Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Ἑρμηνεία εἰς τὴν προσευχὴν τοῦ Κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία των αιτημάτων περί του θείου θελήματος, του επιούσιου άρτου και της άφεσης των οφειλών

Εξήγηση των αιτημάτων σχετικά με το θείο θέλημα, τη χορηγία του επιούσιου άρτου και την αμοιβαία συγχώρηση των αμαρτιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Καὶ κατὰ ἄλλον τρόπον· ἐπειδὴ ὁ προφήτης λέγει, Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, τῷ παρελθόντι χρόνῳ ὡς μέλλοντι χρησάμενος, χάριν τούτου κράζομεν· Ἐλθέτω ἡ βασιλεία σου, Κύριε· τουτέστιν, Ἐλθέτω ἐφ᾽ ἡμᾶς τὰ ἐλέη σου· Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Λέγει γὰρ οὕτω· Κύριε, ὥσπερ ἐγένετο τὸ θέλημά σου ἐν τῷ οὐρανῷ, καὶ εἰσὶν ἄγγελοι ἅπαντες ἐν εἰρήνῃ, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὁ ὠθῶν καὶ ἀντωθούμενος, οὔτε τύπτων καὶ τυπτόμενος, ἀλλὰ πάντες ἐν εἰρήνῃ βαθείᾳ· οὕτω καὶ ἐν ἡμῖν τοῖς ἐπὶ γῆς ἀνθρώποις γενηθήτω τὸ θέλημά σου· ἵνα πάντα τὰ ἔθνη ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάσωμεν τὸν ποιητὴν καὶ Σωτῆρα ἡμῶν. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἐπιούσιον ἄρτον λαβεῖν αἰτοῦμεν. Ἄρτος δὲ ψυχῆς λόγος Θεοῦ, καθὼς ἔφη τις τῶν ἁγίων· Ἄνοιγε, τέκνον, σὸν στόμα λόγῳ Θεοῦ. Καὶ διὰ τοῦτο συχνοτέρως μνημονεύειν Θεοῦ καλὸν ἢ ἀναπνεῖν· Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Λέγει δὲ οὕτω. Καὶ ἄφες ἡμῖν τὰ χρέη ἡμῶν, τουτέστι, τὰς ἁμαρτίας ἡμῶν καὶ τὰ πταίσματα, ὡς καὶ ἡμεῖς ἀφίεμεν πᾶσι τοῖς πταίουσι καὶ ἁμαρτάνουσιν εἰς ἡμᾶς ἀδελφοῖς ἡμῶν, ἐλευθέροις τε καὶ δούλοις, καὶ πᾶσι τοῖς ὑποχειρίοις ἡμῶν.