Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἐπιτιμία

Ἰωάννης ὁ Χρυσόστομος

Κανόνες μοναστηριακής πειθαρχίας και κοινοβιακής ζωής

Καθορισμός ποινών για μοναχούς και κληρικούς που υποπίπτουν σε σαρκικά παραπτώματα και απρέπεια, με εκτενείς διατάξεις για τα διακονήματα, την τράπεζα και την ακτημοσύνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Εἴ τις πρεσβύτερος ἢ μοναχὸς ἐμμέσει ἀπὸ τοῦ οἴνου πολλοῦ, ἐπιτιμάσθω ἡμέρας μʹ, μετανοίας νʹ. Εἴ τις τὴν ἀσχημοσύνην αὐτοῦ φανερὰν ὑποδεικνύει χαριεντιζόμενος, ἀνάθεμα ἔστω. Ἐὰν πορνεύσῃ μοναχὸς μεγαλόσχημος, μοιχοῦ ἐπιτίμιον δεχέτω· ὁ δὲ μικρόσχημος μοναχὸς, ἐὰν εἰς ἐλεύθερον πρόσωπον πέσῃ, ἐπιτίμιον πόρνου δέχεται.

Ὁ μοναχὸς ὁ πεσὼν εἰς μαλακίαν, ἔχει ἐπιτίμιον ἡμέρας μʹ, μετανοίας νʹ, ξηροφαγῶν. Ὁ πεσὼν μοναχὸς εἰς ῥεῦσιν καθ᾽ ὕπνου αὐτοῦ ἢ ἐκ μελέτης ἢ ἀπὸ θεωρίας, ὀφείλει μὴ λειτουργεῖν ἕως ἡμερῶν ζʹ, ποιῶν δὲ καθ᾽ ἑκάστην μετανοίας μʹ, ξηροφαγῶν.

Ὁ πεσὼν μοναχὸς εἰς μονάστριαν, καθαιρείσθωσαν καὶ οἱ δύο, καὶ ἀρχαρίων τόπων ἐρχέσθωσαν· τὸ ἐπιτίμιον αὐτῶν ἔστω χρόνους ιβʹ, ἀκοινώνητοι, ποιεῖν καθεκάστην μετανοίας τʹ, ὅτι ὁ φθείρας τὸν ναὸν τοῦ Θεοῦ, φθειρεῖ τοῦτον ὁ Θεός.

Ὁ πεσὼν μοναχὸς εἰς ἀνδρόγυνον, καθαιρείσθω· τὸ ἐπιτίμιον αὐτοῦ χρόνους ζʹ, ἀκοινώνητος, μετανοίας τʹ, ξηροφαγῶν. Εἴ τις μοναχὸς ὑβρίζεται, ὡς πόρνος λογίζεται· εἰ δὲ τύψει τινὰ ἀδίκως, ἔστω ἀφορισμένος ἡμέρας μʹ, ξηροφαγῶν.

Εἴ τις μοναχὸς συνοδεύσει γυναῖκα ὀργίας ζʹ, πόρνον λογίζεται αὐτὸν ὁ Θεός. Εἴ τις μοναχὸς περιπατῶν ἐν ὁδῷ θέσει τὴν ῥάβδον αὐτοῦ ἐπὶ τῶν ὤμων αὐτοῦ, ἔξω τῆς μοναδικῆς ἐστὶ καταστάσεως, καὶ λῃστὴν λογίζεται αὐτὸν ὁ Θεός.

Εἴ τις μοναχὸς φαγεῖ ἀσκέπαστος, εἴτε κοιμηθῇ, ἐχθρός ἐστι τοῦ Θεοῦ. Εἴ τις μοναχὸς σηκώσει τὸ ῥάκος αὐτοῦ ἐπάνω τῶν γονάτων αὐτοῦ, πόρνον λογίζεται αὐτὸν ὁ Θεός. Ἐάν τις μαχόμενος μεθ᾽ ἑτέρου, καὶ ἀποθάνοι εἷς ἐξ αὐτῶν ἀσυγχώρητος παρὰ τοῦ ἑτέρου, ὀφείλει ὁ ζῶν ἐπιτιμᾶσθαι ξηροφαγῶν ἔτη ιβʹ, καὶ δεόμενος τοῦ Θεοῦ ὑπὲρ συγχωρήσεως τοῦ τεθνηκότος.

Ἐάν τις ἁρπάσῃ ἀλλότριον πρᾶγμα, καὶ ὁμώσαντες ἕτεροι ἀδίκως, ἐπιτιμάσθω ἔτη ιβʹ, καὶ τὸ πρᾶγμα τριπλοῦν ἀποστραφείτω. Ἐάν τις ὁμώσῃ παρθένον, οὐκ ἔχει ὁ κανὼν ἵνα χωρισθῶσι, διὰ τὸ μὴ πατήσειν τὸ ζωοποιὸν σταυρόν.

Ἐάν τις μιανθῇ τὴν ἁγίαν τεσσαρακοστὴν, νηστεύει ἀπὸ τοῦ πάσχα μέχρι τῆς πεντηκοστῆς· χρὴ δὲ διαλύειν τὴν μεγάλην κυριακήν. Ἐάν τις ἀδελφὸν ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας διὰ τὴν πανουργίαν αὐτοῦ, ἐπιτιμάσθω ἡμέρας μʹ, μετανοίας νʹ, ξηροφαγῶν.

Ἐάν τις [εὑρεθῇ] ἀργολογῶν καὶ γελιάζων, ἐπιτιμάσθω ἡμέρας βʹ, μετανοίας νʹ, ξηροφαγῶν. Ὁ κενοδοξῶν τινα χριστιανὸν, ἐχθρὸς γίνεται τοῦ Θεοῦ. Ὁ κανόναρχος, ἐὰν ἀμελῶς στιχολογῇ, καὶ τὴν ἁρμόζουσαν τῷ Θεῷ ἀκολουθίαν διὰ τὴν αὐτοῦ ῥᾳθυμίαν ἐκκόπτει, ξηροφαγείτω ἡμέρας εʹ, μετανοίας νʹ.

Ὁ αὐτὸς ἐὰν ἀμελῶς κατακεῖται μετὰ τὴν ὥραν τοῦ σημαντῆρος, καὶ τὰς βίβλους αὐτοῦ μὴ ἐπιμελούμενος, καὶ τὰς μνείας τῶν ἁγίων μὴ ἐρευνῶν, ξηροφαγείτω ἡμέρας νʹ. Ὁ μάγειρος, ἐὰν ἀμελῇ τὴν διακονίαν αὐτοῦ καὶ οὐ μετὰ φόβου καὶ πίστεως ποιῇ ἑψένεσθαι πάντων καλῶς, μὴ [ὀφείλει] πιεῖν αὐτὸν οἶνον.

Ὁ αὐτὸς πάλιν ἐὰν μὴ σκεπάζῃ τὰ ἀγγεῖα αὐτοῦ μετὰ σπαστρίας, ἢ ἄπλητα ἀφήσει αὐτὰ, ἐπιτιμάσθω ἡμέρας γʹ, ξηροφαγῶν. Ὁ καθεζόμενος ἐν τραπέζῃ καὶ γελιάζων ἢ τὰ βρώματα παρατιθέμενα ψέγων, ἐκδιωχθήτω τῆς τραπέζης, ἐπιτιμάσθω δὲ αὐτὸς καὶ ψάλλειν τὸν νʹ, καὶ στήτω τῇ τραπέζῃ, καὶ ποιείτω μετανοίας νʹ.

Ὁ ἀποστέλλων ἢ ὁ δεχόμενος λάθρα τοῦ ἡγουμένου τὶ οἷον δήποτε, ξηροφαγείτω ἡμέρας γʹ. Ὁ μὴ ἐξαγγέλλων τὰς πράξεις αὐτοῦ καὶ λογισμοὺς τῷ πνευματικῷ πατρὶ αὐτοῦ ἢ τῷ ἡγουμένῳ, ἐπιτιμάσθω ἡμέρας ιεʹ, ξηροφαγῶν.

Ὁ ἐν καιρῷ διδασκαλίας κοινῆς καὶ νουθεσίας πνευματικῆς καταλιμπανόμενος ἐξ ἀμελείας, ξηροφαγείτω ἡμέρας εʹ. Ὁ γευόμενος οἵας δήποτε ἐφ᾽ ὥρας χωρὶς εὐλογίας τοῦ προεστῶτος, ἐπιτιμάσθω ἡμέρας ιεʹ, μὴ πιεῖν οἶνον.

Ὁ ἔχων τὸ ἴδιον πρᾶγμα παρὰ τοῦ πατρὸς αὐτοῦ πνευματικοῦ, ἀρθήτω ἀπ᾽ αὐτοῦ καὶ ἐπιτιμάσθω ἡμέρας μʹ. Ὁ μὴ ἐργαζόμενος μὴ ἐσθιέτω κατὰ τὸν θεῖον Ἀπόστολον· ἐὰν μετρίως ἐργάζηται, μετρίως καὶ ἐσθιέτω. Ὁ ἀμέτρως ἐσθίων καὶ πίνων, τῷ Κυρίῳ οὐ δουλεύει, ἀλλὰ τὴν ἑαυτοῦ κοιλίαν θεοποιεῖται.