὥσπερ τινὶ γλωσσοπέδῃ κατεχόμενοι, τῇ τῶν γραμματηφόρων ἀπορίᾳ, καὶ ἄκοντες τὴν μακρὰν ἐσιγήσαμεν σιγήν. Ἐπειδὴ δὲ λοιπὸν ἀνέῳξε τὰς λεωφόρους τῆς ὁδοιπορίας ὁ καιρὸς, καὶ ἡμῖν τὰ δεσμὰ τῆς γλώττης ἔλυσε, τὸν σὺν ἡμῖν πρεσβύτερον ἐντεῦθεν ἀναστήσαντες, ἀπεστάλκαμεν πρὸς τὴν ὑμετέραν εὐγένειαν, εἰσόμενοι τὰ περὶ τῆς ὑγείας ὑμῶν. Δεξάμενος τοίνυν αὐτὸν, δέσποτά μου θαυμασιώτατε, καθώς σοι πρέπον ἐστὶ, καὶ ἰδὼν μετὰ τῆς σοὶ πρεπούσης ἀγάπης, ἡνίκα ἂν ἐπανίῃ, τὰ περὶ τῆς ὑγιείας σου δηλῶσαι ἡμῖν παρακλήθητι, Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον περὶ ταύτης μανθάνειν.

ΡΚΘʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ. Ὡς καλὴ ὑμῶν ἡ ξυνωρὶς, καὶ σφόδρα ἡμῖν ποθεινὴ, οὐ νόμῳ φύσεως μόνον, ἀλλὰ καὶ ἀγάπης σφοδροτάτης ἀλύσει συνδεδεμένη. Διὰ ταῦτα καλλωπιζόμεθα ὑμῶν τῇ φιλίᾳ ἐναβρυνόμενοι, καὶ ἐπιθυμοῦμεν καὶ τῆς κατ᾽ ὄψιν συντυχίας μετασχεῖν. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, ὅπερ ἔνι ποιοῦμεν, γράφομεν συνεχῶς, μεμνήμεθα διηνεκῶς, ἐπὶ διανοίας ὑμᾶς πανταχοῦ περιφέρομεν, ὅπουπερ ἂν ὦμεν, οὐδὲ μικρὸν τῷ μήκει τῆς ὁδοῦ διειργόμεθα τῆς ἐμμελείας τῆς ὑμετέρας.

Τοιοῦτον γὰρ τῆς ἀγάπης τὸ πτερόν· καὶ ὁδὸν καὶ διάστημα εὐκόλως περᾷ, καὶ πραγμάτων περιστάσεως ὑψηλότερον γίνεται. Διὸ καὶ ἡμεῖς, καίτοι πολλαῖς συνεχόμενοι θλίψεσιν, ἐρημίαις, πολιορκίαις, συνεχέσιν ἐφόδοις λῃστρικαῖς, οὐδενὶ τούτων ῥᾳθυμότεροι περὶ τὸ φιλεῖν ὑμᾶς γεγενήμεθα, ἀλλ᾽ ἀνθοῦσαν διηνεκῶς τὴν περὶ ὑμᾶς διατηροῦμεν διάθεσιν. Διὸ καὶ παρακαλοῦμεν συνεχέστερον ἡμῖν ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας εὐαγγελιζομένους.

Ἴστε γὰρ αὐτοὶ ὅσην ἐντεῦθεν καρπωσόμεθα καὶ ἐν ἐρημίᾳ καθήμενοι τὴν παράκλησιν.

ΡΛʹ. Κάστῳ, Οὐαλερίῳ, Διοφάντῳ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας. Ῥαγδαῖόν τι χρῆμα καὶ βίαιον ἡ ἀγάπη, καὶ δανειστοῦ παντὸς σφοδροῦ βιαιότερον. Οὐδὲ γὰρ οὕτως ἐκεῖνοι τοὺς τὰ χρήματα ὀφείλοντας αὐτοῖς ἄγχοντες ἀπαιτοῦσιν, ὡς ὑμεῖς τῆς ἀγάπης τὴν ἄλυσιν περιθέντες, πρὸς τὴν τῶν ἐπιστολῶν ἡμᾶς ἔκτισιν κατεπείγετε, καίτοι πολλάκις τοῦτο καταθέντας τὸ ὄφλημα.

Ἀλλὰ τοιαύτη τούτου τοῦ χρέους ἡ φύσις· ἀεὶ κατατίθεται, καὶ ἀεὶ ὀφείλεται. Διὰ τοῦτο καὶ ὑμεῖς πολλάκις δεξάμενοι γράμματα, οὐ κορέννυσθε. Καὶ γὰρ καὶ τοῦτο ἐκείνης τὸ πλεονέκτημα, καὶ μιμεῖται τὴν θάλασσαν, ἣ μυρίων πανταχόθεν εἰς αὐτὴν ῥεόντων ποταμῶν, οὐκ ἐμπίπλαται. Τοιοῦτον καὶ τῆς ἀκοῆς ὑμῶν τὸ πλάτος· διὰ τοῦτο, ὅσῳ ἂν πλείονα ἐμβάλωμεν, τοσούτῳ μειζόνως τὴν φλόγα τῆς διαθέσεως ὑμῶν ἐγείρομεν. Μὴ τοίνυν νομίσητε ὑποπτεύσαντας ὑμῶν τὴν φιλίαν, τὸν βραχὺν τοῦτον σεσιγηκέναι χρόνον. Καὶ γὰρ τοὐναντίον ἅπαν ἐπάθομεν ἂν, εἴ γε ὑπωπτεύσαμεν, καὶ πλεονάκις ἂν ἐπεστάλκαμεν.

Ὥσπερ γὰρ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, οὕτως οἱ ὀλίγωροι καὶ ἀναπεπτωκότες πολλῆς δέονται τῆς θεραπείας. Εἰ τοίνυν καὶ ἡμεῖς ᾐσθόμεθα χωλευούσης ὑμῶν τῆς διαθέσεως, οὐκ ἂν ἠμελήσαμεν τὰ παρ᾽ ἑαυτῶν εἰσφέροντες, ὥστε αὐτὴν ἀνακαῦσαι μειζόνως. Τῷ δὲ σφόδρα ὑμῖν θαῤῥεῖν, καὶ εἰδέναι σαφῶς, ὅτι καὶ δεχόμενοι, καὶ μὴ δεχόμενοι γράμματα, παγίαν, ἀκίνητον, μόνιμον, ἄτρεπτον, ἀκλινῆ, ἀκμάζουσαν, καὶ ἀνθοῦσαν αὐτὴν διηνεκῶς διατηρεῖτε, οὐκ ἀναγκαίας εἰς τοῦτο ἐνομίζομεν ἡμῶν τὰς ἐπιστολὰς, ἀλλ᾽ εἰς τὸ διαθέσεως ἀποδοῦναι ὄφλημα. Ἐπεὶ καὶ νῦν οὐ χρείας, ἀλλὰ φιλίας ἕνεκεν ἐπιστέλλομεν.

Ὅτι γὰρ κἂν πολλοὶ πολλαχόθεν οἱ χειμῶνες φύωνται, καὶ μυρία πρὸς ὕψος ἐγείρηται τὰ κύματα, οὐδὲν ὑμᾶς βλάψαι δύναται, καὶ ἐμβαλεῖν εἰς τὸ τῆς ἀθυμίας κλυδώνιον, ἱκανῶς ὁ παρελθὼν ἔδειξε χρόνος. Οὐ τοίνυν ὡς προσδεομένοις τῆς ἐντεῦθεν παρακλήσεως ἐπιστέλλομεν, ἀλλὰ δηλοῦντες, ὅτι χαίρομεν, σκιρτῶμεν, εὐφραινόμεθα ὑπὸ τῆς ἡδονῆς, τοσαύτης καὶ ἐκ τοσούτου διαστήματος ἀγάπης παρὰ τῆς ἐμμελείας ὑμῶν ἀπολαύοντες. Ἐπειδὴ δὲ εὖ οἶδα, ὅτι πολλὴν ὑμῖν φέρει τὴν εὐφροσύνην τὸ μαθεῖν τὰ ἡμέτερα ἐν τίσιν ὁρμᾷ, ἀπηλλάγμεθα τῆς τοῦ στομάχου ἀσθενείας, ὑγιαίνομεν, οὐδὲν ἡμᾶς οὔτε πολιορκίαι, οὔτε ἔφοδοι λῃστρικαὶ, οὔτε ἐρημία χωρίου, οὔτε μυρίων περιστάσεων ὄχλος, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν συστέλλει καὶ θορυβεῖ, ἀλλ᾽ ἀδείας ἀπολαύομεν, ἀπραγμοσύνης, ἡσυχίας πολλῆς καθ᾽ ἑκάστην μεριμνῶντες τὰ ὑμέτερα, ὑπὲρ τούτων πρὸς τοὺς εἰσιόντας πρὸς ἡμᾶς ποιούμενοι λόγους. Τοιοῦτον γὰρ φιλεῖν γνησίως· ἐπὶ γλώττης ἀεὶ τοὺς ποθουμένους ἔχειν παρασκευάζει. Ὃ καὶ ἡμεῖς ποιοῦμεν, ἐπειδὴ σφόδρα φιλοῦμεν, καὶ τοῦτο ἴστε καὶ ὑμεῖς. Ταῦτ᾽ οὖν ἅπαντα λογιζόμενοι, μὴ νομίζετε ἐῤῥᾳθυμηκέναι ἡμᾶς, μηδὲ ὀλιγώρους τῷ χρόνῳ γεγενῆσθαι περὶ τὴν διάθεσιν τὴν ὑμετέραν.

Ἡ γὰρ ἀγάπη οὐδέποτε ἐκπίπτει, ἀλλὰ κἂν χρόνος παρέλθῃ μακρὸς, κἂν πραγμάτων αὐξηθῶσι δυσκολίαι, κἂν μακροτέρῳ τῆς ὁδοῦ μήκει διειργώμεθα, οὐδενὶ τούτων αὐτὴ διακόπτεται, οὐδὲ ἐξίτηλος γίνεται, ἀλλ᾽ ἀνθεῖ μειζόνως, καὶ ἐπιδίδωσιν.

ΡΛΑʹ. Ἐλπιδίῳ ἐπισκόπῳ. Ἡμεῖς οὔτε ὑπερορῶντες, οὔτε ὀλιγωροῦντές σου τῆς ἀγάπης, τὸν ἔμπροσθεν ἐσιγήσαμεν χρόνον, ἀλλὰ τὰ περιεστῶτα ἡμᾶς δεινὰ τὴν μακρὰν ταύτην σιγὴν ἐποίησεν. Οὐ γὰρ ἐν ἑνὶ ἱδρύμεθα χωρίῳ, ἀλλὰ νῦν μὲν τὴν Κουκουσὸν, νῦν δὲ τὴν Ἀραβισσὸν, νῦν δὲ τὰς φάραγγας καὶ τὰς ἐρημίας περιπολοῦμεν· οὕτω πάντα θορύβων ἐμπέπλησται καὶ ταραχῆς, καὶ πῦρ καὶ σίδηρος ἅπαντα δαπανᾷ, καὶ σώματα, καὶ οἰκοδομήματα.

Ἤδη δὲ καὶ πόλεις ἀνεσκάφησαν αὔτανδροι, καὶ καθ᾽ ἑκάστην ἡμέραν συνεχέσιν ἐπιβαλλόμενοι φήμαις μετανάσται γινόμεθα, χαλεπόν τινα καὶ καινὸν ἐξορίας ὑπομένοντες τρόπον, καὶ καθημερινὸν θάνατον προσδοκῶντες. Οὐδὲ γὰρ ἐν τῷ φρουρίῳ καθάπερ ἐν δεσμωτηρίῳ νῦν ἀποκλεισθέντες ἔχομεν θαῤῥεῖν, διὰ τὸ καὶ τῶν τοιούτων τοὺς Ἰσαύρους κατατολμᾷν.

Προσετέθη δὲ ἡμῖν καὶ ἀῤῥωστία χαλεπὴ, ἧς μόλις νῦν τὸ χαλεπώτερον διαφυγόντες, ἔτι τὰ λείψανα αὐτῆς περιφέρομεν· καὶ ὥσπερ εἰς νῆσόν τινα ὑπὸ πελάγους ἀπλώτου κυκλουμένην ἀποικισθέντες, οὕτως οὐδαμόθεν οὐδένα ῥᾳδίως ὁρᾷν δυνάμεθα, πάσης ὁδοῦ τῷ φόβῳ τῶν θορύβων τούτων ἀποτετειχισμένης.

Παρακαλῶ τοίνυν συγγνῶναι ἡμῖν, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε· οἶσθα γὰρ τὴν ἀγάπην, ἣν ἄνωθεν καὶ ἐξ ἀρχῆς περὶ τὴν σὴν ἐπεδειξάμεθα εὐλάβειαν, καὶ μὴ διαλιπεῖν εὐχόμενον ὑπὲρ ἡμῶν. Ὅτι γὰρ εἰ ῥᾳδίως ἐπιτύχοις τῶν πρὸς τὰ γράμματα ὑπηρετησομένων, οὐδὲν ὑπομνήσεως δεήσῃ πρὸς τὸ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῆς ὑγιείας τῆς σῆς, σφόδρα θαῤῥοῦμεν. Καὶ ἡμεῖς δὲ, εἰ λωφήσειεν ταυτὶ τὰ δεινὰ, καὶ προκύψαι τοῦ δεσμωτηρίου τούτου δυνηθείημεν, καὶ ἀναπνεῦσαι μικρὸν ἀπὸ τῆς κατεχούσης πολιορκίας ἡμᾶς, οὐ διαλείψομεν συνεχῶς ἐπιστέλλοντές σου πρὸς τὴν τιμιότητα. Ἡμῖν γὰρ αὐτοῖς τοῦτο ποιοῦντες τὰ μέγιστα χαριούμεθα.

ΡΛΒʹ. Γεμέλλῳ. Βαβαὶ, ἡλίκον ἐστὶ γενναία καὶ νεανικὴ ψυχὴ, οὐκ ἔξωθέν ποθεν, ἀλλ᾽ οἴκοθεν, καὶ παρ᾽ ἑαυτῆς καὶ τὴν ἡδονὴν καὶ τὴν ἀσφάλειαν καρπουμένη, καὶ, τὸ δὴ θαυμαστὸν, ἀπὸ τῶν πραγμάτων τῶν τοῖς πολλοῖς φοβερῶν καὶ σφαλερῶν εἶναι δοκούντων. Τὸ γὰρ μὴ μόνον μὴ θορυβεῖσθαι, μηδὲ ἀλγεῖν μισούμενον παρά τινων, ἀλλὰ καὶ καλλωπίζεσθαι ἐπὶ τούτῳ, καὶ μὴ καλλωπίζεσθαι μόνον, ἀλλὰ καὶ ἐλεεῖν τοὺς μισοῦντας, καὶ ἐπιθυμεῖν αὐτοὺς μεταβάλλεσθαι, καὶ γενέσθαι χρηστοὺς, πόσης μὲν συνέσεως, πόσης δὲ ἂν εἴη φιλοσοφίας; Διὰ ταῦτά σε ἐπαινοῦμεν καὶ θαυμάζομεν, δέσποτα θαυμασιώτατε καὶ μεγαλοπρεπέστατε, διὰ ταῦτα καὶ αὐτοὶ σκιρτῶμεν μεγάλα, ὥσπερ ἐπὶ στεφάνῳ λαμπρῷ, τῇ φιλίᾳ τῆς σῆς σεμνυνόμενοι μεγαλοπρεπείας. Ἐπειδὴ δὲ καὶ εὐχὰς τὰς παρ᾽ ἡμῶν ἀπαιτεῖς διὰ τῶν γραμμάτων, μάνθανε ὅτι καὶ πρὸ τῶν γραμμάτων τούτων οὐκ ἐπαυσάμεθα εὐχόμενοι, τὴν μεγάλην οὕτω καὶ φιλόσοφον ψυχὴν ἰδεῖν τελουμένην ταχέως τὴν ἱερὰν τελετὴν, καὶ τῶν ἱερῶν ἐκείνων καὶ φρικτῶν καταξιουμένην μυστηρίων.

Κἂν τούτων δυνηθῶμεν μετασχεῖν τῶν εὐαγγελίων, καὶ τῆς ἐξορίας ἀπηλλάγμεθα ταύτης, καὶ τῆς ἐρημίας ἐπιλελήσμεθα, καὶ τῆς σωματικῆς ἀσθενείας, ᾗ παλαίομεν νῦν, ἠλευθερώμεθα. Καὶ οἶδα μὲν ὅτι σοι σπουδὴ, δέσποτά μου θαυμασιώτατε, καὶ ἐπιθυμία διὰ τῆς ἡμετέρας βραχύτητος τῶν ἀποῤῥήτων τούτων καταξιωθῆναι ἀγαθῶν, καὶ ἡμῖν δὲ, ὡς αὐτὸς οἶσθα, τοῦτο περισπούδαστον. Ἀλλ᾽ ἐὰν μέλλῃ τὰ ἡμέτερα, τοῦτο μηδεμίαν ἐχέτω μέλλησιν. Πάντως γὰρ εὐπορήσεις, καὶ ἡμῶν ἀπόντων, ἀνδρῶν σφόδρα ἡμῖν γνησίων, δυναμένων σε ἐπὶ ταύτην ἀγαγεῖν τὴν μυσταγωγίαν. Κἂν τοῦτο γένηται, τὴν αὐτὴν ἕξομεν ἡδονὴν, ἥνπερ ἂν εἰ καὶ ἡμεῖς διηκονησάμεθα τῇ δόσει τῆς ἐπουρανίου ταύτης δωρεᾶς, ἐπειδήπερ καὶ ἡ χάρις ἐστὶν ἡ αὐτή.

ΡΛΓʹ. Ἀδολίᾳ. Τί λέγεις; Πάλιν ἐπιβουλὰς ὀδύρῃ, καὶ δεινὰ πεπονθέναι φῄς; Καὶ τί τὸ κωλύον, εἰπέ μοι, εἰς γαληνὸν καταπλεῦσαι λιμένα, καὶ τούτων πάντων ἀπηλλάχθαι τῶν κυμάτων; Οὐ ταῦτά σοι διὰ παντὸς ἐπᾴδων τοῦ χρόνου διετέλουν, καὶ οὐδέποτε ἡμῶν ἀνασχέσθαι ἠθέλησας; Ἀλλὰ καὶ σαυτῇ μυρία τὰ κακὰ ἀπὸ τοῦ πηλοῦ τῶν πραγμάτων τούτων προξενεῖς, εἰς τέλματα συνεχῶς ἐμπίπτουσα, καὶ ἡμῖν ἐκ τοῦ ταῦτα ὑπομένειν λύπας ἐπάγουσα συνεχεῖς καὶ πυκνάς. Ἢ μικρῶς οἴει με νῦν ἀθυμεῖν, ἀκούσαντα ταῦτα ἅπερ ἀπέσταλκας, ὅτι παρὰ τῶν οἰκείων, ἤτοι ξένων (αὐτοῖς γάρ σου χρήσομαι τοῖς ῥήμασι) προδοσίας ὑπομεμένηκας, καὶ τραγῳδίας χαλεπάς; Μέχρι τίνος τῷ καπνῷ προσεδρεύεις, τὸ διειδές σου τοῦ κατὰ ψυχὴν ὄμματος ἐπιθολοῦσα; μέχρι τίνος οὐκ ἐλευθεροῖς σαυτὴν πικροτάτης δουλείας; Τί δὲ καὶ τὸ κωλύον ἐνταῦθα παραγενέσθαι, καὶ περὶ τούτων ἡμᾶς κοινῇ βουλεύσασθαι;

Καὶ γὰρ ἔφης μηδ᾽ ἂν αἴσθησιν τούτων λαλεῖν, εἰ τοῦτο γέγονεν. Ἐγὼ σφόδρα ἐκπλήττομαι καὶ θαυμάζω, καὶ αἰτίαν οὐδεμίαν εὑρίσκω τοῦ σὲ ἐπὶ τοσοῦτον ἡμῶν ἀπολειφθῆναι, ἢ ῥᾳθυμίαν καὶ ὄκνον μόνον. Καὶ γὰρ τῆς ὁδοῦ τὸ μέσον ὀλίγον, καὶ ἡ τοῦ ἔτους ὥρα πρὸς ἀποδημίαν σφόδρα ἐπιτηδεία, οὔτε κρυμῷ, οὔτε θάλπει λυποῦσα. Ἀλλὰ πάλιν ἴσως ἡ πάντων σοι μήτηρ ἀεὶ τῶν κακῶν γινομένη, λέγω δὴ τῶν βιωτικῶν ἡ φροντὶς, αὕτη καὶ νῦν κώλυμα γίνεται.

Ἐγὼ μὲν οὖν καὶ παραγενομένῃ χάριν ἔχω πολλὴν, καὶ μὴ παραγενομένῃ οὐκ ἐγκαλῶ, οὔτε δυσχεραίνω, ἀλλ᾽ ἔχω μὲν τὴν ἀγάπην, ἣν ἀεὶ περὶ τὴν σὴν ἐμμέλειαν ἐπεδειξάμην ἀκμάζουσαν. Ἀλγῶ δὲ καὶ σφόδρα ὀδυνῶμαι, ἀκούων ἔτι μυρίοις σε ἐμπεπλέχθαι πράγμασι, καὶ μυρία περιφέρειν τῶν βιωτικῶν φροντίδων φορτία. Καὶ εἰ μὴ ἡμᾶς ἡ τῆς ἐξορίας ἀνάγκη πεδήσασα ἐνταῦθα κατέσχεν, οὐκ ἂν ἔσκηλά σου τὴν εὐλάβειαν, ἀλλ᾽ εἰ καὶ τῆς ἀσθενείας ταύτης, ἧς ἔχω νῦν, ἀσθενέστερον εἶχον, αὐτὸς ἂν ἐξέδραμον, καὶ οὐκ ἂν ἀπέστην πρότερον πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως ἄν σε τῆς ζάλης ταύτης, καὶ τοῦ βορβόρου, καὶ τοῦ φορυτοῦ τῶν μυρίων ἀπήλλαξα κακῶν.

Ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, ἐβουλόμην παραγενομένην περὶ τούτων ἡμῖν κοινώσασθαι. Εἰ δὲ μηδὲ τοῦτο εὔκολον, ἀλλ᾽ ἐργῶδες, οὐ παυσόμεθα διὰ γραμμάτων παραινοῦντες καὶ συμβουλεύοντες, ὥστε διακόψαι τὰ σχοινία, διατεμεῖν τὰς πλεκτάνας, διακλάσαι τὰς πέδας τῆς ψυχῆς, καὶ μετὰ εὐκολίας καὶ ἐλευθερίας βαδίζειν πολλῆς. Οὕτω γὰρ οὐ μόνον τὴν ἐντεῦθεν εὐφροσύνην καρπώσῃ, ἀλλὰ καὶ τὸν οὐρανὸν μετὰ πολλῆς λήψῃ τῆς εὐκολίας. Ὧν οὖν μέλλεις μικρὸν ὕστερον ἐν τῷ καιρῷ τῆς ἐντεῦθεν ἀποδημίας ἄκουσα ἀφίστασθαι, ταῦτα ἑκοῦσα πρόπεμψον εἰς τοὺς ἀσυλήτους θησαυροὺς, καὶ διὰ τούτων σοι τοὺς ἀκηράτους ἐκείνους καὶ μηδέποτε μαραινομένους προαποτιθεμένη στεφάνους.

ΡΛΔʹ. Διογένει. Πολλοῦ ἂν ἐπριάμην ἰδεῖν σου τὴν ἐμμέλειαν, δέσποτά μου θαυμασιώτατε, καὶ τοῦτο οἶσθα καὶ πρὸ τῶν γραμμάτων αὐτὸς, ἐπειδὴ καὶ τὸ φίλτρον οἶσθα σαφῶς, ὃ περὶ τὴν σὴν ἔχομεν θαυμασιότητα. Ἀλλ᾽ ἐπειδὴ τοῦτο οὐκ ἔνι (καὶ γὰρ τῆς ὁδοῦ πολὺ τὸ μέσον, καὶ οὐδὲ κύριοι κινεῖσθαι, ὅπουπερ ἂν ἐθέλωμεν, ἐσμὲν, καὶ τῶν Ἰσαυρικῶν ἐφόδων καθ᾽ ἑκάστην ἡμέραν ὁ φόβος ἀκμάζει), παρακαλῶ σου τὴν εὐγένειαν, ὅπερ μέγιστον ἡμῖν εἰς παραμυθίαν ἐστὶ καὶ τῆς ἐρημίας τῆς ἐνταῦθα, καὶ τῆς ταλαιπωρίας, καὶ τῆς ἄλλης πάσης θλίψεως, τὸ συνεχῶς γράμματα δέχεσθαι, εὐαγγελιζόμενα τὴν ὑγείαν τὴν σὴν, καὶ τοῦ οἴκου σου παντὸς, τοῦτο χαρίζεσθαι ἡμῖν συνεχέστερον κατὰ τὸ ἐγχωροῦν. Οὐδὲ γὰρ τοῦτο ῥᾴδιον μετὰ πολλῆς ἡμᾶς ἔχειν τῆς δαψιλείας, διὰ τὸ μηδένα ταχέως ἐκεῖθεν ἐνταῦθα ἀφικνεῖσθαι. Ἀλλ᾽ ὅμως, εἰ καὶ ἐργῶδες ὅπερ ᾐτήσαμεν, ἀλλ᾽ ὡς ἂν οἷόν τε ᾖ σπουδὴν ποιήσασθαι παρακλήθητι, καὶ συνεχῶς πέμπειν ἐπιστολὰς ἀπαγγελλούσας ἡμῖν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς. Ἵνα δὲ καὶ τὰ ἡμέτερα εἰδέναι ἕχῃς, ἀπραγμοσύνης ἀπολαύομεν, ἡσυχίας πολλῆς, λευκῆς τῆς γαλήνης, ὑγείας συμμέτρου, τούτῳ θορυβούμενοι μόνον, τῷ κεχωρίσθαι ὑμῶν τῶν ἀγαπώντων ἡμᾶς. Ἀλλ᾽ ἱκανὴ ἡ σύνεσίς σου καὶ τοῦτον παραμυθήσασθαι τὸν πόνον, ὃν εἶπον.

Δίδου δὴ ταύτην ἡμῖν τὴν χάριν, ὥστε καὶ ἐκ τοσούτου ἡμᾶς καθημένους διαστήματος δύνασθαι ἐντρυφᾷν καὶ ταύτης τῆς γλυκείας σου καὶ θερμῆς καὶ γνησίας ἀγάπης.

ΡΛΕʹ. Θεοδότῳ διακόνῳ. Οὐδὲ αὐτὸς ἀγνοῶ, ὅτι πάλαι μεθ᾽ ἡμῶν ἔμελλες εἶναι, εἰ μὴ τῶν Ἰσαύρων ὁ φόβος διετείχιζεν. Ὁ γὰρ ἐν κρυμῷ πάντα πηγνύντι, καὶ χιόνι τοσαύτῃ δραμεῖν ἐνταῦθα ἀνασχόμενος, πολλῷ μᾶλλον τοῦ ἤρους φανέντος, καὶ πολλῆς τῆς κατὰ τὸν ἀέρα γαλήνης οὔσης, οὐκ ἂν ἠνέσχου μένειν αὐτόθι. Οἶδα γὰρ τὸ γλυκὺ, καὶ προσηνὲς, καὶ θερμόν σου τῆς διαθέσεως, τὸ εἰλικρινὲς, τὴν πολλῆς γέμουσαν ἐλευθερίας ψυχήν. Διὸ καὶ αὐτὸς οὐχ ὡς ἔτυχεν ἀθυμῶ, ὅτι ἐν τῇ οὕτως ἡμερωτάτῃ τοῦ ἔτους ὥρᾳ, χειμῶνα οὐ τὸν τυχόντα ἡμῖν ἐπάγεις ἀθυμίας, τοσοῦτον ἡμῶν χωριζόμενος χρόνον. Καὶ ταῦτα λέγω οὐχ ἕλκων σε ἐνταῦθα κἂν μυριάκις αὐτὸς θέλῃς (πολλῶν γὰρ ἅπαντα πολέμων ἐμπέπλησται, καὶ τοῦτο εἴσῃ διὰ τῶν ἐντεῦθεν ἐκεῖσε ἀφικνουμένων), ἀλλ᾽ ἵνα μάθῃς ὅτι οὐδὲ ἡμεῖς, καίτοι γε ἡσυχίας καὶ ἀπραγμοσύνης πολλῆς ἀπολαύοντες, ἀλύπως δυνάμεθα εἶναι ἐνταῦθα τῆς σῆς κεχωρισμένοι τιμιότητος, καὶ τοῦτο μαθὼν συνεχῶς ἡμῖν ἐπιστέλλῃς, μὴ μόνον διὰ τῶν παρ᾽ ἡμῶν ἐκεῖσε ἐρχομένων, ἀλλὰ καὶ διὰ τῶν ἐκεῖθεν ἁπτομένων τῆς ὁδοῦ καὶ τῆς ἐνταῦθα ἀφίξεως. Πολλὴν δέ σοι χάριν ἴσμεν, δέσποτά μου τιμιώτατε, καὶ τῆς φροντίδος, καὶ τῆς μερίμνης, ἣν ἔχεις ὑπὲρ τῶν ἐνταῦθα θορύβων. Καὶ γὰρ καθ᾽ ἑκάστην ἡμέραν ἐπιτείνεται τὰ τῆς πολιορκίας τῆς ἐνταῦθα, καὶ ὡς ἐν παγίδι, τῷ φρουρίῳ τούτῳ καθήμεθα.

Ἤδη γοῦν καὶ μέσων νυκτῶν παρ᾽ ἐλπίδα πᾶσαν καὶ προσδοκίαν, στῖφος Ἰσαύρων τριακοσίων τὴν πόλιν κατέδραμον, καὶ μικροῦ ἂν καὶ ἡμᾶς εἷλον. Ἀλλ᾽ ἡ τοῦ Θεοῦ χεὶρ ταχέως αὐτοὺς καὶ μὴ αἰσθομένων ἡμῶν ἀπέστρεψεν, ὡς μὴ μόνον τῶν κινδύνων, ἀλλὰ καὶ τοῦ φόβου ἐκτὸς γενέσθαι, καὶ ἡμέρας γενομένης, τότε μαθεῖν τὰ συμβάντα. Διὰ ταῦτα χαῖρε καὶ εὐφραίνου, καὶ μὴ παύσῃ τὸν Θεὸν παρακαλῶν, ὥστε ἐν ἀσφαλείᾳ ἡμᾶς καταστῆσαι πάσῃ, καὶ ἀπαλλάξαι καὶ τῆς ἐπικειμένης ἡμῖν ἀῤῥωστίας. Εἰ γὰρ καὶ τοῦ σφαλερῶς ἔχειν ἠλευθερώμεθα, ἀλλ᾽ ὅμως μένει ἔτι λείψανα τῆς ἀῤῥωστίας ἡμῖν, συνεχῶς τῆς ἀῤῥωστίας ἀναμιμνήσκοντα.

Ταῦτα δὲ ἐπεστάλκαμεν, οὐχ ἵνα λυπήσωμεν, ἀλλ᾽ ἵνα σε σπουδαιότερον πρὸς τὰς ὑπὲρ ἡμῶν διεγείρωμεν εὐχάς. Τὸν κύριόν μου τὸν τιμιώτατον τὸν ἀναγνώστην Θεόδοτον παρακατατίθεμαί σου τῇ εὐλαβείᾳ, ὥστε κατὰ τὸ δυνατὸν ἐν ἅπασιν αὐτῷ γενέσθαι λιμένα. Πολλὰ γάρ ἐστιν, ὡς ἔγνωμεν, αὐτὸν τὰ λυποῦντα.

ΡΛϛʹ. Θεοδότῳ ἀναγνώστῃ. Μὴ κάμνε ζητῶν ἀπολογίαν τοῦ ταχέως ἐντεῦθεν ἀποδημῆσαι, ἐπὶ τὴν τῶν ὀφθαλμῶν ἀσθένειαν, καὶ ἐπὶ τὸν κρυμὸν καταφεύγων, καὶ τούτοις λογιζόμενός σου τὴν ἀποδημίαν. Ἡμεῖς γάρ σε καὶ παρεῖναι, καὶ μεθ᾽ ἡμῶν εἶναι οὐκ ἔλαττον ἢ καὶ ἔμπροσθεν λογιζόμεθα κατὰ τὸν τῆς ἀγάπης λόγον, καὶ προσδοκῶμεν καὶ τῆς κατ᾽ ὄψιν ἀπολαύσεσθαί ποτε συντυχίας.

Μηδὲν οὖν σε τούτων θορυβείτω. Εἰ γὰρ καὶ τῆς Ἀρμενίας ἀπήγαγέ σε ὁ χειμὼν, ἀλλὰ τῆς ἡμετέρας ψυχῆς οὐκ ἐξέβαλεν, ἀλλ᾽ ἐπὶ διανοίας σε περιφέρομεν διηνεκῶς. Καὶ εἰ μὴ ὁ τῶν Ἰσαύρων πόλεμος πᾶσαν ἀποτειχίσας ὁδὸν, ἐν σπάνει κατέστησεν ἡμᾶς τῶν γράμματα διακομιζόντων, κἂν νιφάδας σοι πολλάκις ἐπέμψαμεν ἐπιστολῶν. Νῦν μέντοι τῇ γλώττῃ τὸν παρελθόντα σεσιγήκαμεν χρόνον, τῇ γνώμῃ δὲ οὐδαμῶς· ἀλλ᾽ ἀεί σε καὶ τὰ σὰ μεριμνῶμεν, καὶ, τό γε ἡμέτερον μέρος, συνεχῶς ἐπεστάλκαμεν. Ταῦτ᾽ οὖν εἰδὼς, μεθ᾽ ἡμῶν τε εἶναι νόμιζε, καὶ σὺν ἡμῖν ἐν Ἀρμενίᾳ διατρίβειν. Κἄν τις ἐπιβουλεύειν ἐπιχειρῇ καὶ κακῶς ποιεῖν, ὑψηλότερος γίνου τῶν ἐντεῦθεν βελῶν, ἐπειδήπερ οὐ τὸ πάσχειν κακῶς, ἀλλὰ τὸ ποιεῖν κακῶς, τοῦτ᾽ ἔστι τὸ πάσχειν κακῶς. Ἡμεῖς γάρ σε καὶ διὰ τοῦτο μειζόνως θαυμάζομεν, καὶ τὴν στεῤῥότητά σου καὶ τὴν ἀνδρείαν ἐπαινοῦμεν, ὅτι καὶ τοσαύτης σε ζάλης περιαντλούσης, ἕστηκας ἀνώτερος τῶν ἐντεῦθεν θορύβων γενόμενος. Μένε δὴ μετὰ πολλῆς τῆς ἡδονῆς τὸ γαληνὸν τοῦτο καὶ ἀκύμαντον πλέων πέλαγος. Καὶ μὴ θαυμάσῃς, εἴ σου πολλῶν ἐπιβουλῶν μεμνημένου ἐγὼ τὸ πέλαγος ἀκύμαντον καλῶ. Οὐ γὰρ ἀπὸ τῆς τῶν ταραττόντων γνώμης, ἀλλ᾽ ἀπὸ τῆς κατ᾽ ἀρετὴν ἡσυχίας ταύτην φέρω τὴν ψῆφον. Τί δέ ἐστιν ὅ φημι;

Ὁ μέγας οὗτος καὶ ὑψηλὸς βίος, καὶ πρὸς τὸν οὐρανὸν τεταμένος, τῇ μὲν φύσει τῶν πραγμάτων δυσχερής τις εἶναι δοκεῖ, τῇ δὲ ἀνδρείᾳ τῶν μετιόντων καὶ τῇ προθυμίᾳ εὔκολος σφόδρα γίνεται. Καὶ τὸ δὴ θαυμαστὸν τῆς φιλοσοφίας ταύτης τοῦτο μάλιστά ἐστιν, ὅτι τῆς θαλάττης μαινομένης, ἐξουρίας πλεῖ καὶ μετὰ πολλῆς τῆς γαλήνης ὁ γνησίως αὐτὴν μετιὼν καὶ θερμῶς, καὶ ὅτι, πολλῶν πανταχόθεν θορύβων ἐγειρομένων, ἡσυχίαν καρποῦται καθαρὰν, καὶ μυρίων πανταχόθεν πεμπομένων βελῶν, ἕστηκεν ἄτρωτος, δεχόμενος μὲν τὰ ἀκόντια, πάσχων δὲ ἐντεῦθεν οὐδέν. Ταῦτ᾽ οὖν εἰδὼς, καὶ διηνεκῶς ἐν τούτοις φιλοσοφῶν, καρποῦ τὴν ἀμάραντον ἡδονὴν, ἀναμένων τοὺς ὑπὲρ τῶν καλῶν πόνων τούτων κειμένους σοι παρὰ τῷ Θεῷ στεφάνους.

Καὶ γράφε συνεχῶς ἡμῖν, ἡνίκα ἂν ἐξῇ, τὰ περὶ τῆς ὑγείας σου δηλῶν καὶ τῆς κατὰ τὴν ψυχὴν, καὶ τῆς κατὰ τὸ σῶμα· καὶ τὴν σχολὴν ἅπασαν εἰς τὴν τῶν θείων ἀνάλισκε Γραφῶν ἀνάγνωσιν, τοσοῦτον αὐταῖς ὁμιλῶν, ὅσον καὶ ἡ τῶν ὀφθαλμῶν ἀσθένεια ἐπιτρέπει, ἵν᾽ εἴ ποτε γένοιτο καιρὸς ἡμῖν καὶ τὰ νοήματα αὐτῶν ἐνθεῖναι τῇ εὐγενεστάτῃ σου ψυχῇ, μετὰ πολλῆς τοῦτο ποιήσωμεν τῆς εὐκολίας. Οὐ γὰρ μικρὸν εἰς τοῦτο δυνήσεταί σοι συντελέσαι τὸ μαθεῖν τὰ ἐγκείμενα γράμματα, ἡνίκα ἂν μέλλῃς τὰ ἐν τούτοις νοήματα ὑποδέχεσθαι.

ΡΛΖʹ. Θεοδότῳ διακόνῳ. Παῦσαι κατηγορῶν ἡμῶν βραδυτῆτος, μὴ σαυτὸν πρότερον ἕλῃς τῷ ἐγκλήματι. Τοσαύτας γὰρ ἐπιστολὰς δεξάμενος παρ᾽ ἡμῶν, ὅσας ἐπέσταλκας, πλὴν μιᾶς, ὥσπερ νιφάδας πέμπων γραμμάτων, οὕτως ἔφης, τῇ γοῦν συνεχείᾳ ἀναστήσειν ἡμᾶς πρὸς τὸ γράφειν οἰόμενος. Ἔστι μὲν οὖν καὶ μὴ γράφοντα φιλεῖν, πλὴν ἀλλ᾽ ἐγὼ καὶ γράφων οὐ διέλιπον, καὶ φιλῶν οὐ παύομαι. Ἀλλὰ κἂν χρόνος γένηται μακρότερος ὁ μεταξὺ τοῦ χωρισμοῦ τοῦ ἡμετέρου, κἂν εἰς ἐρημότερον ἀπενεχθῶμεν χωρίον, οὔτε ἐκβαλεῖν σε τῆς ψυχῆς δυνάμεθα, οὔτε μὴ διηνεκῶς ἀκμάζουσαν διατηρεῖν τὴν περὶ σὲ διάθεσιν. Ταῦτ᾽ οὖν εἰδὼς, γράφε συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς σῆς.

Πλείων γὰρ ὑμῖν ἡ εὐκολία τούτου, ἢ ἡμῖν. Εἰ δὲ ἡ τοῦ ἔτους ὥρα διακωλύει, καὶ τῶν Ἰσαυρικῶν κακῶν ἡ σφοδρότης, εἰδότες σου τὴν γνώμην ἣν περὶ ἡμᾶς ἔχεις, ἀρκοῦσαν τῆς μακρᾶς σιγῆς ἕξομεν παραμυθίαν.

ΡΛΗʹ. Ἐλπιδίῳ ἐπισκόπῳ. Οἶδα ὅτι ὀλιγάκις ἐπέσταλκα τῇ τιμιότητί σου, ἀλλ᾽ οὐχ ἑκὼν, ἀλλ᾽ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης κατεχόμενος. Καὶ γὰρ ἡ τοῦ ἔτους ὥρα, καὶ ἡ τοῦ χωρίου ἐρημία ἐν ᾧ καθείργμεθα δεσμωτηρίου χαλεπώτερον, καὶ ἡ τῶν ἐνταῦθα παραγινομένων σπάνις, καὶ τὸ μηδὲ αὐτῶν τῶν ὀλίγων πάντων γνησίων ἐπιτυγχάνειν, ἔτι δὲ καὶ ἡ τοῦ σώματος ἀῤῥωστία σφόδρα ἡμᾶς κατεργασαμένη, καὶ πάντα τὸν χειμῶνα τῇ κλίνῃ προσηλώσασα, τὴν μακρὰν ταύτην σιγὴν ἐποίησεν, ἀλλ᾽ οὐ τὴν ἀπὸ γνώμης, ἀλλὰ τὴν ἀπὸ γλώσσης. Μηδὲ νόμιζε τοσαύτας δέχεσθαι ἐπιστολὰς, ὅσας διεπεμψάμεθα, ἀλλὰ πολλῷ πλείους. Ἡγήσῃ δὲ τοῦτο, ἂν μὴ τὰς διὰ χάρτου καὶ μέλανος μόνον, ἀλλὰ καὶ τὰς ἀπὸ διαθέσεως ἀριθμῇς. Καὶ γὰρ τῇ διανοίᾳ συνεχῶς ἐπεστάλκαμεν, καὶ ἀεί σοι συγγινόμεθα, καὶ οὐδὲν οὐδὲ τῆς ὁδοῦ τὸ μῆκος, οὐ τοῦ χρόνου τὸ πλῆθος, οὔτε αἱ τῶν πραγμάτων περιστάσεις τὴν περὶ τὴν σὴν τιμιότητα διάθεσιν ἡμῖν ἀμαυροτέραν ἐποίησαν. Ἀλλὰ μένομεν ἀκμάζουσαν αὐτὴν διατηροῦντες, καὶ τὸν σφοδρὸν ἡμῶν καὶ θερμὸν ἐραστὴν, κἂν εἰς ἐρημότερον τούτου χωρίον ἀπέλθωμεν, πανταχοῦ περιφέροντες ἄπιμεν, ἐγκολάψαντες ἡμῶν τῇ διανοίᾳ. Τοιοῦτον γὰρ τὸ γνησίως φιλεῖν· οὐ χρόνῳ, οὐ τόπῳ, οὐχ ὁδοῦ μήκει, οὐ πραγμάτων περιστάσει ἐξίτηλον γίνεται. Καὶ τοῦτο οἶσθα καὶ αὐτὸς, ἐπειδὴ καὶ γνησίως οἶσθα φιλεῖν.

ΡΛΘʹ. Θεοδώρῳ Κονσουλαρίῳ Συρίας. Αὐτὸς μὲν ἔφης σημεῖον ποιεῖσθαι μέγιστον τοῦ μέλειν ἡμῖν τῶν σῶν, εἰ δευτέρα μετὰ τὴν προτέραν ἐπιστολὴ ἔλθοι πρὸς τὴν σὴν λαμπρότητα παρ᾽ ἡμῶν. Ἡμεῖς δὲ εἰ τῶν εἰς τοῦτο διακονησομένων ἡμῖν εὐποροῦμεν, νιφάδας ἂν ἐπέμψαμεν γραμμάτων πρὸς ἄνδρα οὕτω χρηστὸν, καὶ ἐπιεικῆ, καὶ σφοδρὸν ἡμῶν ἐραστὴν, καὶ μετὰ τοσαύτης ἐπιθυμίας δεχόμενον ἡμῶν τὰς ἐπιστολάς. Ἀλλ᾽ ἐπειδὴ τοῦτο οὐκ ἔνι, παρακαλοῦμέν σου τὴν λαμπρότητα, μὴ τῶν ἐπιστολῶν ἀριθμῷ μετρεῖν ἡμῶν τὴν ἀγάπην, ἀλλὰ καὶ σιγώντων καὶ γραφόντων, ἥνπερ καὶ ἔμπροσθεν εἶχες περὶ αὐτῆς ψῆφον, ταύτην ἀκίνητον διατηρεῖν, λογιζόμενον ὡς τὴν σιγὴν ἡμῖν μακροτέραν, οὐχ ἡ τοῦ τρόπου ῥᾳθυμία, ἀλλ᾽ ἡ τοῦ τόπου κατασκευάζει ἐρημία.