Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολὴ πρὸς ἐπισκόπους, πρεσβυτέρους καὶ διακόνους

Ἰωάννης ὁ Χρυσόστομος

Χαιρετισμός και έπαινος προς τους έγκλειστους κληρικούς

Αναγνώριση των διωγμών και έπαινος της γενναιότητας των κληρικών απέναντι στις ποικίλες δοκιμασίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

ΤΟΙΣ ΕΓΚΕΚΛΕΙΣΜΕΝΟΙΣ ΕΠΙΣΚΟΠΟΙΣ, Πρεσβύτεροις καὶ διακόνοις ἐν δεσμωτηρίῳ δι᾽ εὐσέβειαν. Μακάριοι τοῦ δεσμωτηρίου, καὶ τῆς ἁλύσεως, καὶ τῆς τῶν δεσμῶν ὑποθέσεως ὑμεῖς· μακάριοι καὶ τρισμακάριοι, καὶ πολλάκις τοῦτο, οἳ πᾶσαν ἀνηρτήσασθε τὴν οἰκουμένην τῷ περὶ ὑμᾶς φίλτρῳ, ἐραστὰς ὑμῶν καὶ τοὺς πόῤῥωθεν ὄντας πεποιήκατε. Πανταχοῦ γῆς καὶ θαλάττης ᾄδεται ὑμῶν τὰ κατορθώματα, ἡ ἀνδρεία, ἡ ἀπερίτρεπτος γνώμη, τὸ ἀδούλωτον φρόνημα.

Οὐδὲν ὑμᾶς κατέπληξε τῶν δοκούντων εἶναι δεινῶν, οὐ δικαστήριον, οὐ δήμιος, οὐ βασάνων νιφάδες, οὐκ ἀπειλαὶ μυρίων γέμουσαι θανάτων, οὐ δικαστὴς πῦρ ἀπὸ τοῦ στόματος ἀφιεὶς, οὐκ ἐχθροὶ θήγοντες τοὺς ὀδόντας, καὶ μυρία εἴδη κινοῦντες ἐπιβουλῆς, οὐ συκοφαντίαι τοσαῦται, οὐκ ἀναίσχυντοι κατηγορίαι, οὐ θάνατος πρὸ τῶν ὀφθαλμῶν καθ᾽ ἑκάστην ἡμέραν φαινόμενος· ἀλλ᾽ ἤρκεσεν ὑμῖν εἰς παράκλησιν τῶν γινομένων ἡ τῶν γινομένων ὑπόθεσις. Διὰ ταῦτα φανερῶς μὲν ὑμᾶς πάντες στεφανοῦσι, καὶ ἀνακηρύττουσι, οὐ φίλοι μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ ἐχθροὶ, καὶ ταῦτα κατασκευάζοντες· εἰ καὶ μὴ φανερῶς, κἄν τις αὐτῶν ἀναπτύξειε τὸ συνειδὸς, πολὺ καὶ παρ᾽ ἐκείνοις ὑμῶν εὑρήσει τὸ θαῦμα. Τοιοῦτον γὰρ ἀρετὴ, καὶ παρὰ τοῖς πολεμοῦσιν αὐτὴν θαυμάζεται· τοιοῦτον κακία, καὶ παρὰ τοῖς μετιοῦσιν αὐτὴν καταγινώσκεται.