Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιστολὴ πρὸς τὸν ἡγούμενον

Ἰωάννης ὁ Χρυσόστομος

Πρακτικές οδηγίες για την τράπεζα, την ψαλμωδία και τις διακονίες

Νουθεσίες περί της απαραίτητης ευλάβειας κατά τη λήψη της τροφής, της νήψης κατά την ψαλμωδία και της ορθής ανάθεσης των μοναστηριακών διακονιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Παρακαλῶ οὖν ὑμᾶς προσέχετε, πῶς μεταλαμβάνετε τῆς τροφῆς. Λέγει γὰρ ὁ προφήτης· δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ· τοῦτο εἶπεν ἐν καιρῷ προσευχῆς. Καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ· καὶ τοῦτο εἶπεν ἐν καιρῷ τροφῆς. Οὐκ εἶπεν ἐν γέλωτι καὶ ἀδιαφορίᾳ, ἀλλ᾽ ἐν φόβῳ καὶ τρόμῳ. Τίς γὰρ τολμήσει ποτὲ βασιλέως παρόντος γελάσαι καὶ ἀγανάκτησιν ἑαυτῷ ἐπενέγκασθαι καὶ τιμωρίαν.

Καί, ὅταν ψάλλητε, νηφόντως ψάλλετε ἐν αἰσθήσει καρδίας, ἵνα γεύσηται ἡ καρδία καὶ γινώσκῃ τὰ λεγόμενα ἐν διακρίσει εἰς δόξαν Χριστοῦ, μὴ χαύνως, ἀλλὰ ζεόντως, ἵνα καὶ ὁ νοῦς διεγείρηται καὶ τὸ σῶμα πρὸς τὴν ἀγρυπνίαν, ἵνα πανταχόθεν ἡ ψυχὴ τρέφηται καὶ προκόπτῃ. Καὶ μὴ θελήσητέ ποτε τροπάρια πολυσύνθετα λέγειν, ἵνα μὴ πλάνην ὑπομείνητε τερπόμενοι τῇ φωνῇ.

Καὶ περὶ τῆς διακονίας τῆς εἰς τοὺς ἀδελφοὺς πρόσεχε ποῖον κελλάριον προχειρίζεις· τὸν δυνάμενον συνείδησιν φυλάξαι τῷ Θεῷ καὶ τῇ συνοδίᾳ, μή ποτε εἰς κρῖμα ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου ἢ λαθροφάγον ἢ νοσφιζόμενόν τι καὶ ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ. Ὁμοίως καὶ τὰς διακονίας ἑκάστῳ κατὰ τὴν συνείδησιν ἐγχείριζε· οἱ γὰρ καλῶς διακονήσαντες παρὰ Κυρίου τὸν μισθὸν λήψονται.